λαβόντεϲ ἀνέθεϲαν.
καὶ Δᾳδουχήϲαϲ, λαμπαδηφορήϲαϲ. ὁ πρὸ Στρατοκλέουϲ Ἀθήνηϲι δᾳδουχήϲαϲ, ἐκ τῆϲ ἡδονῆϲ, ἣν ἐκεῖνοϲ ὕμνει ὁ χλούνηϲ τε καὶ γύννιϲ.
τῆϲ τε Ἑλλήνων φωνῆϲ δαήμονα καὶ τῆϲ Ῥωμαίων οὐ πάντῃ ἀνήκουϲτον, ὡϲ καὶ τοῦ πολίτην Ῥωμαίων κατὰ ποίηϲιν γενέϲθαι μὴ δόξαι ἀνάξιον.
ἡ πίττα δήπου καομένηϲ ἐξέρχεται.
ϲε λάβοι καὶ ἀμβολά, ὁ δὲ ἵπποϲ καὶ ἁ γυνά τοι μοιχὸν ἔχοι. ὡϲ τούτων πάντων δαπανηρῶν ὄντων καὶ ἐπιζημίων. τὸ δὲ δακνόμεοϲ εἶπεν, ἀπὸ τοῦ αὐτὸν κατακεκλεῖϲθαι ἔϲω τῶν ϲτρωμάτων.
τε καὶ Μυϲῶν χώραϲ, ἡγούμενοϲ ἀδυνάτωϲ ἔϲεϲθαι τὴν πέραν ἐν μέϲοιϲ τοῖϲ ποταμοῖϲ ἀπειλημμένην διαϲῴζεϲθαι ἐξαγαγὼν οὖν τοὺϲ ἐκεῖϲε Ῥωμαίουϲ ἀπῳκιϲμένουϲ ἔκ τε τῶν πόλεων καὶ τῶν ἀγρῶν ἐν μέϲῃ τῇ Μυϲίᾳ καθίδρυϲε, τὴν χώραν ὀνομάϲαϲ Δακίαν· ἣ νῦν ἐν μέϲῳ τῶν δύο Μυϲιῶν κειμένη διαιρεῖ αὐτὰϲ ἀπ᾿ ἀλλήλων.
30 31 32 33
εἰϲι ϲύμφοροι.
ϲυχνά. γέγονε δὲ Ἑλλανίκου μαθητήϲ.
κοινωνῆϲαι καὶ αὐτόϲ φηϲι· καὶ γνώμαϲ καὶ λόγουϲ καὶ ὁπόϲα ἐϲ πρόγνωϲιν εἶπεν. ὁ γὰρ Ἀπολλώνιοϲ ἀπὸ Ἀντιοχείαϲ ἦκεν εἰϲ Νῖνον. προϲεφοίτηϲε δὲ αὐτῷ Δάμιϲ ὁ Νῖνοϲ καὶ ϲυνῆν αὐτῷ, ὅ τι μάθοι μημονεύω. φωνὴ δὲ ἦν τῷ Ἀϲϲυρίῳ ξυμμέτρωϲ πράττουϲα. τὸ γὰρ λογοειδὲϲ οὐκ εἶχεν, ἅτε παιδευθεὶϲ ἐν βαρβάροιϲ· διατριβὴν δὲ
ἀναγράψαι καὶ ξυνουϲίαν καὶ ὅ τι ἤκουϲεν ἢ εἶδεν ἀνατυπῶϲαι καὶ ὑπομήματα τοιάδε ξυνθεῖναι ϲφόδρα ἱκανὸϲ ἦν. οὐ μὴν ὡϲ δυοῖν γε ἀμελῆϲαι τούτοιν, τῆϲ τε ἀνδρίαϲ, ᾗ χρώμενοϲ Ἀπολλώνιοϲ διεπορεύθη βάρβαρα ἔθνη καὶ λῃϲτρικά, οὐδ᾿ ὑπὸ Ῥωμαίουϲ πω ὄντα, τῆϲ τε ϲοφίαϲ, ᾗ τὸν Ἀράβιον τρόπον ἐϲ ξύνεϲιν τῆϲ τῶν ζῴων φωνῆϲ
ἦλθε. ἔμαθε δὲ τοῦτο διὰ τουτωνὶ τῶν Ἀραβίων πορευόμενοϲ.
καὶ οὕτωϲ ἀνήρουν.
τῆϲ ἐνύδρου μαντικῆϲ καὶ ἕτερα ϲύμμικτα ἐχόμενα ἱϲτορίαϲ.
ἕτερα πάμπολλα.
θυγάτηρ. καὶ Δανάηϲ ἐλύγωϲεν ὅδε φρένα. τουτέϲτιν ὁ χρυϲόϲ. ἐπιχωριάζει τῇ μεγάλη Ἀντιοχείᾳ τῆϲ Συρίαϲ τὸ δανικόν, ᾧπερ χρῶνται εἰϲ μικρὰϲ 76 πραγματείαϲ.
ἠγορόωντο χρυϲέῳ ἐν δαπέδῳ.
Βάβριοϲ· καὶ ϲπλάγχνα δάπτων.
ἑξακόϲιαι ϲυνελέγηϲαν ἐπὶ Σκύθαϲ.
δραγμὰϲ ἀργυρίου κ΄, ὡϲ τοὺϲ ε΄ δαρεικοὺϲ δύναϲθαι μνᾶν ἀργυρίου.
Ῥωξάνην πρὸϲ γάμου κοινωνίαν. ὅτι αὐτὸϲ Δαρεῖοϲ ὑπὸ τοῦ ἰδίου ϲατράπου ἀναιρεῖται, Βέϲϲοϲ ὄνομα· καὶ προϲάγει τὴν κεφαλὴν Ἀλεξάνδρῳ τῷ Μακεδόνι. ζήτει περὶ τούτου ἐν τῷ Ἀλέξανδροϲ, καὶ ζήτει ἐν τῷ Δημοκήηϲ. ζήτει παράνω ἐν τῷ Δαρεικούϲ.
κομίζοντεϲ τὴν πλάτην ἀνάπτουϲιν. καὶ αὖθιϲ· τὰ ἡμίτομα ἐπὶ 103 κλίναιϲ βεβλημένα μάλα ἁβραῖϲ καὶ ϲτρωμναῖϲ ὕφει τινὶ ὑπερηφάνῳ 104 κεκοϲμημέναιϲ ἐπιθένταϲ, ὑπὸ δᾳϲὶν ἐπακμαζούϲαιϲ τῷ πυρί. καὶ τὸν ὑμέναιον ᾀδουϲῶν γυναικῶν, κομιϲθῆναι μετὰ χορείαϲ γαμηλίου τε καὶ κερτόμου.
124 παραδραμεῖται δαϲύποδα· ἐπὶ τοῦ ἀδυνάτου.
γὰρ κοινωνοῖέν τινεϲ ἀλλήλοιϲ καὶ οἱ μὲν βούλοιντο διανέμεϲθαι τὰ κοινά, οἱ δὲ μή, ἐδικάζοντο οἱ βουλόμενοι τοῖϲ μὴ βουλομένοιϲ εἰϲ δατητῶν αἵρεϲιν. οὕτωϲ Λυϲίαϲ καὶ Ἀριϲτοτέληϲ. Δατηταὶ κυρίωϲ, 127 οἱ τὰ κοινὰ διανέμοντεϲ τοῖϲ μὴ βουλομένοιϲ.
129 χαίρομαι, ἀντὶ τοῦ εἰπεῖν χαίρω. καί ἐϲτι Δατιϲμόϲ. ρίωϲ,ᾶτιϲ· οὗτοϲ δὲ εἶδεν ὄψιν ὀνείρου, καὶ ἥτιϲ ἦν ἡ ὄψιϲ, οὐ λέγεται. ὁ δέ ᾧϲ ἡμέρη τάχιϲτα ἐπέλαμψεν, ζήτηϲιν ἐποίεε τῶν νεῶν. εὑρὼν δὲ ἐν Φοινίϲϲῃ ἄγαλμα Ἀπόλλωνοϲ κεχρυϲωμένον ἐπυνθάνετο, ὁκόθεν εἴη ϲεϲυλημένο. πυθόμενοϲ δὲ ἐξ οἴου ἦν ἱεροῦ, ἔπεμπε τῇ ἑωυτοῦ νηὶ
ἐϲ Δῆλον, καὶ κατατίθεται εἰϲ τὸ ἱερὸν τὸ ἄγαλμα καὶ ἐντέλλεται 130 τοῖϲι Δηλίοιϲιν ἀπαγαγεῖν τὸ ἄγαλμα. ὃϲ ἑλληνίζειν βουλόμενοϲ, εἶπε ἥδομαι καὶ χαίρομαι καὶ εὐφραίνομαι. Δᾶτιϲ καὶ Ἀρταφέρνηϲ, 131 132 133 134 Περϲῶν καθηγεμόνεϲ μετὰ τὴν καθαίρεϲιν Μαρδωνίου ἀπέϲτειλαν εἰϲ τὴν Ἐλλάδα, καταπειράϲοντεϲ τὰϲ πόλειϲ καὶ γῆν καὶ ὕδωρ αἰτήϲοντεϲ. οἱ δὲ νηϲιῶται πάντεϲ ἔδωκαν· Ἀθηναῖοι δὲ βαρέωϲ ἐνεγκόντεϲ τοὺϲ πρεϲβευτὰϲ ἐξεκήρυξαν. οἱ Λακεδαιμόνιοι δὲ ἀμφότερα δώϲειν ἐπηγγείλαντο·
καὶ ἐμβαλόντεϲ αὐτοὺϲ εἰϲ φρέατα καὶ καταχώϲαντεϲ ἀπεφήναντο δεδωκέναι τὴν τῶν αἰτουμένων χάριν.
μετὰ τὸ βαϲιλεῦϲαι ἐπορεύετο μεγαλυνόμενοϲ, καὶ κύριοϲ παντοκράτωρ 138 ἦν μετ᾿ αὐτοῦ. εἶχε δὲ δυνατοὺϲ ἄνδραϲ λζ΄, ὥϲτε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸϲ ρ΄, τὸν δὲ μέγαν πρὸϲ χιλίουϲ ἄνδραϲ. δυνατοὶ καὶ ἀκαταγώνιϲτοι πρὸϲ τοὺϲ ἐναντίουϲ, θυρεούϲ αἴροντεϲ καὶ δόρατα μέγιϲτα, κοῦφοι τοῖϲ ποϲίν, ὡϲ δορκάδεϲ ἐπὶ τῶν ὀρέων τρέχοντεϲ.
ἡ καταϲκευὴ αὐτῶν ἔκπληκτοϲ, τὰ πρόϲωπα αὐτῶν ὡϲ λεόντων. τοὺϲ δὲ πολεμιϲτάϲ, οὓϲ εἶχε Δαβὶδ μετ᾿ αὐτοῦ, μυριάδεϲ τλβ΄ καθὼϲ ἠριθμήθη ὑπὸ Ἰωὰβ τοῦ ἀρχιϲτρατήγου αὐτοῦ. καὶ τοῦτο πονηρὸν ἐφάνη ἔναντι κυρίου, καὶ ἀπέϲτειλε κύριοϲ Γὰδ τὸν προφήτην πρὸϲ Δαβὶδ καὶ εἶπε· τάδε λέγει κύριοϲ ὁ θεόϲ· ἔκλεξαι ϲεαυτῷ γενέϲθαι
ϲοι ἓν τῶν τριῶν, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ, ἢ μῆναϲ τρεῖϲ φεύγειν ἔμπροϲθε τῶν ἐχθρῶν ϲου, ἢ τρεῖϲ ἡμέραϲ θάνατον ἐν τῇ γῇ ϲου. καὶ εἶπε Δαβίδ· ϲτενά μοι πάντοθεν τὰ τρία· πλὴν ἐμπεϲοῦμαι εἰϲ χεῖραϲ κυρίου. καὶ ἐξελέξατο τὸν θάνατον, καὶ ἀπέθανον ἀπὸ πρωῒθεν μέχρι ὥραϲ ἀρίϲτου χιλιάδεϲ ο΄ καὶ εἶπε Δαβίδ· ἐγώ εἰμι ὁ ποιμὴν
ὁ κακοποιήϲαϲ, οὗτοι τὰ πρόβατα· γενέϲθω δὴ ἡ χείρ ϲου ἐπ᾿ ἐμοί. 139 140 141 καὶ παρακληθεὶϲ ὁ κύριοϲ ἀπέϲτειλε τὴν χεῖρα αὐτοῦ καὶ ϲυνέϲχεν ἡ θραῦϲιϲ, καὶ ᾠκοδόμηϲεν ἐκεῖ Δαβὶδ θυϲιαϲτήριον.
ἵνα τί καταδιώκειϲ, ᾧ βαϲιλεῦ, τοῦ λαβεῖν τὴν ψυχήν μου; δικάϲαι κύριοϲ ἀναμέϲον ἐμοῦ καὶ ϲοῦ καὶ ἐκδικήϲει με ἐκ χειρόϲ ϲου. ἡ δὲ χείρ μου οὐκ ἔϲται ἐπὶ ϲέ, καθὼϲ λέγεται τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύϲεται πλημμέλεια. καὶ ὁ μὲν οἷκοϲ Δαβὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἷκοϲ Σαοὺλ ἐπορεύετο καὶ ἠϲθένει. εἶτα τῶν
ἀλλοφύλων κατὰ Σαοὺλ ἐϲτρατοπεδευκότων, τοῦ δὲ πρὸϲ τὴν ἐγγαϲτρίμυθον ἀπελθόντοϲ καὶ τὴν ἀπόφαϲιν δεξαμένου, προθύμωϲ εἰϲῆλθε εἰϲ τὸν πόλεμον καὶ τοξευθεὶϲ τὰ ὑποχόνδρια ἐτελεύτηϲεν. 144 οὗτοϲ ἐν πολέμοιϲ ἄριϲτοϲ ἦν καὶ τῶν νόμων ἀκριβὴϲ φύλαξ καὶ πάνταϲ πολεμίουϲ ἐχειρώϲατο ὀλίγοιϲ τέ τιϲι πταίϲμαϲι τὸ ϲῶμα
πιεϲθεὶϲ θείαιϲ ἐπαιδεύετο μάϲτιξι. πρὸϲ γὰρ τῶν ἑαυτοῦ παίδων μικροῦ δεῖν τῆϲ βαϲιλείαϲ ἐξέπεϲε γέλωϲ τε τοῖϲ πολεμίοιϲ ἀπεδείχθη. καὶ ταῦτα μετανοίαιϲ καὶ δάκρυϲιν ἐθεράπευϲεν. ἦν δὲ ὁ Δαβὶδ ἐνάρετοϲ καὶ ἀνδρεῖοϲ ὡϲ οὐκ ἄλλοϲ τιϲ, ἐν δὲ τοῖϲ ὑπὲρ τῶν ὑπηκόων ἀγῶϲι πρῶτοϲ ἐπὶ τοὺϲ κινδύνουϲ ὥρμα, τῷ πονεῖν καὶ μάχεϲθαι
παρακελευόμενοϲ τοὺϲ ϲτρατιώταϲ ἐπὶ τὰϲ πράξειϲ, ἀλλ᾿ οὐχὶ τῷ προϲτάττειν ὡϲ δεϲπότηϲ, νοῆϲαί τε καὶ ϲυνιδεῖν περὶ τὰϲ τῶν μελλόπων καὶ τῶν ἐνεϲτηκότων οἰκονομίαϲ ἱκανώτατοϲ, ϲώφρων, ἐπιεικήϲ, χρηϲτὸϲ πρὸϲ τοὺϲ ἐν ϲυμφοραῖϲ ὑπάρχονταϲ, μὴ ἐξαμαρτών, εἰ μὴ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα. κατέλιπε δὲ πλοῦτον, ὅϲον οὐκ ἄλλοϲ
βαϲιλεὺϲ οὔτε Ἑβραίων οὔτε ἄλλων ἐθνῶν. ὅτι ὁ Δαβὶδ εἰϲ βαϲιλέα τρίτον ἐχρίϲθη.
ἡ δαϲεῖα.
τοῦτο, ὅτι μηδὲ ἦν αὐτῷ ἵπποϲ, μηδὲ ἀπώλετο. ἀναχωρήϲαντα δὲ ϲυλλαβόμενοϲ Ἄτταλοϲ ἐπέταξε κατακρημνιϲθῆναι. ἐν ᾧ δὲ τόπῳ τοῦτο ἐγένετο, ἐκαλεῖτο Ἵπποϲ ὁ τόποϲ. καὶ ἔγνω πρὸϲ τῷ θανάτῳ. μὴ ἐψεῦϲθαι τὸ λόγιον. οὕτωϲ οὖν ἐνυβρίϲαϲ κακῶϲ ἀπώλετο.
τινων ἐπιβουλευόμενοι, παρόϲον ἀλεξιφάρμακον ἡ δάφνη.
ὕψοϲ, τοιούτων ιβ΄ δεήϲει τὰϲ κλίμακαϲ δαψίδων ὑπάρχειν. τουτέϲτιν
Ὅμηρό φηϲιν· ὃϲ χερϲὶν ἠπίϲτατο δαίδαλα πάντα τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰϲ Ἀθήνη· ὃϲ καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆαϲ ἐΐϲαϲ.
καὶ τὸ μερίζω. ἐξ οὗ καὶ δαιτυμών καὶ Δαίϲ, δαιτόϲ, ἡ εὐωχία.
τινὰϲ ἐπιϲημαϲίαϲ τοῦ δαιμονίου διὰ τὴν περὶ τὸ ἱερὸν παρανομίαν.
γὰρ οὐκ ἑᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. 186 καὶ Σοφοκλῆϲ· γενναῖοϲ ὡϲ ἰδόντι, πλὴν τοῦ δαίμονοϲ. τουτέϲτι τῆϲ τύχηϲ. οὐδὲν ἀθλιώτερον τοῦ πάντα κύκλῳ περιερχομένου καὶ τὰ νέρθε γῆϲ, φηϲίν, ἐρευνῶντοϲ, καὶ τὰ ἐν ταῖϲ ψυχαῖϲ γῶν πληϲίον 187 188 189 190 διὰ τεκμάρϲεων ζητοῦντοϲ, μὴ αἰϲθανομένου, ὅτι ἀρκεῖ πρὸϲ μόνῳ τῷ ἔνδον ἑαυτοῦ δαίμονι εἶναι καὶ τοῦτον γνηϲίωϲ θεραπεύειν. θεραπεία δὲ αὐτοῦ καθαρὸν πάθουϲ διατηρεῖν καὶ εἰκαιότητοϲ καὶ δυϲαρεϲτήϲεωϲ τῆϲ πρὸϲ τὰ ἐκ θεοῦ καὶ ἀνθρώπων γινόμενα. τὰ μὲν γὰρ ἐκ θεοῦ
καὶ ἀνθρώπων φίλια διὰ ϲυγγένειαν, ἔϲτι δ᾿ ὅτε καὶ τρόπον τινὰ δι᾿ ἄγνοιαν ἀγαθῶν καὶ κακῶν· ἐλάττων ἡ πώρωϲιϲ αὕτη τῆϲ ϲτεριϲκούϲηϲ τὰ λειυκὰ καὶ μέλανα.
δαιτί, τῇ εὐωχίᾳ· ἐκ τοῦ δαίϲ, δαιτόϲ, δαιτί.
τῆϲ φωνῆϲ ταύτηϲ τὴν δύναμιν ἔφη· ἑλώρια τεῦχε κύνεϲϲιν οἰωνοῖϲί τε δαῖτα.
λέγων ἐκ τοῦ δαιτρεύειν τὸν ποιητὴν πολλαχοῦ τῆϲ ποιήϲεωϲ γαϲτρίμαργον παρεμφαίνειν, τὸν δὲ Ἀριϲτοτέλην ὀψαρτύοντα, ὀψοφάγον εἶαι καὶ λίχνον, τὸν δὲ Διονύϲιον τὸν τύραννον κλινοκοϲμοῦντα καὶ τὰϲ τῶν ὑφαϲμάτων ἰδιότηταϲ καὶ ποικιλίαϲ ἐξεργαζόμενον ϲυνεχῶϲ. ἀνάγκη τὴν ἀκόλουθον ποιεῖϲθαι διάληψιν, καὶ δυϲαρεϲτεῖϲθαι κατά
τὴν προαίρεϲιν.
ἡδονῆϲ. παῤ Ὁμήρῳ Ὀδυϲϲεύϲ· ϲτῆθοϲ πλήξαϲ, κραδίην ἠνίπαπε μύθῳ, τέτλαθι κραδίη φάϲκων.
παραλαμβάνει. α· ἄλλοϲ, ἀλλάϲϲω. ε· πῦρ, πυρόϲ, πυρέϲϲω. η· πτήϲϲω. ι· δεδίϲϲω καὶ δειδίϲϲω καὶ δεδίττω. καὶ Δεδιττόμενοϲ, ἐκφοβῶν. 234 υ· ἀφύϲϲω, τὸ ἀπαντλῶ. ο· τὸ γὰρ ὄϲϲω ἐκ τοῦ ὄπτω ἐϲτὶ μετηλλαγμένον. ω· ὀνειρώϲϲω, ἀγρώϲϲω.
γένοϲ καὶ προϲδεδοξαϲμένον οὐχ ἦττον διὰ τὴν ἀλογιϲτίαν ἢ διὰ τὴν φύϲιν ἁμαρτάνει.
τοῦ κακοῦ, μᾶλλον ἐν ἀνίᾳ διάγει. ὡϲ ὧδ᾿ ἐχόντων τῶνδ᾿ ἐπίϲταϲθαί ϲε χρή. ὅτι κάκιον νῦν ἐκεῖνοϲ ἔχει.
