καὶ τοῦ μὶν φωτὸς εῖναι μέρος τὴν ἐν ἀνθρώποις ψυχήν, τοῦ δὲ σκότους τὸ σῶμα καὶ τὸ τῆς ὕλης δημιούργημα. μῖξιν δὲ ἤτοι σύγκρασιν
τοῦτον λέγει γεγονέναι τὸν τρόπον, ἀπεικάζων τοὺς δύο 1 2 τῷδε τῷ παραδείγματι, καθάπερ δύο βασιλεῖς ἀντιμαχόμενοι ἀλλήλους, ὄντες ἀπ᾿ ἀρχῆς ἐχθροὶ καὶ ἀνὰ μέρος ἑκάστου τὰ ἴδια ἔχοντος. κατὰ δὲ σύστασιν τὸ σκότος ἐπελθὸν ἐκ τῶν ὁρίων αὐτοῦ προσεμαχήσατο τῷ φωτί. γνόντα δὲ τὸν ἀγαθὸν πατέρα τὸ σκότος
ἐν τῇ γῇ αὐτοῦ ἐπιδεδημηκός, προβάλλειν ἐξ αὐτοῦ δύναμιν, λεγομένην μητέρα τῆς ζωῆς, καὶ αὐτὴν προβεβληκέναι τὸν πρῶτον ἄνθρωπον τὰ πέντε στοιχεῖα. εἰσὶ δὲ ἄνεμος, φῶς, ὔδωρ, πῦρ καὶ ὕλη. καὶ ταῦτα ἐνδυσάμενον ὡς πρὸς κατασκευὴν πολέμου, κατελθεῖν κάτω καὶ πολεμῆσαι τῷ σκότει. οἱ δὲ τοῦ σκότους ἄρχοντες ἀντιπολεμοῦντες
αὐτῷ ἔφαγον ἐκ τῆς πανοπλίας αὐτοῦ, ὅ ἐστιν ἡ ψυχή. τότε δεινῶς ἐθλίβη ἐκεῖ κάτω ὁ πρῶτος ἄνθρωπος ὑπὸ τοῦ σκότους, καὶ εἰ μὴ εὐξαμένου εἰσήκουσεν ὁ πατὴρ καὶ ἀπέστειλεν ἑτέραν δύναμιν προβληθεῖσαν ὑπ᾿ αὐτοῦ, λεγομένην ζῶν νεῦμαι χοὶ εἰ μὴ κατελθὼν δέδωκεν αὐτῷ δεξιὰν καὶ ἀνήνεγκεν ἐκ τοῦ σκότους, πάλαι
ἂν ὁ πρῶτος ανθρωπος κατεχόμενος ἐκινδύνευσεν. ἔκτοτε οὖν κατ-
3 έλειψε κάτω τὴν ψυχήν. καὶ διὰ τοῦτο Μανιχαῖοι ἐὰν συναντήσωσιν ἀλλήλοις, δεξιὰς διδόασιν ἑαυτοῖς σημείου χάριν, ὡς ἀπὸ σκότους σωθέντες· ἐν γὰρ τῷ σκότει πάσας τὰς αἱρέσεις εἶναι λέγει.
ἑτέρας τρεῖς δυνάμεις, κατελθὸν ἀνήνεγκε τοὺς ἄρχοντας καὶ ἐσταύρωσεν ἐν τῷ στερεώματι, ὅ ἐστιν αὐτῶν σῶμα ἡ σφαῖρα. (XXVI). Τότε κάλιν τὸ ζῶν πνεῦμα ἔκτισε τοὺς φωστῆρας, ἅ ἐστι τῆς ψυχῆς λείψαναν, καὶ οὕτως ἐποίησε τὸ στερέωμα κυκλεῦσαι. κοὶ πάλιν ἔκτισε τὴν γῆν εἰς εἴδη ὀκτώ. ὁ δὲ Ὠμοφόρος κάτω βαστάζει, καὶ ἐπὰν
κάμῃ βαστάζων, τρέμει, καὶ σεισμοῦ αἴτιος γίνεται παρὰ τὸυ ὡρισμένον καιρόν. τούτου ἕνεκα τὸν υἱὸν αὐτοῦ ἀπέστειλεν ὁ ἀγαθὸς πατὴρ ἐκ τῶν κόλπων εἰς τὴν καρδίαν τῆς γῆς καὶ εἰς τὰ ταύτης μέρη, ὅπως αὐτῷ τὴν προσήκουσαν ἐπιτιμίαν δῷ. καὶ 4 5 ὁσάκις ἂν σεισμὸς γένηται, ἢ τρέμει κάμνων ἢ ἀντιφέρει εἰς τὸν ἕτερον ὠμον. τότε τοίνυν καὶ ἡ ὕλη ἀφ᾿ ἑαυτῆς ἔκτισε τὰ φυτά.
