Φαίδρα
Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
375
θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·
τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
380
οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,
οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,
385
ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,
οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.
ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,
οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν
ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
390
λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν·
ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν
ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
395
φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.
τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον
400
Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.
ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,
405
γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,
μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως
ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη
πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.
410
ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.
μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.
αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,
415
βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.