Ἰάσων
οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή.
Μήδεια
σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς
γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα.
Ἰάσων
μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ.
Μήδεια
εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία.
945
συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου·
πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται
τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ,
λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον
παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν
950
κόσμον κομίζειν δεῦρο προσπόλων τινά.
εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία,
ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου
κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος
πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς.
955
λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας
καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε
φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται.
Ἰάσων
τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας;
δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων,
960
δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε.
εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς
γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ.
Μήδεια
μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος·
χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς.
965
κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός,
νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς
ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον.
ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους
πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν,
970
ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα,
κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ—
ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε.
ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν
εὐάγγελοι γένοισθε πράξαντες καλῶς.
975
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.