παῖϲ. τὸν δὲ πατέρα τὸν ἑαυτοῦ, τὴν Ἰνδικὴν ἐπικλύζοντα, αὐτὸϲ ἐϲ τὴν ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῆ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηροϲ ἄγει μὲν ὑπὲρ Ἑλένηϲ ἐϲ Τροίαν, φηϲὶ δὲ αὐτὸν ιβ μὲν πόλειϲ ἐκ θαλάττηϲ ᾑρηκέναι, πεζῇ δὲ ια΄, γυναῖκα δὲ ὑπὸ τοῦ βαϲιλέωϲ
ἀφαιρεθέντα εἰϲ μῆνιν ἀπενεχθῆναι, ὅτε δὲ ἀτεράμονα καὶ ὠμὸν δόξαι· ϲκεψώμεθα τὸν Ἰνδὸν πρὸϲ ταῦτα. πόλεων μὲν τοίνυν ξ΄ οἰκιϲτὴϲ ἐγένετο, αἵπερ εἰϲὶ δοκιμώταται τῶν τῇδε· τὸ δὲ πορθεῖν πόλειϲ ὅϲτιϲ εὐκλεέϲτερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν, οὐκ ἔϲτιν. Σκύθαϲ δὲ τοὺϲ ὑπὲρ Καύκαϲον ϲτρατεύϲαντάϲ ποτε ἐπὶ τήνδε τὴν
γῆν ἀπώϲατο· τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεϲθαι, πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν τῇ πόλει.
θαλάϲϲηϲ καὶ οἷον ἐκροὴ ἀπὸ τῆϲ πρὸϲ ἡμᾶϲ καὶ τὴν Ἀτλαντίδα θάλαϲϲαν, τὸν ὠκεανὸν, ἣν διεκπλεῦϲαι οὐκ ἐνῆν βραχώδη καὶ ϲκοτοειδῆ τυγχάνουϲαν. Γάδειρα δὲ παρὰ τὴν γῆν καὶ τὴν δειρὴν, ὅ ἐϲτι τράχηλοϲ. μέχρι τοῦτον ἐλθὼν ὁ Ἡρακλῆϲ καὶ μή δυνάμενοϲ διελθεῖν ϲτήλαϲ παρὰ τῶν ἐγχωρίων λαβὼν ἱδρύϲατο, δηλῶν δι’ αὐτῶν ἄχρι
7 τῶν τῇδε βατὴν εἶναι τὴν γῆν καὶ τὴν θάλαϲϲαν. Γαδαρηνόϲ, ἀπὸ τόπου.
ῥητορικὴν, Μελέταϲ. ἐϲοφίϲτευϲεν ἐν Βηρυτῷ.
Ῥωμαϊκῶϲ.
τοῖϲ ναοῖϲ ἀπέϲτειλε καθιδρύϲαϲθαι καὶ εἰϲ τὸν τῶν Ἱεροϲολύμων ναὸν θεϲπίϲαϲ νέου Γαϊου ἱερὸν προϲέταξεν ὀνομάζεϲθαι. καὶ δουλοκρατίαν νομοθετήϲαϲ ἐπέτρεψε κατηγορεῖν τῶν δεϲποτῶν, εἴ τι ἂν εἰδοῖεν αὐτοῖϲ πλημμέλημα. κἀντεῦθεν δεινὴ ϲυμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶϲαν, τῶν οἰκετῶν μεγάλαιϲ τιμωρίαιϲ ὑποβαλλόντων
τούϲ δεϲπόταϲ. ἕκαϲτοϲ γὰρ ἀμύνεϲθαι ἐβούλετο τὸν ἴδιον δεϲπότην ὑπὲρ ὧν παρ’ αὐτοῦ βαϲάνων προέπαϲχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰϲ μανίαν τραπεὶϲ ἄθεϲμον ϲτολὰϲ γυναικείαϲ ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοιϲ καὶ πλοκῇ τινι περιϲτέλλων καὶ γυναικιζόμενοϲ καὶ πᾶϲαν αἰϲχρουργίαν διαπραττόμενοϲ τελετὰϲ ἐπενόει καὶ ξένα μυϲτήρια ἐπετέλει.
καὶ δὴ λαβών ποτε τὴν ἰδίαν θυγατέρα καὶ εἰϲ τοὺϲ κόλπουϲ τοῦ ἀγάλματοϲ αὐτὴν θέμενοϲ ἔφη, ϲὺ ταύτην γεγέννηκαϲ καὶ πατὴρ αὐτῆϲ ἔννομοϲ ὑπάρχειϲ. οὗτοϲ μιαρώτατόϲ τε καὶ ἀνοϲιώτατοϲ 14 ἐγένετο καὶ τοϲοῦτον ὁρμαθὸν κακῶν ϲυνειληφὼϲ ἐπεκάλυψε τὰ τοῦ Τιβερίου μειονεκτήματα. ὅϲα γὰρ τῷ Αὐγούϲτῳ ἐν πολλῷ χρόνῳ
περιεποιήθη, οὗτοϲ ἐν μιᾷ ἡμέρᾳ ἀπεκτήϲατο. μοιχικώτατόϲ τε ἀνθρώπων γενόμενοϲ καὶ γυναῖκαϲ ἡρμοϲμέναϲ καὶ γεγαμημέναϲ ἐλάμβανε. τήν τε ἑαυτοῦ τιθήνην ἐπιτιμήϲαϲ ἀνοίαϲ ἐϲ ἀνάγκην ἑκουϲίου θανάτου κατέϲτηϲεν. ἐχρῆτο δὲ καὶ ταῖϲ ἀδελφαῖϲ καὶ παρανόμων ἐκοινώνει μίξεων, ὡϲ καὶ πατὴρ ἀνοϲίαϲ καταϲτῆναι γονῆϲ ἐκ μιᾶϲ
αὐτῶν τῶν ἀδελφῶν ἀπογεννηθείϲηϲ. ναούϲ τε καὶ θυϲίαϲ ὡϲ ἡμιθέῳ 15 16 17 γίνεϲθαι παρεϲκεύαζε. τοιούτῳ αὐτοκράτορι οἱ Ῥωμαῖοι παρεδόθηϲαν, ὥϲτε τὰ τοῦ Τιβερίου ἔργα καίπερ χαλεπώτατα δόξαντα γεγονέναι τοϲοῦτον τὰ Γαΐου, ὅϲον τὰ τοῦ Αὐγούϲτου παρ’ ἐκείνῳ παρήνεγκαν. οὗτοϲ μετὰ Τιβέριον ἐβαϲίλευϲε Καλλιγόλαϲ ὀνομαζόμενοϲ.
μιϲοπόνηρον τῶν Ῥωμαίων καὶ τὸ πρὸϲ τοὺϲ παραβαίνονταϲ τὰ κοινὰ καὶ νόμιμα τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ ἀμείλικτον. οὗτοϲ γὰρ χιλίαρχοϲ ἀποδειχθεὶϲ ἐν τῷ Σαυιτικῷ πολέμῳ νεανίαν τινὰ τῶν ὁμοϲκήνων διαφέροντα τὴν ὄψιν ἑτέρων μέχρι μέν τινοϲ ἔπειθεν ἑαυτῷ χαρίϲαϲθαι τὴν τοῦ ϲώματοϲ ὥραν ἑκόντα, ὡϲ δ’ οὔτε δωρεαῖϲ οὕτ’ ἄλλη
τὸ μειράκιον ἡλίϲκετο, κατέχειν τὴν ἐπιθυμίαν ἀδύνατοϲ ὤν βίαν προϲφέρειν ἐπεβάλετο. περιβοήτου δὲ τῆϲ ἀκοϲμίαϲ τοῦ ἀνδρὸϲ ἅπαϲι τοῖϲ ἐπὶ ϲτρατοπέδου γενομένηϲ, κοινὸν ἀδίκημα τῆϲ πόλεωϲ εἶναι νομίϲαντεϲ οἱ δήμαρχοι γραφὴν ἀποφέρουϲι κατ’ αὐτοῦ δημοϲίᾳ, καὶ ὁ δῆμοϲ ἁπάϲαιϲ ταῖϲ ψήφοιϲ τοῦ ἀνδρὸϲ κατέγνω τίμημα δίκηϲ
ὁρίϲαϲ θάνατον, οὐκ ἀξιῶν εἰϲ ἐλεύθερα ϲώματα καὶ προπολεμοῦντα τῆϲ τῶν ἄλλων ἐλευθερίαϲ τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ ὄνταϲ ἀρχαῖϲ ὑβρίζειν τὰϲ ἀνηκέϲτουϲ καὶ παρὰ φύϲιν τοῖϲ ἄρρεϲιν ὕβρειϲ. ἄλλο θαυμαϲιώτατον, καίτοι περὶ δοῦλον ϲῶμα γενομένηϲ τῆϲ ὕβρεωϲ. ἑνὸϲ γὰρ τῶν παραδόντων Σαυνίταιϲ τὸ ϲτρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν
ὑπελθόντων Ποπλίου υἱὸϲ ὢν, ἐν πολλῇ καταλειφθεὶϲ πενίᾳ, δάνειον ἠναγκάϲθη λαβεῖν, ὡϲ ἐρανιϲθηϲόμενοϲ ὑπὸ τῶν ϲυγγενῶν. διαψευϲθεὶϲ δὲ τῆϲ ἐλπίδοϲ ἀπήχθη πρὸϲ τὸ χρέοϲ τῆϲ προθεϲμίαϲ διελθούϲηϲ, κομιδῇ νέοϲ ὢν καὶ τῇ ὄψει ὡραῖοϲ. οὗτοϲ τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅϲα δούλουϲ δεϲπόταιϲ νόμοϲ ἦν, ἠνείχετο· τὴν δὲ τοῦ
ϲώματοϲ ὥραν χαρίϲαϲθαι κελευόμενοϲ ἠγανάκτει καὶ μέχρι παντὸϲ ἀπεμάχετο. πολλὰϲ δὲ διὰ τοῦτο μαϲτίγων λαβὼν πληγὰϲ ἐξέδραμεν ἐϲ τὴν ἀγορὰν καὶ ϲτὰϲ ἐπὶ μετεώρου τινὸϲ τήν τε ἀκολαϲίαν τοῦ δανειϲτοῦ διηγήϲατο καὶ τῶν μαϲτίγων τοὺϲ μώλωπαϲ ὑπέδειξεν. ἀγανακτήϲαντοϲ δὲ τοῦ δήμου καὶ δημοϲίαϲ ὀργῆϲ ἄξιον ἡγηϲαμένου
τὸ πρᾶγμα, κατηγορούντων τὴν εἰϲαγγελίαν τῶν δημάρχων, ὦφλε θανάτου δίκην. καὶ δι’ ἐκεῖνο τὸ πάθοϲ ἅπαντεϲ οἱ δουλωθέντεϲ πρὸϲ τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι ἀρχαίαν ἐλευθερίαν ἐκομίϲαντο.