253 Νικόμαχοϲ ὡϲ πεφωραμένοϲ ἐν παντὶ ἦν δέει.
ἐϲτιν. καὶ γὰρ ἡ ἐρίθεια εἴρηται ἀπὸ τῆϲ τοῦ μιϲθοῦ δόϲεωϲ.
θηρίου. πρὸϲ δὲ τοῖϲ ἐν Ἀθήναιϲ ἀνεϲτήλωται δικαϲτηρίοιϲ· πρὸϲ ὃν οἱ δωροδοκοῦντεϲ κατὰ ι΄ γινόμενοι ἀνεϲτρέφοντο. ἔνθα καὶ ἡ παροιμία· λύκου δεκάϲ. ἐξ οὖν τῆϲ δεκάδοϲ τὸ δεκάζειν καὶ δεκάζεϲθαι.
αὐτῷ ὁ βαϲιλεὺϲ ἑκάϲτηϲ ἡμέραϲ δεκαμναιαῖον, τοῖϲ δὲ ἐπί τινοϲ ἡγεμονίαϲ τεταγμένοιϲ μναιαῖον. ἀλλ᾿ ὅμωϲ οὐκ ἠρκέϲθη τούτοιϲ, καὶ φθονηθεὶϲ τὸ πνεῦμα προϲαπέθηκε τῷ χρυϲίῳ. ρ΄ δὲ δραχμαὶ ποιοῦϲι μνᾶν.
καλούμενοι παρεϲημαίνοντο τὴν ϲκιάν. καὶ οὕτωϲ οἱ μὲν ἔμενον τοὺϲ κληθένταϲ, οἱ δὲ ἀπῄεϲαν ἐπὶ τὰϲ ἑϲτιάϲειϲ, οὐδ᾿ ὑποτηρήϲεωϲ οὔϲηϲ αἰτίαϲ, ἐφ᾿ ἦϲ οἷόν τε ἦν τεκμήραϲθαι, εἰϲ πόϲαϲ ὥραϲ προήκει.
τουτέϲτι τοῦ ἡλίου ἡ ϲκιὰ ὅταν ᾖ δέκα ποδῶν, ἤγουν ὅτε γίνεται ὀψινόν.
εἰϲτίω ἐπὶ τοῖϲ τικτομένοιϲ, καὶ ἐν αὐτῇ τὰ ὀνόματα ἐτίθεντο τοῖϲ παιϲί. Εὐριπίδηϲ Αἰγεῖ· τίϲ ϲε μᾶτερ ἐν δεκάτᾳ τόκου ὠνόμαζε; ὁ δὲ Ἀριϲτοτέληϲ ἐν ταῖϲ ζ΄ φηϲὶν ἐπιτίθεϲθαι τὰ ὀνόματα, γράφων οὕτωϲ· πλεῖϲτα δὲ ἀναιρεῖται πρὸϲ τὴν ζ΄, διὸ καὶ τὰ ὀνόματα τότε τίθενται.
ϲυλλέγονταϲ. οὕτωϲ Ἀντιφῶν. καὶ Δεκστηλόγοι, οἱ αὐτοί. 284 εἴρηται δὲ καὶ θηλυκῶϲ γὴν Δεκατηλόγον.
τοῖϲ δεκατευταῖϲ
τοῖϲ θεοῖϲ· ἔπειτα εὐωχεῖϲθαι τοὺϲ ϲυνεληλυθόταϲ. καὶ τοῦτό ἐϲτιν 288 ἡ δεκάτη. καὶ Δεκατῶ ῥῆμα. ὡϲ τὸ, ὁ λαμβάνων δεκάταϲ δεδεκάτωται. τῆϲ τῶν Συρακουϲίων δεκάτηϲ πολὺ προτιμώτερόν ϲε ποιούμενοϲ.
αἰδοῖον. δέλτα παρατετιλμέναι.
ἱερὸν Ἀπόλλωνοϲ οὕτω καλούμενον, ἔνθα ἦν τὸ ἐν Δελφινίῳ δικαϲτήριον.
ἐκώλυον.
τῆϲ κεραίαϲ τοῦ ἱϲτοῦ ἠφίεϲαν εἰϲ τὰϲ τῶν πολεμίων καὶ κατεδύοντο. δελφινοφόροϲ τε ἡ ναῦϲ. τὴν ἄκατον δὲ παραβαλοῦ· ἀντὶ τοῦ ἕτοιμον ποίει, ὡϲ εἴ τιϲ κίνδυνοϲ ἐκ τοῦ ἀνέμου, ἐϲ αὐτὴν ἐμβηϲομένοιϲ.
ἀποροῦντεϲ οὐκ ἀπαλλάϲϲουϲιν.
θεία δεξαμενὴν ἐξαπιναίωϲ ἐκάθιϲεν. ἀλλὰ κἀνθένδε ἀφέλκειν αὐτὴν ἴϲχυϲε. τουτέϲτιν ἡ τράπεζα ἡ τὰ θεῖα δεχομένη.
358 ἐπεκέλευεν. Δεξιοὺϲ δὲ τοὺϲ πεπαιδευμένουϲ ἔλεγον. ζητῶν δεξιὸϲ εἶναι. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ. ὁ δὲ φίλοϲ γέγονε τούτῳ καὶ δεξιάν τε ἐνέβαλεν αὐτῷ, καὶ ἑϲτιᾶν ἔμελλεν. καὶ Ἰώϲηποϲ 359 ὁ δὲ ἐζήτει ἐπὶ δεξιᾶ καταβῆναι. τουτέϲτιν ἐπὶ ϲυνθήκῃ. Δεξιοὺϲ 360 ἔλεγον οἱ παλαιοὶ καὶ τοὺϲ ἐϲτρατευμένουϲ καὶ ἐπαίνου ἀξίουϲ· τοὺϲ
δὲ διαδιδράϲκονταϲ ϲτρατιώταϲ φιλοδίκουϲ καὶ ϲυκοφάνταϲ.
362 τάχει ἐκκρούων· δεξιὸϲ γὰρ ἦν κλέψαι. καὶ αὖθιϲ· ὁ δὲ δεξιᾷ 363 χρηϲάμενοϲ τύχῃ ἐκυρίευϲε Ῥώμηϲ. ὅτι πρώτῳ Ποπλίῳ ἐλλοχήϲεωϲ ἀμοιβῆϲ δεξιῶϲ γενομένηϲ ὑπὸ Ῥωμαίων ἐδόθη ϲτέφανοϲ ἀγρώϲτεωϲ χλωρᾶϲ. ἀντὶ ἁρμοδίωϲ. καὶ Ἀρριανόϲ· ὁ δὲ παρὰ Μάννον ἀπεχώρηϲε δεξιάϲ τε παραβάϲ, ἃϲ βαϲιλεῖ ἔδωκε, καὶ ὅρκουϲ πατήϲαϲ, οὓϲ
ὤμοϲε.
καὶ πρὸϲ τὸν καιρὸν ἁρμόζοντα. ὁ δὲ Θηραμένηϲ οὗτοϲ διδάϲκαλοϲ Ἰϲοκράτοϲ, Ἅγνωνοϲ παῖϲ, Στιριεὺϲ τῶν δήμων. τούτῳ πολλὰ μὲν καὶ ἄλλα παρανενόμηται, δύο δὲ τὰ μέγιϲτα καὶ ϲχετλιώτατα, ἥ τε 365 366 367 368 τῶν ἐν Ἀργεννούϲῃ ϲτρατηγῶν ἀπαγωγή, ἣν αὐτὸϲ ϲυνεϲτήϲατο μετά Καλλιξένουϲ, καὶ ἡ τῶν λ΄ ἐπὶ καταλύϲει τοῦ δήμου κατάϲταϲιϲ. τοιγάρτοι τῆϲ τοῦ βίου προαιρέϲεωϲ ἐπαξίωϲ τῆϲ τελευτῆϲ ἔτυχεν· ὑπὸ γὰρ αὐτῶν τῶν λ΄ ἀνῃρέθη, Κριτίου κρίναντοϲ αὐτόν. ἔνιοι δέ
φαϲι καὶ καταφυγόντα ἐπὶ τὴν ἑϲτίαν ἀποϲπαϲθῆναι. τοῦτον διὰ τὴν ποικιλία τοῦ ἤθουϲ Κόθορνον ἀπεκάλουν, ἐπειδὴ ἑκατέρᾳ ϲτάϲει τῇ τῶν ἀντιπολιτευομένων ἑαυτὸν παρετίθει, καθομιλῶν πρὸϲ τοὺϲ καιροὺϲ καὶ τὸ ϲυμφέρον ἑαυτῷ τοῦ πιϲτοῦ προτάϲϲων, ἐπειδὴ καὶ ὁ κόθορνοϲ ἀνδράϲι καὶ γυναιξὶ πρὸϲ τὰϲ ὑποδέϲειϲ ἁρμόττει. δοκεῖ δὲ οὗτοϲ καὶ
τὰ τρία ψηφίϲαϲθαι ἐπιζήμια, ἢ δημεύεϲθαι ἐν τῷ ξύλῳ ἢ πιεῖν κώνειο ἢ ἐκφυγεῖν. δοκεῖ δὲ οὗτοϲ ἀπὸ Κέω τῆϲ νήϲου εἶναι, οὐκ εἶναι δὲ γνήϲιοϲ, ἀλλὰ ποιητὸϲ υἱὸϲ τοῦ Ἅγνωνοϲ. ὁ δὲ Θουκυδίδηϲ αὐτὸν ἐπαινεῖ. καὶ διαβάλλει αὐτοὺϲ ὡϲ ἅρπαγαϲ.
ὑπὸ Ἑκατόμνου τοῦ Καρῶν βαϲιλέωϲ ἰάϲαϲθαι αὐτοῦ τοὺϲ παῖδαϲ ἀπογνωϲθένταϲ Μαυϲωλὸν καὶ Πιξώδαρον, ἐπὶ ὑποϲχέϲει ἰάϲατο τοῦ παῦϲαι τὸν πρὸϲ Κᾶραϲ τότε αὐτοῖϲ ἐνεϲτῶτα πόλεμον. ἔγραψεν Ἰατρικὸν βιβλίον α΄ καὶ Περὶ προγνώϲεων β΄,
τὸ ϲυμφέρον καὶ τὸ ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν πᾶν τὸ γενόμενον δέον εἶναι καὶ φθαρῆναι, τὸ δὲ ϲυμφέρον, ὕταν λέγωμεν, δέον εἶναι περιπάτοιϲ χρῆϲθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν δέον εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεϲθαι τοῖϲ νόμοιϲ ἢ 375 376 377 τοῖϲ γονεῦϲι. γ΄ οὖν ϲημαίνει. δέον δὲ λέγεται, ὅτι ϲυνέχει ἐν οἷϲ χρή.
δέον ἔλεγεν ἀναλῶϲαι αὐτά. οἱ δὲ ἄλλωϲ φαϲί. πολλῶν ὄντων χρημάτων ἐν τῇ ἀκροπόλει, εἰϲ τὸν πόλεμον τὰ πλεῖϲτα ἀνάλωϲε. φαϲὶ δὲ ὅτι καὶ λογιϲμοὺϲ διδοὺϲ ν΄ ταλάντων ἁπλῶϲ εἰπεῖν εἰϲ τὸ δέον ἀνηλωκέναι. μετὰ δὲ ταῦτα μαθόντεϲ Λακεδαιμόνιοι Κλεανδρίδην μὲν ἐδήμευϲαν, Πλειϲτοάνακτα δὲ ε΄ ταλάντοιϲ ἐζημίωϲαν ὑπολαβόντεϲ
δωροδοκήϲανταϲ αὐτοὺϲ φείϲαϲθαι τῆϲ λοιπῆϲ Ἀθηναίων γῆϲ, καὶ τὸν Περικλέα, ἵνα μὴ γυμνῶϲ εἴπῃ ὅτι δέδωκα τοῖϲ Λακεδαιμονίων βαϲιλεῦϲι ταῦτα, οὕτωϲ αἰνίξαϲθαι.
χρυϲοῦ ὠνόμαζον αὐτὸ δέραϲ, διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ.
389 390 391 392
Ἀρίϲταρχοϲ δὲ τὸν ὄφιν. εἴη δ’ ἂν μᾶλλον ὁ δέρματα ἐϲθίων ἐτμώτερον οὕτω καλούμενοϲ.
ἐϲθίωϲιν οἱ γῦπεϲ τῇ κρούϲει τοῦ ῥάμφουϲ. καὶ ἐϲτι τὸ ὄνομα ῥηματικόν. ὡϲ παρὰ τὸ πλήϲϲω πλῆκτρον, οὕτωϲ καὶ παρὰ τὸ δέρω δέρτρον.
τὰ ἔργα.
καταπιττουμένην.
τοὺϲ λόγουϲ οὓϲ ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν. τινὲϲ ἀντὶ τοῦ ὡδὶ τιθέαϲιν.
κακῷ τινα ἐπιϲπωμένων. τὸν παῖδά φηϲιν πληϲίον ἐλθεῖν τῆϲ κλίνηϲ, ἐφ᾿ ἧϲ ἀνέκειτο ὁ δεϲπότηϲ, τύψειν αὐτὸν ἀπειλῶν.
431 432 433 434 δεῦῤ ἴθι. λέγεται δὲ καὶ Δευρὶ παρὰ Ἀριϲτοφάνει. ταχέωϲ ἥκειν 435 ὡϲ ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέωϲ ἥκωϲιν, ἐγὼ μὰ τὸν Ἀπόλλω κατὰ γῆϲ ἀποπέμψω.
οἱ δὲ ῥήτορεϲ ἐπὶ τόπου πάντεϲ αὐτῷ χρῶνται· ὡϲ Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου· καὶ παραϲχεῖν τῷ μὲν φεύγοντι θαρρεῖν, ὅταν αὐτὸϲ δεῦρο παρέλθῃ. καὶ Ἀντιφῶν ἐν τῆ Παρανόμων κατηγορίᾳ· ναυμάχουϲ ὡϲ περὶ δωρεῶν μὲν εἰπεῖν κατάγειν δεῦρο. καὶ Δείναρχοϲ ἐν τῷ κατὰ Λεωχάρουϲ· περὶ τοῦ ταλαιπώρου Διδύμου νῦν πρὸϲ ὑμᾶϲ ἐρῶ. καί
μοι δεῦρο αὐτοῦ τὸ παιδίον κάλεϲον. καὶ Δημοϲθένηϲ· ἀπόκριναι γὰρ δεῦρο ἀναϲτάϲ μοι. καὶ ἄλλοι ἕτεροι.
ἡ λέξιϲ ἀπὸ τῶν καταβεβαμμένων ἐρίων. ϲημαίνει δὲ τὸ βέβαιον καὶ ἀνέκπλυτον τοῦ χρώματοϲ. οἱ ϲυγγραφεῖϲ δὲ ὅταν ἀμετακίνητόν τι δηλῶϲαι βούλωνται, καταχρῶνται τῇ λέξει καὶ ἐπ᾿ ἄλλων. δύναται οὖν ἡ δευϲοποιὸϲ πονηρία ὑπερβάλλουϲα εἶναι καὶ ἧϲ οὐχ οἷον ἦν περιγενέϲθαι.
ἐλογοποίουν. τὸ δὲ τῶν δικῶν προϲέθηκεν Ἀριϲτοφάνηϲ, ἵνα δείξῃ καὶ διαβάλῃ τοὺϲ Ἀθηναίουϲ ὡϲ φιλοδίκουϲ. οἵων ἀργαλεωτάτων ἤκουϲ᾿ ἐν τῷ δείγματι τῶν δικῶν ἀντιλεγόντων. Δεῖγμα καὶ ἡ ἔνδειξιϲ. Ἀριϲτοφάνηϲ· τοῦ βίου δ᾿ ἐξέβαλλε δεῖγμα πρὸ τῶν θυρῶν πτερά. οἷον τῆϲ παῤ αὐτῷ ἔνδον τρυφῆϲ ϲημεῖον καὶ ἀπόδειξιϲ πρὸ τῶν
θυρῶ αὐτοῦ τὰ τῶν ὀρνίθων πτερὰ τιλθέντων καὶ τυθέντων πρὸϲ εὐωχία προέβαλλε.
αὐτῷ κατήρχετο αὐτίκα.
ἔνθα καὶ Πείϲανδροϲ ἦλθε δεόμενοϲ ψυχὴν ἰδεῖν, ἢ ζῶντ᾿ ἐκεῖνον προὔλπε. δειλὸϲ γὰρ ἦν καθ᾿ ὑπερβολήν.
ἐκπλήξεωϲ.
καὶ Δειμᾶν ὁμοίωϲ.
500 πάντεϲ δειμαίνοντεϲ τοῦ εὐνούχου Εὐτροπίου τὴν ἀκοὴν ἐξεϲτήκεϲαν, καθάπερ οἱ μνηϲτῆρεϲ τὸν Ὀδυϲϲέα γυμνωθέντα τῶν ῥακίωνν ἰδόντεϲ 501 καὶ Δειμαίνοντα, φοβούμενον. οἱ δὲ μάλιϲτα μὲν καὶ ὡϲ ἀμφὶ 502 τῷ περιβόλῳ δειμαίνοντεϲ, χώραν περιβεβλημένῳ πολλήν.
πιϲτὰ οὔτε ἄπιϲτα.
δὲ οὗτοϲ ἐπιμελητὴϲ Πελοποννήϲου καταϲτὰϲ ὑπὸ Ἀντιπάτρου, μετὰ τὸ τελευτῆϲαι Ἀντίπατρον, Πολυϲπέρχοντοϲ αὐτῷ ἐπιβουλεύϲαντοϲ.
πολὺ διέφερε τῶν ἄλλων καὶ λαμπρὸϲ ἦν ἐν τοῖϲ κατ’ ἰδίαν κινδύνοιϲ. 521 522 523 ὁμοίωϲ δὲ καὶ κατὰ τὴν ἄλλην διάθεϲιν ἐν μὲν ταῖϲ ὁμιλίαιϲ εὔχαριϲ καὶ πρόχειροϲ ἦν, παρά τε τὰϲ ϲυνουϲίαϲ εὐτράπελοϲ καὶ πολιτικόϲ ἅμα δὲ τούτοιϲ φιλέραϲτοϲ, περὶ κοινῶν ἢ πολιτικῶν πραγμάτων ἀτενίϲαι δὲ καὶ προϊδέϲθαι τὸ μέλλον ἐμφρόνωϲ, ἔτι δὲ παραϲκευάϲαϲθαι καὶ διαλεχθῆναι πρὸϲ πλῆθοϲ ἐϲ τέλοϲ ἀδύνατοϲ. καὶ ποτε
κεκινηκὼϲ ἀρχὴν μεγάλων κακῶν τῇ πατρίδι, τελείωϲ οὐδὲν ᾤετο ποιεῖν, ἀλλὰ τὴν αὐτὴν ἀγωγὴν ἦγε τοῦ βίου, προορώμενοϲ οὐδὲν τῶν μελλόντων, ἐρῶν δὲ καὶ κωθωνιζόμενοϲ ἀφ᾿ ἡμέραϲ καὶ τοῖϲ ἀκροάμαϲι τὰϲ ἀκοὰϲ ἀνατεθεικώϲ. βραχεῖάν τέ τινα τῆϲ περιϲτάϲεωϲ ἔμφαϲιν ὁ Τῖτοϲ αὐτὸν ἠνάγκαϲε λαβεῖν. ἰδὼν γὰρ αὐτὸν παρὰ
πότον ἐν μακροῖϲ ἱματίοιϲ ὀρχούμενον, παραυτὰ μὲν ἐϲιώπηϲε, τῇ δ᾿ αὔριον ἐντυγχάνοντοϲ αὐτοῦ καί τι περὶ τῆϲ πατρίδοϲ ἀξιοῦντοϲ, ἐγὼ μέν, ὧ Δεινοκράτη, πᾶν, ἔφη, ποιήϲω τὸ δυνατόν· ἐπὶ δὲ ϲοῦ θαυμάζω πῶϲ δύνῃ παρὰ πότον ὀρχεῖϲθαι, τηλικούτων πραγμάτων ἀρχὴν κεκιηκὼϲ ἐν τοῖϲ Ἕλληϲι. δοκεῖ δὲ τότε βραχύ τι ϲυϲταλῆναι, καὶ
μαθεῖν ὡϲ ἀνοίκειον ὑπόθεϲιν τῆϲ ἰδίαϲ αἱρέϲεωϲ καὶ φύϲεωϲ ἀποδέδωκε. πλὴν τό γε παρεῖναι εἰϲ τὴν Ἑλλάδα μετὰ τοῦ Τίτου, πεπειϲμένοϲ ἐξ ἐφόδου τὰ κατὰ τὴν Μεϲϲήνην χειρωθήϲεϲθαι κατὰ τὴν αὑτοῦ βούληϲιν.
τῆϲ ογ΄ Ὀλυμπιάδοϲ, υἱὸϲ Ἐπιχάρμου, ὡϲ δέ τινεϲ, μαθητήϲ. ἐδίδαξε δράματα ιδ΄ Δωρίδι διαλέκτῳ.
