ἐν τῷ κόσμῳ. ὁ δὲ λαμβάνων διακρίνει τὸ καλὸν καὶ τὸ κονηρόν. ὁ μέντοι κόσμος οὐδ' οὐτός ἐστι τοῦ θεοῦ, ἀλλ' ἢ ἀπὸ μερους τῆς ὕλης ἐπλάσθη, καὶ διὰ τοῦτο πάντα ἀφανίζεται. ὅ δὲ ἀσύλησαν οἱ
ἄρχοντες ἀπὸ τοῦ πρώτου ἀνθρώκου αὐτό ἐστι τὸ γεμίζον τὴν σελήνην, τὸ καθαριζόμενον καθημερινὸν ἀπὸ τοῦ κόσμου· καὶ ἐὰν
ἐξέλθῃ ἡ ψυχὴ μὴ γνοῦσα τὴν ἀλήειαν, παραδίδοται τοῖς δαίμοσιν, ὅπως δαμάσωσιν αὐτὴν ἐν ταῖς γεένναις τοῦ πυρός, καὶ μετὰ τὴν παίδυσιν μεταγγίζεται εἰς σώματα, ἵνα δαμασθῇ, καὶ οὕτω βάλλεται εἰς τὸ μέγα πῦρ ἄχρι τῆς συντελείας. (ΧΧΧ.) περὶ δὲ τῶν παρ' ὑμῖν
προφητῶν οὕτως λέγει· πνεῦμα εἱναι ἀσεβείας ἤτοι ἀνομίας τοῦ 1 2 σκότους τοῦ ἀκ' ἀρχῆς ἀνελθόντος. καὶ διὸ τοῦτο πλανηθέντες οὐκ ἐλάλησαν, ἐτύφλωσεν γὰρ αὐτῶν ὁ ἄρχων τὴν διάνοιαν· καὶ εἴ τις ἀκολουθεῖ τοῖς λόγοις αὐτῶν, ἀποθνήσει εἰς τοὺς αἰῶνας, δεδεμένος εἰς τὸν βῶλον, ὅτι οὐκ ἔμαθε τὴν γνῶσιν τοῦ παρακλήτου.
ἐνετείλατο δὲ τοῖς ἐκλεκτοῖς αὐτοῦ μόνοις, οὐ πλέον ἑπτὰ οὖσι τὸν
ἀριθμόν· ἐὰν παύσησθε ἐσθίοντες, εὔχεσθε καὶ βέλλετε ἐπὶ τῆς κεφαλῆς ἔλαιον ἐξωρκισμένον ἀνόμασι πολλοῖς, πρὸς στηριγμὸν τῆς πίστεως ταύτης· τὰ δὲ ὀνόματά μοι οὐχ ἐφανερώθη μόνοι γὰρ οἱ ἑπτὰ τούτοις χρῶνται. καὶ πάλιν τὸ παρ' ὑμῖν τίμιον καὶ μίγα
ὄνομα Σαβαὼθ αὐτὸ εἴναι τὴν φύσιν τοῦ ἀνθρώπου καὶ πατέρα τῆς ἐκιθυμίας· καὶ διὰ τοῦτο ἁπλάριοι προσκυνοῦσι τὴν ἐπιθυμίαν, θεὸν αὐτὴν ἡγούμενοι.
Acta Archelai. Hegemonius. ed. Charles Henry Beeson. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.