Ἡρακλῆς
ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν;
Θεράπων
οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις.
πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις
μελαμπέπλους κουράν τε.
Ἡρακλῆς
τίς δ’ ὁ κατθανών;
μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ;
820
Θεράπων
γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε.
Ἡρακλῆς
τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε;
Θεράπων
ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων.
Ἡρακλῆς
ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου.
Θεράπων
ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη.
825
Ἡρακλῆς
ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν
κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με
λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν.
βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας
ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις,
830
πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα
στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι,
κακοῦ τοσούτου δώμασιν προκειμένου.
ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
Θεράπων
ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει,
835
τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
Ἡρακλῆς
ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία
Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
840
γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον
Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
πίνοντα τύμβου πλησίον προσφαγμάτων.
845
κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.
ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ
850
πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους
αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω
Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε,
855
καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
860
Alcestis. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.