ὁ δʼ αὖ τρίτος τῶνδʼ Ἱππομέδων τοιόσδʼ ἔφυ·
παῖς ὢν ἐτόλμησʼ εὐθὺς οὐ πρὸς ἡδονὰς
Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου,
ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς
ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τʼ ἄγρας ἰὼν
885
ἵπποις τε χαίρων τόξα τʼ ἐντείνων χεροῖν,
πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων.
ὁ τῆς κυναγοῦ δʼ ἄλλος Ἀταλάντης γόνος
παῖς Παρθενοπαῖος, εἶδος ἐξοχώτατος,
Ἀρκὰς μὲν ἦν, ἐλθὼν δʼ ἐπʼ Ἰνάχου ῥοὰς
890
παιδεύεται κατʼ Ἄργος. ἐκτραφεὶς δʼ ἐκεῖ
πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους,
λυπηρὸς οὐκ ἦν οὐδʼ ἐπίφθονος πόλει
οὐδʼ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς
μάλιστʼ ἂν εἴη δημότης τε καὶ ξένος.
895
λόχοις δʼ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς
ἤμυνε χώρᾳ, χὡπότʼ εὖ πράσσοι πόλις,
ἔχαιρε, λυπρῶς δʼ ἔφερεν, εἴ τι δυστυχοῖ.
πολλοὺς δʼ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας
ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν.
900
Τυδέως δʼ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν·
οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλʼ ἐν ἀσπίδι
δεινὸς σοφιστής, πολλά τʼ ἐξευρεῖν σοφά.
γνώμῃ δʼ ἀδελφοῦ Μελεάγρου λελειμμένος,
ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός,
905
εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·
φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ
ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον.
ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων,
Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν.
910
τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει·
αἰσχύνεται δὲ τἀγάθʼ ἀσκήσας ἀνὴρ
κακὸς γενέσθαι πᾶς τις. ἡ δʼ εὐανδρία
διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται
λέγειν ἀκούειν θʼ ὧν μάθησιν οὐκ ἔχει.
915
ἃ δʼ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ
πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε.
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.