Ἴων
μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω
τῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ.
Κρέουσα
ὦ τέκνον,
1470
τί φῄς; οἷον οἷον ἀνελέγχομαι.
Ἴων
πῶς εἶπας;
Κρέουσα
ἄλλοθεν γέγονας, ἄλλοθεν.
Ἴων
ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν;
Κρέουσα
οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων
ὑμέναιος ἐμός,
1475
τέκνον, ἔτικτε σὸν κάρα.
Ἴων
αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν;
Κρέουσα
ἴστω Γοργοφόνα
Ἴων
τί τοῦτʼ ἔλεξας;
Κρέουσα
ἃ σκοπέλοις ἐπʼ ἐμοῖς
τὸν ἐλαιοφυῆ πάγον
1480
θάσσει
Ἴων
λέγεις μοι δόλια κοὐ σαφῆ τάδε.
Κρέουσα
παρʼ ἀηδόνιον πέτραν
Φοίβῳ
Ἴων
τί Φοῖβον αὐδᾷς;
Κρέουσα
κρυπτόμενον λέχος ηὐνάσθην
Ἴων
λέγʼ· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι.
1485
Κρέουσα
δεκάτῳ δέ σε μηνὸς ἐν
κύκλῳ κρύφιον ὠδῖνʼ ἔτεκον Φοίβῳ.
Ἴων
ὦ φίλτατʼ εἰποῦσʼ, εἰ λέγεις ἐτήτυμα.
Κρέουσα
παρθένια δʼ ἐμᾶς
λάθρα ματέρος
σπάργανʼ ἀμφίβολά σοι τάδʼ ἐνῆψα, κερ-
1490
κίδος ἐμᾶς πλάνους.
γάλακτι δʼ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ
τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν,
ἀνὰ δʼ ἄντρον ἔρημον οἰωνῶν
γαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰς
1495
Ἅιδαν ἐκβάλλῃ.
Ἴων
ὦ δεινὰ τλᾶσα μῆτερ.
Κρέουσα
ἐν φόβῳ, τέκνον,
καταδεθεῖσα σὰν
ἀπέβαλον ψυχάν·
ἔκτεινά σʼ ἄκουσʼ.
1500
Ἴων
ἐξ ἐμοῦ τʼ
οὐχ ὅσιʼ ἔθνῃσκες.
Κρέουσα
ἰώ· δειναὶ μὲν τότε τύχαι,
δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθεν
ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν,
1505
μεθίσταται δὲ πνεύματα.
μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲ
γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.