Φαίδρα
ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
λέλυμαι μελέων σύνδεσμα φίλων.
λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι.
200
βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν·
ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις.
Τροφός
θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς
μετάβαλλε δέμας.
ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας
205
καὶ γενναίου λήματος οἴσεις·
μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη.
Φαίδρα
αἰαῖ·
πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος
καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν,
ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ
210
λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν;
Τροφός
ὦ παῖ, τί θροεῖς;
οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ
μανίας ἔποχον ῥίπτουσα λόγον;
Φαίδρα
πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν
215
καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι
στείβουσι κύνες
βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι·
πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι
καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι
220
Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’
ἐν χειρὶ βέλος.
Τροφός
τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις;
τί κυνηγεσίων καὶ σοὶ μελέτη;
τί δὲ κρηναίων νασμῶν ἔρασαι;
225
πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς
κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν.
Φαίδρα
δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας
καὶ γυμνασίων τῶν ἱπποκρότων,
εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις,
230
πώλους Ἐνέτας δαμαλιζομένα.
Τροφός
τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος;
νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας
πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις
ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι.
235
τάδε μαντείας ἄξια πολλῆς,
ὅστις σε θεῶν ἀνασειράζει
καὶ παρακόπτει φρένας, ὦ παῖ.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.