Ἄδμητος
ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ
καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ
μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε
330
τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται.
οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς
οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή.
ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι
θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα.
335
οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν,
ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι,
στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν
πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι.
σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα
340
ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα
τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν;
παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας
στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους.
οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι
345
οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν
αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου.
σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν
εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται,
ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας
350
ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις
δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν·
ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος
ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι
φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους
355
κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον.
εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν,
ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν
ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν,
κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων
360
οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων
ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον.
ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω,
καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι.
ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις
365
σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας
πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε
σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί.
Χορός
καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ
λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
370
Alcestis. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.