Ἴων
εἶἑν·
275
τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος
Κρέουσα
τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ.
Ἴων
πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους;
Κρέουσα
ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν.
Ἴων
σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη;
Κρέουσα
βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις.
280
Ἴων
πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός;
Κρέουσα
πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν.
Ἴων
Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος;
Κρέουσα
τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος.
Ἴων
τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι.
285
Κρέουσα
τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν.
Ἴων
τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα;
Κρέουσα
οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά.
Ἴων
πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι;
Κρέουσα
οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός.
290
Ἴων
τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά.
Κρέουσα
Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο.
Ἴων
καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ;
Κρέουσα
Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις
Ἴων
ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη.
295
Κρέουσα
ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί.
Ἴων
ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος;
Κρέουσα
φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας.
Ἴων
σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια;
Κρέουσα
σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου.
300
Ἴων
πότερα θεατὴς ἢ χάριν μαντευμάτων;
Κρέουσα
κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος.
Ἴων
καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι;
Κρέουσα
ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα.
Ἴων
οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ;
305
Κρέουσα
ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν.
Ἴων
ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.