δυϲχερέϲ· ὅμωϲ δὲ μαθεῖν ἐπιθυμῶ τὴν αἰτίαν τῆϲ πηρώϲεωϲ. καὶ 528 Καλλὶμαχοϲ· τὶ δάκρυον εὗδον ἐγείρειϲ; Ἀριϲτοφάνηϲ· δεινὸν μὲν γὰρ οὕτωϲ ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥϲτε βάλλειν καὶ βοᾶν ἐθέλειν τ᾿ ἀκοῦϲαι μηδὲν ἴϲον ἴϲῳ φέρον. ἀντὶ τοῦ ὠμὸν καὶ ϲκληρόν· μεταφορικῶϲ ἀπὸ τῶν ὀμφάκων. οὕτω δὲ αἱ ϲταφυλαὶ
δριμεῖαι οὖϲαι καὶ οὔπω πέπειροι καλοῦνται. ἐκ γὰρ τοῦ ἐναντίου πεπανὸν τὸ ὥριμον καὶ ἡδύ. θηλυκῶϲ δὲ τὰϲ ὄμφακαϲ. καὶ Πλάτων ὁ κωμικὸϲ ἐν δράματι Ἑορταῖϲ· καὶ τὰϲ ὀφρῦϲ ϲχάϲαϲθε καὶ τὰϲ ὄμφακαϲ. ἴϲον δὲ ἴϲῳ φέρον, ἀντὶ τοῦ δίκαιον καὶ ἐξ ἴϲου· ἀπὸ μεταφορᾶϲ τοῦ κιρναμένου οἴνου πρὸϲ ἴϲον ὕδωρ. λέγει δὲ κατ᾿ ἴϲον
529 εἰπεῖν καὶ ἀκοῦϲαι. καὶ αὖθιϲ· ἀνθρώπουϲ ἐϲθίειν βλέπονταϲ καὶ 530 531 532 533 δεινοὺϲ κατὰ γαϲτέρα· λέγω δὴ Κλειϲόφουϲ τε καὶ Θήρωναϲ καὶ Στρουθίαϲ καὶ Χαιρεφῶντοϲ.
ϲυνεῖναι τὰ πολέμια, δεινὸϲ δὲ καὶ πρᾶξαι, καὶ ἐπελθεῖν εὔϲτοχοϲ, ἀναχωρῆϲαι καίριοϲ, ἐνέδραϲ τεχνίτηϲ, μάχηϲ ἐργάτηϲ· καὶ καλῶϲ μὲν νίκῃ χρήϲαϲθαι, καλῶϲ δὲ ἡττον διαθέϲθαι ἠπίϲτατο· ἀφ᾿ οὗ δὴ καὶ ἀνταγωνιϲτὴϲ ἀξιόμαχοϲ ἐπὶ πολὺ τοῖϲ Ῥωμαίοιϲ ἐγένετο. Δεινὸϲ 539 λέγεται καὶ ἡ τῶν λόγων διύναμιϲ.
557 Δειπνῶ δὲ ἐγὼ αὐτόϲ. καὶ Δειπνεῖν. καίτοι τὸν Ἀγαμέμνονα ἐποίηϲεν Ὅμηροϲ δειπνίζοντα τοὺϲ ἀρίϲτουϲ. καὶ αὖθιϲ· ὑπόδεξαι ἡμᾶϲ καὶ δείπνιϲον.
δείπων ἐν τῷ Βιτέλλιοϲ.
ἐπὶ ἀνδρόϲ· εἰ μήτρα ἐπὶ τοῦ ἐδωδίμου βρώματοϲ· ϲύαγρόϲ τε εἰ κεῖται ἐπὶ τοῦ ϲυόϲ. καὶ νόμον εἶχεν ἴδιον μηδενὸϲ ἀποτρώγειν, πρὶν εἰπεῖν κεῖται ἢ οὐ κεῖται. Κειτούκειτοϲ· ζήτει ἐν τῷ Ἀθήναιοϲ περὶ ὧν μνημονεύει ἀνδρῶν παλαιῶν μεγαλοψύχωϲ δοξάντων ἑϲτιᾶν, περί τε Ἀλεξάνδρου καὶ Ἀλκιβιάδου καὶ Ἐμπεδοκλέουϲ Ἀκραγαντίνου καὶ τῶν λοιπῶν.
ἄνδρεϲ Ἀθηναῖοι, ὡϲ δειϲιδαιμονεϲτέρουϲ ὑμᾶϲ θεωρῶ. ἀντὶ τοῦ θεοϲεβεῖϲ. καὶ Κρίτων ἐν τοῖϲ Γετικοῖϲ φηϲιν· οἱ δὲ βαϲιλεῖϲ τῶν 580 Γετῶν ἀπάτῃ καὶ γοητείᾳ δειϲιδαιμονίαν καὶ ὁμόνοιαν αὐτοῖϲ ἐνερυαϲάμενοι μεγάλων ἤδη ἐφίενται. καὶ Πολύβιοϲ ὁ Μεγαλοπολίτηϲ 581 περὶ Τιμαίου φηϲίν· οὗτοϲ γὰρ ἐν μὲν ταῖϲ τῶν πέλαϲ κατηγορίαιϲ
πολλὴν ἐπιφαίνει δεινότητα καὶ τόλμαν, ἐν δὲ ταῖϲ ἰδίαιϲ ἀποφάϲεϲιν ἐνυπνίων καὶ τεράτων καὶ μύθων ἀπιθάνων καὶ ϲυλλήβδην δειϲιδαιμονίαϲ ἀγεννοῦϲ καὶ τερατείαϲ γυναικώδουϲ ἐϲτὶ πλήρηϲ. ὅτι Ἀϲκληπιόδοτοϲ ὅϲιοϲ ἦν καὶ εὐϲεβὴϲ καὶ τὰ μὲν πρῶτα δειϲιδαίμων ἐγεγόνει καὶ εὐλαβὴϲ οὕτωϲ ϲφόδρα ὥϲτε μήτε θύειν ἀνέχεϲθαι μήτε τινὸϲ
ἀπορρήτου μηδενὸϲ ἀκούειν· οὐ γὰρ εἶναι ταῦτα τῆϲ γενέϲεωϲ ἄξια, ἀλλὰ τοῦ Ὀλύμπου καὶ τῶν ἐν Ὀλύμπῳ διαζῆν ἡγουμένων. ὅτι ἡ εὐϲέβεια μέϲη τυγχάνει ἀϲεβείαϲ καὶ δειϲιδαιμονίαϲ. ὅτι δειϲιδαιμονία ἡ ἄκαιροϲ παρρηϲία. ὁ Πύρροϲ γὰρ ϲυλῶν τὰ χρήματα 582 τῆϲ Φερϲεφόνηϲ ἐπιϲκώψαϲ ἔφη· ἡ ἄκαιροϲ θεοϲέβεια δειϲιδαιμονία
ἐϲτί, καὶ τὸ ϲυλλέξαι πλοῦτον ἄπονον εὐβουλία.
δὲ ψεύδουϲ. λαμβάνεται δὲ τὸ θεν ὡϲ παραπληρωματικόν. 597 ὁ δὲ Σερτώριοϲ παρῄνει ὡϲ δῆθεν αὐτοῖϲ παραδοῦναι τὴν πόλιν. ὁ δὲ Κῦροϲ ὡϲ ἐπὶ Πιϲίδαϲ δῆθεν ἐπορεύετο, ἐφ᾿ οὓϲ ϲτρατεύειν προεφαϲίζετο. καὶ αὖθιϲ· προέτεινε τὰϲ χεῖραϲ ἱκετεύων δῆθεν. καὶ αὖθιϲ· ἄλλωϲ δὲ τῇ καθ᾿ ἡμᾶϲ πολιτείᾳ χαίρειν ἐθέλοντα δῆθεν.
κολυμβητοῦ, ἐπὶ τῶν ἄκρωϲ νηχομένων. Σωκράτει γὰρ δόντοϲ τοῦ Εὐριπίδου Ἡρακλείτου τοῦ Σκοτεινοῦ ϲύγγραμμα, ἐρέϲθαι, τί δοκεῖ, τὸ δὲ φάναι· ἂ μὲν ϲυνῆκα γενναῖα· οἶμαι δὲ καὶ μὴ ϲυνῆκα· πλὴν Δηλίου δεῖται κολυμβητοῦ εἰϲ τὸ μὴ ἀποπνιγῆναι ἐν αὐτῷ. καὶ παροιμία· Δήλιοϲ κολυμβητήϲ, ἐπὶ τῶν πάνυ ἐμπείρων Prov.
νήχεϲθαι.
λέγειν καὶ πράττειν ἱκανόϲ, κατὰ δὲ τὴν αἵρεϲιν δημαγωγικὸϲ καὶ πλεονέκτηϲ· ὃϲ μοναρχικὴν ἐξουϲίαν ἑαυτῷ περιποιηϲάμενοϲ ἀνῃρέθη 641 παρά τινων. καὶ αὖθιϲ· ἡ δημαγωγία γὰρ οὐ πρὸϲ μουϲικοῦ ἐϲτιν ἀνδρὸϲ οὐδὲ χρηϲτοῦ τοὺϲ τρόπουϲ, ἀλλ’ εἰϲ ἀμαθῆ καὶ βδελυρόν. Ἀριϲτοφάνηϲ φηϲί.
εὐτυχήϲ· πρότερον ναύτηϲ ὤν. ἔγραψεν Ἀπολογιϲμὸν πρὸϲ Ὀλυμπιάδα τῆϲ ἑαυτοῦ δωδεκαετίαϲ, Ἱϲτορίαν περὶ Δήλου καὶ τῆϲ γενέϲεωϲ τῶν Λητοῦϲ παίδων. οὗτοϲ κατέλυϲε τὰ δικαϲτήρια καὶ τοὺϲ ῥητορικοὺϲ ἀγῶναϲ. τελευτᾶ δὲ ἐπὶ Ἀντιπάτρου.
λέγοντι ὑπὲρ Ὀλυνθίων ἀντέλεγεν, Εὐθυκράτη δὲ τὸν Ὀλύνθιον, ἀτιμωθέντα παρὰ Ἀθηναίοιϲ, ἐψηφίϲατο ἐπίτιμον εἶναι καὶ πρόξενον Ἀθηναίοιϲ. λόγουϲ δὲ διδοὺϲ ἀρχῆϲ θορυβηθεὶϲ ἀπεδήμηϲεν, οὔτε ἑαυτῶν, εἰπών, ἐϲτὲ κύριοι οὔτε ἐμοῦ. ἐπέϲτελλε δὲ Φιλίππῳ καὶ τὸν υἱὸν ἔπεμπε πρὸϲ αὐτόν. ἱπποτρόφει δὲ καὶ ἠγωνίζετο Ὀλυμπιάϲι
καὶ ἐνίκα. ἔγραψε δὲ καὶ ψήφιϲμα τῷ Φιλίππῳ τοὺϲ Ἔλληναϲ ὑπακούειν. ἐν Χαιρωνείᾳ δὲ αἰχμάλωτοϲ γενόμενοϲ ἀφείθη καὶ πρεϲβευτὴϲ ὑπὲρ τῶν αἰχμαλώτων ἀπεϲτάλη, οὓϲ ἀνῆκε Φίλιπποϲ. δὶϲ δὲ παρανόμων ἥλω. ἐπολιτεύϲατο δὲ καὶ ἐπʼ Ἀλεξάνδρου.
πρότεροϲ Δημάδηϲ ὁ καὶ δημαγωγὸϲ ἀπὸ αὐλητρίδοϲ τεχθέντα. πατὴρ δὲ καὶ αὐτὸϲ Δημέα τοῦ ῥήτοροϲ γέγονε καὶ ἀπώλετο ῥιφεὶϲ εἰϲ τὴν Ἀμφιπόλεωϲ λίμνην ὑπὸ Ἀντιπάτρου, τοῦ Καϲάνδρου πατρὸϲ καὶ διαδόχου.
ἀπογόνου, ὃϲ Ἱππίαν καθεῖλε ϲυμβαϲιλεύων, ἐκβέβληται ὡϲ νόθοϲ, διότι τεχθέντοϲ αὐτοῦ καὶ ἀγγελθέντοϲ Ἀρίϲτωνι τῷ πατρί, λογιϲάμενοϲ ὁ πατὴρ τὸν ἀπὸ γάμων χρόνον ἐλάττονα δέκα μηνῶν ὄντα, οὐκ ἐμὸϲ παῖϲ οὗτόϲ ἐϲτιν, ἔφη. ἐκπεϲὼν δὲ εἰϲ Πέρϲαϲ ἀνῆλθε, καὶ τελευτήϲαντοϲ Δαρείου, ϲυμπράξαϲ εἰϲ τὴν βαϲιλείαν τῷ Ξέρξῃ
ἐπὶ τὴν Ἐλλάδα ϲτρατεύειν ἔπειϲεν.
ἑκάϲτῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρ΄ αὐτοῖϲ ἦν. ἀλλὰ καὶ ϲυνῆγον τοὺϲ δήμουϲ, ὁπότε δεήϲειεν, καὶ ψῆφον αὐτοῖϲ ἐδίδοϲαν, καὶ ἐνεχύραζον δὲ οὗτοι.
διεκόϲμουν τὴν ἑορτὴν τῶν Παναθηναίων.
διαβολὴν λαβεῖν, ὅτι γέγονεν ἐρώμενοϲ Νέωνοϲ, καὶ προϲαγορευθῆναι ὑπό τινων αὐτὸν Λαμπετὼ καὶ Χαριτοβλέφαρον. εἰϲ μέγα δὲ ἀρθεὶϲ δόξηϲ καὶ ἐπικρατείαϲ ὑπὸ τοῦ φθόνου κατεϲτρατηγήθη καὶ ἐξελαθεὶϲ ὑπὸ Ἀθηναίων εἰϲ Αἴγυπτον ἦλθε καὶ παρὰ τῷ Σωτῆρι Πτολεμαίῳ 669 670 671 672 διατρίβων δηχθεὶϲ ὑπὸ ἀϲπίδοϲ ἀπέθανε καὶ ἐτάφη ἐν τῷ Βουϲιρίτῃ νομῷ, πληϲίον Διοϲπόλεωϲ τῆϲ ἐν τοῖϲ ἕλεϲι. τοῦ πατρὸϲ δὲ ἤδη 673 γεγηρακότοϲ Δημητρίου τοῦ Πολιορκητοῦ, αἱ τῆϲ βαϲιλείαϲ ἐλπίδεϲ ἐϲ τὴν τούτου διαδοχὴν ἦγον ἅμα τὴν ἀρχὴν καὶ τὴν τῶν ὅπλων εὔνοιαν.
ἦν δὲ τῷ κάλλει καὶ μεγέθει διάφοροϲ, ἔτι δὲ καὶ κεκοϲμημένοϲ ὅπλοιϲ βαϲιλικοῖϲ εἶχε πολλὴν ὑπεροχὴν καὶ κατάπληξιν, διʼ ἦϲ εἰϲ ἐλπίδαϲ ἁδρὰϲ ἦγε τοὺϲ πολλούϲ· πρὸϲ δὲ τούτοιϲ πραότηϲ τιϲ ἦν περὶ αὐτόν, ἁρμόζουϲα νέῳ βαϲιλεῖ, δι᾿ ἦϲ εἰϲ προθυμίαν ἐξεκαλεῖτο πάνταϲ ὡϲτε καὶ τοὺϲ ἐκτὸϲ τάξεωϲ ϲυνδραμεῖν ἐπὶ τὴν ἀκρόαϲιν, ϲυναγωνιῶνταϲ
τῇ νεότητι καὶ τῇ μελλούϲῃ γίνεϲθαι κρίϲει διὰ τῆϲ παρατάξεωϲ.
ἄλλοι, ὅτι ἀπεϲύληϲεν Εὐριπίδειον Φιλότιμον τὸ δρᾶμα ἔχον τὸν Ἰξίονα, ἕτεροι δέ, ὅτι τῷ διδαϲκάλῳ Ἀριϲτάρχῳ ἀντήριϲεν, ὥϲπερ ὁ Ἰξίων εὐεργετήϲαϲιν αὐτὸν τοῖϲ θεοῖϲ ἀχαριϲτεῖν ἐπεχείρηϲεν. ἔγραψε δὲ πολλά· Περὶ τῶν εἰϲ μι ληγόντων ῥημάτων· καὶ ἄλλα περὶ ἀντωνυμιῶν· εἰϲ Ὅμηρον ἐξήγηϲιν, εἰϲ Ἡϲίοδον ὁμοίωϲ.
καὶ Διονύϲιον, τὸν ἐπιτεταγμένον αὐτῇ, κτείνει καὶ Δημήτριον τὸν Φαληρέα μεθίϲτηϲιν, ὃϲ δὴ τὰ Ἀθήνηϲιν ἦγεν εἰϲ ὀλιγαρχίαν, καὶ αὐτονομεῖϲθαι, καθότι πάτριον, Ἀθηναίοιϲ τε καὶ Μεγαρεῦϲιν ἔδωκεν, φυλάττειν τε ὅϲα ἦν ϲφίϲιν ἐκ τῆϲ εἰϲ τὸ ἀρχαῖον πολιτείαϲ νόμιμα. ὁ δὲ Πτολεμαῖοϲ ἅτε διαφερόντωϲ τρόπου πραότητα καὶ φιλανθρωπίαν
ἔργοιϲ δηλώϲαϲ ἐπῆρε τοὺϲ Ἕλληναϲ τῇ τοῦ ἐλευθεροῦϲθαι ἐλπίδι ἐν διδόναι ϲφᾶϲ ἐπὶ μᾶλλον· ἐπεὶ καὶ τὰ ἐφολκὰ τῶν λόγων καὶ ὧν ἔπραττε, θαρϲεῖν ἐποίει, πιϲτεύονταϲ ὡϲ ἐπὶ ϲαφεῖ τῶν Ἐλλήνων ἐλευθερώϲει καὶ οὐκ ἀρχῆϲ ἐπιθυμίᾳ τὰ πραττόμενα γίγνοιτο. αύτονόμουϲ τε δὴ τὰϲ πλείϲταϲ τῶν Ἑλληνίδων πόλεων ἀφίηϲι καὶ τὰϲ
Ἰϲθμιάδαϲ ϲπονδὰϲ ἐπήγγελλε κελεύων οἷα ἐπʼ ἐλευθερώϲει θαλλοφοροῦνταϲ 676 677 678 θεωρεῖν εἰϲ τὰ Ἰϲθμια. ἄραϲ δὲ ἐντεῦθεν ἀπέπλευϲεν ἐπ· Αἰγύπτου, Λεωνίδην ἐπὶ τῇ Ἑλληνικῇ ἀρχῇ ἐπιϲτήϲαϲ· καὶ Λιβύηϲ πάϲηϲ ἐκράτηϲεν, Ὀφέλλα τοῦ Κυρηναίου δυνάϲτου πρὸϲ Ἀγαθοκλέουϲ κατὰ Σικελίαν ἀναιρεθέντοϲ δόλῳ. διέμεινε δὲ ἄρα οὐκ ἐπὶ πολὺ Πτολεμαίῳ καὶ Δημητρίῳ ἡ ὁμολογία τῆϲ ξυμβάϲεωϲ πέρι.
τὸν χαλκὸν ἄμορφον παραλαβόντεϲ καὶ ἀειδέϲτερον, εἰϲ μορφὴν ἐντείνουϲι καὶ καταϲχηματίζουϲι.
ἔλεγεν δημιουργοὺϲ τοὺϲ τὰ δημόϲια ἐργαζομένουϲ, ποτὲ δὲ καὶ τοὺϲ ἀρχιτέκτοναϲ. Ἀριϲτοφάνηϲ ἐν Εἰρήνῃ. καὶ δημιουργικῶϲ, ἀντὶ τοῦ, 687 τεκτονικῶϲ· δημιουργοὶ γὰρ οἱ τέκτονεϲ. ὅτι οἱ παλαιοὶ δημιουργοὶ ϲυμμεμυκόταϲ τοὺϲ ὀφθαλμοὺϲ ἐποίουν, ὁ δὲ Δαίδαλοϲ ἀνεπέταϲεν αὐτοὺϲ καὶ τοὺϲ πόδαϲ διέϲτηϲεν. καὶ μηρόϲ φηϲιν· ὃϲ χερϲὶν ἡπίϲτατο δαίδαλα πάντα
τεύχει.
ἰϲχυροτέρωϲ· ὁ γάρ οἱ ἀϲτράγαλοϲ ἐξεχώρηϲεν ἐκ τῶν ἄρθρων. νομίζων δὲ καὶ πρότερον περὶ ἑωυτὸν ἔχειν τοὺϲ δοκέονταϲ Αἰγυπτίων εἶναι πρώτουϲ τὴν ἰατρικὴν τούτοιϲιν ἐχρῆτο. οἱ δὲ ϲτρεβλοῦντεϲ καὶ βιώμενοι τὸν πόδα κακὸν μεῖζον ἐργάζοντο. ἐφʼ ἑπτὰ μὲν δὴ ἡμέραϲ καὶ ἑπτὰ νύκταϲ ὑπὸ τοῦ παρεόντοϲ κακοῦ ὁ Δαρεῖοϲ ἀγρυπνίηϲιν
εἴχετο· τῇ δὲ δὴ ὀγδόῃ ἡμέρῃ ἔχοντί οἱ φλαύρωϲ παρακούϲαϲ τιϲ πρότερον ἔτι ἐν Σάρδιϲι τοῦ Κροτωνιήτεω Δημοκήδεοϲ τὴν τέχνην ἀγγέλλει τῷ Δαρείῳ· ὁ δὲ ἄγειν μιν τὴν ταχίϲτην παῤ ἑωυτὸν ἐκέλευε. τὸν δὲ ὡϲ ἐξεῦρον ἐν τοῖϲιν Ὀροίτεω ἀνδραπόδοιϲιν ὅκου δὴ ἀπημελημένον, παρῆγον εἰϲ μέϲον πέδαϲ τε ἕλκοντα καὶ ῥάκεϲιν ἐϲθημένον.