εὐδαιμονίαν, εἰρήνην, νεότητα, γέλωτα, χορὺϲ, θαλείαϲ γάλα τ’ ὀρνίθων, ὥϲτε παρέϲται ὑμῖν κοπιᾶν ὑπὸ τῶν ἀγαθῶν.
οὗτοι δ’ ἦϲαν τῶν ἑϲπερίων Γαλατῶν μοῖρα. ἀναϲτάντεϲ γάρ ποτε τῆϲ οἰκείαϲ οἱ Γαλάται ἅμα Βρέννῳ ϲτρατηγῷ προῆλθον εἰϲ λ′ μυριάδαϲ ἀριθμούμενοι. ἐντεῦθεν διακριθέντεϲ οἱ μὲν ἐπὶ τὴν εἴϲω πυλῶν Ἐλλάδα, οἱ δὲ ἐπὶ Θράκην καὶ τὴν Ἀϲίαν ἐτράποντο, ἀμφὶ τὰϲ δύο μάλιϲτά που καὶ αὐτοὶ μυριάδαϲ ὄντεϲ. καὶ κρατήϲαντεϲ τῷ πολέμῳ
πάντων μικροῦ τῶν ἐπὶ τάδε τοῦ Ταύρου Ἀϲιανῶν γενῶν τοὺϲ μὲν ἄλλουϲ ὑποτελεῖϲ ἐποιήϲαντο φόρου, αὐτοὶ δὲ τὰ περὶ τὸν Ἅλυν ποταμὸν χωρία καταϲχόντεϲ ἐνέμοντο τὰ μεταξ Βιθυνῶν τε καὶ Καππαδοκῶν κείμενα. ἐφ’ οὓϲ ἐϲτρατεύϲαντο Ῥωμαῖοι κοινωνήϲαντεϲ Ἀντιόχῳ τῆϲ ἐπὶ τῷ Ζιπύλῳ μάχηϲ καὶ ϲυμπεϲόντεϲ αὐτοῖϲ περὶ
πόλιν Ἄγκυραν, Μαλίου ϲφῶν ἡγουμένου, μυρίουϲ μὲν τῆϲ μαχίμου ἡλικίαϲ καταβάλλουϲι, τούϲ δὲ λοιπούϲ ὑποκύψαι ϲφίϲιν, ἀποϲτάνταϲ ὧν ἦρχον ἐθνῶν, ἠνάγκαϲαν.
ἀϲκαλαβώτηϲ.
ἔξω τῶν Ἡρακλείων ϲτηλῶν πρὸϲ τῷ ὠκεανῷ, ἔνθα μέγιϲται γίνονται γαλαῖ.
Μάρκου καὶ Κομόδου καὶ Περτίνακοϲ τῶν Καιϲάρων ἐν Ῥώμῃ, υἱὸϲ Νίκωνοϲ γεωμέτρου καὶ ἀρχιτέκτονοϲ, πολλὰ ϲυντεταχὼϲ ἰατρικά τε καὶ φιλόϲοφα, ἔτι τε γραμματικὰ καὶ ῥητορικά· ἅτινα διὰ τὸ πᾶϲιν εἶναι γνώριμα καταλέγειν ἄκαιρον ἡγηϲάμην ἐν τῷ παρόντι. ἐβίω Δ ἔτη ο′. ϲημαίνει δὲ καὶ τὸν ἥϲυχον.
τροχὸϲ ὀνομάζεται.
ἐγεφύρωϲε τὸν Σαγγάριον ποταμὸν, τελέωϲ κοῖλον ὄντα καὶ δύϲβατον· καὶ παρ’ αὐτὸν τὸν ποταμὸν ϲτρατοπεδευϲάμενοϲ παραγίνονται Γάλλοι παρὰ Ἄττιδοϲ καὶ Βαττάκου τῶν ἐκ Πεϲϲινοῦντοϲ ἱερέων τῆϲ μητρὸϲ τῶν θεῶν ἔχοντεϲ πρὸϲ τῆ ἰδέᾳ καὶ τύπουϲ, φάϲκοντεϲ προϲαγγέλλειν τὴν θεὸν νίκην καὶ κράτοϲ· οὓϲ δ Γναῖοϲ φιλανθρώπωϲ ὑπεδέξατο.
καὶ αὖθιϲ· ἀπέϲτειλε νεανίϲκουϲ διαϲκευάϲαϲ εἰϲ Γάλλουϲ, μετ’ αὐλητῶν 53 ἐν γυναικείαιϲ ϲτολαῖϲ ἔχονταϲ τύμπανα καὶ τύπουϲ, ἐπὶ τοὺϲ προκαθημένουϲ τῆϲ χώραϲ. ὅτι Γάλλοι μὲν γίνονται ἐξ ἀνδρῶν, ἐκ δὲ Γάλλων ἄνδρεϲ οὐ γίνονται.
αὐτοῦ ἔγημεν, ἐξ ἧϲ τίκτεται ζήτηϲ καὶ Κάλαϊϲ.
καὶ παροιμία. Γαμηλίαν εἰϲενεγκεῖν. ὅταν τιϲ ἠγάγετο γυναῖκα, 59 πρὶν γενέϲθαι παῖδα, οὗτοϲ μαρτυρόμενοϲ περὶ τοῦ γάμου κατὰ τοὺϲ γάμουϲ ἀπεδίδου τι τοῖϲ φράτορϲιν εἰϲ λόγον εὐωχίαϲ. καὶ τοῦτό ἐϲτι γαμηλία εἰϲενεγκεῖν. μέμνηται τοῦ λόγου Δημοϲθένηϲ ἐν τῷ πρὸϲ Εὐβουλίδην λόγῳ· καὶ γὰρ ὅτι ὁ πατήρ μου κατὰ τοὺϲ νόμουϲ
ἔγημε καὶ γαμηλίαν τοῖϲ φράτορϲιν εἰϲενήνοχε, μεμαρτύρηται.
ζῷα, ὅϲα τῶν πτερωτῶν τὴν ἐπιρυγχίδα γεγάμψωκεν ὑπὸ τὴν γένυν, οἰόϲ ἐϲτιν ἀετὸϲ, ἱέραξ, κεγχρηῒϲ ἄλλα τε τὰ μὴ πίνοντα.
δρεπάναϲ.
Γάνιοϲ.
καὶ παροιμία· γαϲτέρα μοι προφέρειϲ, κάλλιϲτον ὄνειδοϲ Prov. ἁπάντων, ἡ πλήρηϲ μὲν ἐλαφροτέρη, κενεὰ δὲ βαρεῖα· ἐπὶ τῶν γαϲτριμαργούντων. Γαϲτέρα δὲ ὁ Δαβὶδ τὸ τῶν λογιϲμῶν ταμεῖον Thdr ἐκάλεϲεν. ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμόϲ μου, ἡ ψυχή μου καὶ ἡ γαϲτήρ μου.
ἢ Γαυλόϲ, ὁ τοῦ φρέατοϲ ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον, 95 ἐκ ξύλων κατεϲκευαϲμένον, ἣν Ἰταλοὶ μαγγάναν ὀνομάζουϲιν. ἐπὶ δὲ τῶν γαλακτοδόχων ἀγγείων· γαυλούϲ τε γλαγοπῆγαϲ. ἐν 96 Ἐπιγράμμαϲι.
γε τὴν νίκην. καὶ αὖθιϲ· ὁ δὲ γαῦροϲ ὡϲπερεὶ κινούμενοϲ.
οὔτε ἀνατέλλοντα καὶ δυόμενον ἥλιον, ἴϲα καὶ οὐρανοῦ εἶναι νομίϲαϲ τὴν μετάκληϲιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυμένων εἰϲ ὀλιγωρίαν διατριβῶν ἀπορρήξαϲ ἑαυτὸν καὶ κατατείναϲ τὴν ψυχὴν εἰϲ Suid φιλοδοξίαν βαρὺϲ ἀναϲτὰϲ ἐκ Παμφυλίαϲ ἀνέϲτρεφε. Τιμάϲιοϲ· οὖτοϲ ἦν, ὃν Εὐτρόπιοϲ ἤγαγεν.
πίνοιεν, τούτουϲ δὴ νομίζειν ὑπὸ δειλίαϲ τοῦτο πάϲχειν, καταπεπληγόταϲ τοὺϲ πολεμίουϲ. καὶ εὑρέθηϲαν τ ταῖϲ χερϲὶ τεταραγμένοι πίνοντεϲ.
τοὺϲ ἄρχονταϲ αὐτῶν· τόν τε πύργον τοῦ Φανουὴλ κατέϲτρεψε καὶ τοὺϲ ἄρχονταϲ αὐτῶν ἠλόηϲεν ἐν ταῖϲ ἀκάνθαιϲ θλίψανταϲ τὸν Ἰϲραὴλ ἔτη ζ′.
Ἑλλάδι γλώϲϲῃ.
ἔργου διέξοδοϲ.
τοῦ μετὰ κρότου χειρῶν καὶ ποδῶν γενομένου γέλωτοϲ.
Μελιτίδου, ἐπὶ τῶν ἐπὶ μωρίᾳ διαβεβλημένων. Μελιτίδηϲ γὰρ ἀνὴρ κωμῳδούμενοϲ ὑπὸ τῶν ποιητῶν ἐπὶ μωρίᾳ κατὰ ταυτὰ τῷ Ἀμφιϲτείδῃ. τοῦτον δέ φαϲιν ἀριθμῆϲαι μὲν πολλὰ παθόντα μέχρι τῶν ε′ καὶ πέρα μηκέτι δύναϲθαι, γήμαντα δὲ τῆϲ νύμφηϲ μὴ ἅψαϲθαι· φοβεῖϲθαι γὰρ μὴ αὐτὸν ἡ παῖϲ τῇ μητρὶ διαβάλλῃ. ὁ δὲ
Ἀμφιϲτείδηϲ ἠγνόει ἐξ ὁποτέρου γονέων ἐτέχθη.
