θερίσασα εὑρεθῇ, εἰς μογγιλάλους. τῆς Κε ψυχῆς ἐστι τὰ ὀνόματα ταῦτα, νοῦς, ἔννοια, φρόνησις, ἐνθύμησις, λογισμός. οἱ δὲ θερισταὶ
ὅσοι θερίζουσιν ἐοίκασι τοῖς ἄρχουσι τοῖς ἀπ᾿ ἀρχῆς οὐσιν εἰς τὸ σκότος, ὅτε ἔφαγον ἐκ τῆς τοῦ πρώτου ἀνθρώπου πανοπλίας· διὸ ἀνάγκη αὐτοὺς μεταγγισθῆναι εἰς χόρτον ἢ εἰς φασήλια ἢ εἰς κριθὴν
ἢ εἰς στάχυν ἢ εἰς λάχανα, ἵνα θερισθῶσι κοὶ κοπῶσι· καὶ εἴ τις 1 2 πάλιν ἐσθίει ἄρτον, ἀνάγκη καὶ αὐτὸν βρωθῆναι, ἄρτον γενόμενον. εἴ τις φονεύσει ὀρνίθιον, ὀρνίθιον ἔσται· εἴ τις φονεύσει μῦν, καὶ
αὐτὸς μῦς ἔσται. εἴ τις πάλιν ἐστὶ πλούσιος ἐν τούτῳ τῷ κόσμῳ, καὶ ἐὰν ἐξέλθῃ ἐκ τοῦ σκηνώματος αὐτοῦ, ἀνάγκη αὐτὸν εἰς πτωχοῦ
σῶμα μεταγγισθῆναι, ὥστε περιπατοῦντα αὐτὸν ἐπαιτῆσαι καὶ μετὰ ταῦτα ἀνελθεῖν αὐτὸν εἰς κόλασιν αἰώνιον. τοῦ δὲ σώματος τούτου
ὄντος τῶν ἀρχόντων καὶ τῆς ὕλης, ἀνάγκη τὸν φυτεύοντα περσέαν διελθεῖν πολλὰ σώματα, ἕως ἂν καταβληθῇ ἡ περσέα ἐκείνη. εἰ δέ τις οίκοδομεῖ ἑαυτῷ οἰκίαν, διασπαραχθήσεται εἰς τὰ ὅλα σώματα.
εἴ τις λούεται, εἰς τὸ ὕδωρ τὴν ἑαυτοῦ ψυχὴν πήσσει. καὶ εἴ τις οὐ
δίδωσι τοῖς ἐκλεκτοῖς αὐτοῦ εἰσέβειαν, κολασθήσεται εἰς τὰς γεέννας, κοὶ ματενσωματοῦται εἰς κατηχουμένων σώματα, ἕως οὑ δῷ εὐσεβείας πολλάς· καὶ διὰ τοῦτο, εἴ τι κάλλιστον ἐν βρώμασι, τοῖς ἐκλεκτοῖς προσφέρουσι. κοὶ ὅταν μέλλωσιν ἐσθίειν ἄρτον, προσεύχονται πρῶτον,
οὕτω λέγοντες πρὸς τὸν ἄρτον, οὔτε σε ἐγὼ ἐθέρισα οὔτε 3 4 ἤλεσα οὔτε ἔθλιψά σε οὔτε εἰς κλίβανον ἔβαλον· ἀλλὰ ἄλλος ἐποίησε ταῦτα καὶ ἤνεγκέ μοι· ἐγὼ ἀναιτίως ἔφαγον. καὶ ὅταν καθ᾿ ἑαυτὸν εἴπῃ ταῦτα, λέγει τῷ κατηχουμένῳ, ηύξάμην ὑπὲρ σοῦ· καὶ οὕτως ἀφίσταται ἐκεῖνος. ὡς γὰς εῖπον ὑμῖν πρὸ ὀλίγου, εἴ τις θερίζει,
θερισθήσεται, οὕτως ἐὰν εἰς μηχανὴν σῖτον βάλλῃ, βληθήσεται καὶ αὐτός, ἢ φυράσας φυραθήσεται, ἢ ὀπτήσας ἄρτον ὀπτηθήσεται· καὶ διὰ τοῦτο ἀπείρηται αὐτοῖς ἔργον ποιῆσαι. καὶ χάλιν πάλιν εἰσὶν
κόσμοι τινές, τῶν φωστήρων δυνάντων ἀπὸ τούτου τοῦ κόσμου, ἐξ ὡν ἀνατέλλουσι. καὶ εἴ τις περιπατεῖ χαμαί, βλάπτει τὴν γῆν· καὶ ὁ κινῶν
τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων κοὶ τῶν ζώων καὶ τῶν πετεινῶν καὶ τῶν ἰχθύων καὶ τῶν ἑρπετῶν. κοὶ εἴ τις ἐν κόσμῳ ἐστίν, εἶπον ὑμῖν, ὅτι τὸ σῶμα τοῦτο οὐκ ἔστι τοῦ θεοῦ, ἀλλὰ τῆς ὕλης ἐστὶ κοὶ σκότος ἐστί, καὶ αὐτὸ σκοτωθῆναι δεῖ.
Acta Archelai. Hegemonius. ed. Charles Henry Beeson. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.