Κρέουσα
σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα.
Ἴων
τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι.
Κρέουσα
ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο;
310
Ἴων
οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα.
Κρέουσα
ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν.
Ἴων
ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν.
Κρέουσα
ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας;
Ἴων
ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος.
315
Κρέουσα
παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας;
Ἴων
βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι.
Κρέουσα
καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων;
Ἴων
οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με
Κρέουσα
τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους.
320
Ἴων
Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν.
Κρέουσα
ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος;
Ἴων
βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος.
Κρέουσα
τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα;
Ἴων
ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως.
325
Κρέουσα
ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις.
Ἴων
τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν.
Κρέουσα
οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς;
Ἴων
ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον.
Κρέουσα
φεῦ·
330
πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή.
Ἴων
τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν.
Κρέουσα
ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν.
Ἴων
ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι.
Κρέουσα
μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν.
Ἴων
λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν.
335
Κρέουσα
ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα.
Ἴων
οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός.
Κρέουσα
Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν.
Ἴων
Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη.
Κρέουσα
καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός.
340
Ἴων
οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται.
Κρέουσα
οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια.
Ἴων
τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη;
Κρέουσα
τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων.
Ἴων
ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος;
345
Κρέουσα
οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι.
Ἴων
εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη;
Κρέουσα
θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν.
Ἴων
ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ;
Κρέουσα
ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι.
350
Ἴων
ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος;
Κρέουσα
οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον.
Ἴων
χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ;
Κρέουσα
σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.