σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι
ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·
ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων
675
πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.
καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ
πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.
ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν
Πολυξένης ὄλεθρος, ἣν καταστένεις;
680
ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς
ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας
πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.
Χορός
ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ
τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ.
685
Ἑκάβη
αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,
γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.
ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,
προθυμίαν ἔχουσι σωθῆναι πόνων,
ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς,
690
ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ
πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ
παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.
οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα
ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα·
695
νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.
ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας
ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·
τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,
φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.
700
κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους
καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν
Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε —
ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν
κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι.
705
ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,
τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν
στείχοντα καινῶν ἄγγελον βουλευμάτων;
The Trojan Women. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.