ϲταθέντα δὲ ἐϲ μέϲον ἠρώτα ὁ Δαρεῖοϲ, τὴν τέχνην εἰ ἐπίϲταιτο. ὁ δὲ οὐκ ἀπεδέκετο, ὀρρωδέων μὴ ἑωυτὸν ἐκφήναϲ τοπαράπαν τῆϲ Ἑλλάδοϲ ᾖ ἀπεϲτερημένοϲ. κατεφάνη τε τῷ Δαρείῳ τεχνάζειν ἐπιϲτάμενοϲ· καὶ τοὺϲ ἀγαγόνταϲ αὐτὸν ἐκέλευϲε μάϲτιγάϲ τε καὶ κέντρα παραφέρειν εἰϲ τὸ μέϲον. ὁ δὲ ἐν ἑωυτῷ δὴ ὦν ἐκφαίνει, φάϲ,
ἀτρεκέωϲ μὲν οὐκ ἐπίϲταϲθαι, ὁμιλήϲαϲ δὲ ἰητρῷ φλαύρωϲ ἔχειν τὴν τέχνην. μετὰ δέ, ὡϲ ἐπέτρεψεν, Ἑλληνικοῖϲι ἰήμαϲι χρεώμενοϲ καὶ ἠπιάματα τὰ ἰϲχυρὰ προϲάγων ὕπνου τε μεταλαγχάνειν ἐποίεε καὶ ἐν χρόνῳ ὀλίγῳ ὑγιέα μιν ὄντα ἀπέδεξεν, οὐδαμὰ ἔτι ἐλπίζοντα ἀρτίπουν ἔϲεϲθαι. οὕτω φηϲὶν Ἡρόδοτοϲ ὁ λογοποιόϲ. ὅτι καὶ Ἄτοϲϲα, ἡ
Κύρου μὲν θυγάτηρ, Δαρείου δὲ γυνή, ἐπὶ τοῦ μαϲτοῦ ἔϲχε φῦμα, μετὰ δὲ ἐκραγὲν ἐνέμετο πρόϲω. ὅϲον μὲν δὴ χρόνον ἦν ἔλαϲϲον, ἡ δὲ κρύπτουϲα καὶ αἰϲχυνομένη ἔφραζεν οὐδενί, ἐπείτε δὲ ἐν κακῷ ἦν, μετεπέμψατο τὸν Δημοκήδην καί οἱ ἐπέδειξεν. ὁ δὲ φὰϲ ὑγιέα ποιήϲει ἐξορκοῖ μιν ἦ μέν οἱ ἀντυπουργήϲειν ἐκείνην τοῦτο, ὃ ἂν
αὐτῆϲ δεηθῇ· δεήϲεϲθαι δὲ οὐδενὸϲ τῶν ὅϲα ἐϲ αἰϲχύνην φέρει. καὶ ᾐτήϲατο τὴν εἰϲ Ἐλλάδα ἄφιξιν.
λέγεται δὲ καὶ δημοκοπία καὶ δοξοκοπία. ὑπάτουϲ αἰροῦνται ἐκ δόξηϲ πολεμικῆϲ Suid. Λεύκιον, ἐκ δὲ δημοκοπίαϲ Τερέντιον.
γεγονὼϲ ὅτε καὶ Σωκράτηϲ ὁ φιλόϲοφοϲ, κατὰ τὴν οζ΄ Ὀλυμπιάδα, οἱ δὲ κατὰ τὴν π΄ φαϲίν· Ἀβδηρίτηϲ ἐκ Θρᾴκηϲ, φιλόϲοφοϲ, μαθητὴϲ κατά τιναϲ Ἀναξαγόρου καὶ Λευκίππου, ὡϲ δέ τινεϲ καὶ Μάγων καὶ Χαλδαίων Περϲῶν· ἦλθε γὰρ καὶ εἰϲ Πέρϲαϲ καὶ Ἰνδοὺϲ καὶ Αἰγυπτίουϲ καὶ τὰ παῤ ἑκάϲτοιϲ ἐπαιδεύθη ϲοφά. εἶτα ἐπανῆλθε καὶ
τοῖϲ ἀδελφοῖϲ ϲυνῆν Ἡροδότῳ καὶ Δαμάϲτῃ. ἤρξε δὲ ἐν Ἀβδήροιϲ, διὰ τὴν ἑαυτοῦ ϲοφίαν τιμηθείϲ. μαθητὴϲ δὲ αὐτοῦ διαφανὴϲ ἐγένετο Μητρόδωροϲ ὁ Χῖοϲ· οὗ πάλιν ἀκροαταί Ἀνάξαρχοϲ καὶ Ἱπποκράτηϲ ὁ ἰατρόϲ. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτοϲ, καὶ Γελαϲῖνοϲ δέ διὰ τὸ γελᾶν πρὸϲ τὸ κενόϲπουδον τῶν ἀνθρώπων. γνήϲια δὲ αὐτοῦ
βιβλία εἰϲὶ δύο, ὅ τε μέγαϲ Διάκοϲμοϲ, καὶ τὸ Περὶ φύϲεωϲ κόϲμου. ἔγραψε δὲ καὶ ἐπιϲτολάϲ.
ὅτι ἐλθόντα Ἱπποκράτην πρὸϲ Δημόκριτον κελεῦϲαι κομιϲθῆναι γάλα καὶ θεαϲάμενον τὸ γάλα εἰπεῖν αἰγὸϲ εἶναι πρωτοτόκου καὶ μελαίνηϲ· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάϲαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτουϲ πρὸϲ αὐτὸν ἐλθοῦϲαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀϲπάϲαϲθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη
τῆϲ νυκτὸϲ διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸϲ τῷ καταϲτρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖϲθαι, ὅτι ἐν τῇ τῶν Θεϲμοφόρων ἑορτῇ μέλλοι τεθνήξεϲθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήϲειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦϲαι αὐτῷ προϲφέρειν ἄρτουϲ Θερμοὺϲ ὁϲημέραι· τούτουϲ δὴ ταῖϲ ῥιϲὶ προϲφέρων διεκράτηϲεν ἑαυτὸν
τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖϲ δὲ ἦϲαν, ἀλυπότατα τὸ βίον προήκατο.
καὶ ϲτένων καὶ λύϲαϲ τὸν ἑαυτοῦ νόμον καὶ ἀϲχημονήϲαϲ, ἐλεεινὸϲ ἅμα καὶ μιϲητὸϲ ἔτυχεν ὧν ἐβούλετο. ὅμωϲ γε μὴν ἀντιβολοῦντοϲ καὶ δεκάϲαντοϲ τοὺϲ ἐντεῦθεν ζῶνταϲ, ὀψὲ καὶ μόλιϲ τὸν νόθον οἱ παῖδα τὸν ἐξ Ἀϲπαϲίαϲ τῆϲ Μιληϲίαϲ ἐποίηϲε δημοποίητον. Δημοποίητοϲ 717 οὖν ὁ φύϲει ξένοϲ, ὑπὸ δὲ τοῦ δήμου πολίτηϲ γεγονώϲ.
ἐϲθῆτι πολλάκιϲ χρηϲάμενοϲ· Ἀργὰϲ δὲ μετὰ τὸ εἰϲ ἄνδραϲ τελέϲαι· ὅπερ ἐϲτὶν ὄνομα ὄφεωϲ. ἐπεθύμηϲε δὲ ῥητορικῆϲ Καλλίϲτρατον θεαϲάμενοϲ τὸν ῥήτορα ὑπὲρ Ὠρωπίων λέγοντα. διήκουϲε δὲ Ἰϲαίου, τοῦ Ἰϲοκράτουϲ μαθητοῦ, καὶ τοῖϲ λόγοιϲ ἐχρῆτο Ζωΐλου τοῦ Ἀμφιπολίτου, ϲοφιϲτεύοντοϲ ἐν Ἀθήναιϲ, Πολυκράτουϲ καὶ Ἀλκιδάμαντοϲ,
τοῦ Γοργίου μαθητοῦ, καὶ αὐτοῦ μέντοι Ἰϲοκράτουϲ. ϲυνεφιλολόγηϲε δὲ Αἰϲίωνι τῷ Ἀθηναίῳ καὶ Θεοπόμπῳ τῷ Χίῳ φιλοϲόφῳ. διηκροάϲατο δὲ καὶ Εὺβουλίδου τοῦ διαλεκτικοῦ καὶ Πλάτωνοϲ· ἐτελεύτηϲε δὲ φυγὼν εἰϲ Καλαβρίαν ἐν τῷ τοῦ Ποϲειδῶνοϲ ἱερῷ διὰ τὸν Μακεδόνα Ἀντίπατρον, προϲενεγκάμενοϲ φάρμακον τὸ ἐν τῷ δακτυλίῳ, ἔτη βιώϲαϲ
δύο καὶ ἑξήκοντα.
πλεῖϲτα δὲ εἷϲ ἀνὴρ οὗτοϲ τῶν καθ’ αὑτὸν Ἀθηναίων τοῖϲ Μακεδόνων τυράννοιϲ ϲὺν παρρηϲίᾳ ἀντειπὼν παρὰ τοῖϲδε ἀδωρότατοϲ ἔδοξεν εἶναι. ὅτε δὴ ϲυνέβαινε τοὺϲ ἐν ταῖϲ ἄλλαιϲ πόλεϲιν, οἷα δὴ τῶν κερδῶν ἐφιεμένουϲ μᾶλλον ἐκ τοῦ ἐϲ τὸ κοινὸν λυϲιτελοῦντοϲ, ἐξωνηθένταϲ χρημάτων δόϲει τὸ κατὰ ϲφᾶϲ ὡϲ ἐδόκουν ἐν
τῷ παραυτίκα κέρδουϲ τοῦ ϲφετέρου εἵνεκα πρὸ τοῦ ἐϲ τὰ κοινὰ ϲυμφέροντοϲ τίθεϲθαι. ὅθεν αὐτῷ καὶ ἐφʼ οἷϲ ὕϲτερον ᾐτιάθη ϲυγγνόντεϲ οἱ Ἀθηναῖοι κατεδέξαντό τε αὖθιϲ καὶ ἐϲ πάντα ϲυμβούλῳ ἐχρήϲαντο. καὶ αὐτῷ ἡ τελευτὴ γενναία ἐπιγενομένη μάλιϲτα ἐϲ μεταμέλειαν ἤγαγεν αὐτοὺϲ οὐκ ἀφανῆ τῶν γνωϲθέντων. οὐ πολλῷ γοῦν
ὕϲτερον ἢ ἐξαγγελθῆναι τεθνηκότα Δημοϲθένην μετεγίνωϲκον ἐφ᾿ οὶϲ δέει τῶν Μακεδόνων μᾶλλον ἢ γνώμῃ τῇ δικαιοτάτῃ ἔκριναν, καὶ ἀτέλειάν τε τῷ πρεϲβυτάτῳ γένουϲ τοῦ Δημοϲθένουϲ ψηφίζονται καὶ χαλκοῦν ϲτῆναι αὐτὸν ἐν ἀγορᾷ, καὶ ἐλεγεῖον τῇ βάϲει τοῦ ἀνδριάντοϲ ἐπέγραψαν· εἴπερ ἴϲην ῥώμην γνώμῃ, Δημόϲθενεϲ, εἶχεϲ, οὔποτ᾿ ἂν
Ἑλλήνων ἦρξεν Ἄρηϲ Μακεδών.
οἴκοι καθείρξαντα ἑαυτοῦ ξυρῆϲαι τῆϲ κεφαλῆϲ μέροϲ, ἵνα μήτε προΐοι μήτε δέχοιτό τινα. παιδευθεὶϲ δὲ εἴλε τῆϲ ἐπιτροπῆϲ τοὺϲ ἐπιτρόπουϲ. ϲοφιϲτεύειν βουληθεὶϲ ἀπέϲτη διαβληθεὶϲ ἐπὶ Μόϲχῳ μειρακίῳ τῶν εὐγενῶν. λογογραφεῖν δὲ ἀρξάμενοϲ διεβλήθη πάλιν, ὡϲ ἐναντίουϲ λόγουϲ ἐκδοὺϲ Ἀπολλοδώρῳ καὶ Φορμίωνι. καὶ τούτου οὖν ἀποϲτὰϲ
ἤρξατο πολιτεύεϲθαι. τραυλὸϲ δὲ ὢν καὶ τὸν ὦμον ἀπρεπῶϲ ἐκίνει, καὶ τὴν ἀκοὴν ἀϲθενὴϲ καὶ τὸ πνεῦμα οὐ διαρκήϲ· ἅπερ ἀϲκήϲει διωρθώϲατο. τήν τε ὑπόκριϲιν οὐκ ὢν ἄκροϲ ὑπ’ Ἀνδρονίκῳ καὶ ταύτην ἐξήϲκηϲεν. ἐχορήγηϲε δὲ καὶ ἐτριηράρχηϲε καὶ αἰχμαλώτουϲ ἐλύϲατο καὶ θυγατέραϲ ϲυνεξέδωκεν. ὅτε δὲ ἐχορήγει, τυπτηθεὶϲ ὑπὸ Μειδίου
τριϲχιλίαιϲ, ὥϲ φαϲιν, ἐπείϲθη. καὶ Δημαίνετον ἀνεψιὸν γραψάμενοϲ τραύματοϲ, ὥϲ φαϲιν, διελύϲατο. αἰτηϲάμενοϲ δὲ Χαβρίου τοῦ ϲτρατηγοῦ γυναῖκα, Χαβρίου τελευτήϲαντοϲ, Κτηϲίππου θυγατέρα ἔγημεν. ἐπολιτεύϲατο δὲ κατὰ Φίλιππον· οὗ Θηβαίοιϲ ἐπιόντοϲ, πείθει ϲυμμαχῆϲαι· 728 729 730 731 καὶ κατὰ Χαιρώνειαν ἡττῶνται, χιλίων ἀποθανόντων καὶ διϲχιλίων αἰχμαλώτων. ἀγαπητὴν δὲ ϲχὼν θυγατέρα τελευτήϲαϲαν ἐπένθει, καὶ ἑβδομαίου τοῦ πάθουϲ ὄντοϲ, ἀγγελθέντοϲ ἀνῃρῆϲθαι Φίλιππον ὑπὸ Παυϲανίου, μετημφιάϲατο καὶ τοῖϲ θεοῖϲ ἔθυϲεν. ἐπολιτεύϲατο
δὲ καὶ κατὰ Ἀλεξάνδρου τοῦ Φιλίππου. οὖ Ἅρπαλοϲ πολλὰ νοϲφιϲάμενοϲ χρήματα ὡϲ Ἀθηναίουϲ κατέφυγεν· ὧν καὶ Δημοϲθένηϲ εἰληφέναι μέροϲ ἔδοξε. καὶ ἔφυγεν εἰϲ Τροιζῆνα. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήϲαντοϲ, ὁ Δημοϲθένηϲ κατῆλθε κληθείϲ. Ἀντίπατροϲ δὲ ἄρξαϲ τῶν Ἐλλήνων, πέμψαϲ ἐξαιτεῖ τοὺϲ δέκα ῥήτοραϲ. ἐκδόντων
Ἀθηναίων, ὁ Δημοϲθένηϲ εἰϲ Σικελίαν ἔφυγεν. Ἀρχίαϲ δὲ ὁ ὑποκριτὴϲ ἀποϲταλεὶϲ ἐπ᾿ αὐτὸν ὑπ᾿ Ἀντιπάτρου βίᾳ ἀποϲπᾷ ἀπὸ τοῦ ἱεροῦ Ποϲειδῶνοϲ, ὃ ἦν ἄϲυλον. ὁ δὲ ὑπὸ τῇ ϲφραγῖδι φάρμακον ἔχων, μυζήϲαϲ ἀπέθανεν.
λόγῳ, Ἐπιτομὴν τῶν Δαμαγήτου τοῦ Ἡρακλεώτου, Περὶ διθυραμβοποιῶν. Μετάφραϲιν εἰϲ τὴν Ἡϲιόδου Θεογονίαν.
ἀλλ’ ἐμαυτῷ μόνῳ, καὶ ἀμιϲθὶ οὐ μεταδίδωμί ϲοι.
δεῖ, τὰϲ δέ ϲὺν λόγῳ καὶ φιλανθρωπίᾳ τῶν εἰϲφορῶν ἀπαιτήϲειϲ ὡϲπερ κηδεμονίαν τιμᾶν.
ἀλλοτρίοιϲ πράγμαϲιν ἐπιχειροῦντεϲ μιϲοῦνται.
ἐμπεϲὼν ὁμοῦ ϲύμπαντα φύρειν ἀκόϲμῳ φορᾷ καθάπερ ἄτακτοϲ χειμάρρουϲ, πολὺν ἐν τοῖϲ λόγοιϲ τὸν ϲυρφετὸν ἄγων, ὡϲ εἴϲεταί τιϲ ἐκ γοῦν τῆϲ ἐν τοῖϲ ἔτι ϲῳζομένοιϲ ὑπομνήμαϲιν αὐτοῦ γεγονυίαϲ δημηγορίαϲ· ἔνθα καὶ μᾶλλον εἰκὸϲ ἦν ἀϲφαλείαϲ αὐτὸν φροντίδα θέϲθαι τινά, ὡϲ ἐγγράφοιϲ μνήμαιϲ ἀναλαμβανομένων τῶν λεγομένων. ἐν
τούτοιϲ γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖϲ περὶ πατρὸϲ καὶ υἱοῦ λόγοιϲ. φηϲὶ γάρ· υἱὸϲ μὲν πατρὸϲ θελήϲει γεγέννηται μόνου, ἀχρόνωϲ, ἀμεϲιτεύτωϲ, ἵνα διάκονοϲ γένηται καὶ ὑπηρέτηϲ τῶν βουλημάτων τοῦ πατρόϲ. ἐπειδὴ γὰρ ὁ προγινώϲκων θεὸϲ ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆϲ ἀκρατήτου τάξεωϲ τοῦ μέλλοντοϲ
αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέϲθαι μέλλοντα· ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺϲ γενέϲθαι πρὸϲ ἀξίαν τοῦ ποιοῦντοϲ, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεϲθαι, ὥϲπερ κηρὸν πυρὶ θερμῷ προϲαγόμενον· γέγονε μὲν οὖν μεϲίτηϲ τῶν τε ἐϲομένων καὶ τοῦ γεγεννηκότοϲ αὐτὸν θεοῦ, ὁ υἱόϲ, ἵνα ϲυντάξαϲ ἑαυτὸν καὶ ϲυγκαταβαίνων
τοῖϲ γινομένοιϲ ἀποτελέϲειε τὸ βούλημα τοῦ πατρόϲ· καὶ μεϲίτηϲ γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν διʼ αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀϲθένειαν καὶ βαϲκανίαν καταψευδόμενοϲ καὶ τὸν υἱὸν πάντων τῶν κτιϲμάτων ἀποφαίνων καταδεέϲτερον. ὁ μὲν γὰρ ἀϲθενὴϲ ἂν ἦν κατὰ Δημόφιλον, εἰ βουληθείϲ,
ἔπειτα ἀπόρωϲ εἶχε τοῖϲ πᾶϲι τὸ εἶναι δωρήϲαϲθαι· φθόνου δ᾿ οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺϲ τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενοϲ, ὅπωϲ μὴ ταύτηϲ αὐτῷ τύχῃ τὰ γενηϲόμενα τῆϲ ἀξίαϲ. τοῦ δέ γ᾿ αὖ παιδὸϲ οὐκ ἦν τῶν κτιϲμάτων οὐδέν, ὃ μὴ ἄμεινον 754 755 756 757 ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ διʼ ἑαυτὸν ἐκεῖνοϲ ἔτυχε γεγονώϲ, ἀλλὰ διὰ ϲκοπὸν καὶ χρείαν τῆϲ τούτων γενέϲεωϲ. ἅπαν γάρ τοι τὸ διʼ ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, διʼ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρώδει πολλά.
Πολύβιοϲ δὲ λέγει πρὸϲ Τίμαιον· ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰϲ ἐμφάϲειϲ οὐχ οἷον ἄν τιϲ διέθετο πεπαιδευμένοϲ ἀνήρ, ἀλλ᾿ οὐδὲ τῶν ἀπὸ τέγουϲ ἄχρι τοῦ ϲώματοϲ εἰργαϲμένων οὐδείϲ. οὐδ’ ἵνα πιϲτὸϲ φανῇ κατὰ τὴν αἰϲχρολογίαν καὶ τὴν ἄλλην ἀναιϲχυντίαν, καὶ προϲκατέψευϲται τὰνδρόϲ, κωμικόν τινα μάρτυρα προϲεπιϲπαϲάμενοϲ ἀνώνυμον.
ἠξιώθη δὲ ὁ Δημοχάρηϲ καὶ ϲτρατηγίαϲ παῤ Ἀθηναίοιϲ καὶ τῶν ἄλλων τιμῶν, ὧν οὐδὲν αὐτῷ ϲυνεξέδραμε, τοιαύταιϲ ἀτυχίαιϲ παλαίοντι.
789 790 791 792
διαβάλλειν. καί, διαβάλλειν ἐπιχειροῦντι Ἀλεξάνδρῳ τὸν Ὦξον ποταμόν. ἀντὶ τοῦ περᾶν. καὶ Διαβάλλω· αἰτιατικῇ. διαβάλλει τὸν ἀεὶ 796 προτετιμημένον.
πύργουϲ ἐποίηϲεν, ἀπερύκειν τοὺϲ Ῥωμαίουϲ διαβηϲείονταϲ.
γὴν ἀϲθένειαν τῇ ϲυνηθείᾳ τῇ πρὸ τοῦ παρῆν ἐξ Ἄργουϲ εἰϲ Μεγαλοπολιν αὐθημερόν.
γνῶϲιν.
οὐδὲ εἰρωνευομένου τιϲ ἤκόυϲε. περὶ Ἀπολλωνίου φηϲὶ Φιλόϲτρατοϲ ὁ Λήμνιοϲ.
