Τροφός
ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις
παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φαίδρα
φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.
315
Τροφός
ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
Φαίδρα
χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
Τροφός
μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φαίδρα
φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφός
Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;
320
Φαίδρα
μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.
Τροφός
τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;
Φαίδρα
ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.
Τροφός
οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.
Φαίδρα
τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;
325
Τροφός
καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
Φαίδρα
κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.
Τροφός
μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;
Φαίδρα
ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.
Τροφός
κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ;
330
Φαίδρα
ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τροφός
οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.
Φαίδρα
ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.
Τροφός
οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φαίδρα
δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
335
Τροφός
σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
Φαίδρα
ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,
Τροφός
ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
Φαίδρα
σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,
Τροφός
τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
340
Φαίδρα
τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός
ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα
ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τροφός
οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.
Φαίδρα
φεῦ·
345
πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Τροφός
οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
Φαίδρα
τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;
Τροφός
ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.
Φαίδρα
ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.
Τροφός
τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;
350
Φαίδρα
ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος
Τροφός
Ἱππόλυτον αὐδᾷς;
Φαίδρα
σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.
Τροφός
οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.
γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι
ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
355
ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι
βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.
οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως
κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,
ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
360
ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.