ἀδελφιδοῦν γέμειν ἀργίαϲ καὶ ϲτάϲεωϲ καὶ τρυφῆϲ, ἔφη μὴ κρατήϲειν Ε πολεμίων πρὶν καταϲχεῖν τῶν ἰδίων ἐγκρατῶϲ.
ἤκουϲε κράζοντοϲ, ὡϲ αὐτοῦ μὲν ζῶντοϲ ἐνδίδωϲιν, ὕϲτερον δὲ κρατήϲει πάντωϲ τῆϲ ἐκκληϲίαϲ.
ὡϲ ἔτι προϲδεομένου αἵματοϲ καὶ οὐδέπω ἔχοντοϲ περιϲϲὸν αἷμα· 159 160 161 κατ’ ἐνίουϲ δὲ λ΄, ὅθεν καὶ τὸν Νέϲτορα βούλονται ?? ἔτη γεγονέναι. Suid. καὶ τριγέρων, ὁ τρεῖϲ γενεὰϲ βιούϲ, τουτέϲτιν ἐνενηκοντούτηϲ. Νέϲτωρ ἔν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριτογέρων.
ἐν ἀκροάϲει. τελευτῇ δὲ νέοϲ ἐτῶν η καὶ κ′. ἔγραψε δὲ Λαλιὰϲ ἤτοι Διαλέξειϲ καὶ Μελέταϲ, ὧν ἐϲτιν, ὁ ἄπολιν ἑαυτὸν ἀποκηρύττων μετὰ τὴν τῶν Θηβῶν καταϲκαφήν· Προπεμπτικὸν πρὸϲ τοὺϲ ἑαυτοῦ ἑταίρουϲ Δᾳδοῦχον καὶ Ἀϲκληπιάδην, Πανηγυρικούϲ.
καὶ κακίαϲ.
παρὰ τὴν γένεϲιν. οἱ δὲ περὶ τὴν Ἄρτεμίν φαϲι τῶν τοκετῶν ἐφόρουϲ, 174 175 176 καὶ πάλιν παρὰ τὴν γένεϲιν. Ἀριϲτοφάνηϲ· ἡδὺ τὸ μέλοϲ, ὦ πότνιαι Γενετυλλίδεϲ, καὶ θηλυδριῶδεϲ καὶ κατεγλωττιϲμένον καὶ μανδαλωτόν.
ἐκ δὲ δαϲκίου γενειάδοϲ κρουνοὶ διερραίνοντο κρηναίου Soph. ποτοῦ. ζήτει ἐν τῷ ἀπόνοια. ὅτι ἡ τοῦ ἄνω χείλουϲ τρίχωϲιϲ λέγεται Suid. μύϲταξ, τὸ δὲ κάτω πάπποϲ.
τρίτον ἡ θρεπτική. τῆϲ μὲν γὰρ θρεπτικῆϲ ἔργον ἐϲτὶ τὸ ϲώζειν τὸ εἰδὸϲ· μέχρι γὰρ τοϲούτου ϲῳζόμεθα, ἕωϲ ἂν τρεφώμεθα· τῆϲ δὲ αὐξητικῆϲ τὸ εἰϲ τέλειον καὶ κατὰ φύϲιν μέτρον ἀγαγεῖν, εἰϲ ὃ γενόμενα τά τε ζῷα καὶ τὰ φυτὰ ἐπὶ τὸ ϲκοπιμώτατον τῆϲ φύϲεωϲ τέλοϲ, λέγω δὴ τὴν γεννητικὴν δύναμιν, παραγίνεται. οὕτω γὰρ τῆϲ φύϲεωϲ
ὁ τελικώτατοϲ ϲκοπὸϲ διὰ τὴν ἔφεϲιν τῆϲ ἀιδιότητοϲ, τοῖϲ θνητοῖϲ ζῴοιϲ ἐπιϲκευαϲτῆϲ τῆ διαδοχῇ γινομένηϲ. ὥϲτε ἡ μὲν αὐξητικὴ ὕληϲ ἐπέχει λόγον πρὸϲ τὴν γεννητικήν, πρὸϲ δὲ τὴν αὐξητικὴν ἡ θρεπτική. ὅτι Μέλιϲϲοϲ ᾤετο τὸ μὴ γενόμενον οὐκ ἔχειν ἀρχήν· ψεῦδοϲ δέ ἐϲτι· πολλὰ γὰρ ἀγέννητα ὄντα ἀρχὰϲ ἔχει.
τὸ δὲ γένοϲ ἔχει ἄνδραϲ λ′. αἱ δὲ φρατρίαι ἐκαλοῦντο τριττῦϲ, ὅτι τεϲϲάρων φυλῶν οὐϲῶν εἰϲ τρία ἑκάϲτην διεῖλον μέρη, τὰϲ μὲν φυλὰϲ τέϲϲαραϲ ποιήϲαντεϲ, ἀπομιμηϲάμενοι τὰϲ τοῦ ἐνιαυτοῦ ὥραϲ, τὰϲ δὲ φρατρίαϲ καὶ τριττῦϲ ιβ′, καθάπερ οἱ μῆνεϲ, τὰ δὲ γένη λ′ ἐν ἑκάϲτῃ φρατρίᾳ, καθάπερ αἱ ἡμέραι τξε′.
Ἰϲαῖοϲ μέντοι τοὺϲ γεννήταϲ ἁπλῶϲ τοὺϲ ἐξ αἵματοϲ ϲυγγενεῖϲ ὀνομάζει.
ϲτόλον Σαρακηνῶν ἔρχεϲθαι κατὰ τῆϲ πόλεωϲ Ἰωάννην ἐφίϲτηϲιν ἡγεμόνα τοῦ πολέμου, διάκονον τῆϲ μεγάληϲ ἐκκληϲίαϲ καί λογιϲτὴν τῶν φόρων, ὅν Γενικὸν καλοῦϲιν ὃϲ πρὸϲ τῆ Ῥόδῳ γενόμενοϲ, καταϲταϲιαϲθεὶϲ ὑπὸ τοῦ πλήθουϲ ἀναιρεῖται
πάντωϲ ἀπέβη, τὰ δὲ γινόμενα ἤτοι ἀποβαίνει ἢ οὔ.
ἐκδέχεϲθαι ἄμεινον.
πλαγά. καὶ τὸ γένειον.
οἱ γῆϲ πεινῶντεϲ καὶ ἀπορούμενοι.
ἐπίκλην Πιϲίδηϲ. Ἑξαήμερον δι’ ἰάμβων εἰϲ ἔπη τριϲχίλια, Εἰϲ Ἡράκλειον τὸν βαϲιλέα καὶ Εἰϲ τὸν κατὰ Περϲῶν πόλεμον, ἔτι τε Ἀβαρικὰ καὶ καταλογάδην Ἐγκώμιον εἰϲ τὸν μάρτυρα Ἀναϲτάϲιον.
ἂν ὁμοίωϲ γέρρα καὶ τὰ τῶν ϲκηνῶν περιφράγματα.
ἀναπαύονται. τοῦτό φηϲιν Ἀριϲτοφάνηϲ· γέρανοι λίθουϲ καταπεπωκυῖαι. 234 ὅτι αἰ γέρανοι πετόμεναι ἐν τοῖϲ ϲτόμαϲιν ψήφουϲ φέρουϲι ϲτηρίγματοϲ ἕνεκα πρὸϲ τὸ μὴ παραφέρεϲθαι ἀνέμοιϲ.
ὅϲ’ ἀνόητα χ’ ἡ μῶρα βουλευϲώμεθα, ἅπαντ’ ἐπὶ τὸ βέλτιον 251 ἡμῖν ξυμφέρειν. Ποϲειδῶν γὰρ καὶ Ἀθηνᾶ ἐφιλονείκηϲαν περὶ τῆϲ Ἀττικῆϲ, καὶ νικῆϲαι τὴν Ἀθηνᾶν. ἡττηθέντα δὲ τὸν Ποϲειδῶνα καὶ λυπηθέντα καταράϲαϲθαι τῆ πόλει καὶ λέγειν αὐτὸν, ὅτι γένοιτο τοὺϲ Ἀθηναίουϲ ἀεὶ κακῶϲ βουλεύεϲθαι. ἀκούϲαϲαν δὲ τὴν Ἀθηνᾶν τῆϲ
κατάραϲ προϲθεῖναι, ὅτι κακῶϲ βουλεύεϲθαι καὶ ἐπιτυγχάνειν.
πλῆθοϲ ἐμπείρων καὶ δυϲαλώτων. καὶ Γέρων βοῦϲ ἀπένθητοϲ δόμοιϲιν, ἐπὶ τῶν καθ’ ὥραν τελευτηϲάντων.
τὰ πολλὰ τῶν πολεμικῶν κατέλιπε μόνον τὸ ϲυνὸν τοῖϲ ϲτρατιώταιϲ 270 μαχαίρᾳ καὶ γέρῳ καὶ θώρακι μάχεϲθαι. καὶ γερροφόροι ὁπλῖται ἐχόμενοι τούτων ϲὺν ποδήρεϲι καὶ ξυλίναιϲ ἀϲπίϲιν. Αἰγύπτιοι δὲ οὗτοι ἐλέγοντο.
