Χορός
κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας
ἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα.
775
Κρέουσα
τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
ἄχος ἐμοὶ στένειν.
Πρεσβύτης
πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
τὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν;
Χορός
ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν
780
δίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ.
Κρέουσα
πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον
λόγον ἐμοὶ θροεῖς.
Πρεσβύτης
κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται,
785
σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς.
Χορός
ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς
πρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός.
Κρέουσα
ὀττοτοττοτοῖ· τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν
ἄρα βίοτον; ἐρημίᾳ δʼ ὀρφανοὺς
790
δόμους οἰκήσω.
Πρεσβύτης
τίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸς
πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;
Χορός
οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν
ὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς.
795
Κρέουσα
ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-
ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,
οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.
Πρεσβύτης
ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;
800
οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει;
Χορός
Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί.
Πρεσβύτης
μητρὸς δʼ ὁποίας ἐστὶν —
Χορός
οὐκ ἔχω φράσαι.
φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον —
παιδὸς προθύσων ξένια καὶ γενέθλια
805
σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,
κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.