ποιήσωμεν ἄνθρωπον κατὰ τὴν ἡμῶν, τῶν ἀρχόντων, μορφήν, καθ' ἥν εἴδομεν, ὅ ἐστι πρῶτος ἄνθρωπος· καὶ οὕτως ἔκτισε τὸν ἄνθρω-
πον. τὴν δὲ Εὕαν ὁμοίως ἵκτισαν, δόντες αὐτῇ ἐκ τῆς ἐπιθυμίας αὐτῶν πρὸς τὸ ἐξαπατῆαι τὸν Ἀδάμ, καὶ διὰ τούτων γέγονεν ἡ πλάσις τοῦ κόσμου ἐκ τῆς τοῦ ἄρχοντος δημιουργίας. (XXXI.) τὸν
δὲ θεὸν μὴ ἔχειν μέρος μετ’ αὐτοῦ τοῦ κόσμου μηδὲ χαίρειν ἐκ' αὐτῷ, διὰ τὸ ἐξ ἀρχῆς σεσυλῆσθαι αὐτὸν ὑπὸ τῶν ἀρχόντων καὶ
γενέσθαι αὐτῷ θλίψιν. τούτου χάριν πέμπει καὶ συλᾷ ἀπ' αἰτῶν τὴν ψυχὴν αὐτοῦ καθ' ἡμέραν διὰ τῶν φωστήρων τούτων, ἡλίου καὶ σελήωης, ὑφ' ὧν ὅλος ὁ κόσμος καὶ πᾶσα ἡ κτίσις ἁρκάζεται. τὸν δὲ λαλήσαντα μετὰ Μωϋσέως καὶ τῶν Ἰουδαίων καὶ τῶν ἱερέων
τὸν ἄρχοντα λέγει εἷναι τοῦ σκότους, ὥστε ἕν εἰσι καὶ τὸ αὐτὸ οἵ
τε Χριστιανοὶ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἰθνικοἱ, τὸν αὐτὸν θεὸν σέβοντες· ἐν γὰρ ταῖς ἐπιθυμἱαις αὐτοῦ ἐξαπατᾷ αὐτούς, οὐκ ὢν ἀληθείας θεός. διὰ τοῦτο οὖν ὅσοι ἐπ' ἐκεῖνον ἐλπίζουσι τὸν θεὸν τὸν μετὰ
4 5 Μωῦσέως λαλήσαντα καὶ τῶν προφητῶν, μετ’ αὐτοῦ ἔχουσι δεθῆναι, ὅτι οὐ. ἤλπισαν ἐπὶ τὸν θεὸν τὴς ἀληθείας· ἀκεῖνος γὰρ κατὰ τὰς ἐπιθυμίας αὐτῶν ἐλάλησε μετ᾿ αὐτῶν.
Acta Archelai. Hegemonius. ed. Charles Henry Beeson. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.