Ἀλκμήνη
τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν
λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς;
710
Ἰόλαος
ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν.
Ἀλκμήνη
τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι;
Ἰόλαος
παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις.
Ἀλκμήνη
ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ;
Ἰόλαος
οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι.
715
Ἀλκμήνη
τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω.
Ἰόλαος
καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων.
Ἀλκμήνη
φεῦ·
Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς·
εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ.
Θεράπων
ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν,
720
φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας·
ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖ
μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος,
νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν
κόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως.
725
Ἰόλαος
καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχων
τεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην,
λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα.
Θεράπων
ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών;
Ἰόλαος
ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον.
730
Θεράπων
εἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ.
Ἰόλαος
ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης.
Θεράπων
σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν.
Ἰόλαος
οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται;
Θεράπων
ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε.
735
Ἰόλαος
οὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ.
Θεράπων
τί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε.
Ἰόλαος
διʼ ἀσπίδος θείνοντα πολεμίων τινά.
Θεράπων
εἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος.
Ἰόλαος
φεῦ·
740
εἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σε
μεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ
Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι
τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως
θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ.
ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον,
745
εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ
τὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς.
Heracleidae. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.