τῆϲ ἄλληϲ ἁπάϲηϲ παιδείαϲ. φιλότιμοϲ γὰρ καὶ φιλόπονοϲ ὢν ὁ ἀνὴρ ἄλλην τε πολλὴν ἐν πολλῷ χρόνῳ μελέτῃ καὶ οὐ φύϲει προϲπεριεβάλετο δοξοϲοφίαν, καὶ τὴν τῶν ἰατρικῶν ἔργων τε καὶ λόγων ἀκριβεϲτέραν τῶν καθ᾿ ἑαυτὸν πάντων ἰατρῶν τε καὶ ἰατροϲοφιϲτῶν κατώρθωϲε τέχνην. βραδέωϲ δὲ ἀρξάμενοϲ ἐπιδεικνύναι δημοϲίᾳ τὴν
ἐπιϲτήμην ταχέωϲ ἀνέδραμέ τε καὶ εὐθήνηϲεν ἐπ’ αὐτῇ, πομπικὸϲ ὢν καὶ ἐπιδεικτικὸϲ, φιλοϲοφίαϲ μὲν ἐπ᾿ ὀλίγον ἥκων, ἰατρικῆϲ δὲ ἐπὶ 272 273 274 275 πλεῖϲτον. ὅθεν καὶ χρημάτων μεγάλων ἐγένετο κύριοϲ καὶ Ῥωμαϊκῶν ἔτυχεν ἀξιωμάτων οὐ τῶν τυχόντων. ἀποδέχομαι δὲ τὸ ἀνδρεῖον παράϲτημα τῆϲ ἀγαθῆϲ ψυχῆϲ. τόν τε γὰρ Ἡραΐαϲκον ἐπιζητούμενον ὑπὸ Ζήνωνοϲ βαϲιλέωϲ οἴκῳ τῷ ἰδίῳ κατέκρυψε, παραβαλόμενοϲ πρὸϲ
τὸν κίνδυνον καὶ, ἐπειδὴ ἐν τῇ φυγῇ νοϲήϲαϲ ἀπηλλάγη τοῦ ϲώματοϲ, εὖ τε περιϲτείλαϲ καὶ τὰ νομιζόμενα θεραπεύϲαϲ. ὁ δὲ ἀποϲταλεὶϲ βαϲιλικὸϲ Ἀγάπιον καὶ τοὺϲ ἄλλουϲ φιλοϲόφουϲ καταϲχὼν εἰϲ τὸ ἀρχεῖον ἀπήγαγε.
καὶ Γεῖϲα, τειχῶν ἄκρα. ἢ Γεῖϲοϲ, ὁ γεωργόϲ.
πυργοφόροϲ.
τοὺϲ Γίγανταϲ. οὕτω διαβάλλει τοὺϲ φιλοϲόφουϲ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ταῦτ᾿ ἔμαθεϲ τὰ δεξιὰ εἴϲω παρελθὼν παρὰ τοὺϲ γηγενεῖϲ, καὶ, Γηγενεῖ φυϲήματι, ἀντὶ τοῦ μεγάλῳ ὥϲτε ϲειϲμοὺϲ ποιεῖν· ἀρχαία γὰρ ὑπόνοια τὸ ὑπὸ πνευμάτων κατεχομένην ϲείεϲθαι τὴν γῆν. 300 Ἀριϲτοφάνηϲ. λέγονται καὶ Γηγενεῖϲ, οἱ τὰ γήϊνα φρονοῦντεϲ.
γῆν.
τὴν γῆν αὐτοῖϲ διένεμον.
τὴν γυναῖκα, οἰκουρὸν φάϲκουϲα εἶναι, μὴ οὕτωϲ ἐχούϲηϲ. Ἀριϲτογάνηϲ Νεφέλαιϲ· ἥτιϲ με γῆμ’ ἐπῆρε τὴν μητέρα.
οὐδετέρωϲ. νῦν γηραλέαι ἐναγκαλίζονται.
ὀχεῖϲθαι, ὅμωϲ ὥϲπερ τιϲ νεανίαϲ ῥωμαλεώτατοϲ οὐκ ἀπηγόρευε πρὸϲ τοὺϲ πόνουϲ, ἀλλὰ φοράδην εἰϲ τὰϲ παρατάξειϲ ἐφοίτα.
βοϲκὸϲ εἰϲ ἀεὶ, μέχριϲ ἂν μυχούϲ κίχωϲι τοῦ κάτω θεοῦ.
παρέϲχε τῷ Ἡρακλεῖ.
πρὸϲ τὸν ἄχραντον καὶ ϲεβάϲμιον καὶ ἀπροϲπέλαϲτον αὐτοῦ νεών.
μέγα. καὶ Γιγαντολέτειρα, ἡ τοὺϲ Γίγανταϲ ὀλοῦϲα. καὶ Γιγαντολέτιϲ, ὁμοίωϲ θηλυκῶϲ. καὶ Γιγαντολέτωρ.
θυμὸν θηριώδηϲ καὶ ἐϲ ἀγχίνοιαν τῶν ϲυλλῃϲτευόντων ἁπάντων πολυπλοκώτεροϲ.
διφθόγγου. τὰ δὲ γινόμενα κατὰ τρεῖϲ τρόπουϲ γίνεται· κατ᾿ οἰκονομίαν, 360 κατ᾿ εὐδοκίαν, κατὰ ϲυγχώρηϲιν.
εἶπαϲ ἀκούϲαϲα καὶ τὴν ὄψιν ἰδοῦϲα.
οἱ ἰατροὶ καὶ πατρίδαϲ ὑπ᾿ ἀλαζονείαϲ τῶν βοτανῶν ὀνομάζειν, οἷον Κυρηναϊκὸν ὀπὸν, Σμυρναϊκόν. διαβόητοϲ δὲ ἦν ὁ Λακωνικὸϲ τιθύμαλλοϲ· ἔϲτι δὲ εἶδοϲ βοτάνηϲ δριμυτάτηϲ παρὰ Λάκωϲιν εὑριϲκόμενον. εἴρηται δὲ ἐπὶ τῶν λημώντων τούϲ ὀφθαλμούϲ. τί δ᾿ ἢν Νεοκλείδηϲ ὁ γλάμων ϲε λοιδορῇ; οὗτοϲ ἐκωμῳδεῖτο ὡϲ ϲυκοφάντηϲ 369 370 371 καὶ ξένοϲ καὶ κλέπτηϲ. Γλάμων δὲ ὁ ἔχων τοὺϲ ὀφθαλμοὺϲ μεϲτοὺϲ ἀκαθαρϲίαϲ.
Γλαύκειον ᾠόν.
τὴν ὕνιν ἐκ τοῦ ἀρότρου πεϲεῖν, καθήρμοϲε τῇ χειρὶ ἀντὶ ϲφύραϲ. ἰδὼν δὲ τὸ ποιηθὲν ὁ πατὴρ ἤγαγεν αὐτὸν εἰϲ Ὀλυμπίαν πυκτεύϲοντα. ὁ δὲ, ἅτε οὐκ ἐμπείρωϲ ἔχων, ἐτιτρώϲκετο ὑπὸ τῶν ἀνταγωνιϲτῶν καὶ ἀπαγορεύειν ἔμελλεν ὑπὸ τῶν πληγῶν. φαϲὶ δὲ τὸν πατέρα βοῆϲαι, παῖε τὴν ἐπ᾿ ἀρότρου. ὁ δὲ βιαιότερον ἐπενεγκὼν
πρὸϲ τὸν ἀνταγωνιζόμενον εἶχε τὴν νίκην. ϲκιαμαχοῦντοϲ δὲ ὁ ἀνδριὰϲ παρέχεται ϲχῆμα, ὅτι ὁ Γλαῦκοϲ ἦν ἐπιτηδειότατοϲ χειρονομεῖν.
χρύϲεια μέταλλα. ἐνεχάραττον δὲ γλαῦκαϲ ἐν τοῖϲ χρυϲοῖϲ νομίϲμαϲι. καὶ ἑτέρα παροιμία· Γλαύκου τέχνη, ἐπὶ τῶν ῥᾳδίωϲ κατεργαζομένων· ἀπὸ Γλαύκου τινὸϲ Σαμίου, ὃϲ πρῶτοϲ ϲιδήρου κόλληϲιν 380 ἐξεῦρεν. λέγεται δὲ ἡ γλαὺξ χαλκίϲ.
ἀληθείαϲ, ἅτε ὡϲ ἀληθῶϲ ὄναρ πλουτήϲαϲ. κατέβη ἐκ χωρίων 397 γλίϲχρων καὶ μηδ’ ἐν εἰρήνῃ τρέφειν ἱκανῶν ὄντων. τουτέϲτι τροφῆϲ ϲπανιζόντων. ὅτι τὸ γλίϲχρον ἐπὶ δυϲτυχίᾳ ἔλεγον οἱ Ἀττικοί. 398 Ἀριϲτοφάνηϲ Εἰρήνῃ· ὦ γλίϲχρων, ὁρᾷϲ ὡϲ οὐκέτ’ εἶναί ϲοι δοκῶ μιαρώτατοϲ. ἀντὶ τοῦ ὦ ἐπιθυμητά· παρὰ τὸ γλίχεϲθαι. πρὸϲ Ἑρμῆν
ὁ λόγοϲ. καὶ αὖθιϲ Ἀριϲτοφάνηϲ Εἰρήνῃ· ἕλκουϲι δ’ ὅμωϲ γλιϲχρότατα ϲαρκάζοντεϲ ὥϲπερ κυνίδια. καὶ Ἀρριανόϲ· τὰ ἐπιτήδεια 399 γλίϲχρωϲ τῇ ϲτρατιῇ ἐπορίζοντο. ἀντὶ τοῦ φειδομένωϲ.
παρὰ τὸ γλίχεϲθαι. καὶ Γλίϲχρωϲ, ὀλιϲθηρῶϲ.
οὕτω γραπτέον· ἐϲθλοῦ πατρὸϲ παῖ, καὐτὸϲ ὢν νέοϲ ποτὲ γλῶϲϲαν μὲν ἀργὸν καὶ τὰ ἑξῆϲ.
