Πρεσβύτης
δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ —
τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως
ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως
810
ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν
λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·
ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν
καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,
ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος
815
λάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω.
ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοι
ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν,
λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα
τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳ
820
Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦ
δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.
νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον,
ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.
κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο
825
πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς
τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα,
ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων
τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.
καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον
830
Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο.
Χορός
οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,
οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς
κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον
θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.
835
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.