καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ·
ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος,
ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμας
ἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπα
ἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶς
1205
θοινατόρων ὅμιλος ὄρνιθος πόνους.
θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖς
χηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέλη
ὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος,
βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν;
1210
σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία,
καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα.
εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών,
ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι.
ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγις
1215
τόλμας Κρεούσης πώματός τε μηχανάς.
θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας
ὁ πυθόχρηστος Λοξίου νεανίας,
κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει·
Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο,
1220
ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν.
Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆ
θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ,
τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροις
φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις
1225
τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν·
παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα,
τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.