ὁ πρεσβύτης· ὅταν προφάνῃ αὐτοῦ τὴν εἰκόνα, τότε ὁ Ὠμοφόρος ἀφίησιν ἔξω τὴν γῆν, καὶ οὕτως ἀπολύεται τὸ μέγα πᾶρ καὶ ὅλον ἀναλίσκει τὸν κόσμον· εἶτα πάλιν ἀφίησι τὸν βῶλον μετὰ τοῦ νἐου αἰῶνος. ὅπως πᾶσαι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δεθῶσιν εἰς τὸν αἰῶνα. τότε δὲ ταῦτα γενήσεται, ὅταν ὁ ἀνδριὰς ἔλθῃ. αἱ δὲ προβολαὶ
πᾶσαι, ὁ Ἰησοῦς ὁ ἐν τῷ μικρῷ πλοίῳ, καὶ ἡ μήτηρ τῆς ζωῆς, καὶ οἱ δώδεκα κυβερωῆται, καὶ ἡ παρθένος τοῦ φωτός, καὶ ὁ πρεσβύτης ὁ τρίτος ὁ ἐν τῷ μεγάλῳ πλοίῳ, καὶ τὸ ζῶν πνεῦμα, καὶ τὸ τεῖχος τοῦ μεγάλου κυρός, καὶ τὸ τεῖχος τοῦ ἀνέμου καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ τοῦ ἔσωθεν πυρὸς τοῦ ζῶντος πρὸς τὸν μικρὸν
φωστῆρα οἰκοῦσιν, ἄχρις ὂν τὸ πῦρ καταναλώσῃ τὸν κόσμον ὅλον· ἐν ποσοῖς ποτε ἔτεσιν, ὧν οὐκ ἔμεθον τὴν πασότητα. καὶ μετὰ
1 2 ταῦτα ἀποκατάστασις ἔσται τῶν δύο φύσεων καὶ οἰ ἄρχοντες οἰκήσουσι τὰ κατώτερα μέρη ὁαυτῶν, ὁ δὲ πατὴρ τὰ ἀνώτερα. τὸ ἵδιον ἀπολαβών. ταύτην δὲ πᾶσαν τὴν διδασκαλίαν παρέδωκε τοῖς τρισὶν
αὐτοῦ μαθηταῖς, κελεύσας ἕκαστον εἰς κλίματα ὁδεύειν· κοὶ ὁ μὲν
Ἀδδᾶς τὰ τῆς ἀνατολῆς μέρη ἔλαχεν, ὁ δὲ Θωμᾶς τὴν Σύρων γὴν κεκλήρωται, Ἑρμείας δὲ ἄλλος τὴν εἰς Αἴγυπτον πορείαν ἐποιήσατο· καὶ μέχρι σήμερον ἐκεῖσε διατρίβουσι, τὴν τοῦ δόγματος ὑπόθεσιν στῆαι θέλοντες.
Acta Archelai. Hegemonius. ed. Charles Henry Beeson. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.