αὕτη· παρθένους τις ὡραῖα κεκοσμημένη, Μανὴ πάνυ, συλαῖν ἐπι- 1 2 χειρεῖ τοὺς ἄρχοντας τοὺς ἐν τῷ στερεώματι ὑπὸ τοῦ ζῶντος πνεύματος ἀνενεχθέντας καὶ σταυρωθέντας, φαινομένη δὲ τοῖς ἄρρεσι θήλεια εὔμορφος, ταῖς δὲ θηλείαις νεανίας εὐειδὴς καὶ ἐπιθυμητός·
καὶ οἱ μὲν ἄρχοντες, ὁπόταν ἴδωσιν αὐτὴν κεκαλλωπισμένην, οἰστροῦνται
τῷ φίλτρῳ, καὶ μὴ δυνάμενοι αὐτὴν καταλαβεῖν, δεινῶς φλέγονται τῷ ἐρωτικῷ πόθῳ, τὸν νοῦν ἐξαρπασθέντες. ὅταν οὐν,
τρεχόντων αὐτῶν, ἡ παρθένος ἄφαντος γένηται, (??) τότε ὁ ἄρχων ὁ μέγας προβάλλει τὰς νεφέλας ἐξ αὐτοῦ, ὅπως σκοτίσῃ τῇ ὀργῇ αὐτοῦ τὸν κόσμον. καὶ οὕτως, ἐὰν θλιβῇ πάνυ, καθάπερ ἄνθρωπος ἰδρῶν
ἀποκοποῦται. ὁ δὲ ἱδρὼς αὐτοῦ ἐστιν ἡ βροχή. ὁμοῦ καὶ ὁ θερισμὸς
ἄρχων ἐὰν συληθῇ ὑπὸ τῆς παρθένου, καταχέει λοιμὸν ἐφ᾿ ὅλης τῆς γῆς, ὅπως θανατώσῃ τοὺς ἀνθρώπους. τὸ γὰρ σῶμα τοῦτο κόσμος καλεῖται πρὸς τὸν μέγαν κόσμον, καὶ οἱ ἄνθρωποι πάντες ῥίζας ἔχουσι κάτω συνδεθείσας τοῖς ἄνω. ὁπόταν οὖν συληθῇ ὑπὸ ἧς
3 4 παρθένου. τότε ἄρχεται κόπτειν τὰς ῥίζας τῶν ἀνθρώπων· καὶ ὅταν κοπῶσιν αἱ ῥίζαι αὐτῶν, τότε ἄρχεται λοιμὸς γίνεσθαι, καὶ οὕτως ἀκοθνήσκουσιν. ἐὰν δὲ τὰ ἄνω τῆς ῥίζης τόνω σαλεύσῃ, σεισμὸς γίγνεταί τε καὶ ἐπακολουθεῖ, συγκινουμένου μὲν τοῦ Ὠμοφόρου·
αὕτη ἡ αἰτία τοῦ θανάτου.
Acta Archelai. Hegemonius. ed. Charles Henry Beeson. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.