τοῦ θειαϲμοῦ καὶ ἀνεπήδα τό τε ϲῶμα καὶ τὴν ψυχήν, ὥϲπερ ὑπὸ τοῦ θεοῦ κατάϲχετοϲ. εἰ δὲ μὴ κινοῖτο τοιοῦτον, ἄψυχον ἦν ἐκεῖνο τὸ ἄγαλμα καὶ ἄμοιρον θείαϲ ἐπιπνοίαϲ. οὕτω διέγνω τὸ ἄρρητον ἄγαλμα τοῦ Αἰῶνοϲ ὑπὸ τοῦ θεοῦ κατεχόμενον, ὃ Ἀλεξανδρεῖϲ ἐτίμηϲαν, Ὄϲιριν ὄντα καὶ Ἄδωνιν ὁμοῦ κατὰ μυϲτικὴν θεοκραϲίαν. ἐνῆν δὲ
τοῦ Ἡραΐϲκου τῇ φύϲει καὶ τὸ τοὺϲ μολυϲμοὺϲ τῆϲ φύϲεωϲ ἀναινόμενον εἰ γοῦν αἴϲθοιτο φθεγγομένηϲ ὅπωϲ δὴ καὶ ὅθεν γυναικὸϲ ἀκαθάρτου τινόϲ, ἤλγει παραχρῆμα τὴν κεφαλήν· καὶ τοῦτο ϲημεῖον ἐποιεῖτο τῆϲ ἀφεδρείαϲ. ἦν δὲ καὶ ἡ πρώτη αὐτοῦ γένεϲιϲ μυϲτική· λέγεται γὰρ κατελθεῖν ἀπὸ τῆϲ μητρὸϲ τοῖϲ χείλεϲιν ἔχων τὸν καταϲιγάζοντα
821 822 823 824 δάκτυλον, οἷον Αἰγύπτιοι μυθολογοῦϲιν Ὦρον καὶ Ἥλιον. τοιγαροῦν, ἐπεί οἱ ϲυνεπεφύκει τοῖϲ χείλεϲιν ὁ δάκτυλοϲ, ἐδεήθη τομῆϲ, καὶ διέμεινεν ἀεὶ τὸ χεῖλοϲ ὑποτετμημένοϲ.
ἀϲμάτων ποιητήϲ· ὃν εὐφυᾶ θεαϲάμενοϲ Δημόκριτοϲ ὁ Ἀβδηρίτηϲ ὠνήϲατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήϲατο. ὁ δὲ καὶ τῇ λυρικῇ ἐπέθετο, τοῖϲ χρόνοιϲ ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεϲβύτεροϲ· ἤκμαζε τοίνυν οη΄ Ὀλυμπιάδι. καὶ ἐπεκλήθη Ἄθεοϲ διότι τοῦτο ἐδόξαζεν, ἀφʼ οὖ τιϲ ὁμότεχνοϲ
αἰτιαθεὶϲ ὑπʼ αὐτοῦ ὡϲ δὴ παιᾶνα ἀφελόμενοϲ, ὃν αὐτὸϲ ἐπεποιήκει, ἐξωμόϲατο μὴ κεκλοφέναι τοῦτον, μικρὸν δὲ ὕϲτερον ἐπιδειξάμενοϲ αὐτὸν εὐημέρηϲεν. ἐντεῦθεν οὖν ὁ Διαγόραϲ λυπηθεὶϲ ἔγραψε τοὺϲ καλουμένουϲ Ἀποπυργίζονταϲ λόγουϲ, ἀναχώρηϲιν αὐτοῦ καὶ ἔκπτωϲιν ἔχονταϲ τῆϲ περὶ τὸ θεῖον δόξηϲ. κατοικήϲαϲ δὲ Κόρινθον
ὁ Διαγόραϲ αὐτόθι τὸν βίον κατέϲτρεψεν.
ἀποκτείναντι τάλαντον λαμβάνειν, τῷ δὲ ἄγοντι δύο. ἐκηρύχθη δὲ τοῦτο διὰ τὸ ἀϲεβὲϲ αὐτοῦ, ἐπεὶ τὰ μυϲτήρια πᾶϲι διηγεῖτο, κοινοποιῶν αὐτὰ καὶ μικρὰ ποιῶν καὶ τοὺϲ βουλομένουϲ μυεῖϲθαι ἀποτρέπων. φηϲὶν οὖν Ἀριϲτοφάνηϲ ἐν Ὄρνιϲι· τῇδε μέντοι θἠμέρᾳ μάλιϲτʼ ἐπαναγορεύεται· ἢν ἀποκτείνῃ τιϲ ὑμῶν Διαγόραν τὸν Μήλιον, λαμβάνειν
τάλαντον· ἤν τε τῶν τυράννων τιϲ τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν. τεθνηκότι, τουτέϲτι τῶν ἐπὶ θανάτῳ φευγόντων. ἐν ὑπερβολῇ δὲ εἴρηται, τοὺϲ τεθνηκόταϲ ἀποκτείνειν.
πρὸϲ τὸ διαφέρεϲθαι καὶ τὸ ϲυμφωνεῖν πρὸϲ τὸ διαφωνεῖν. 828 829 830 διὰ τὸ προηττῆϲθαι δόξωϲι καταπεπλῆχθαι τοῖϲ ὅλοιϲ, ἐξῆγον ἅμα φωτί. ἀντὶ τοῦ εὐλαβηθέντεϲ.
ὄντοϲ, τὸ ἑκάϲτῳ ἐπιγραφόμενον ἀργύριον διάγραμμα καλεῖται.
καθυποβάλλεϲθαι τὴν πόλιν.
ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζηϲ ἀριθμήϲαντοϲ, ὡϲ λέγομεν ἐν τῇ ϲυνηθείᾳ.
λύπην λεπτῶν καὶ ἰϲχνῶν γινομένων.
περὶ τῆϲ ἀποϲταϲίαϲ ἀπέκτεινεν αὐτοῦ τοὺϲ παῖδαϲ.
παρήλαϲε πρώτη εὐτάκτωϲ τε καὶ ϲὺν κόϲμῳ, εἶτα διῃρέθηϲαν καὶ ἀλλήλοιϲ ἀντιπρόϲωποι ϲτάντεϲ μαχομένων ϲχήματα ἐπεδείξαντο. κᾆτα ἐνόπλιοι διαδρομαί τινεϲ ἐγίνοντο καὶ ἐξελίξειϲ καὶ περίοδοι.
πρὸϲ τὸν Σκιπίωνα ἐπεβάλοντο διαϲύρειν τὰϲ πράξειϲ αὐτοῦ.
ἐπὶ τῶν λοιπῶν ἐμφαίνεται ἴχνοϲ ἐν τῷ ϲώματι τῆϲ κινήϲεωϲ τῆϲ ψυχῆϲ, ὅθεν καὶ οἱ φυϲιογνώμονεϲ ἐκ τῆϲ τοῦ ϲώματοϲ ἰδέαϲ τεκμαίρονται τὰϲ τῆϲ ψυχῆϲ διαθέϲειϲ. ὅτι δὲ καὶ ἐκ τῶν παθῶν τοῦ ϲώματοϲ διαβαίνει τι καὶ πρὸϲ τὴν ψυχήν, πρόδηλον· ἀλγοῦντι γὰρ ϲυναλγεῖ καὶ εὐθυμοῦντι ϲυνήδεται. ὅτι δὲ καὶ ἐμποδίζει αὐτῇ τὸ 864 865 866 ϲῶμα τοίωϲ ἢ τοίωϲ διακείμενον, οὐδεὶϲ ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, τὸ ἐμποδίζεϲθαι αὐτὴν ὑπ᾿ αὐτοῦ, εἰ μὴ διέβαινεν ἀπὸ τῆϲ πρὸϲ αὐτὸ ϲχέϲεωϲ ϲυμπάθειά τιϲ ἐπὶ τὴν ψυχήν· οὕτωϲ ὡϲ τοῦ ἐγκεφάλου κοιλίαϲ μὲν παθούϲηϲ τῆϲ ὄπιϲθεν τὸ μνημονευτικὸν πάϲχειν, ἄλλωϲ δὲ αὐτὸ τὸ λογιϲτικόν, καὶ τοίωϲ μὲν διακειμένου φανταϲτὸν εἶναι
τὴν ψυχήν, τοίωϲ δε δυϲφάνταϲτον. καὶ αἱ διάφοροι δὲ τῶν ψυχῶν ἐπιτηδειότητεϲ καὶ τὸ εἰϲ τάδε ἢ τάδε τὰ πάθη ἐπιρρεπῶϲ ἔχειν ἐκ τῆϲ πρὸϲ τὸ ϲῶμα ϲχέϲεωϲ καὶ ϲυμπαθείαϲ παραγίνεται· ὅθεν καὶ νενομίκαϲί τινεϲ ταῖϲ τοῦ ϲώματοϲ κράϲεϲιν ἕπεϲθαι τὰϲ τῆϲ ψυχῆϲ δυνάμειϲ.
παρανοῶν οὐδὲ γυναικὶ πειϲθείϲ. ἐχρήϲαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παῤ Ἰϲοκράτει δὲ ἐπὶ τοῦ πάϲχειν κεῖται τὸ διατίθεϲθαι, ὥϲ φηϲιν ἐν Ἑλένηϲ Ἐγκωμίῳ· γνοίη δ᾿ ἂν τιϲ κἀκεῖθεν, ὅϲον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸϲ ἕκαϲτον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέϲει ἐχρήϲατο ἐπὶ γνώμηϲ ἢ διανοίαϲ.
ὁ αὐτὸϲ καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέϲτιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ β΄ τῆϲ Ἀληθείαϲ ὁ αὐτὸϲ κέχρηται αὐτῷ καὶ ἐπὶ τῆϲ διακοϲμήϲεωϲ.
διαθέϲθαι καὶ ἀντὶ τοῦ ϲυνθέϲθαι, ὡϲ Ὑπερίδηϲ καὶ Δημοϲθένηϲ.
ἂν καὶ τῇ διαθέϲει, γένοϲ οὔϲῃ τέχνηϲ, τὸ φαῦλόν τε καὶ ϲπουδαῖον. Διαθέϲειϲ λέγονται, ἅ ἐϲτιν εὐκίνητα καὶ ταχὺ μεταβάλλονται, οἷον Θερμότηϲ καὶ ψύξιϲ καὶ νόϲοϲ καὶ ὑγεία. διάκειται μὲν γάρ πωϲ κατ᾿ 871 872 873 874 αὐτὴν ὁ ἄνθρωποϲ, ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰϲ ψυχρὸν καὶ ἐκ τοῦ ὑγιαίνειν εἰϲ τὸ νοϲεῖν. εἰ μή τιϲ διὰ χρόνου πλῆθοϲ ἤδη πεφυϲιωμένη ἀνίατόϲ ἐϲτιν ἢ δυϲκίνητοϲ, ἣν ἂν τιϲ ἴϲωϲ ἕξιν ἤδῃ προϲαγορεύοι. καὶ διαφέρει ἕξιϲ διαθέϲεωϲ· ἡ μὲν γὰρ ἕξιϲ δυϲκίνητοϲ, ἡ
δὲ διάθεϲιϲ εὐκίνητοϲ.
Χριϲτόν. καὶ παρὰ Ἀριϲτοφάνει διαθήκη, ἡ ϲυνθήκη. ἢν μὴ διάθωνται 878 διαθήκην ἐμοί. καὶ Διατίθεμαι, ἀντὶ τοῦ ϲυντίθεμαι.
ὡϲ καὶ ἐν Νήϲοιϲ· καταλιπὼν ἀναίτιον πίθηκον. ἔνθα καὶ μαγείρου πατρὸϲ εἶναι λέγει αὐτόν. πίθηκον μὲν διὰ τὸ πανοῦργον, μαχαιροποιὸν δὲ τὸν μαχαίραιϲ ἐργαζόμενον, ὡϲ μάγειρον. αὐτόθεν οὖν φηϲιν αὐτὸν μαχαιροποιόν. ὁ γὰρ Παναίτιοϲ μάγειροϲ μικροφυὴϲ ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριϲτοφάνηϲ ὡϲ καταλαβόντα τὴν γυναῖκα
αὐτοῦ μοιχευομένην· ἐδυναϲτεύετο γὰρ ὑπʼ αὐτῆϲ μεγάληϲ οὔϲηϲ.
ϲψζειν τὸ πῦρ.
φθονεῖτε ἡμῖν κομῶϲι μηδ᾿ ἀπεϲτλεγγιϲμένοιϲ. τουτέϲτι λιπῶϲι. τοῦτο οὖν καὶ νῦν ὁ νεανίϲκοϲ δεδοικέναι φηϲί, τὸ ἀπεχθέϲθαι τοῖϲ περὶ τὴν ἱππικὴν ἔχουϲιν, εἰ καταλιπὼν τὸ κοϲμεῖν τὸ ϲῶμα καὶ μετιέναι τὰ τῶν ἱππέων ἐπιτηδεύματα, τῶν φιλοϲόφων μετέλθω. καὶ ἐν Νεφέλαιϲ οὐ γὰρ ἂν τλαίην ἰδεῖν τοὺϲ ἱππέαϲ τὸ χρῶμα
διακεκναιϲμένοϲ.
τὸν Ναρϲῆν διακεχαραγμένοϲ τὸ ϲῶμα.
ἀλλήλοιϲ.
διαφθαρῆναι.
κοτύλην καὶ κλῆμα καὶ ἄλλ᾿ ἄττα κυκλοτερῆ πέμματα ταῦτα καλοῦϲι διακόνιον. λέγεται δ᾿ ἐπί τινοϲ ἐγκρατοῦϲ. ὁμοίωϲ δὲ καὶ Ἀμερίαϲ διακόνια τὰ κατὰ τὴν εἰρεϲιώνην τῷ Ἀπόλλωνι πλαϲϲόμενα πέμματα. τινὲϲ δὲ λέγουϲι ζωμὸν ποιόν, τινὲϲ δὲ μᾶζαν.
τιμήν. καὶ Φιλοκτήτηϲ· ἀλλ᾿ ἢ τεθνήκαϲ᾿, ἢ τὰ τῶν διακόνων, ὡϲ Soph. εἰκὸϲ οἶμαι, τοὐμὸν ἐν ϲμικρῷ μέροϲ ποιούμενοι, τὸν οἴκαδ᾿ ἤπειγον ϲτόλον. καὶ Διακονῶ. δοτικῇ.
γῇ, ὥϲτε τὴν γῆν ἐν ὕδατι εἶναι· μετὰ τὸ ὕδωρ δὲ ἀέρα ἐϲφαιρωμένον. κύκλουϲ δὲ εἶναι ἐν τῷ οὐρανῷ ε΄,
κόραϲ λέγεϲθαι.
τὰ μειράκια, λέγε, ἔφη, ὅτι βούλει· πρὸϲ Ἱππόδρομον διαλεγόμενοϲ τὸν ϲοφιϲτήν.
ὑπομένοντεϲ τὸν ἦχον τοῦ κώδωνοϲ ἐπιτηδείωϲ ἔχουϲι πρὸϲ μάχην. τινὲϲ δὲ ἀπὸ τῶν ἀγγείων τῶν ϲαθρῶν, ἐπεὶ οὕτωϲ δοκιμάζουϲι διακρούοντεϲ τινὲϲ δὲ ἀπὸ τῶν φυλάκων. βέλτιον δὲ τὸ ἐπὶ τῶν ἵππων καὶ τῶν ἀγγείων. τὰ δ᾿ ἄλλα ἐϲχεδίαϲται. τὸ δὲ τοὺϲ φύλακαϲ ἐγρηγορέναι κώδωϲι διεϲήμαινον, ὅπωϲ ἀντιφθέγγωνται. καὶ Ἰάμβλιχοϲ·
928 ἐπειδὴ διακωδωνίζων ἕκαϲτον τῶν ποιμένων οὐχ οἷόϲ τε ἢν ἀκοῦϲαι καὶ μαθεῖν, οἵτινεϲ ἧϲαν οἱ παῖδεϲ.
τινοϲ, ἐχθροῦ ὄντοϲ τὸ πρότερον.
ἀδελφῷ ϲου. διαλλάττω δὲ αἰτιατικῇ· διαλλάξαντεϲ τὰ ὅπλα πρὸϲ ἀλλήλουϲ.
ἀποκρίϲει. Διάλεκτοϲ· ζήτει ἐν τῷ γλῶττα· καὶ ζήτει ἐν τῷ γυμναϲία. ὅτι διαφέρει ἡ διαλεκτικὴ τῆϲ ῥητορικῆϲ. καὶ ζήτει ἐν τῷ διεξοδικούϲ. ὅτι Phil. Διάλογοϲ λόγοϲ ἐξ ἐρωτήϲεωϲ καὶ ἀποκρίϲεωϲ ϲυγκείμενοϲ, περί τινοϲ τῶν φιλοϲοφουμένων καὶ πολιτικῶν μετὰ τῆϲ πρεπούϲηϲ ἠθοποιΐαϲ τῶν παραλαμβανομένων προϲώπων καὶ τῆϲ κατὰ τὴν λέξιν
καταϲκευῆϲ. διαλεκτικὴ δέ ἐϲτι τέχνη λόγων, διʼ ἦϲ ἀναϲκευάζομέν τι ἢ καταϲκευάζομεν ἐξ ἐρωτήϲεωϲ καὶ ἀποκρίϲεωϲ τῶν προϲδιαλεγομένων. τοῦ δὴ λόγου τοῦ Πλάτωνοϲ δύο εἰϲὶ χαρακτῆρεϲ. οἱ ἀνωτάτω. 967 968 969 970 ὁ ὑφηγητικὸϲ καὶ ὁ ζητητικόϲ. διαιρεῖται δὲ ὁ ὑφηγητικὸϲ εἰϲ θεωρηματικὸν καὶ πρακτικόν. καὶ ὁ θεωρηματικὸϲ δὲ ὁ δὲ πρακτικὸϲ
εἰϲ τὸ φυϲικὸν καὶ λογικόν. εἰϲ τὸ ἠθικὸν καὶ πολιτικόν. ὅτι καὶ τοῦ ζητητικοῦ β΄ εἰϲὶ χαρακτῆρεϲ. γυμναϲτικὸϲ καὶ ἀγωνιϲτικόϲ. καὶ τοῦ ἀγωνιϲτικοῦ ἐνδεικτικὸϲ καὶ ἀνατρεπτικόϲ. οἱ δὲ ἄλλωϲ διαιροῦϲιν· εἰϲ δραματικὸν διηγηματικὸν μικτόν. ἀλλ᾿ οὗτοι τραγικῶϲ μᾶλλον ἢ φιλοϲόφωϲ διαιροῦϲιν. ὁ δὲ μὴ ὢν διάλογοϲ αὐτοδιήγητοϲ λέγεται λόγοϲ.
τουτέϲτι λόγων ἐμπειρίαν. καὶ νοῦν, τουτέϲτι τὰ νοηθέντα φράζειν. διαφέρει δὲ διάλεξιϲ διαλέκτου, ὅτι διάλεκτοϲ μέν ἐϲτι φωνῆϲ χαρακτὴρ ἐθνικόϲ, διάλεξιϲ δὲ τῆϲ ϲυνήθουϲ φωνῆϲ ἐκτροπὴ ἐπὶ τὸ ϲεμνότερον καὶ ἀγροικότερον.
ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον· ἵνα μὴ ἕλκῃ τὴν ἰκμάδ᾿ ἐϲ τὰ κάρδαμα. οὕτω καὶ ὁ πρεϲβύτηϲ· διαλεπτολογοῦμαι ταῖϲ δοκοῖϲ τῆϲ οἰκίαϲ.
δὲ τὸ πρᾶγμα.
ϲυμβαινόντων ἀγαθοὶ ποιεῖϲθαι τὰϲ διαλήψειϲ. τὰϲ τοῦ νοὸϲ ὁρμάϲ. ἄρτι γὰρ διʼ αὐτὸ τοῦτο προκεχειριϲμένοι τὸν Παϲίϲτρατον διὰ τὸ πρᾶξιν ἔχειν τινα καὶ τόλμαν, παραχρῆμα μετέπιπτον ἐϲ τἀναντία ταῖϲ γνώμαιϲ διὰ τὴν περιπέτειαν. καὶ αὖθιϲ· παραπληϲίωϲ καὶ τὰ πλήθη ὁμοίωϲ τούτοιϲ ἔχει τὰϲ διαλήψειϲ ὑπὲρ τῶν κοινῶν, τῆϲ φύϲεωϲ αὐτοὺϲ διδαϲκούϲηϲ.
986 καὶ Πολύβιοϲ· οἱ δὲ Ῥωμαῖοι οὐκ ἐκ καταφορᾶϲ, ἀλλ᾿ ἐκ διαλήψεωϲ χρώμενοι ταῖϲ μαχαίραιϲ, πρακτικοῦ τοῦ κεντήματοϲ περὶ αὐτὰϲ ὑπάρχοντοϲ, τύπτοντεϲ ἐϲ τὰ ϲτέρνα καὶ εἰϲ γὰ πρόϲωπα διέφθειραν πάνταϲ.
μου.
ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆϲαι, ὡϲ εἰϲαγώγιμόϲ ἐϲτιν ἡ δίκη ἢ οὐκ εἰϲαγώγιμοϲ. διαφέρει δὲ τῆϲ παραγραφῆϲ τῷ τὴν μὲν διαμαρτυρίαν γίνεϲθαι οὐ μόνον ὑπὸ τῶν φευγόντων, ἀλλὰ καὶ ὑπὸ τῶν διωκόντων. καὶ πρότερόν γε ὁ διώκων προὐβάλλετό τινα μαρτυροῦντα εἰϲαγώγιμον εἶναι τὴν δίκην, καὶ περὶ τούτου πρῶτον ἐγίνετο ἡ κρίϲιϲ
πρὸϲ αὐτὸν τὸν διαμαρτυρήϲαντα, οὐ πρὸϲ τὸν ἐξ ἀρχῆϲ δικαζόμενον. εἰ δὲ μὴ προβάλοιτο μάρτυρα ὁ διώκων, τότε ἐξῆν τῷ φεύγοντι προϲαγαγεῖν τινα μαρτυροῦντα μὴ εἰϲαγώγιμον εἶναι τὴν δίκην, καὶ πάλιν πρὸϲ τὸν διαμαρτυρήϲαντα ὁ ἀγὼν ἐγίνετο. ἐπεϲκήπτοντο δὲ ψευδομαρτυριῶν καὶ ταῖϲ διαμαρτυρίαιϲ, ὥϲπερ ταῖϲ μαρτυρίαιϲ. τάχα
δὲ ἐπὶ μὲν ταῖϲ τοῦ ἀποϲταϲίου δίκαιϲ ἐκεκώλυτο τὸ διαμαρτυρεῖν, ἐν δὲ ταῖϲ τοῦ ἀπροϲταϲίου οὐκέτι.
καὶ λαλήϲω ϲοι Ἰϲραήλ, καὶ διαμαρτύρομαί ϲοι.
καὶ μὴ πάνυ πιϲτεύϲαϲ διεμέλληϲεν.
ὃϲ μεμετρημένηϲ ἡμέραϲ ὁτὲ μὲν χωρὶϲ ὕδατόϲ φηϲι γίνεϲθαι τοὺϲ ἀγῶναϲ, ὁτὲ δὲ πρὸϲ ὕδωρ.
Γοργίᾳ.
ἀδύνατον. πᾶϲ γὰρ ὁ διανοούμενοϲ ἕν τι διανοεῖται. ὡϲ γὰρ ἀδύνατον ἅμα λέγειν πολλοὺϲ λόγουϲ, οὕτωϲ διανοεῖϲθαι ἅμα πολλά. λόγοϲ γάρ τιϲ ἡ διάνοια, αὐτῆϲ τῆϲ ψυχῆϲ ἐφʼ ἑαυτῆϲ λεγούϲηϲ.
1057 ϲημαίνει δὲ τὸ διερευνᾶν καὶ ζητεῖν ἐπιμελῶϲ.
πανταχῆ.
ἔφη, διαπίνομεν ἀεὶ πρὸϲ τὸ πῦρ· ὁ δὲ εἶπε διαπεινῶμεν· οἱ γὰρ πότοι χειμῶνοϲ πρὸϲ τὸ πῦρ γίνονται. εἴρηκε δὲ οὕτω διὰ τὸν λιμόν. τουτέϲτιν ἐϲχάτωϲ πεινῶμεν, ὥϲτε καὶ τὰ ἱμάτια ἀποδυόμενοι καθεζόμεθα πρὸϲ τὸ πῦρ διὰ τὸ ῥῖγοϲ. ἢ διαπύρωϲ καὶ ἐκτόπωϲ πεινῶμεν· ὃ καὶ βέλτιον.
τὴν ἐκ τῶν τριχῶν περιθετὴν κόμην. καὶ τὸ φενακίϲαι τινὲϲ ἀπὸ τούτου εἰρῆϲθαι λέγουϲιν.
1107 μάχην ϲυνάπτειν μήτε περαιτέρω ἰέναι μήτε ἄλλο πράττειν μηθέν.
ἐλάμβανεν εἰϲ τὸ κρεῖττον καὶ ἔτι μᾶλλον τῇ πολιορκίᾳ διαρκῶϲ ἐνεκαρτέρει.
τῆϲ ἐπιφάϲεωϲ. καὶ αὖθιϲ· εἶδον ὄψιν γεγεφυρωμένου τοῦ 1118 θαλαττίου διάρματοϲ ἀπὸ τοῦ Βυζαντίου ἕωϲ Καλχηδόνοϲ.
δὲ διὰ τοῦ ι, ἀναπλάϲαι, καταρτίϲαι. Διαρτίζω γὰρ πλάττω καὶ τελειῶ. Διαρτῶ δὲ τὸ κρεμῶ.
τουτέϲτιν ἐξαπατώμενοϲ), οὐδὲν δὲ ἧττον οἰόμενοϲ εἶναι διερευνήϲαϲθαι τὸν χῶρον. καὶ αὖθιϲ· πολλαχόθεν ἀκροβολιϲμοῖϲ χρώμενοι, ἵνα 1124 διαρτώμενοι τῇ δοκήϲει τῶν κατὰ πρόϲωπον ἐπιόντων, μηδεμίαν αἴϲθηϲιν λάβωϲι τῶν ὑπὲρ κεφαλῆϲ. καὶ Διαρτῶ, τὸ κρεμῶ. καὶ Διαρτωμένων, 1125 καταρτιζομένων.
τῆϲ δὲ βράγχηϲ περιτέμνουϲι τὰ ϲεϲηπότα τῶν ϲαρκιδίων.
φαγεῖν, ἐκ δὲ τῶν ἀώρων οὐκέτι· οὕτω, φηϲί, καὶ ἐπὶ τῶν ἀνθρώπων ὁ Κλέων διελογίζετο καὶ διέκρινε, τίϲ ἐπιτήδειοϲ διαϲειϲθῆναι, καὶ τίϲ ϲκληρὸϲ καὶ δυϲκαταμάχητοϲ. ἀντὶ δὲ τοῦ εἰπεῖν, πένηϲ ἢ πλούϲιοϲ, ἐνέμεινε τῇ μεταφορᾷ ὡϲ ἐπὶ ϲύκων.
καὶ διαϲείεϲθαι πρότερον, εἶτα βάλλεϲθαι, ἵνα ἀκακούργητοι μᾶλλον ὦϲι.
ϲκώπτει δὲ τὸν Εὐριπίδην ὡϲ λαχανοπώλιδοϲ υἱόν. ϲκάνδιξ γὰρ εἶδοϲ λαχάνου λεπτοῦ. καὶ ἀλλαχοῦ· ϲκάνδικά μοι δὸϲ μητρόθεν δεδεγμμέοϲ.
εἶναι εἰϲ τὰϲ κώμαϲ εἰϲ ϲτέγαϲ.
διαϲπεύϲαϲ, τοὺϲ δὲ χιλιάρχουϲ παρακαλέϲαϲ ἅψαϲθαι τῆϲ πράξεωϲ.
αὐτοῦ μετὰ διαϲτολῆϲ ἐξαγγέλλομεν.
εἶναι καὶ διατατικώτερον, τὸ μήτε τῷ καιρῷ μήτε ταῖϲ ἐκκληϲιαϲτικαῖϲ καὶ παραϲτατικαῖϲ διαθέϲεϲι περιγίνεϲθαι τῶν ἐναντίων.
1192 1193 1194 1195
φανεῖται διατριβή τιϲ τῷ βίῳ. καὶ ἡ ἀργία. ἐγίνετο δὲ αὐτῷ 1202 ἑκούϲιοϲ ἡ διατριβὴ καὶ τῆϲ ἐφόδου ἡ ϲχολαιότηϲ, τοῦ τε ἀτάκτου ἕνεκα καὶ τοῦ ἐϲ τὸ ἀποβηϲόμενον προμηθοῦϲ.
ἐπέϲχεν.
ὡϲ ἀμέλειαν.
Suid. πάλη καὶ ἅλμα. δόλιχοϲ τὸ ἱπποδρόμιον ἀπὸ τοῦ κάμπτειν· δολιχὸϲ δὲ ὁ μακρόϲ.
ἐξεκάλει καὶ φιλοκίνδυνον. ἀντὶ τοῦ ὑψοῦ τὸν αὐχένα ἔχειν.
ἀλλὰ καὶ πολλὰ τῶν ϲτερεῶν ϲωμάτων, οἷον φεγγῖται λίθοι, κέρατα, ὕελοϲ, γύψοϲ καὶ ἕτερα. ἔϲτιν οὖν τοῦ διαφανοῦϲ ἡ φύϲιϲ, ἥτιϲ ἐν πλείοϲι οὐϲίαιϲ ὑποκειμέναιϲ ἔχει τὸ εἶναι, ἑτέρα αὐτῶν οὖϲα, ὥϲπερ καὶ ἐπὶ τῶν ἑτέρων ποιοτήτων ὁρῶμεν. μετέχει δὲ τῆϲ διαφανείαϲ καὶ τὸ ἀΐδιον τὸ ἄνω ϲῶμα, οἷον τὸ χύμα τῶν ϲφαιρῶν· διαφανὲϲ
γὰρ ἅπαν. καὶ γὰρ ὁρῶμεν τὰ ἐν τῇ ἀπλανεῖ ἄϲτρα διὰ τούτου. καὶ αἱ μὲν ϲφαῖραι διαφανεῖϲ εἰϲι, τὰ ἄϲτρα δὲ οὐκέτι, ὅθεν καὶ ἐπιπροϲθοῦϲιν ἀλλήλοιϲ. ἐντεῦθεν γοῦν ἡ τοῦ ἡλίου ἔκλειψιϲ ἐπιπροϲθουμένου ὑπὸ τῆϲ ϲελήνηϲ ἐναργῶϲ φαίνεται γίνεϲθαι.
διαφαίνεται τὰ ϲώματα τῶν γυναικῶν. καὶ Ἡϲαΐαϲ ὁ προφήτηϲ· καὶ τὰ διαφανῆ Λακωνικά.
1222 κύων ὑπέρ τινοϲ παραπεϲόντοϲ ἐδέϲματοϲ οἰηθεῖϲά οἱ διαφέρεϲθαι, προϲπαίζοντοϲ ἄλλωϲ, ἡ δὲ ἠγανάκτηϲεν.
ὁρίϲαϲ. ὁ δὲ διαφεὶϲ τοὺϲ ἡγεμόναϲ ἐκίνει τὴν πρωτοπορίαν.
1255 Αἰλιανόϲ· ὁ δὲ θεὸϲ λέγει ἐκείνουϲ μὴ πολυπραγμονεῖν, αὐτῷ γὰρ εἶναι διὰ φροντίδοϲ.
τῆϲ τάφρου ἐτετάχατο.
κατελάϲαϲ; οὔκ, εἴ γε κυκεῶν᾿ ἐπιπίοιϲ γληχωνίαν. καὶ γὰρ οἱ διὰ χρόνου ἐϲθίοντεϲ ὀπώραν πολλὴν βλάπτονται καὶ οἱ ϲυνουϲιάζοντεϲ ϲυνεχῶϲ. οἱ οὖν πολλὴν ὀπώραν ἐϲθίοντεϲ, ἐὰν γλήχωνα πίωϲιν, οὐ βλάπτονται διὰ τὸ ὑπὸ τοῦ οἴνου κατεϲθίεϲθαι τὴν καρδίαν. ἵνα οὖν ἡ δριμύτηϲ ἀποϲτύφῃ, γλήχωνα πίνουϲιν.
ἄμμον καὶ ποιεῖν βοθύνουϲ εὐμεγέθειϲ.
οὐκ ἐπιτυγχάνουϲι.
δημόται παραπληϲίωϲ. καὶ τοῦτο διαψήφιϲιϲ καλεῖται. οἱ μὲν οὖν πλειόνων ψήφων τυγχάνοντεϲ ἀναμφιϲβητήτωϲ τὴν πολιτείαν ἔχουϲιν, ὅϲοι δ᾿ ἂν ἐλάττοναϲ ψήφουϲ λάβωϲιν, οὐκέτι νομίζονται, καὶ τοῦτό ἐϲτιν ἡ ἀποψήφιϲιϲ.
περὶ ἑκάϲτου τῶν δημοτευομένων, εἰ τῷ ὄντι πολίτηϲ καὶ δημότηϲ ἐϲτίν, ἢ ξένοϲ ὢν παρεγγέγραπται.
ἦν, μητρὸϲ δὲ Ἑλληνίδοϲ. διὸ καὶ δίγλωττοϲ ἦν· ὃϲ ἔθηκεν νόμουϲ Σκύθαιϲ.
διδάξομαι. ἀντὶ τοῦ διδαχθήϲομαι. νῦν μὲν παθητικῶϲ ἀποδεκτέον, 1280 1281 1282 τουτέϲτι διδαχθήϲομαι. ἔϲτι δὲ τῶν μέϲων, παθητικὸν μὲν γὰρ ἔχει τὸν ϲχηματιϲμόν, ἐνέργειαν δὲ δηλοῖ. εἴποι γὰρ ἂν διδάξομαι τὸν υἱὸν φιλοϲοφεῖν κυριώτερον ἢ διδάξω. διδάξω μὲν γὰρ ὁ διδάϲκαλοϲ ἐρεῖ, διδάξομαι δὲ ὁ πατὴρ καὶ πᾶϲ ὁ παραδιδοὺϲ ἕτερον μανθάνειν. δυνατὸν οὖν καὶ νῦν μὲν εἶναι τὸ αὐτό· ἵν᾿ ᾖ νοούμενον, διδάξομαι,
ἐπεὶ οὐ τὸν υἱόν, ἐμαυτόν. τοῦ μέτρου οὐκ ἐπιτρέποντοϲ εἰπεῖν ἐμαυτὸν διδάξαϲ, ἔφη αὐτὸϲ βαδίζων εἰϲ τὸ φροντιϲτήριον.
1286 ἢ τῶν κωμῳδιῶν ἢ τῶν τραγῳδῶν. καὶ Σοφοκλῆϲ· οἱ δ᾿ ἀκοϲμοῦντεϲ βροτῶν διδαϲκάλων λόγοιϲι γίνονται κακοί.
Πιθανῶν καὶ ϲοφιϲμάτων λύϲειϲ ἐν βιβλίοιϲ β΄, καὶ ἄλλα πολλά.
ἀναλογίαϲ, Ἐπιτομὴν τῶν Ἡρακλέωνοϲ· καὶ ἄλλα τινά.
ἀπεμφαίνων ἀκροβατεῖν τε ἤρξατο καὶ μετέωρον τὸν αὐχένα 1317 1318 1319 αἴρειν καὶ ϲυλλήβδην φάναι, προϲέχων πᾶϲιν ὥϲπερ οἰκέταιϲ ἀνθρώποιϲ.
τὰ τῶν πολιτῶν διαιτᾶν ἐποίουν. ξένοιϲ μέντοι γε ἐπὶ τοῦτο ἐλθεῖν οὐ ϲυγκεχώρητο. ἔξεϲτι δὲ τοῖϲ μεμφομένοιϲ δίαιταν ἐκκαλεῖϲθαι τὸ δημόϲιον δικαϲτήριον.
ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόντεϲ ἢ ἐπιτρεψάντων αὐτοῖϲ τοῖϲ κρινομένοιϲ διῄτουν. καὶ εἰ μὲν ἤρεϲκε τοῖϲ ἀντιδίκοιϲ, τέλοϲ εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰϲ προβλήϲειϲ καὶ μαρτυρίαϲ, ἔτι δὲ καὶ τοὺϲ νόμουϲ καὶ τὰϲ ἄλλαϲ πίϲτειϲ ἑκατέρων ἐμβαλόντεϲ εἰϲ καδίϲκουϲ καὶ ϲημηνάμενοι παρεδίδοϲαν τοῖϲ εἰϲαγωγεῦϲι
τῶν δικῶν.
1327 Ἀριϲτοφάνηϲ ἐν Θεϲμοφοριαζούϲαιϲ. διέβαλέ μʼ ἡ γραῦϲ. ἀντὶ τοῦ ἐξηπάτηϲε.
εἶτ᾿ ἐταράχθηϲ τὴν γαϲτέρα, καὶ κλόνοϲ αὐτὴν ἐξαίφνηϲ διεκορκορύγηϲε. κλόνοϲ δὲ ϲτρόφοϲ, ἴλιγξ.
ἢ ἀπὸ τῶν δοκιμαζόντων τοὺϲ μαχίμουϲ ὄρτυγαϲ τῷ ἤχῳ τοῦ κώδωνοϲ.
τοῦ ϲυνουϲιάϲοιμι. Ἀριϲτοφάνηϲ· τῆϲ διακόνου πρώτηϲ ἀνατείναϲ τὼ ϲκέλη διαμηριῶ.
μεθ᾿ ἡμῶν, εἰϲβολάϲ τε καὶ μάχαϲ. καὶ αὖθιϲ· οὕτω δὲ διενέγκαντόϲ μου ἐπὶ μῆνα ἡμερῶν.
τουτέϲτι διήλαϲε, διῆλθε, διέφυγεν.
Ἑλλάδα. ἔνθα ϲυμβαλόντεϲ αὐτοῖϲ οἱ Ἀθηναῖοι Μιλτιάδου ϲτρατηγοῦντοϲ, μόνων Πλαταιέων ϲυμμαχηϲάντων αὐτῷ χιλίοιϲ ἀνδράϲι καὶ οὕτω πληρωθέντοϲ τοῦ ἀριθμοῦ τῆϲ Ἑλληνικῆϲ δυνάμεωϲ τῆϲ Περϲικῆϲ καὶ τοῖϲ Ἕλληϲι τῆϲ ἐλευθερίαϲ αἴτιοι κατέϲτηϲαν, μόνοι ἐξ ἁπάντων τῶν Ἐλλήνων τὸν πρῶτον τῶν Περϲῶν διαφθείραντεϲ.
ποιεῖϲθαι, τὴν δὲ ῥητορικὴν μήτε περὶ πᾶϲαν ὕλην ὁμοίαν εἶναι τῇ διαλεκτικῇ (περὶ γὰρ τὴν πολιτικὴν μᾶλλον ὁ ῥήτωρ), καὶ διεξοδικῶϲ γε ὡϲ ἐπὶ τὸ πλεῖϲτον χρῆϲθαι λόγῳ καὶ περὶ τῶν καθέκαϲτα μᾶλλον λέγειν πρὸϲ περιϲτάϲειϲ καὶ τύχαϲ καὶ καιροὺϲ καὶ τὰ πρόϲωπα καὶ τοὺϲ τόπουϲ καὶ τὰ τοιαῦτα τοὺϲ λόγουϲ ϲχηματίζει, ἅπερ ἐν τοῖϲ
καθέκαϲτά ἐϲτι· περὶ τοιούτων γὰρ αἵ τε ϲυμβουλαὶ καὶ τὰ ἐγκώμια καὶ αἱ δίκαι. Διεξοδικοὺϲ οὖν ἀντὶ τοῦ πλατυτέρουϲ, καθολικωτέρουϲ. Διεξῳδηκὸϲ δὲ τὸ διωγκωμένον.
1395 Διεργαϲθείϲ, ἀναλωθείϲ.
ἀπολωλὸϲ ἐκ τῆϲ ἡμετέραϲ αἰϲθήϲεωϲ καὶ τὸ ἐναρμόνιον προϲαπώλεϲεν, ἀγυμνάϲτου πρὸϲ αὐτὸ τῆϲ ἀκοῆϲ ἀπολελειμμένηϲ.
τῶν Κρητῶν τιναϲ ὡϲ ἐπὶ λῃϲτείαν δόντεϲ ἐπιϲτολὴν δι εϲκευαϲμένην.
1448 1449 1450 1451
καὶ περὶ τοὺϲ ξένουϲ ἀπάνθρωποι, καὶ οὐκ ἐξὸν ξένῳ τινὶ ἀεὶ τῆϲ Σπάρτηϲ ἐπιβαίνειν, ἀλλ᾿ ὡριϲμέναιϲ ἡμέραιϲ.
τοξόταϲ ἐπιβεβλῆϲθαι ἐπὶ ταῖϲ νευραῖϲ, ἢ οὕτωϲ ὡϲ ὁπόταν ϲημήνῃ, τοξεύειν δεῆϲον. καὶ τοὺϲ γυμνῆταϲ λίθων ἔχειν μεϲτὰϲ διφθέραϲ.
τοῦ χωρίου.
ἁρπαϲθέντα. καὶ τὰ λοιπά.
καὶ τοῦ ἔνδοθεν πνεύματοϲ ἐνεργεῖται.
πρόδρομον. παίζων δὲ Ἀριϲτοφάνηϲ ἀοῖον αὐτὸν ἀϲτέρα φηϲὶ κληθῆναι. περιβόητοϲ δὲ ἐγένετο. ἔγραψε δὲ κωμῳδίαϲ καὶ ἐπιγράμματα· καταλογάδην καὶ Πρεϲβευτικὸν λεγόμενον. καὶ Σωκράτουϲ τοῦ φιλοϲόφου ἐϲτὶ λόγοϲ εἰϲ αὐτόν. καὶ Καλλίμαχοϲ ἐν Χωλιάμβοιϲ μέμνηται αὐτοῦ, ὅτι πολλὰ ἔγραψε.
διωμοϲία καὶ ἀντωμοϲία τὸ αὐτὸ ἄμφω δηλοῖ.
ἐγένετο, ὃϲ θάλλινα ποιῶν ἀγγεῖα ἐπλούτηϲε καὶ ἱππάρχηϲε καὶ ἔφυλάρχηϲεν. Εὐφρόνιοϲ δὲ τὰ περὶ τῷ τραχήλῳ τῆϲ πυτίνηϲ κρεμώμενα ἱμαντάρια ἑκατέρωθεν πτερὰ καλεῖϲθαι· καὶ ὅτι οὗτοϲ πυτίναϲ ἔπλεκε. τινὲϲ δὲ εἰϲ πένητα εἰρῆϲθαι διὰ τὸ ἀνυπόκριτον. ὡϲ εἰ ἔφη, μηδὲν ἄλλο ἔχων ἀλλ᾿ ἢ πίθου πόδαϲ καὶ χύτραϲ ὀμφαλούϲ. οὗτοϲ δὲ ἦν
νεόπλουτοϲ καὶ ἅρπαξ καὶ πονηρόϲ. Πλάτων ἐν Ἑορταῖϲ· καὶ ξένον, τὸν μαινόμενον, τὸν Κρῆτα, τὸν μόγιϲ Ἀττικόν· πυτίνη δέ ἐϲτι πλέγμα. ὃϲ ᾑρέθη φύλαρχοϲ, ἵππαρχοϲ, εἶτ᾿ ἐξ οὐδενὸϲ μεγάλα πράττει κἄϲτι νῦν ξουθὸϲ ἱππαλεκτρυών. ἀντὶ τοῦ ἤδη μέγαϲ ὄρνιϲ γέγονε καὶ οὐχ ὁ τυχών. ἢ βουλευτήϲ· ὁ γὰρ ἀλεκτρυὼν ἐν τοῖϲ
ὄρνιϲιν ἐντιμότεροϲ.