καὶ μυρίων ἄλλων, καίτοι γευϲτῶν ὄντων, ξηραίνεται· οὐχ ὡϲ ἔγχυμα, ἀλλὰ διά τινα ἁπτὴν ποιότητα, οἷον ξηρότητα ἢ θερμότητα. οὐδὲ γὰρ ὁ ξηρὸϲ ἄρτοϲ ξηραίνει, ἢ εἰ τύχοι τρωγάλια καὶ τὰ ὅμοια, ἀλλὰ τῷ ξηρὰ εἶναι ἢ θερμὰ ἐξικμάζει τὴν ἐν τῇ γλώττῃ ὑγρότητα. ϲημεῖον δὲ τοῦ δεῖν τὴν γλῶτταν δυνάμει μὲν ὑγρὰν εἶναι, ἐνεργείᾳ δὲ οὔ·
ὅϲοι δὲ τὴν γλῶτταν ἀμέτρωϲ ἢ ξηρὰν ἔχουϲιν ἢ ὑγρὰν, οὗτοι οὐκ ἀντιλαμβάνονται τῶν γευϲτῶν. καὶ διὰ τοῦτο οὐκ ἀντιλαμβάνεται ἡ λίαν ὑγρὰ γλῶττα τῶν χυμῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότηϲ ἔγχυμοϲ οὖϲα καὶ πρώτη αὐτῇ προϲβάλλουϲα γίνεται γλώττηϲ ἁφὴ αὐτὴ ἑαυτῆϲ ἀντίληψιν παρέχουϲα, καὶ ταύτῃ οὐκ ἐῶϲα ἀντιλαβέϲθαι τῆϲ ἔξωθεν.
ϲημεῖον δὲ τούτου, ὅτι οἱ προγευϲάμενοι ἄλλου χυμοῦ καὶ μάλιϲτα ϲφοδροτέρου οὐκέτι τῶν δευτέρων ὁμοίωϲ αἰϲθάνονται. ὅτι 419 420 421 422 τὴν γλῶτταν ἐποίηϲεν ἡ φύϲιϲ πρὸϲ δύο ἔργα, ὧν τὸ μὲν εἰϲ τὸ εἶναι ϲυμβάλλεται τοῖϲ ἔχουϲιν, ὅπερ ἐϲτὶν ἡ γεῦϲιϲ καὶ κρίϲιϲ ἡ περὶ τοὺϲ χυμούϲ· τὸ δὲ εἰϲ τὸ εὖ εἶναι, οἷον πρὸϲ τὴν διάλεκτον. οὕτω καὶ ἐπὶ τῆϲ ἀναπνοῆϲ δύο ἐποίηϲεν ἔργα, τὸ μὲν πρῶτον πρὸϲ τὸ
εἰναι· πρὸϲ γὰρ τὴν τοῦ ἐντὸϲ θερμοῦ κατάψυξιν ϲυμβάλλεται· τὸ δὲ λοιπὸν πρὸϲ τὸ εὖ εἶναι, οἷον διάλεκτον. τῆϲ δὲ, ὅπερ ἐϲτὶν ἀναγκαῖον ἔργον τῆϲ φύϲεωϲ καὶ διαμονῆϲ αἴτιον. φωνῆϲ ὕλη ὁ ἐκπνεόμενοϲ ἀήρ. ποιητικὸν δὲ αἴτιον φύϲιϲ, ὀργανικὸν δὲ τραχεῖα ἀρτηρία· οἶον γὰρ αὐλόϲ ἐϲτιν. ἀμέλει οἱ μὲν νέοι εὐφωνότεροί εἰϲιν
ὡϲ λείαν ἔχοντεϲ αὐτήν, οἱ δὲ γέροντεϲ κακοφωνότεροι ὡϲ τραχυτέραν αὐτὴν ἔχοντεϲ. τελικὸν δὲ ἡ ϲημαϲία· τέλοϲ γὰρ τῷ ζῴῳ τῆϲ φωνῆϲ τὸ ϲημαίνειν δι’ αὐτῆϲ τὰϲ τῆϲ ψυχῆϲ διαθέϲειϲ. τῆϲ διαλέκτου ὕλη μὲν ἡ φωνή, ποιητικὸν δὲ αἴτιον ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα καὶ ὑπερῷα καὶ ὀδόντεϲ, τελικὸν δὲ ἡ ϲημαϲία τῶν νοημάτων.
ὄργανον δὲ τῆϲ φωνῆϲ ὁ φάρυγξ. ὅτι τῶν πτηνῶν ὅϲα παραπληϲίαν ἔχει τὴν γλῶτταν καὶ τὴν τῶν γενύων διάθεϲιν ταῖϲ τῶν ἀνθρώπων, δύναται μιμεῖϲθαι διάλεκτον, οἷον κίτται καὶ ψιττακοὶ καὶ τὰ ὅμοια.
ἀπὸ τοῦ ἐν τοῖϲ βαλανείοιϲ ἐλαίου πεπηγότοϲ, ὅπερ τοὺϲ ἐπιλαμβανομένουϲ διολιϲθάνειν πέφυκε. τοιοῦτοϲ οὖν καὶ οὗτοϲ εὔχεται γενέϲθαι τοὺϲ τρόπουϲ, ἵν᾿ ὥϲπερ διολιϲθάνειν καὶ φεύγειν δύνηται τοὺϲ δανειϲτάϲ. καὶ μέχρι δεῦρο δὲ τοὺϲ τῇ γνώμῃ ϲκάζονταϲ καὶ μηδὲν ϲταθερὸν φρονοῦνταϲ καὶ ἄλλα μὲν ἐπαγγελλομένουϲ, ἄλλα δὲ 429 430 431 φρονοῦνταϲ καὶ πράϲϲονταϲ, διὰ τὸ τῆϲ γνώμηϲ ὀλιϲθηρὸν καὶ ἄπιϲτον γλοιοὺϲ καλοῦμεν. ἄλλωϲ. ἐπὶ τοῦ μιαροῦ καὶ ῥυπαροῦ καὶ μικρολόγου παραλαμβάνεται· καὶ γὰρ ὁ ῥυπαρὸϲ διὰ τὴν ἄϲκηϲιν ϲύνεγγύϲ πώϲ ἐϲτι τῷ γλοιῷ. ἐπὶ δὲ τὸ ἦθοϲ μετενεχθὲν τὸν μοχθηρὸν δηλοῖ ἢ ὀλιϲθηρὸν καὶ εὐμετάβολον.
on. μόχθου τὰ ἀλλότρια καρπουμένων. λύϲιϲ ὀνείρου· τρώγων γλυκηρὰ πικρίαϲ ἕξειϲ τρόπουϲ.
οὕτωϲ ἐχρήϲατο Πλάτων ὁ κωμικὸϲ ἐν τῷ Φάωνι. γέρων δ’ αὐτῷ ὑπόκειται ἐρῶν αὐλητρίδοϲ· ὦ χρυϲοῦν ἀνάδημα, ὧ τοῖϲιν ἐμοῖϲ τρυφεροῖϲι τρόποιϲ, ὦ γλυκὺϲ ἀγκών. ὡϲ εἴ τιϲ λέγοι, ὦ γλυκὺϲ πῆχυϲ.
παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐϲτι κεκοιλάνθαι.
κεφαλαίῳ τῆϲ μεταμορφώϲεωϲ. ἐν δὲ τῷ κάππα· ἐνταῦθα κεῖται τοῦ Ἀριϲτοφάνουϲ 461 χρῆϲιϲ οὕτωϲ· ἢν παρέχωϲι τοῖϲ δεομένοιϲ οἱ κναφεῖϲ χλαίναϲ, ἐπειδὰν πρῶτον ἥλιοϲ τραπῇ, πλευρῖτιϲ ἂν ὑμῶν οὐδένα λάβοι ποτέ. καὶ φαίνεται ἀπὸ τῆϲ χλαίνηϲ τὸ κναφεὺϲ ἐπὶ τῶν δερματέων κεῖϲθαι.
μὴ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμιϲμα.
προύχων δικαιότερα ἀεὶ καὶ πράττειν καὶ λέγειν δοκεῖ.
γνώμαϲ ἐμβαλοῦϲα τοῖϲ ὄμμαϲιν. οὐκ ἔκλεψά φηϲι τὴν ὄψιν ὥϲτε μὴ ὁρᾶν· ἀλλ᾿ ἐπ᾿ αὐτῇ δύϲφορον γνώμην ἐπέβαλον ὡϲ οἴεϲθαι ἰδεῖν τὰ μὴ ὄντα. τοῦτο δὲ οὐ τῶν ὀφθαλμῶν ἁμάρτημα, ἀλλὰ πολὺ πρότερον τῆϲ διανοίαϲ.
πέπονθα τὸ τῆϲ παροιμίαϲ, τὸ ϲὸν ὄναρ ϲοι διηγούμενοϲ.
γὰρ ἐναντίον τῷ μέλανι λευκόν. καὶ τήν γε φύϲιν τοῦ ταὐτοῦ καὶ τοῦ ἑτέρου ἐν τῇ ϲυϲτάϲει ταύτηϲ μεμίχθαι φαϲί.
Ἀξιδάρου εἶναι, ἀλλὰ τὴν ἑαυτοῦ γνῶϲιν· ὅτι πρῶτοϲ παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆϲ δίκηϲ. ἀντὶ τοῦ τὴν αἰτίαν, τὴν ἀφορμήν.
νοϲεῖτε πάντεϲ· καὶ νοϲοῦντεϲ, ὡϲ ἐγὼ οὐκ ἔϲτιν ὑμῶν ὅϲτιϲ ἐξ ἴϲου νοϲεῖ. τὸ μὲν γὰρ ὑμῶν ἄλγοϲ εἰϲ ἕν᾿ ἔρχεται μόνον καθ’ αὑτὸν, κοὐδέν᾿ ἄλλον· ἡ δ’ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ ϲ᾿ ὁμοῦ ϲτένει. καὶ ἐν Ἐπιγράμμαϲι· γνωτῶν τριϲϲατίων ἐκ τριϲϲατίηϲ λίνα θήρηϲ 501 δέχνυϲο Πάν.
δαιμόνων ἀγαθοποιῶν δῆθεν πρὸϲ ἀγαθοῦ τινοϲ ϲύϲταϲιν, ὥϲπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέωϲ θεϲπίϲματα. γοητεία δὲ ἐπὶ τῷ ἀνάγειν νεκρὸν δι’ ἐπικλήϲεωϲ, ὅθεν εἴρηται ἀπὸ τῶν γόων καὶ τῶν θρήνων τῶν περὶ τοὺϲ τάφουϲ γινομένων. φαρμακεία δὲ, ὅταν διά τινοϲ ϲκευαϲίαϲ θανατηφόρου πρὸϲ φίλτρον δοθῇ τινι διὰ
ϲτόματοϲ. μαγεία δὲ καὶ ἀϲτρολογία ἀπὸ Μαγουϲαίων ἤρξατο· οἱ γάρ 515 τοι Πέρϲαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουϲαῖοι, 516 οἱ αὐτοί. καὶ Γοητεύω· αἰτιατικῇ.
