Χορός
ἄιες ὤ, ἔκλυες ὤ,
ἀνήκουστα τᾶς
τυράννου πάθεα μέλεα θρεομένας;
— ὀλοίμαν ἔγωγε,
πρὶν σὰν φιλίαν
κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.
365
— ὦ τάλαινα τῶνδ’ ἀλγέων·
— ὦ πόνοι τρέφοντες βροτούς.
— ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
— τίς σε παναμέριος ὅδε χρόνος μένει;
— τελευτάσεταί τι καινὸν δόμοις.
370
— ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.