Ἄδμητος
οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον,
οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω.
630
κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται.
οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται.
τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ.
σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν
νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν;
635
οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ;
οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη
μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος
μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ;
ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ,
640
καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι.
ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ,
ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου
οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν
τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε
645
γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα
πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην.
καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω,
τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι
πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος.
650
κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον,
κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς.
καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα
πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι,
παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων,
655
ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον
λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι.
οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν
γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων
πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν
660
τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην.
τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις,
οἳ γηροβοσκήσουσι καὶ θανόντα σε
περιστελοῦσι καὶ προθήσονται νεκρόν.
οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί·
665
τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν
σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω
καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον.
μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν,
γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου·
670
ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται
θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ.
Χορός
παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά·
ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
Alcestis. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.