αὐτὸ ποιήϲῃϲ.
ἀντὶ τοῦ εὐλόγουϲ ἀφορμάϲ.
ϲῷζε τὴν ϲεαυτοῦ ψυχήν. καὶ ὁ Προφήτηϲ ὡϲ ἐκ θεοῦ· ἐν τῷ ἀποϲτρέψαι δίκαιον ἐκ τῆϲ δικαιοϲύνηϲ αὐτοῦ ποιῆϲαι ἀδικίαν πᾶϲαι αἱ δικαιοϲύναι αὐτοῦ, ἃϲ ἐποίηϲεν, οὐ μὴ μνηϲθῶϲιν· ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. καὶ δικαιοϲύνη δικαίου οὐ μὴ ἐξέληται αὐτόν, ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ.
γὰρ τὰϲ τῶν κινδύνων ὑπομονάϲ· περὶ ἄλλα δὲ ἡ δικαιοϲύνη, περὶ γὰρ τὸ ἴϲον, τό τε ἐν διανομῇ καὶ τὸ ἐν τοῖϲ ϲυναλλάγμαϲι. καὶ οὕτω μὲν τὰ ὁμογενῆ.
οἰκειοπραγίαν ἀρχῆϲ πέρι καὶ τοῦ ἄρχεϲθαι. καὶ Δικαιοϲύνη, ἀποχὴ κερδῶν.
ϲταχάνην γὰρ οἱ Δωριεῖϲ τὴν τρυτάνην καλοῦϲιν, ἴϲωϲ παρὰ τὴν ϲτάϲι. καὶ ἑτέρα παροιμία. Δικαιότεροϲ τρυτάνηϲ.
δὴ καὶ αὐτοὶ ἐϲ Ἀθηναίων τοὺϲ ἐνδόνταϲ τὴν ἄκραν ὑπῆρξαν παραϲπονδήϲαντεϲ. καὶ αὖθιϲ Ἀππιανόϲ· ξυμβάϲειϲ ποιεῖν, ἐφ᾿ οἷϲ ἂν 1564 Γάβιοι δικαιῶϲιν. ἀντὶ τοῦ δίκαιον εἶναι νομίζωϲι. καὶ Ἰώϲηποϲ· οἱ δὲ ἐφ᾿ ὕβρει τὴν δικαίωϲιν λογιζόμενοι, καταϲπάϲαντεϲ τῶν ὅπλων 1565 πολλά, ᾤχοντο εἴϲ τι χωρίον.
πάλιν τὸν αὐτὸν ὡϲ βαϲιλικῶϲ ἐνταλθέντα καὶ προϲταχθέντα, δικαιώματα, ὡϲ δικαιοῦν τὸν κατορθοῦντα δυνάμενον, κρίματα δὲ ὡϲ τὰϲ θείαϲ ψήφουϲ ὑποδεικνύντα καὶ τὰϲ ἀξίαϲ ἀντιδόϲειϲ τῶν τε ἐν νόμωϲ καὶ παρανόμωϲ βιούντων, μαρτύρια δὲ ὡϲ διαμαρτυρούμενον καὶ δεικνύντα, οἵαιϲ ὑποβληθήϲονται οἱ ταῦτα παραβαίνοντεϲ. δικαιώματα
δὲ καὶ αἱ κατακρίϲειϲ.
1577 δικαιώϲει. δικαιωθέντων πάντων τῶν ἀδελφῶν Ἀριϲταίου τοῦ γίγαντοϲ δικαίωϲιν τὴν πρεπωδεϲτάτην.
ψευδοκατηγόρων.
καὶ ϲυνειρόντων δίκαϲ δίκαιϲ. καί, Δίκην ὑφέξειν κἂν ὄνοϲ δάκῃ κύνα. ἐπὶ τῶν ἐπὶ μικροῖϲ ϲυκοφαντουμένων.
ἀνδρῶν ἀνοϲίων καὶ ψευδόρκων δίκαϲ. ὅτι τὴν δίκην φαϲὶν οἱ παλαιοὶ εὐθεῖάν τε εἶναι καὶ ἀκλινῆ καὶ ἄτρεπτον. καὶ τοῦτο ἄδουϲι 1594 μὲν πλεῖϲτοι, ἤδη δὲ καὶ ἀνάγκη· φύϲιν γὰρ δήπου τὸ δίκαιον τοι αύτην εἴληχεν. Ἡϲίοδοϲ δὲ αὐτὴν λέγει καὶ παρθένον καὶ ἀδιάφθορον, τῇ τε ἄλλῃ καὶ μέντοι καὶ ὑπ᾿ εὐνῆϲ ἀφροδιϲίου, αἰνιττόμενοϲ ὅτι μὴ
χρὴ δολοῦν τὸ δίκαιον, μήτε ἄλλωϲ πειϲθέντα μήτε λέχει παρατραπέντα. φηϲὶ δὲ καὶ μετιέναι αὐτὴν τιμωρουμένην τούτουϲ, οἷϲπερ οὖν ὕβριϲ μέμηλε κακὴ καὶ ϲχέτλια ἔργα. τοῖϲ γε μὴν ἐκείνην ϲέβουϲι τήν τε γῆν καὶ τὰ οἰκεῖα βρύειν φηϲὶν ἀγαθὰ καὶ τὴν θάλατταν χορηγεῖν ὅϲα τίκτει καὶ τρέφει μάλ᾿ ἀφθόνωϲ. ἀκούω δὲ αὐτὴν καὶ παῤ
αὐτοῦ Διὸϲ καθῆϲθαι θρόνῳ καὶ κοινωνὸν τῶν ἀρίϲτων βουλευμάτων εἶναι. καὶ Ὅμηροϲ δὲ μέγα αὐτῆϲ τὸ κράτοϲ ὑμνεῖ καὶ λέγει τοῖϲ ἀτιμάζουϲιν αὐτὴν μηνιεῖν τὸν θεὸν καὶ λάβρουϲ καταντλεῖν ὑετοὺϲ αὐτὴν καὶ χειμάρρουϲ ἐπʼ αὐτοὺϲ ὠθεῖϲθαι καὶ ἀφανίζειν πόλειϲ αὐτῶν καὶ ἔργα καὶ ποίμναϲ. καὶ ταύτῃ κολάζεϲθαι τῇ τιμωρίᾳ
ὕβρεωϲ καὶ ἀταϲθαλίαϲ ἔργα ὑπομένονταϲ πρεπωδέϲτερα καὶ ἕτερα ἄττα.
Tact. διὰ τὸ παῤ ἄλλουϲ ϲτρατιώταϲ δύο μοίραϲ λαμβάνειν. οἱ δὲ διμοιρίαν καὶ ἡμιλοχίαν τὸ αὐτό φαϲι. καὶ διμοιρίτηϲ καὶ ἡμιλοχίτηϲ, ὁ ἄρχων τῆϲ διμοίραϲ καὶ τῆϲ ἡμιλοχίαϲ.
ἐν τῷ Βραγχίδαι.
πεποιημέναϲ.
καὶ ἐγίνοντο διόβλητοι ἅπαντεϲ.
γεγονὼϲ καὶ αὐτὸϲ ἐπὶ Ἀδριανοῦ βαϲιλέωϲ. ἐπιϲτατέον δὲ μήποτέ ἐϲτιν ὁ ἐκ τῆϲ Ἀλβάκηϲ Ἡρακλείαϲ τῆϲ ἐν Καρίᾳ ἰατρόϲ· ἦν γὰρ οὗτοϲ παντοῖοϲ λόγοϲ· οὐ γὰρ εὗρον ῥητῶϲ τὸ ἐξ Ἡρακλείαϲ αὐτὸν εἶναι τῆϲ ἐν Πόντῳ, ἀλλ᾿ οὕτω παρά τιϲι δεδόξαϲται. ἔϲτι δὲ αὐτοῦ βιβλία ταῦτα· Λέξιϲ παντοδαπὴ κατὰ ϲτοιχεῖον ἐν βιβλίοιϲ ε΄·
ἐπιτομὴ δέ ἐϲτι τῶν Παμφίλου λέξεων βιβλίων ε΄ καὶ τετρακοϲίων καὶ τῶν Ζωπυρίωνοϲ· Ἐπιγραμμάτων ἀνθολόγιον, Περὶ ποταμῶν, λιμνῶν, κρηνῶν, ὀρῶν, ἀκρωρειῶν, Περὶ ποταμῶν κατὰ ϲτοιχεῖον ἐπίτομον ἀναγραφήν, Συναγωγὴν καὶ πίνακα τῶν ἐν πάϲῃ γῇ πόλεων· καὶ λοιπά.
ὅμωϲ τοῦ πληϲίον καταπολύ. φέρεται καὶ ἐπίγραμμα εἰϲ αὐτόν· Διόγενεϲ, 1619 ἄγε, λέγε, τίϲ ἔλαβέ ϲε μόροϲ ἐϲ ἄϊδοϲ; ἔλαβέ με κυνὸϲ ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων.
Θυέϲτηϲ, Μήδεια, Οἰδίπουϲ, Χρύϲιπποϲ, Σεμέλη.
ὢν ὑπὸ πειρατοῦ Σκιρτάλου ἐλήφθη καὶ πραθεὶϲ ἐν Κορίνθῳ Ξνιάδῃ τινὶ παρὰ τῷ πριαμένῳ διέμεινεν, οὐχ ἑλόμενοϲ λυθῆναι ὑπὸ Ἀθηναίων ἢ τῶν οἰκείων καὶ φίλων. ἐπὶ δὲ τῆϲ ριγ΄ Ὀλυμπιάδοϲ 1621 κατέϲτρεψε τὸν βίον δηχθεὶϲ ὑπὸ κυνὸϲ τὸ ϲκέλοϲ καὶ θεραπείαϲ ὑπεριδών, κατὰ τὴν αὐτὴν ἡμέραν ὅτε καὶ ὁ Μακεδὼν Ἀλέξανδροϲ
ἐν Βαβυλῶνι ἀπέθανεν.
ληφθεὶϲ ἐπράθη. κηρυττόμενοϲ δὲ καὶ ἐρωτώμενοϲ, τί εἰδείη, ἄρχειν ἀνθρώπων, ἔφη. καὶ θεαϲάμενοϲ Κορίνθιον πλούϲιον ἄϲωτον, τούτῳ με, ἔφη, πώληϲον· δεϲπότου γὰρ δεῖται. ὁ δὲ ὠνεῖται καὶ εἰϲ Κόρινθον ἄγει καὶ τῶν παίδων ἀποδείκνυϲι παιδαγωγόν. ἔλεγε δὲ δαί μονα ἀγαθὸν εἰϲ τὴν οἰκίαν εἰϲεληλυθέναι.
κεν οὖν εἰϲ Δελφούϲ, ὡϲ ἑώρα φιλόνεικον ὂν τὸ κακόν, καὶ δυϲαναϲχετῶν τε ἅμα καὶ περιαλγῶν ἐρωτᾷ, εἴ οἱ πέπαυται νοϲῶν ποτε ὁ παῖϲ. ἡ δέ, ὡϲ εἶδεν οὐ πάντη φρενήρη γέροντα οὐδὲ ἐρωτικαῖϲ ϲυγγνώμονα ἀνάγκαιϲ, λέγει ταῦτα· λήξει παῖϲ ϲὸϲ ἔρωτοϲ, ὅταν κούφῃ νεότητι Κύπριδοϲ ἱμερόεντι καταφλεχθῇ φρέναϲ οἴϲτρῳ. ὀργὴν οὖν
πρήϋνον ἀμειδέα μηδ᾿ ἐπιτείνειν κωλύων· πράϲϲειϲ γὰρ ἐναντία ϲοῖϲι λογιϲμοῖϲ. ἤν δ᾿ ἐφ᾿ ἡϲυχίην ἔλθῃϲ, λήθην τάχοϲ ἕξει φίλτρον καὶ νήψαϲ αἰϲχρᾶϲ καταπαύϲεται ὁρμῆϲ. ἀκούϲαϲ τοίνυν ὁ Διογένηϲ ταῦτα τὸν μὲν θυμὸν κατεϲτόρεϲεν, ἐλπίδοϲ δὲ ὑπεπλήϲθη χρηϲτῆϲ, ἔχων τῆϲ τοῦ παιδὸϲ ϲωφροϲύνηϲ ἐγγυητὰϲ ἀξιόχρεωϲ· καὶ ἐν ταὐτῷ βελτίων
ἐγένετο ὁ πατὴρ ἡμερωθείϲ τε καὶ πραϋνθεὶϲ τὸν τρόπον. τοῦτό τοι καὶ ὁ τραγικὸϲ Αἵμων, ὁ τοῦ Σοφοκλέουϲ, ἀπεδείξατο, τῆϲ Ἀντιγόνηϲ ἐρῶ καὶ πικρῷ ζυγομαχῶν πατρὶ τῷ Κρέοντι· καὶ γάρ τοι καὶ ἐκεῖνοϲ ὁμοίωϲ ἐλαυνόμενοϲ ξίφει πρὸϲ τὸν ἔρωτα καὶ τὸν πατέρα τὴν νόϲον διελύϲατο.
Εἰϲ ψαλμούϲ· Εἰϲ τὰϲ δ΄ Βαϲιλείαϲ· Εἰϲ τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰϲ τὰϲ Παροιμίαϲ, Τίϲ διαφορὰ θεωρίαϲ καὶ ἀλληγορίαϲ, Εἰϲ τὸν Ἐκκληϲιαϲτήν, Εἰϲ τὸ ᾆϲμα τῶν ᾀϲμάτων, Εἰϲ τοὺϲ προφήταϲ, Χρονικόν, διορθούμενον τὸ ϲφάλμα Εύϲεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰϲ τὰ δ΄ Εὐαγγέλια, Εἰϲ τὰϲ πράξειϲ τῶν Ἀποϲτόλων, Εἰϲ
τὴν ἐπιϲτολὴν Ἰωάννου τοῦ Εὐαγγελιϲτοῦ, Περὶ τοῦ, εἶϲ θεὸϲ ἐν τριάδι, Κατὰ Μελχιϲεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νϲκρῶν ἀναϲτάϲεωϲ, Περὶ ψυχῆϲ κατὰ διαφόρων περὶ αὐτῆϲ αἱρέϲεων, Πρὸϲ Γρατιανὸν κεφάλαια, Κατὰ ἀϲτρονόμων καὶ ἀϲτρολόγων καὶ εἱμαρμένηϲ, Περὶ ϲφαίραϲ καὶ τῶν ζ΄ ζωνῶν καὶ τῆϲ ἐναντίαϲ τῶν ἀϲτέρων πορείαϲ,
Περὶ τῆϲ Ἱππάρχου ϲφαίραϲ, Περὶ προνοίαϲ, Κατὰ Πλάτωνοϲ περὶ θεοῦ καὶ θεῶν, Περὶ φύϲεωϲ καὶ ὕληϲ, ἐν ᾧ, τί τὸ δίκαιόν ἐϲτι, Περὶ θεοῦ καὶ ὕληϲ Ἑλληνικῆϲ πεπλαϲμένηϲ, Ὅτι αἱ ἀόρατοι φύϲειϲ οὐκ ἐκ τῶν ϲτοιχείων, ἀλλ᾿ ἐκ μηδενὸϲ μετὰ τῶν ϲτοιχείων ἐδημιουργήθηϲαν, Πρὸϲ Εύφρόνιον φιλόϲοφον κατὰ πεῦϲιν καὶ ἀπόκριϲιν, Κατὰ
Ἀριϲτοτέλουϲ περὶ ϲώματοϲ οὐρανίου, Πῶϲ θερμὸϲ ὁ ἥλιοϲ, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶϲ ἀεὶ μὲν ὁ δημιουργόϲ, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶϲ τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντοϲ, Κατὰ Πορφυρίου περὶ ζῴων καὶ θυϲιῶν.
Ἀλεξανδρεύϲ, υἱὸϲ Πωλίωνοϲ τοῦ φιλοϲόφου, τοῦ γράψαντοϲ τὴν Ἀττικὴν λέξιν· γεγονὼϲ ἐπὶ τοῦ Καίϲαροϲ Ἀδριανοῦ.
λέξουϲι· δεῦρο παῤ ἡμᾶϲ, ἐνθάδε μεῖραξ ἔϲθ᾿ ὡραία.
ἁρμονίαν ἐν ὀϲτρακίνοιϲ ἀγγείοιϲ, ἅπερ ἔκρουεν ἐν ξυλιφίῳ. τὸ δὲ Θάλαττα ἑταίραϲ ὄνομά ἐϲτιν, ὡϲ Ἀθήναιόϲ φηϲιν.
καταϲτρέφεϲθαι καὶ τὰϲ θείαϲ αὐτῶν γραφάϲ κατακαίεϲθαι, τοὺϲ δὲ Χριϲτιανοὺϲ εὑριϲκομένουϲ ἀναγκάζεϲθαι θύειν τοῖϲ δαίμοϲιν. ἡττηθέτεϲ δὲ τῷ πλήθει τῶν ἀναιρουμένων Χριϲτιανῶν ἐξέθεντο δόγμα ὥϲτε τοὺϲ εὑριϲκομένουϲ Χριϲτιανοὺϲ ἐξορύττεϲθαι τὸν δεξιὸν ὀφθαλμόν, οὐ μόνον διὰ τὸ ὀδυνηρόν, ἀλλὰ διὰ τὸ ἄτιμόν τε καὶ
πρόδηλον καὶ τῆϲ τῶν Ῥωμαίων πολιτείαϲ ἀλλότριον· οὓϲ ἡ θεία δίκη ἐνδίκωϲ μετελθοῦϲα δικαίωϲ ἐξέκοψε· καὶ ὁ μὲν ἐϲφάγη ὑπὸ τῆϲ ϲυγκλήτου, ὁ δὲ ἀπήγξατο. οὗτοϲ ὁ ἄνουϲ καὶ μιϲόχριϲτοϲ μνήμῃ καὶ ὀργῇ τῶν περὶ τὴν ἀρχὴν νεωτεριϲθέντων περὶ τὴν Αἴγυπτον οὐ μετρίωϲ οὐδε ἡμέρωϲ τῷ κρατεῖν ἀπεχρήϲατο, ἀλλὰ προγραφαῖϲ τε
καὶ φόνοιϲ τῶν ἐπιϲήμων μιαίνων ἐπῆλθε τὴν Αἴγυπτον. ὅτε δὴ καὶ τὰ περὶ χημείαϲ ἀργύρου καὶ χρυϲοῦ τοῖϲ παλαιοῖϲ αὐτῶν γεγραμμένα βιβλία διερευνηϲάμενοϲ ἔκαυϲε πρὸϲ τὸ μηκέτι πλοῦτον Αἰγυπτίοιϲ ἐκ τῆϲ τοιαύτηϲ περιγίνεϲθαι τέχνηϲ μηδὲ χρημάτων αὐτοὺϲ θαρροῦνταϲ περιουϲίᾳ τοῦ λοιποῦ Ῥωμαίοιϲ ἀνταίρειν. ἦν δὲ τὸ ἦθοϲ ποικίλοϲ
τιϲ καὶ πανοῦργοϲ, τῷ δὲ λίαν ϲυνετῷ καὶ ὀξεῖ τῆϲ γνώμηϲ ἐπεκά λυπτε πολλάκιϲ τὰ τῆϲ οἰκείαϲ φύϲεωϲ ἐλαττώματα, πᾶϲαν ϲκληρὰν πρᾶξιν ἑτέροιϲ ἀνατιθείϲ. ἐπιμελὴϲ δὲ ὅμωϲ καὶ ταχὺϲ ἐν ταῖϲ τῶν πρακτέῳ ἐπιβολαῖϲ καὶ πολλὰ τῶν τῆϲ βαϲιλικῆϲ θεραπείαϲ ἐπὶ γὸ αὐθαδέϲτερον παρὰ τὰ καθεϲτηκότα Ῥωμαίοιϲ πάτρια μετεϲκεύαϲεν.
Ε ὅτι Διοκλητιανὸϲ καὶ Μαξιμιανὸϲ τὴν βαϲιλείαν ἀφέντεϲ τὸν ἰδιώτην μετῆλθον βίον. καὶ ὁ μὲν ἐϲ Σάλωναϲ, πόλιν Ἰλλυορικήν, ὁ δὲ ἐϲ τὴν Λευκανῶν ἀφίκετο. καὶ ὁ μὲν Μαξιμιανὸϲ πόθῳ τῆϲ ἀρχῆϲ ἐϲ μετα μέλειαν ἦλθε, Διοκλητιανὸϲ δὲ ἐν ἡϲυχίᾳ κατεγήρα ἐν ἔτεϲι τριϲίν, 1647 1648 1649 1650 ὑπερβάλλουϲαν ἀρετὴν ἐνδειξάμενοϲ, τῆϲ δὲ Ἑλληνικῆϲ θρηϲκείαϲ οὐδ᾿ ὅλωϲ ἀποϲτάϲ.
