Ἄδμητος
φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον
935
τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως·
τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε,
πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο.
ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον
λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω.
940
πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι;
τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο,
τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι;
ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία,
γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς
945
θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας
αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι
πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν
στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν.
τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με
950
γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι
γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι
λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας.
ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε·
Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν,
955
ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ
πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ;
στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων
θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα
ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι,
960
κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;