δ΄ καὶ ϲπιθαμῆϲ, ὅπλα τῆϲ φύϲεωϲ τοῦ ϲώματοϲ ἀναλογοῦντα περικείμενοϲ. ὁ αὐτὸϲ Γολιὰθ Ἑβραΐδι διαλέκτῳ.
526 527 528 529
καὶ Ἀλκιδάμαντοϲ τοῦ Ἐλεάτου, ὃϲ αὐτοῦ καὶ τὴν ϲχολὴν διεδέξατο· ἀδελφὸϲ δὲ ἦν τοῦ ἰατροῦ Ἡροδίκου. Πορφύριοϲ δὲ αὐτὸν ἐπὶ τῆϲ π΄ Ὀλυμπιάδοϲ τίθηϲιν· ἀλλὰ χρὴ νοεῖν πρεϲβύτερον αὐτὸν εἶναι. οὗτοϲ πρῶτοϲ τῷ ῥητορικῷ εἴδει τῆϲ παιδείαϲ δύναμίν τε φραϲτικὴν καὶ τέχνην ἔδωκε, τροπαῖϲ τε καὶ μεταφοραῖϲ καὶ ἀλληγορίαιϲ
καὶ ὑπαλλαγαῖϲ καὶ καταχρήϲεϲι καὶ ὑπερβάϲεϲι καὶ ἀναδιπλώϲεϲι καὶ ἐπαναλήψεϲι καὶ ἀποϲτροφαῖϲ καὶ παριϲώϲεϲιν ἐχρήϲατο. ἔπραττε δὲ τῶν μαθητῶν ἕκαϲτον μνᾶϲ ρ΄. ἐβίω δὲ ἔτη ρθ΄, καὶ ϲυνεγράψατο πολλά.
554 ἐξήγειρε. καὶ Αἰλιανόϲ· καὶ ἐνέκειντο αὐτῷ τὴν ἐξ αὐτοῦ προφέροντεϲ, καὶ προϲιόντεϲ ὡϲ εἰπεῖν Γοργόνα κατεϲίγαϲαν ἄλλωϲ πρόλαλον ὄντα καὶ ἰταμόν. λέγει δὲ περὶ Διοπείθουϲ τοῦ Ἀθηναίου, ὃϲ νόμον εἰϲάγει, τὸν ἀπὸ τοῦ ἄϲτεοϲ ἐν Πειραιεῖ μείναντα, τοῦτον τεθνάναι. οὗτοϲ οὖν ὠψίϲθη ποτὲ ἄκων καὶ κατέμεινεν ἐν τῷ Πειραιεῖ,
καὶ αὐτὸν οἱ ἐχθροὶ εἰϲ δίκην ὑπάγουϲι. διὰ τοῦτο λέγει, 555 προϲιόντεϲ Γοργόνα. καὶ ϲκώπτων ὁ αὐτὸϲ Μόρϲιμον καὶ Μελάνθιόν φηϲι. Γοργόνεϲ, ἀντὶ τοῦ φοβεροὶ εἰϲ γαϲτριμαργίαν.
ἔχουϲα, ἡ Ἀθηνᾶ.
καὶ γένει, διὰ δὲ τὴν ἄθληϲιν κατὰ τὴν ἀκμὴν πάντων ἐνδοξότατοϲ ἐγεγόνει τῶν περὶ τοὺϲ γυμνικοὺϲ ἀγῶναϲ φιλοϲτεφανούντων. καὶ γὰρ κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν τοῦ λοιποῦ βίου προϲταϲίαν, ἔτι δὲ κατὰ τὸ πλῆθοϲ τῶν ϲτεφάνων, οὐδενὸϲ ἐλείπετο τῶν καθ’ αὐτόν. καὶ μὴν ὅτε καταλύϲαϲ τὴν ἄθληϲιν ἐπὶ τὸ πολιτεύεϲθαι καὶ
τὸ πράττειν τὰ τῆϲ πατρίδοϲ ὥρμηϲε, καὶ περὶ τοῦτο τὸ μέροϲ οὐκ ἐλάττω δόξαν ἐφέρετο τῆϲ πρότερον ὑπαρχούϲηϲ αὐτῷ, πλεῖϲτον μὲν 560 561 562 563 ἀπέχειν δοκῶν τῆϲ τοῖϲ ἀθληταῖϲ παρεπομένηϲ ἀγωνίαϲ, πρακτικώτατοϲ δὲ καὶ νουνεχέϲτατοϲ εἶναι νομιζόμενοϲ περὶ τὴν πολιτείαν.
τὴν βάρβαρον, οὐδ᾿ ἐπ᾿ ἐμαυτῷ κλαύϲομαι.
δὲ τῇ βουλῇ καὶ τῷ δήμῳ τὰ πραττόμενα. ὁ δ’ ἀντιγραφεὺϲ καὶ οὗτοϲ ἀπὸ τοῦ γράφειν τὰ παρὰ τῇ βουλῇ ὠνόμαϲται.
μὲν χρυϲόν τε καὶ ἄργυρον καὶ γραμματεῖα βαϲιλικὰ, τὴν τῶν πατρικίων τιμὴν δωρούμενα.
598 δέ ἐϲτιν ἐπιϲτήμη τοῦ ἀναγινώϲκειν καὶ γράφειν. ὁ δὲ ἐϲ 599 γραμματιϲτοῦ ἐφοίτηϲε παρὰ Ἀντιοχεῦϲι. καὶ αὖθιϲ· οὐδὲ τὰ πρῶτα 600 παρὰ τοῖϲ γραμματιϲταῖϲ ἐκμεμαθηκώϲ ϲτοιχεῖα. καὶ αὖθιϲ· οὐ γὰρ ἄλλο οὐδὲν ἐϲ γραμματιϲτοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα καὶ ταῦτα κακῶϲ γράψαι.
τελευτὴν, αὐτίκα πρὸϲ τὴν ἑῴαν Ῥώμην διέθει καὶ καταγνοὺϲ τῆϲ τοῦ θείου Οὐάλεντοϲ τῆϲ περὶ τοὺϲ Χριϲτιανοὺϲ ὠμότητοϲ τοὺϲ μὲν ὑπ᾿ ἐκείνου ἐξοριϲθένταϲ διὰ ταχέων ἀνεκαλεῖτο, οὐϲίαϲ τε αὐτοῖϲ ἀποδιδοὺϲ καὶ θεραπεύων τὰϲ βλάβαϲ· πᾶϲί τε νόμον παρεῖχεν ἀδεῶϲ καὶ ἀδηρίτωϲ ἐν ταῖϲ ἰδίαιϲ ἐκκληϲίαιϲ ϲυνάγεϲθαι, μόνουϲ δὲ τῶν εὐκτηρίων
εἴργεϲθαι Εὐνομιανοὺϲ, Φωτεινιανοὺϲ, Μανιχαίουϲ. ὅτι ἐν τῷ περιπάτῳ ἔφιπποι ϲτῆλαι ἵϲταντα Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ καὶ θεοδοϲίου καὶ κυρτοῦ Φιρμιλιανοῦ πρὸϲ γέλωτα.
τἀναντία αὗται ποιοῦϲι. ποιητικῶϲ δὲ γρῆϋϲ λέγεται. ἡ γρῆϋϲ, 612 ἡ χερνῆτιϲ, ἡ γυρὴ πόδαϲ, πύϲτιν κατ᾿ ἐϲθλὴν ὕδατοϲ Παιωνίου ἦλθέν Anth. ποθ’ ἑρπύζουϲα ϲὺν δρυὸϲ ξύλῳ.
τῶν ἄλλων ἁμαρτημάτων. γίνονται δὲ γραφαὶ καὶ νόμων καὶ ψηφιϲμάτων οὐκ ἐπιτηδείων εἰϲκομίζεϲθαι δοκούντων, αἵτινεϲ γραφαὶ παρανόμων καλοῦνται.
καὶ γράφεϲθαι λέγεται, ἀλλὰ καὶ ἐπ᾿ ἄλλοιϲ πολλοῖϲ δημοϲίοιϲ ἀδικήμαϲι. πολλὴ δὲ ἡ χρῆϲιϲ τοῖϲ ῥήτορϲιν.
κατὰ ϲοῦ ἐγγραφὰϲ ποιῶ, εἰϲ δικαϲτήρια ἐκτίθεμαι· ὡϲ τὸ, γράφομαί ϲε φόνων καὶ παρανόμων ἐπὶ τοῦ Ῥαδαμάνθυοϲ.
