ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε
κοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼν
οἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν,
ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν.
1180
ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους
χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον,
ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων,
ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν
ὅ φασι δοῦναι φάρμακον δραστήριον
1185
δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος·
κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ
σπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότι
βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο·
ὁ δʼ, ὡς ἐν ἱερῷ μάντεσίν τʼ ἐσθλοῖς τραφείς,
1190
οἰωνὸν ἔθετο, κἀκέλευσʼ ἄλλον νέον
κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ
δίδωσι γαίᾳ, πᾶσί τʼ ἐκσπένδειν λέγει.
σιγὴ δʼ ὑπῆλθεν. ἐκ δʼ ἐπίμπλαμεν δρόσου
κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος.
1195
κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις
κῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοις
ἄτρεστα ναίουσʼ — ὡς δʼ ἀπέσπεισαν μέθυ,
ἐς αὐτὸ χείλη πώματος κεχρημέναι
καθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας.
1200
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.