Ἀνδρομάχη
ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον,
740
θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,
ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ,
ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.
ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
745
οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,
οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,
ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.
ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;
τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,
750
νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ
γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν
755
πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν.
ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,
μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
760
νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν,
πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας
ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.
ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,
τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;
765
ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,
πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,
Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,
Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.
οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ,
770
πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.
ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο
αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.
ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·
δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν
775
διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν
θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας
καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι
ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.
Χορός
τάλαινα Τροία, μυρίους ἀπώλεσας
780
μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.