Σιληνός
σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
Χορός
χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
Σιληνός
ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
85
κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι,
τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην
90
Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην
τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα
πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
95
Ὀδυσσεύς
ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν
δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
--τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.
100
χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.
Σιληνός
χαῖρ’, ὦ ξέν’, ὅστις δ’ εἶ φράσον πάτραν τε σήν.
Ὀδυσσεύς
Ἴθακος Ὀδυσσεύς, γῆς Κεφαλλήνων ἄναξ.
Σιληνός
οἶδ’ ἄνδρα, κρόταλον δριμύ, Σισύφου γένος.
Ὀδυσσεύς
ἐκεῖνος οὗτός εἰμι· λοιδόρει δὲ μή·
105
Σιληνός
πόθεν Σικελίαν τήνδε ναυστολῶν πάρει;
Ὀδυσσεύς
ἐξ Ἰλίου γε κἀπὸ Τρωικῶν πόνων.
Σιληνός
πῶς; πορθμὸν οὐκ ᾔδησθα πατρῴας χθονός;
Ὀδυσσεύς
ἀνέμων θύελλαι δεῦρό μ’ ἥρπασαν βίᾳ.
Σιληνός
παπαῖ· τὸν αὐτὸν δαίμον’ ἐξαντλεῖς ἐμοί.
110
Ὀδυσσεύς
ἦ καὶ σὺ δεῦρο πρὸς βίαν ἀπεστάλης;
Σιληνός
λῃστὰς διώκων οἳ Βρόμιον ἀνήρπασαν.
Ὀδυσσεύς
τίς δ’ ἥδε χώρα καὶ τίνες ναίουσί νιν;
Σιληνός
Αἰτναῖος ὄχθος Σικελίας ὑπέρτατος.
Ὀδυσσεύς
τείχη δὲ ποῦ ’στι καὶ πόλεως πυργώματα;
115
Σιληνός
οὐκ εἴσ’· ἔρημοι πρῶνες ἀνθρώπων, ξένε.
Ὀδυσσεύς
τίνες δ’ ἔχουσι γαῖαν; ἦ θηρῶν γένος;
Σιληνός
Κύκλωπες, ἄντρ’ ἔχοντες, οὐ στέγας δόμων.
Ὀδυσσεύς
τίνος κλύοντες; ἢ δεδήμευται κράτος;
Σιληνός
νομάδες· ἀκούει δ’ οὐδὲν οὐδεὶς οὐδενός.
120
Ὀδυσσεύς
σπείρουσι δ’—ἢ τῷ ζῶσι;—Δήμητρος στάχυν;
Σιληνός
γάλακτι καὶ τυροῖσι καὶ μήλων βορᾷ.
Ὀδυσσεύς
Βρομίου δὲ πῶμ’ ἔχουσιν, ἀμπέλου ῥοαῖς;
Σιληνός
ἥκιστα· τοιγὰρ ἄχορον οἰκοῦσι χθόνα.
Ὀδυσσεύς
φιλόξενοι δὲ χὥσιοι περὶ ξένους;
125
Σιληνός
γλυκύτατά φασι τὰ κρέα τοὺς ξένους φορεῖν.
Ὀδυσσεύς
τί φῄς; βορᾷ χαίρουσιν ἀνθρωποκτόνῳ;
Σιληνός
οὐδεὶς μολὼν δεῦρ’ ὅστις οὐ κατεσφάγη.
Ὀδυσσεύς
αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;
Σιληνός
φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
130
Cyclops. Euripides. ed. Gilbert Murray. Oxford. 1902.
Funding provided by Tufts University.