Ἴων
ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν
πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας.
Κρέουσα
ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου —
συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω,
1440
ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων
χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν.
Ἴων
ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν
ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι.
Κρέουσα
ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί,
1445
τίνʼ αὐδὰν ἀύσω,
βοάσω; πόθεν μοι
συνέκυρσʼ ἀδόκητος ἡδονά; πόθεν
ἐλάβομεν χαράν;
Ἴων
ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε,
1450
μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ.
Κρέουσα
ἔτι φόβῳ τρέμω.
Ἴων
μῶν οὐκ ἔχειν μʼ ἔχουσα;
Κρέουσα
τὰς γὰρ ἐλπίδας
ἀπέβαλον πρόσω.
ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν
βρέφος ἐς ἀγκάλας;
τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου;
1455
Ἴων
θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχης
εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ.
Κρέουσα
τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ,
γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ·
νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω
1460
μακαριωτάτας τυχοῦσʼ ἡδονᾶς.
Ἴων
τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις.
Κρέουσα
ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι·
δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους·
ἀνηβᾷ δʼ Ἐρεχθεύς,
1465
ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται,
ἀελίου δʼ ἀναβλέπει λαμπάσιν.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.