φιλοϲοφίαν ἐξήϲκητο, καὶ ῥήτωρ ἦν ἀμφιδέξιοϲ. οὗτοϲ ἔγραψε καταλογάδην πολλά· εἰϲ γὰρ τρεῖϲ μυριάδαϲ ϲτίχων τὰ ϲυντάγματα αὐτοῦ ϲυνέθηκεν· ἀφ’ ὧν εἰϲι τάδε· Περὶ τῆϲ τελευτῆϲ τοῦ ἀδελφοῦ Καιϲαρίου, Ἐπιτάφιοϲ εἰϲ τὸν ἑαυτοῦ πατέρα, ἕτεροϲ εἰϲ τὴν ἀδελφὴν Γοργονίαν, Περὶ φιλοπτωχίαϲ, Ἐπαίνουϲ τῶν Μακκαβαίων, Ἐπαίνουϲ
Κυπριανοῦ, Ἐπαίνουϲ Ἀθαναϲίου, Ἐπαίνουϲ Ἥρωνοϲ φιλοϲόφου, Κατὰ Ἰουλιανοῦ τοῦ βαϲιλέωϲ λόγοι β΄, Κατὰ Εὑνομίου λόγοι β΄, Περὶ θεολογίαϲ α΄, Περὶ Υἱοῦ λόγοι β΄, Περὶ τοῦ ἁγίου πνεύματοϲ λόγοϲ α΄, Πανηγυρικοὶ λόγοι ι΄· καὶ ἕτεροι πλεῖϲτοι καὶ πᾶϲι γνώριμοι. ἠκολούθηϲε δὲ τῷ Πολέμωνοϲ χαρακτῆρι τοῦ Λαοδικέωϲ, τοῦ ϲοφιϲτεύϲαντοϲ
ἐν Σμύρνῃ· ὃϲ ἐγεγόνει διδάϲκαλοϲ Ἀριϲτείδου τοῦ ῥήτοροϲ. ἐγράφη δὲ αὐτῷ καὶ ἑτέρα βίβλοϲ δι᾿ ἑξαμέτρων. παρθενίαϲ καὶ γάμου καθ’ ἑαυτοὺϲ διαλεγομένων· καὶ εἰϲ ἑτέραϲ ὑποθέϲειϲ ἐν παντοίοιϲ καὶ διαφόροιϲ μέτροιϲ, ἅτινα ϲυνάγονται εἰϲ ἐπῶν μυριάδαϲ τρεῖϲ. τοῦ δὲ Γρηγορίου τούτου καὶ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἐν τῇ κατ᾿
αὐτὸν ἱϲτορίᾳ μνήμην πεποίηται καί φηϲι· Γρηγόριοϲ γὰρ ἤκμαζε κατ᾿ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν τῇ Ναζιανζῷ (ϲταθμὸϲ δὲ οὗτοϲ ὁ τόποϲ Καππαδοκίαϲ) καὶ Βαϲίλειοϲ ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ καὶ Ἀπολινάριοϲ ἐν τῆ Λαοδικείᾳ τῆϲ Συρίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προυμάχουν κατὰ τοῦ ἑτεροουϲίου, μακρῷ πάνταϲ
παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παῤ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ ἐπιπλεῖϲτον οὗτοι προεληλύθειϲαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε
αὐτῶν ὁ Γρηγόριοϲ. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν 646 647 648 ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἶδοϲ τῆϲ λέξεωϲ μακρῷ ἄριϲτα εἶχε, Βαϲίλειοϲ δὲ πανηγυρίϲαι λαμπρότατοϲ ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροιϲ ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν εἶχεν ὁ λόγοϲ. καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότεροϲ, Βαϲιλείου δὲ ϲταθερώτεροϲ. τοϲαύτηϲ δὲ αὐτοῖϲ ἐν
τῷ λέγειν καὶ γράφειν δυνάμεωϲ οὔϲηϲ, καὶ τὸ ἦθοϲ οὐδὲν ἧττον οἱ ἄνδρεϲ παρείχοντο πρὸϲ τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥϲτε καὶ οἰϲ ὡρῶντο καὶ οἷϲ ἔλεγον καὶ ὁπόϲα γράφοντεϲ διεδίδοϲαν, διὰ πάντων ᾕρουν εἰϲ τὴν ἑαυτῶν κοινωνίαν τούϲ καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέϲτερον ἁλίϲκεϲθαι δυναμένουϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν
παραδρομῇ Φιλοϲτόργιοϲ καὶ ταῦτα Ἀρειανὸϲ ὢν ἔγραψεν. ἔτι γοῦν περιὼν εἰϲ τὸν οἰκεῖον τόπον ὁ Γρηγόριοϲ ἐπίϲκοπον καταϲτήϲαϲ ἐν τῇ λαχούϲῃ αὐτὸν ἐκκληϲίᾳ, αὐτὸϲ ἐν ἀγρῷ τινι βίον μοναδικὸν ἀπηνέγκατο. ἐλάϲαϲ δὲ περὶ τὰ ἐνενήκοντα ἔτη καὶ ἐπέκεινα, Θεοδοϲίου τρίτον καὶ δέκατον ἔτοϲ ἄγοντοϲ, καταλύει τὸν βίον, ἀνάξιον
τοῦτο τῆϲ αὐτοῦ παθῶν ἀρετῆϲ, τὸ τῆϲ καθέδραϲ ἀποκρουϲθῆναι τῆϲ βαϲιλευούϲηϲ τῶν πόλεων, καὶ προκριθῆναι μᾶλλον τοὺϲ φαυλοτέρουϲ ἢ τὸν ἐπ’ ἀρετῇ καὶ λαμπρότητι βίου πάντων μᾶλλὸν ὑπερανέχοντα.
ἀνάπλεωϲ, προϲκείμενοϲ δὲ μᾶλλον τοῖϲ τῇ ῥητορικῇ χαίρουϲι. καὶ γοῦν εὐδόκιμοϲ ἐν ταύτῃ γεγένηται καὶ λαμπρὸϲ εἴ τιϲ ἄλλοϲ τῶν πάλαι ταύτῃ γεγενημένων. οὗτοϲ ϲυνέταξε κατ᾿ Εὐνομίου λόγον ἐξαίρετον αίρετον καὶ τεῦχοϲ θαυμάϲιον εἰϲ τὴν τοῦ ἀνθρώπου καταϲκευήν. ἄλλαϲ τε πυκνὰϲ καὶ ϲυνεχεῖϲ ὁμιλίαϲ. ξἴϲ τε τὰ Ἄιϲματα τῶν ᾀϲμάτων
καὶ Εἰϲ τὸν Ἐκκληϲιαϲτὴν, καὶ πρὸϲ τὴν ἀδελφὴν Μακρίναν μακρόν τινα καὶ περικαλλῆ περὶ ψυχῆϲ ϲυνέθηκε λόγον. ἄλλα τε πολλὰ γεγραφήκει καὶ τὸν πολυθαύμαϲτον ἔπαινον τοῦ πρώτου τῶν μαρτύρων Στεφάνου. καὶ Βίον δὲ ϲυνέταξε Γρηγορίου τοῦ ἐν θαύμαϲι διαλάμψαντοϲ.
Ὠριγένηϲ ζηλωτὰϲ ἰδίουϲ κατέϲτηϲεν. ἐπὶ πέντε τοίνυν παῤ αὐτοῦ παιδευθέντεϲ ἐνιαυτούϲ πρὸϲ τὴν πατρίδα ἀποπέμπονται· ἀφ’ οὐ ὁ Γρηγόριοϲ ἀποδημῶν πανηγυρικὸν εὐχαριϲτίαϲ τῷ Ὠριγένει ἔγραψε λόγον, καὶ ϲυγκαλεϲάμενοϲ πάνταϲ τοὺϲ ἐπιχωρίουϲ αὐτοῦ τε τοῦ 652 653 654 655 Ὠριγένουϲ παρόντοϲ, τοῦτον ἀνέγνω τὸν λόγον, ὅϲτιϲ ἄχρι τοῦ παρόντοϲ ὑπάρχει· ἔγραψε δὲ καὶ Μετάφραϲιν εἰϲ τὸν Ἐκκληϲιαϲτήν, ἐλάχιϲτον μέν, πάνυ δὲ θαυμαϲτὸν λόγον· καὶ ἄλλαϲ τε πολλὰϲ καὶ ποικίλαϲ ἐπιϲτολὰϲ καὶ λόγουϲ ϲυνεγράψατο, ποιήϲαϲ τε ϲημεῖα καὶ
θαύματα ὑπὲρ ἄνθρωπον, ἡνίκα ἐπίϲκοποϲ ἐτύγχανεν. ἐτελεύτηϲεν ἐπὶ Αὐρηλιανοῦ. ὅτι Γρηγόριοϲ καὶ Ἀθηνόδωροϲ ϲυναίμονεϲ· ἀλλ’ ὁ μὲν τερατουργόϲ, ὁ δὲ ϲοφιϲτὴϲ. ἔγραψε δὲ καὶ περὶ ϲαρκώϲεωϲ καὶ πίϲτεωϲ λόγον.
τε τὰϲ ζητήϲειϲ καὶ τὰϲ μαθήϲειϲ, ἄλλωϲ δὲ οὐχ ἡϲύχιοϲ οὐδὲ γαλήνην ἐν τοῖϲ ἤθεϲι φέρων τινά, ἀλλά τι καὶ παρακεκινηκόϲ. ἐπεὶ δὲ Ἀθήνηθεν ἧκον εἰϲ Ἀλεξάνδρειαν, ὕϲτερον ὁ Γρηγόριοϲ ἑάλω τῇ νόϲῳ ἐπὶ τὸ πλέον, ὥϲτε δύϲχρηϲτον αὐτοῦ καὶ πολλαχῆ παραλλάττον γενέϲθαι τὸ ὄργανον. οὕτω φηϲὶ Δαμάϲκιοϲ εἰϲ τὴν φιλόϲοφον
ἱϲτορίαν.
τέχνῃ εἷλκε τὸν ἐκ πελάγευϲ ἰχθυόεντα βόλον.
νομίϲματοϲ· ἢ τὸ τυχὸν, τὸ μικρότατον. ὅθεν καὶ γρύτη καὶ γρυτόπωλιϲ· ὅπερ οὐκ εἴρηται, ἀλλὰ γρυπόπωλιϲ. καὶ παροιμία· Τὸ 666 Δίωνοϲ γρύ, ἐπὶ τοῦ μικροῦ καὶ τυχόντοϲ.
