Χορός
οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν
οὐδ’ ἀμφιμάτορας κόρους,
ἔριδας οἴκων δυσμενεῖς τε λύπας.
μίαν μοι στεργέτω πόσις γάμοις
ἀκοινώ-
νητον ἀνδρὸς εὐνάν.
470
Χορός
οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες
μιᾶς ἀμείνονες φέρειν,
ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις·
475
τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν
ἔριν Mοῦ-
σαι φιλοῦσι κραίνειν.
Χορός
πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί,
κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι,
480
σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον
φαυλοτέρας φρενὸς αὐτοκρατοῦς.
ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα
κατά τε πόλιας, ὁπόταν εὑ-
ρεῖν θέλωσι καιρόν.
485
Χορός
ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα
Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ,
κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν
παῖδά τε δύσφρονος ἔριδος ὕπερ.
490
ἄθεος ἄνομος ἄχαρις ὁ φόνος·
ἔτι σε, πότνια, μετατροπὰ
τῶνδ’ ἔπεισιν ἔργων.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.