Ἡρακλῆς
οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις;
οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον
εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί.
775
σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν,
στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ
δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων.
δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ.
τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν;
780
οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου.
βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται,
κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται
τὴν αὔριον μέλλουσαν εἰ βιώσεται·
τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται,
785
κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ.
ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα,
εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν
βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης.
τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν
790
Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός.
τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις
ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν;
οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς
πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας,
795
στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα
τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν
μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου.
ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών·
ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις
800
ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ,
οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά.
Θεράπων
ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν
οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια.
Ἡρακλῆς
γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν
805
πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται.
Θεράπων
τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά;
Ἡρακλῆς
εἰ μή τι σός με δεσπότης ἐψεύσατο.
Θεράπων
ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος.
Ἡρακλῆς
οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ;
810
Θεράπων
ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν.
Ἡρακλῆς
μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι;
Θεράπων
χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά.
Ἡρακλῆς
ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος.
Θεράπων
οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
815
Alcestis. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.