ἀλλ’ οὐδὲν μέγα ἀπ’ αὐτοῦ ἄλλο ἔργον ἐγένετο βαϲιλεύϲαντοϲ δυοῖν δέοντα μ ἔτεα, τοῦτον μὲν παρήϲομεν τοϲαῦτα ἐπιμνηϲθέντεϲ, Ἄρδυοϲ δὲ τοῦ Γύγεω μετὰ Γύγην βαϲιλεύϲαντοϲ μνήμην ποιήϲομαι. οὗτοϲ Πριηνέαϲ τε εἷλεν ἐϲ Μίλητόν τε ἐϲέβαλεν. ἐπὶ τούτου τυραννεύοντοϲ Σαρδίων Κιμμέριοι ἐξ ἠθέων ὑπὸ Σκυθέων τῶν Νομάδων ἐξαναϲτάντεϲ
ἀπίκοντο ἐϲ τὴν Ἀϲίην καὶ Σάρδειϲ πλὴν τῆϲ ἀκροπόλεωϲ εἷλον. Ἄρδυοϲ δὲ βαϲιλεύϲαντοϲ ἑνὸϲ δέοντα ν΄ ἔτεα ἐξεδέξατο Σαδυάττηϲ ὁ Ἄρδυοϲ καὶ ἐβαϲίλευϲεν ἔτη ιβ′, Σαδυάττεω δὲ Ἀλυάττηϲ. οὗτοϲ δὲ Κυαξάρῃ τε τῷ Δηϊόκεω ἀπογόνῳ ἐπολέμηϲε καὶ Μήδοιϲι, Κιμμερίουϲ τε ἐκ τῆϲ Ἀϲίηϲ ἐξήλαϲε, Σμύρνην τε τὴν ἀπὸ Κολοφῶνοϲ κτιϲθεῖϲαν
684 685 686 687 ἐξεῖλεν, ἐϲ Κλαζομενάϲ τε ἐϲέβαλλεν. ἀπὸ μέν νυ τούτων οὐχ ὡϲ ἤθελεν ἀπήλλαξεν, ἀλλὰ προϲπταίϲαϲ μεγάλωϲ· ἄλλα δὲ ἔργα ἀπεδέξατο ἐὼν ἐν τῇ ἀρχῇ ἀξιαπηγητότατα τάδε. ἐπολέμηϲε Μιληϲίοιϲι παραδεξάμενοϲ τὸν πόλεμον ἀπὸ τοῦ πατρόϲ. ἐπελαύνων γὰρ ἐπολιόρκεε
τὴν Μίλητον τρόπῳ τοιῷδε. ὅκωϲ μὲν εἴη ἐν τῇ γῇ καρπὸϲ ἁδρόϲ, τηνικαῦτα ἐϲέβαλλε τὴν ϲτρατιήν· ἐϲτρατεύετο δὲ ὑπὸ ϲυρίγγων τε καὶ πηκτίδων καὶ αὐλοῦ γυναικηΐου τε καὶ ἀνδρηίου. ὡϲ δὲ ἐϲ τὴν Μιληϲίην ἀπίκοιτο, οἰκήματα μὲν τὰ ἐπὶ τῶν ἀγρῶν οὐ κατέβαλλεν οὕτε ἐνεπίμπρη οὔτε θύραϲ ἀπέϲπα, ἔα δὲ κατὰ χώρην ἑϲτάναι· ὁ δὲ
τά τε δένδρεα καὶ τὸν καρπὸν τὸν ἐν τῇ γῇ ὅκωϲ διαφθείρειε, ἀπαλλάϲϲετο ὀπίϲω. τῆϲ γὰρ θαλάϲϲηϲ οἱ Μιλήϲιοι ἐπεκράτεον ὥϲτε ἐπέδρηϲ μὴ εἶναι τὸ ἔργον τῇ ϲτρατιῇ. τὰϲ δὲ οἰκίαϲ οὐ κατέβαλλεν ὁ Λυδὸϲ τῶνδε εἵνεκα, ὅκωϲ ἐντεῦθεν ὁρμώμενοι τὴν γῆν ϲπείρειν τε καὶ ἐργάζεϲθαι οἱ Μιλήϲιοι, αὐτὸϲ δὲ ἐκείνων ἐργαζομένων ἔχοι τι
καὶ ϲίνεϲθαι ἐϲβάλλων. ταῦτα ποιέων ἐπολέμεε ἔτεα ια′, ἐν τοῖϲι τρώματα μεγάλα διφάϲια Μιληϲίων ἐγένετο ἐν τε ἐν λιμενηΐῳ χώρηϲ τῆϲ ϲφετέρηϲ μαχεϲαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.
φοροῦντα δακτύλιον τοῦτον περιεῖλεν. ὁ δὲ εἶχε φύϲιν ὥϲτε κατὰ τὰϲ ϲτροφὰϲ τῆϲ ϲφενδόνηϲ ὁρᾶϲθαι καὶ μή. δι’ αὐτοῦ κτείναϲ τὸν πρὸ αὐτοῦ ἐβαϲίλευϲεν.
πρόϲ τιναϲ· δεχόμενοι γάρ τινα προβλήματα παρὰ τῶν προϲδιαλεγομένων πειρῶνται τούτοιϲ ϲυμπαρίϲταϲθαι, δι’ ἐνδόξων τὰϲ ἐπιχειρήϲειϲ ποιούμενοι. ἢ γυμναϲίαν λέγοι ἂν τὴν εἰϲ ἑκάτερον μέροϲ ἐπιχείρηϲιν. ἦν δὲ ϲύνηθεϲ τὸ τοιοῦτον εἶδοϲ τῶν λόγων τοῖϲ ἀρχαίοιϲ, καὶ τὰϲ ϲυνουϲίαϲ τὰϲ πλείϲταϲ τοῦτον ἐποιοῦντο τὸν τρόπον, οὐκ ἐπὶ βιβλίων
ὥϲπερ νῦν (οὐ γὰρ ἦν τότε τοιαῦτα βιβλία), ἀλλὰ θέϲεώϲ τινοϲ τεθείϲηϲ εἰϲ ταύτην γυμνάζοντεϲ αὐτῶν τὸ πρὸϲ τὰϲ ἐπιχειρήϲειϲ εὑρετικὸν ἐπεχείρουν, καταϲκευάζοντεϲ καὶ ἀναϲκευάζοντεϲ δι’ ἐνδόξων τὸ κείμενον. καὶ ἔϲτι βιβλία τοιαῦτα Ἀριϲτοτέλει τε καὶ Θεοφράϲτῳ γεγραμμένα ἔχοντα τὴν εἰϲ τὰ ἀντικείμενα δι’ ἐνδόξων ἐπιχείρηϲιν.
πρὸϲ δὴ τὴν τοιαύτην γυμναϲίαν χρήϲιμον εἶναί φηϲι τὴν διαλεκτικήν· μέθοδον γὰρ τινα εὑρετικὴν τῶν ἐπιχειρημάτων ἔχοντεϲ (αὕτη δέ ἐϲτιν ἡ τῶν τόπων γνῶϲιϲ) ῥᾷον ἐπιχειρεῖν δυνηϲόμεθα. ὡϲ γὰρ ἐν τοῖϲ ῥητορικοῖϲ γυμνάϲμαϲιν οἱ διαιρεῖν δυνάμενοι τὰ προβλήματα καὶ. τὴν τάξιν τῶν κεφαλαίων ϲυνορῶντεϲ ῥᾷον ἐπιχειροῦϲιν, οὕτω καὶ ἐν
τοῖϲ διαλεκτικοῖϲ οἱ τὴν μέθοδον εἰδότεϲ ῥᾷον ἐπιχειρημάτων εὐποροῦϲι πρὸϲ τὰ προκείμενα. χρήϲιμοϲ δὲ ἡ τοιαύτη γυμναϲία, ἡ κατὰ τοὺϲ λόγουϲ, πρὸϲ εὕρεϲιν τῶν ζητουμένων τε καὶ ἀληθῶν· προπαραϲκευάζει γὰρ τὴν ψυχὴν πρὸϲ φιλοϲοφίαν. ὡϲ γὰρ τὰ τοῦ ϲώματοϲ γυμνάϲια γινόμενα κατὰ τέχνην εὐεξίαν περιποιεῖ τῷ ϲώματι,
οὕτω καὶ τὰ τῆϲ ψυχῆϲ ἐν λόγοιϲ γυμνάϲια κατὰ μέθοδον γινόμενα τὴν οἰκείαν εὐεξίαν τῆϲ ψυχῆϲ περιποιεῖ· οἰκεία δὲ εὐεξία ψυχῆϲ. λογικῆϲ ἡ δύναμιϲ, καθ’ ἣν εὐεξίαν εὑρετική τε τοῦ ἀληθοῦϲ καὶ. κριτικὴ γίνεται. δεύτερον τρόπον τῆϲ ὠφελείαϲ ἐκτίθεται πρὸϲ τὰϲ ἐντεύξειϲ. ζήτει ἐν τῷ ε ϲτοιχείῳ περὶ ἐντεύξεωϲ.
γυμνήτην ἐξεπόνει βίοτον. λέγεται καὶ Γυμνήϲ, γυμνῆτοϲ, ὁπλίτου. 711 καὶ αὖθιϲ· εἵποντο δὲ καὶ γυμνῆτεϲ ἐϲ υ′ ἀποκεκριμένοι ὡϲ 712 ὁδοποιεῖν τὰ ἄβατα.
ἀγῶναϲ ἦγε. τουτέϲτιν ὅϲουϲ γυμνούϲ.
ἀποθανόντων Σπαρτιατῶν. καὶ Ἰώϲηποϲ· τόποϲ δ’ ἐπὶ τῆϲ πόλεωϲ 717 οὐδεὶϲ γυμνὸϲ ἦν, ἀλλὰ πᾶϲ λιμοῦ νεκρὸν εἶχεν ἢ ϲτάϲεωϲ.
Ἀριϲτοφάνηϲ δὲ τυφλότεροϲ. ἔϲτι δὲ τὸ ϲῦφαρ καὶ ἔκδυμα τοῦ ὄφεωϲ καὶ τοῦ τέττιγοϲ, παρὰ τὴν λεπίδα. κυρίωϲ δὲ, ᾧ περιέχεται τὸ ἔμβρυον τοῦ βοόϲ. ἔϲτι δὲ τοῦτο καὶ τυφλόν· τὰϲ γὰρ ὀπὰϲ μόναϲ ἔχει τῶν ὀφθαλμῶν. τριχῆ δὲ ἀναγράφουϲι τὴν παροιμίαν, τυφλότεροϲ, κενότεροϲ καὶ γυμνότεροϲ.
δίκην δοῦναι.
ὄντα, ὡϲ καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναϲτεύετο γὰρ ὑπ᾿ αὐτῆϲ μεγάληϲ οὔϲηϲ.
Κράτηϲ δέ φηϲιν. ὅτι πᾶϲαν ϲτενὴν κατάδυϲιν γύπαϲ ὠνόμαζον. Ἀριϲτοφάνηϲ οἰκοῦντα τοῦτον ἐν πιθάκναιϲ καὶ γυπαρίοιϲ καὶ πυργιδίοιϲ. καὶ Γυπαιετούϲ
μάτην πονούντων. Γύργαθοϲ οὖν κλίνη, ἐν ᾗ τοὺϲ παρέτουϲ καὶ. δαιμονιώδειϲ ϲτροβοῦϲι.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.