Μενέλαος
ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους
λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου.
310
σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε,
τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης
ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι.
κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον,
ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται.
315
ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις
ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ,
ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις.
Ἀνδρομάχη
ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν
οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν.
320
εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο,
εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν
οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν.
σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ
Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν;
325
ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων
τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ
δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ
οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι.
ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν
330
λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι,
πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα.
Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους·
τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε·
μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος.
335
ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ
φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος.
ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω,
τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ
τέκνου θανόντος ῥᾳδίως ἀνέξεται;
340
οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ·
ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια
πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται—
ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς
ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν
345
φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται.
γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις
χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ,
κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς;
πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην
350
βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω;
οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ
οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν,
ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν.
ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν
355
καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει,
ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι
πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν
ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα
βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν.
360
ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς—
ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν
καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν.
Χορός
ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας,
καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός.
365
Μενέλαος
γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας
οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος.
εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων,
τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε,
370
λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι.
τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή,
ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου.
δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν
καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός·
375
φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι
ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα.
μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι
τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός.
ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς·
380
ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον,
σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ.
δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον.
Andromache. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.