Φαίδρα
δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην;
ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς;
240
ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
φεῦ φεῦ, τλήμων.
μαῖα, πάλιν μου κρύψον κεφαλήν,
αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει,
245
καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.
τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·
τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
μὴ γιγνώσκοντ’ ἀπολέσθαι.
Τροφός
κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος
250
σῶμα καλύψει;
πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος.
χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
φιλίας θνητοὺς ἀνακίρνασθαι
καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
255
εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν
ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.
τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν
ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
τῆσδ’ ὑπεραλγῶ.
260
βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις
φασὶ σφάλλειν πλέον ἢ τέρπειν
τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.
οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
τοῦ μηδὲν ἄγαν·
265
καὶ ξυμφήσουσι σοφοί μοι.
Hippolytus. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.