τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι
545
ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.
ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας,
ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς,
ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος
καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος.
550
ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς
πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους,
τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον
ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς;
οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος,
555
καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος,
οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων·
ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι·
ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς
καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι
560
πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος,
παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν
σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις
ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος
εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ;
565
ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις
τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς;
οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος.
ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης
εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε,
570
ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος,
τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα
τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς
παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος·
χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν.
575
Χορός
Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους·
ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ,
δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν.
Μήδεια
ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν.
ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν
580
πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει·
γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν,
τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός.
ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ
λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος·
585
χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με
γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων.
Medea. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Tufts University.