λαβὼν δὲ μόσχους ᾤχεθʼ· ὁ δὲ νεανίας
σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων
ὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰς
καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς
1135
ἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον,
πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν,
μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίων
ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί,
ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν.
1140
λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρα
κατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν.
πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων,
ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης
Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ.
1145
ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί,
Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ.
ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγα
Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος·
μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς
1150
ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ·
Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέρος
ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ
Ἄρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ·
κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνω
1155
μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις
σαφέστατον σημεῖον, ἥ τε φωσφόρος
Ἕως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπι
ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα·
εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν,
1160
καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγρας
ἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα.
κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας
σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς
ἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳ
1165
κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶ
κῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίων
ἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη,
στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς
ψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν,
1170
παρελθὼν πρέσβυς ἐς μέσον πέδον
ἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν,
πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ
χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία
σμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτων
1175
ἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον.
Ion. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.