κοὐδὲν Κρέων τοῖσδʼ ἀντεκήρυξεν λόγοις,
ἀλλʼ ἧστʼ ἐφʼ ὅπλοις σῖγα. ποιμένες δʼ ὄχων
τετραόρων κατῆρχον ἐντεῦθεν μάχης·
675
πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους,
παραιβάτας ἔστησαν ἐς τάξιν δορός.
χοἳ μὲν σιδήρῳ διεμάχονθʼ, οἳ δʼ ἔστρεφον
πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας.
ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ
680
ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον,
οἵ τʼ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν,
συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε.
λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ
ἔνθʼ ἅρματʼ ἠγωνίζεθʼ οἵ τʼ ἐπεμβάται —
685
τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω
τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους
ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,
690
τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;
νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν
Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ
695
χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
καὶ συμπατάξαντες μέσον πάντα στρατὸν
ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων
700
κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·
Θεῖνʼ· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ.
καὶ μὴν τὰ Θησέως γʼ οὐκ ὄκνῳ διεφθάρη,
ἀλλʼ ἵετʼ εὐθὺς λάμπρʼ ἀναρπάσας ὅπλα·
λόχος δʼ ὀδόντων ὄφεος ἐξηνδρωμένος
δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας
τὸ λαιὸν ἡμῶν· δεξιοῦ δʼ ἡσσώμενον
705
φεύγει τὸ κείνων· ἦν δʼ ἀγὼν ἰσόρροπος.
κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν·
οὐ γὰρ τὸ νικῶν τοῦτʼ ἐκέρδαινεν μόνον,
ἀλλʼ ᾤχετʼ ἐς τὸ κάμνον οἰκείου στρατοῦ.
ἔρρηξε δʼ αὐδήν, ὥσθʼ ὑπηχῆσαι χθόνα·
710
Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ
σπαρτῶν τόδʼ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος.
θάρσος δʼ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ.
αὐτός θʼ ὅπλισμα τοὐπιδαύριον λαβὼν
δεινῆς κορύνης διαφέρων ἐσφενδόνα
715
ὁμοῦ τραχήλους κἀπικείμενον κάρα,
κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ.
μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα.
ἐγὼ δʼ ἀνηλάλαξα κἀνωρχησάμην
κἄκρουσα χεῖρας. οἳ δʼ ἔτεινον ἐς πύλας.
720
βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν
νέων γερόντων, ἱερά τʼ ἐξεπίμπλασαν
φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν,
Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν
μολεῖν ἔφασκεν, ἀλλʼ ἀπαιτήσων νεκρούς.
725
The Suppliant Maidens. Euripides. ed. Gilbert Murray. Oxford. 1913.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.