καὶ συλωμένων αὐτῶν ἀπό τινων ἀρχόντων, ἐκάλεσε πάντας τοὺς τῶν ἀρχόντων πρωτίστους κοὶ ἔλαβεν ἀπ᾿ αὐτῶν ἀνὰ μίαν δύναμιν
καὶ κατεσκεύασε τὸν ἄνθρωπον τὸν κατὰ τὴν ἰδέαν τοῦ πρώτου ἀνθρώπου ἐκείνου καὶ ἔδησε τὴν ψυχὴν ἐν αὐτῷ. αὕτη ἐστὶ τῆς συγκράσεως ἡ ὑπόθεσις. ὅτε δὲ εἶδεν ὁ πατὴρ ὁ ζῶν θλιβομένην
τὴν ψυχὴν ἐν τῷ σώματι, εὔσπλαγχνος ὢν καὶ ἐλεήμων, ἔπεμψε τὸν υἱὸν αὐτοῦ τὸν ἠγαπημένον εἰς σωτηρίαν τῆς ψυχῆς. διὰ γὰρ ταύτην
τὴν πρόφασιν καὶ τὴν τοῦ Ὠμοφόρου ἀπέστειλεν αὐτόν. καὶ ἐλθὼν ὁ υἱὸς μετεσχημάτισεν ἑαυτὸν εἰς ἀνθρώπου εἲδος· καὶ ἐφαίνετο τοι; ἀνθρώποις ὡς ἄνθρωπος, μὴ ὢν ἄνθρωπος, καὶ οἱ ἄνθρωποι ὑπελάμβανον αὐτὸν γεγεννῆσθαι. ἐλθὼν οὖν ποιεῖται τὴν δημιουργίαν
πρὸς σωτηρίαν τῶν ψυχῶν καὶ μηχανὴν συνεστήσατο ἔχουσαν δώδεκα
κάδους, ἥ τις ὑπὸ τῆς σφαίρας στρεφομένην, ἀνιμᾶται τῶν θνησκόν- 6 7 των τὰς ψυχὰς καὶ ταύτας ὁ μέγας φωστὴρ ταῖς ἀκτῖσι λαβὼν καθαρίζει κὼ μεταδίδωσι τῷ σελήνῃ, καὶ οὕτως πληροῦται τῆς σελήνης ὁ δίσκος, ὁ παρ᾿ ὑμῖν προσαγορευόμενος· πλοῖα γὰρ ἤτοι
πορθμεῖα εἶναι λέγει τοὺς δύο φωστῆρας. εἶτα ἐὰν γεμισθῇ ἡ σελήνηι
μεταπορθμεύει εἰς ἀπηλιώτην, καὶ οὕτως ἀπόκρουσιν ποιεῖται, τοῦ γόμου ἐλαφρυνομένη· καὶ οὕτω πληροῖ τὸ πορθμεῖον καὶ πάλιν ἀπογομοῖ ἀνιμωμένων ὑπὸ τῶν κάδων τῶν ψυχῶν, ἄχρις οὑ τὸ ἴδιον αὐτοῦ μέρος σώσει τῆς ψυχῆς. τῆς γὰρ τοῦ ἀγαθοῦ πατρὸς
οὐσίας πᾶσαν ψυχὴν καὶ πᾶν κινούμενον ζῶον μετέχειν λέγει. τῆς
οὖν σελήνης μεταδιδούσης τὸν γόμον τῶν φαῶν τοῖς αἰῶσι τοῦ πατρός, παραμένουσιν ἐν τῷ στύλῳ τῆς δόξης, ὃς καλεῖται ἀὴρ ὁ τέλειος. ὁ δὲ ἀὴρ οὗτος στύλος ἐστὶ φωτός. ἐπειδὴ γέμει ψυχῶν τῶν καθαριζοιμένων. αὕτη ἐστὶν ἡ αἰτία, δι᾿ ἧς αἱ ψυχαὶ σώζονται.
Acta Archelai. Hegemonius. ed. Charles Henry Beeson. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.