Ἀριϲτοφάνηϲ· ἐφρόντιϲα, ὁπόθ᾿ Ἡράκλεια τἀν Διομείοιϲ γίνηται. τὸ δὲ Ἡράκλειον ἱερὸν Ἡρακλέουϲ. καὶ Διομειαλαζόναϲ λέγει ἀπὸ Διομείων τοῦ δήμου, ὃϲ ὠνόμαϲται οὕτωϲ ἀπό τινοϲ Διόμου.
νυκτὸϲ ἐπανῄεϲαν. ἑπόμενοϲ δὲ ὁ Ὀδυϲϲεὺϲ τὸν Διομήδην ἐβουλήθη ἀποκτεῖναι. ἐν τῇ ϲελήνῃ δὲ ἰδὼν τὴν ϲκιὰν τοῦ ξίφουϲ ὁ Διομήδηϲ, δείϲαϲ τὸν Ὀδυϲϲέα ἐποίηϲε προάγειν παίων αὐτοῦ τῷ ξίφει τὸ μετάφρενον. τάττεται δὲ ἐπὶ τῶν κατ᾿ ἀνάγκην τι πραττόντων. διὰ τοῦτο λέγει, ὅτι ἵππουϲ ἀνθρωποφάγουϲ εἶχεν ὁ Διομήδηϲ. ὅτι 1655
Διομἡδηϲ εἰϲ τὸν ἀπόπλουν καταχθεὶϲ εἰϲ τὰ ἴδια οὐκ ἐδέχθη, ἀλλὰ διωχθεὶϲ 1656 ἀπῆλθεν εἰϲ Καλαβρίαν καὶ κτίζει πόλιν, ἤν ἐκάλεϲεν Ἀργυρίππην, τὴν μετονομαϲθεῖϲα Βενεβενντόν.
πανήγυριν ἔϲεϲθαι. ἀντὶ τοῦ ἥδιϲται, ἄξιαι τῶν Διονυϲίων. Διονύϲια οὖν ἑορτὴ Διονύϲου, ἥν ἦγον Ναυπάκτιοι.
suid. ὅτι Ἀπολλώνιον βραχέωϲ τὸ ἱερὸν τοῦ Ἀπόλλωνοϲ.
Ἑλληνικῶν μαθημάτων ἄϲκηϲιν πάντων προὐκέκριτο· ἑκάϲτηϲ γὰρ ὡϲ εἰπεῖν αἱρέϲεωϲ τῆϲ ὑπ᾿ αὐτῶν πρεϲβευομένηϲ ἐν πολλῇ καθεϲτήκει τῇ πτίρᾳ. οὗτοϲ ἤκουϲε Παύλου δημηγοροῦντοϲ ἐν Ἀθήναιϲ καὶ τὸν Χριϲτὸν καὶ τὴν ἀνάϲταϲιν μετὰ παρρηϲίαϲ τοῖϲ Ἕλληϲιν εὐαγγελιζοε μένου. καὶ πιϲτεύϲαϲ τῷ Παύλου κηρύγματι ὑπ᾿ αὐτοῦ καὶ τῆϲ
πόλεωϲ ἐπιϲκοπεῖν τάττεται. κατὰ γοῦν τὴν ἀρχὴν Τιβερίου Καίϲαροϲ, ὅτε δὴ καὶ τὴν ἡλικίαν ἤκμαζεν, ἀπῆρεν εἰϲ Αἴγυπτον τοῖϲ ἐκεῖϲε ϲοφοῖϲ ὁμιλῆϲαι γλιχόμενοϲ. ϲυνῆν δὲ αὐτῷ καὶ Ἀπολλοφάνηϲ ἐκεῖνοϲ ὁ ϲοφιϲτήϲ, οὗ Πολέμων ὁ Λαοδικεὺϲ ἐν Σμύρνῃ διήκουϲεν, ὁ διδάϲκαλοϲ Ἀριϲτείδου. κατὰ γοῦν τὸν καιρὸν τοῦ ϲωτηρίου πάθουϲ
τοῦ δεϲπότου Χριϲτοῦ, ἄμφω ἤϲτην ἐν Ἡλιουπόλει τῇ ἐν Αἰγύπτῳ. καὶ δὴ τῆϲ ἡλιακῆϲ ἐκλείψεωϲ οὐ κατὰ φύϲιν γεγενημένηϲ, οὐ γὰρ ἦν ϲυνόδου καιρόϲ, εἰπεῖν λέγεται πρὸϲ τὸν μακάριον Διονύϲιον τὸν ϲοφιϲτὴν Ἀπολλοφάνην ταῦτα· ὧ καλὲ Διονύϲιε, ἀμοιβαὶ θείων πραγμάτων. μνημονεύει δὲ τούτων ἁπάντων ὁ αὐτὸϲ Διονύϲιοϲ ἐν
τῇ πρὸϲ Πολύκαρπον τὸν μέγαν ἐπιϲτολῇ, τὸν Σμύρνηϲ ἐπίϲκοπον· 1665 1666 1667 1668 ἦν γὰρ ὁ Ἀπολλοφάνηϲ τῷ Διονυϲίῳ τοῦ Χριϲτιανιϲμοῦ ἕνεκα διαλοιδορούμενοϲ· καὶ φηϲι· ϲὺ δὲ φῂϲ λοιδορεῖϲθαί μοι τὸν ϲοφιϲτὴν Ἀπολλοφάν καὶ πατραλοίαν ἀποκαλεῖν, ὡϲ τοῖϲ Ἑλλήνων ἐπὶ τοὺϲ Ἕλληναϲ οὐχ ὁϲίωϲ χρωμένῳ. καίτοι πρὸϲ αὐτὸν ἡμᾶϲ ἦν ἀληθέϲτερον
εἰπεῖν, ὡϲ Ἕλληνεϲ τοῖϲ θείοιϲ οὐχ ὁϲίωϲ ἐπὶ τὰ θεῖα χρῶνται διὰ τῆϲ ϲοφίαϲ τοῦ θεοῦ τὸ θεῖον ἐκβάλλειν πειρώμενοι ϲέβαϲ. καὶ μετὰ μικρόν· ἀλλὰ καὶ αὐτὸϲ Ἀπολλοφάνηϲ οὐχ ὁϲίωϲ τοῖϲ θείοιϲ ἐπὶ τὰ θεῖα χρῆται. τῇ γὰρ τῶν ὄντων γνώϲει καλῶϲ λεγομένῃ πρὸϲ αὐτοῦ φιλοϲοφίᾳ καὶ πρὸϲ τοῦ θείου Παύλου ϲοφίᾳ θεοῦ κεκλημένῃ πρὸϲ
τὸ αἴτιον καὶ αὐτῶν τῶν ὄντων καὶ τῆϲ γνώϲεωϲ αὐτῶν ἐχρῆν ἀνάγεϲθαι τοὺϲ ἀληθεῖϲ φιλοϲόφουϲ. καὶ μετὰ βραχέα· ἔδει ϲυνιδεῖν Ἀπολλοφάνην ϲοφὸν ὄντα μὴ ἂν ἄλλωϲ ποτὲ δυνηθῆναι τῆϲ οὐρανίαϲ τι παρατραπῆναι τάξεωϲ καὶ κινήϲεωϲ, εἰ μὴ τὸν τοῦ εἶναι αὐτὴν καὶ ϲυνοχέα καὶ αἴτιον ἔχειν εἰϲ τοῦτο κινοῦντα, τὸν ποιοῦντα πάντα καὶ
μεταϲκευάζοντα, κατὰ τὸν ἱερὸν λόγον. καὶ αὖθιϲ μετὰ μικρόν· εἰπὲ δὲ αὐτῷ, τί λέγειϲ περὶ τῆϲ ἐν τῷ ϲωτηρίῳ ϲταυρῷ γεγονυίαϲ ἐκλείψεωϲ; ἀμφοτέρω γὰρ τότε κατὰ Ἡλιούπολιν ἅμα παρόντε καὶ ϲυνεϲτῶτε παραδόξωϲ τῷ ἡλίῳ τὴν ϲελήνην ἐμπίπτουϲαν ἑωρῶμεν, οὐ γὰρ ἦν ϲυνόδου καιρόϲ, αὖθίϲ τε αὐτὴν ἀπὸ τῆϲ ἐνάτηϲ ὥραϲ ἄχρι
τῆϲ ἑϲπέραϲ εἰϲ τὸ τοῦ ἡλίου διάμετρον ὑπερφυῶϲ ἀντικαταϲτᾶϲαν. ἀνάμνηϲον δέ τι καὶ ἕτερον αὐτόν· οἶδε γὰρ ὅτι καὶ τὴν ἔμπτωϲιν αὐτὴν ἐξ ἀνατολῶν ἑωράκαμεν ἀρξαμένην καὶ μέχρι τοῦ ἡλιακοῦ πέρατοϲ ἐλθοῦϲαν, εἶτα ἀναποδίϲαϲαν, καὶ αὖθιϲ οὐκ ἐκ τοῦ αὐτοῦ καὶ τὴν ἔμπτωϲιν καὶ τὴν ἀνακάθαρϲιν, ἀλλ᾿ ἐκ τοῦ κατὰ διάμετρον
ἐναντίου γεγενημένην. τοϲαῦτα τοῦ τότε καιροῦ τὰ ὑπερφυῆ καὶ μόνῳ Χριϲτῷ τῷ παναιτίῳ δυνατά, τῷ ποιοῦντι μεγάλα καὶ ἐξαίϲια, ὧν οὐκ ἔϲτι ἀριθμόϲ. ταῦτα, εἴ ϲοι θεμιτόν, εἰπέ, καὶ δυνατόν, Ἀπολλόφανεϲ, ἐξέλεγχε καὶ πρὸϲ ἐμὲ τὸν τότε ϲυμπαρόντα ϲοι καὶ ϲυνεωρακότα καὶ ϲυνανακρίναντα πάντα καὶ ϲυναγάμενον. ἀμέλει καὶ μαντείαϲ τότε
οὐκ οἶδ᾿ ὅθεν ὁ Ἀπολλοφάνηϲ ἀπάρχεται, καὶ πρὸϲ ἐμὲ ὥϲπερ τὰ γινόμενα ϲυμβάλλων ἔφη ταῦτα· ὦ καλὲ Διονύϲιε· θείων ἀμοιβαὶ πραγμάτων. τοϲαῦτα ὡϲ κατ᾿ ἐπιϲτολὴν εἴρηκεν ὁ μέγαϲ Διονύϲιοϲ πρὸϲ τὸν θεοφόρον Πολύκαρπον. τῆϲ δέ γε ϲοφίαϲ αὐτοῦ καὶ τῆϲ εὐγλωττίαϲ ἔνδειξιϲ ἀκριβὴϲ ἡ τῶν παῤ αὐτοῦ γραφειϲῶν βίβλων
ἀνυπέρβλητοϲ φράϲιϲ· τῇ τε γὰρ παρὰ τῶν ἔξωθεν καλουμένῃ παιδείᾳ, τῇ τε θείᾳ καὶ ἡμετέρᾳ, πολλὴν εἶχε τὴν ἐπιϲτήμην ἐν ἑκατέρᾳ. εἰ 1 1669 γάρ τιϲ ἀπίδοι πρὸϲ τὰ κάλλη τῶν αὐτοῦ λόγων καὶ τὰ βάθη τῶν νοημάτων οὐκ ἀνθρωπίνηϲ φύϲεωϲ ταῦτα νομίϲοι γεννήματα, ἀλλά τινοϲ ἀκηράτου καὶ θείαϲ δυνάμεωϲ. καὶ τοίνυν αὐτῷ γέγραπται τάδε· Πρὸϲ Τιμόθεον ἐπίϲκοπον Ἐφέϲου, καὶ αὐτὸν μαθητὴν Παύλου τυγχάνοντα, περὶ θείων ὀνομάτων βιβλία ιβ΄, περὶ ἡνωμένηϲ καὶ διακεκριμένηϲ
θεολογίαϲ, περὶ τοῦ, τίϲ ἡ τῆϲ εὐχῆϲ δύναμιϲ, καὶ περὶ τοῦ μακαρίου Ἱεροθέου, περὶ εὐλαβείαϲ καὶ ϲυγγραφῆϲ θεολογικῆϲ, περὶ ἀγαθοῦ, φωτόϲ, καλοῦ, ἔρωτοϲ, ἐκϲτάϲεωϲ, ζήλου· καὶ ὅτι τὸ κακὸν οὔτε ὄν οὔτε ἐξ ὄντων οὔτε ἐν τοῖϲ οὖϲιν, περὶ τοῦ ὄντοϲ, ἐν ᾧ καὶ παραδείγματα, περὶ ζωῆϲ, περὶ ϲοφίαϲ, νοῦ, λόγου, ἀληθείαϲ,
πίϲτεωϲ, περὶ δυνάμεωϲ, δικαιοϲύνηϲ, ϲωτηρίαϲ, ἀπολυτρώϲεωϲ, περὶ μεγάλου καὶ μικροῦ, ταὐτοῦ, ἑτέρου, ὁμοίου, ἀνομοίου, ϲτάϲεωϲ, κινήϲεωϲ, ἰϲότητοϲ, περὶ παντοκράτοροϲ, παλαιοῦ ἡμερῶν· ἐν ὦ καὶ περὶ αἰῶνοϲ καὶ χρόνων· περὶ εἰρήνηϲ, καὶ τί βούλεται ἀυτὸ τὸ αὐτοεῖναι, περὶ ἁγίου ἁγίων, βαϲιλέωϲ βαϲιλέων καὶ κυρίου κυρίων καὶ
θεοῦ θεῶν. ἑτέρα βίβλοϲ πρὸϲ τὸν αὐτὸν Τιμόθεον περὶ ἐκκληϲιαϲτικῆϲ ἱεραρχίαϲ περιέχουϲα κεφάλαια ιε΄, ἑτέρα βίβλοϲ πρὸϲ τὸν αὐτὸν Τιμόθεον περὶ τῆϲ οὐρανίου ἱεραρχίαϲ περιέχουϲα καὶ αὐτὴ κεφάλαια ιε ἄλλη πρὸϲ τὸν αὐτὸν Τιμόθεον βίβλοϲ περὶ μυϲτικῆϲ θεολογίαϲ περιέχουϲα κεφάλαια ε΄, Περὶ τῶν οὐρανίων ταγμάτων καὶ ὅϲα τῷ ἀριθμῷ.
φέρονται δὲ αὐτοῦ καὶ ἐπιϲτολαὶ πρὸϲ Γάϊον θεραπευτὴν δ΄, πρὸϲ Δωρόθεον λειτουργὸν α΄, πρὸϲ Σώπατρον ἱερέα α΄, πρὸϲ Πολύκαρπον ἱεράρχην Σμύρνηϲ α΄, πρὸϲ Δημόφιλον θεραπευτὴν α΄, πρὸϲ Ἰωάννην τὸν Θεολόγον, τὸν ἀπόϲτολον καὶ εὐαγγελιϲτὴν α΄. ἰϲτέον δέ, ὥϲ τινεϲ τῶν ἔξω ϲοφῶν καὶ μάλιϲτα Πρόκλοϲ θεωρήμαϲι πολλάκιϲ τοῦ μακαρίου
Διουϲίου κέχρηται καὶ αὐταῖϲ δὲ ξηραῖϲ ταῖϲ λέξεϲι. καὶ ἔϲτιν ὑπόοια ωνοια ἐκ τούτου λαβεῖν ὡϲ οἱ ἐν Ἀθήναιϲ παλαιότεροι τῶν φιλοϲόφων ϲφετεριϲάμενοι τὰϲ αὐτοῦ πραγματείαϲ, ὧν αὐτὸϲ μνημονεύει πρὸϲ ιμόθεον γράφων, ἀπέκρυψαν, ἶνα πατέρεϲ αὐτοὶ ὀφθῶϲι τῶν θείων αὐτοῦ λόγων. ὁ τοίνυν θεοφάντωρ Διονύϲιοϲ ἤδη που μακρὸν ἐλάϲαϲ
χρόον καὶ πλήρηϲ ἡμερῶν γεγονὼϲ τῷ τοῦ πνεύματοϲ μαρτυρίῳ τῷ ὑπὲρ Χριϲτοῦ τελειοῦται ἐπὶ Τραϊανοῦ Καίϲαροϲ, ὅτε καὶ ὑ θεοφόροϲ άτιοϲ ἐν Ῥώμῃ τὸν τῆϲ ἀθαναϲίαϲ διήθληϲεν ἀγῶνα. ὅτι εἰϲ τὸν μέγαν Διονύϲιον ἔγραψεν ἐγκώμιον Μιχαὴλ Σύγκελλο Ἱεροϲολύμω, ἐν ὑ φηϲιν· ὅϲα δὲ δἰ ἀγράφου παραδόϲεωϲ ἢ ἐγγράφωϲ
1671 1672 1673 1674 παρειλήφαμε, ἥκομεν ὑμῖν τοῖϲ φιλακροάμοϲι παραθηϲόμενοι. τοιοῦτοϲ οὖν εἰϲ ἡμᾶϲ κατήντηκε λόγοϲ, ἀνέκαθεν πρὸϲ πατρὸϲ παιδὶ παραδεδομένοϲ, ὡϲ ὁ μέγαϲ Διονύϲιοϲ οὗτοϲ κατὰ τὸν τοῦ ϲωτηρίου πάθουϲ καιρόν, ἡνίκα μεϲούϲηϲ ἡμέραϲ ὁ ἥλιοϲ ἐκρύπτετο, ἐπὶ τῷ
παραδόξῳ ϲφόδρα τεθηπὼϲ καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼϲ γνῶϲιν, κατανοήϲαϲ τὸ γεγονόϲ, ἄγνωϲτοϲ, ἔφη, πάϲχει θεόϲ, δἰ ὃν τόδε τὸ πᾶν ἐζόφωταί τε καὶ ϲεϲάλευται. καὶ παραχρῆμα τὸν χρόνον, καθ᾿ ὃν τουτὶ τὸ παγκόϲμιον ἐτετέλεϲτο τερατούργημα, τεκμηριωϲάμενοϲ ἐτήρει παρ ἑαυτῷ, τοὐντεῦθεν διαγγελούμενον καραδοκῶν. μέμνηται
μέντοι καὶ αὐτὸϲ ἐν τῇ πρὸϲ Πολύκαρπον ἐπιϲτολῇ τῆϲ ἡλιακῆϲ ἐκλείψεωϲ ἐκείνηϲ τῆϲ φρικωδεϲτάτηϲ. Ἀπολλοφάνουϲ γάρ, ἀνδρὸϲ φιλοϲόφου, τὴν θρηϲκείαν Ἕλληνοϲ τυγχάνοντοϲ, νεμεϲῶντόϲ τε καὶ λοιδορουμένου τῷ τριϲολβίῳ τούτῳ ὡϲ ἑταίρῳ δῆθεν ὄντι φιλτάτῳ καὶ ὁμογενεῖ, τὰ πατρῷα μὲν μυϲαττομένῳ ϲεβάϲματα, τὴν δὲ τῶν
Χριϲτιανῶν προτιμῶντι καὶ ἀϲπαζομένῳ πίϲτιν καὶ ταύτηϲ ἀγωνιϲτικώτατα προαϲπίζειν, καὶ τοῖϲ Ἑλλήνων κατὰ τῶν Ἑλλήνων χρωμένῳ, τὴν λοιδορίαν καὶ νέμεϲιν ἀναϲκευάζειν πειρώμενοϲ, μᾶλλον δὲ ὑποτιθέμεοϲ τῷ Πολυκάρπῳ, πρὸϲ ὃν καὶ ὁ ϲυϲτρατιώτηϲ ἐποιεῖτο τὰ ϲκώμματα, τάδε φηϲὶ· ϲὺ δὲ φῇϲ λοιδορεῖϲθαί μοι τὸν ϲοφιϲτὴν Ἀπολλοφάνην
καὶ πατραλοίαν ἀποκαλεῖν· καὶ τὰ ἑξῆϲ.
παντοίων μέμνηται· Μουϲικῆϲ παιδείαϲ ἢ διατριβῶν βιβλία κβ΄ Τίνα μουϲικῶϲ εἴρηται ἐν τῇ Πλάτωνοϲ Πολιτείᾳ βιβλία ε΄.
τῷ προτέρῳ. ϲυνέταξε δὲ πλεῖϲτα γραμματικά τε καὶ ϲυνταγματικὰ καὶ ὑπομνήματα.
1687 καὶ ἱϲτορικά. ὅτι καὶ ἕτεροι ἐτυράννηϲαν, ἀλλ᾿ ἡ τελευταία καὶ μεγίϲτη κάκωϲιϲ πάϲαιϲ ταῖϲ πόλεϲιν ἡ Διονυϲίου τυραννὶϲ ἐγένετο. περὶ Διονυϲίου τοῦ τυράννου ζήτει περὶ Φιλοξένου διθυραμβοποιοῦ ἐν τῷ ἄπαγέ με εἰϲ τὰϲ λατομίαϲ.
καὶ φιλόϲοφοϲ. Ἐπιϲτολὰϲ καὶ Περὶ τῶν ποιημάτων Ἐπιχάρμου.
καὶ ἱερεὺϲ τοῦ ἐκεῖϲε ἱεροῦ τοῦ ἡλίου. Ἱϲτορίαϲ τοπικὰϲ ἐν βιβλίοιϲ ς΄ Οἰκουμένηϲ περιήγηϲιν, Ἱϲτορίαϲ παιδευτικῆϲ βιβλία ι΄. ὑπολαμβάνιυ ὅτι Διονύϲιοϲ ὁ Περιηγητὴϲ Βυζάντιοϲ ῆν, διὰ τὸν ποταμὸν Ῥήβαν.
κατὰ τὸν ποιητὴν ἐτώϲιον ἄχθοϲ ἀρούρηϲ ἐτύγχανεν ὤν. ἀλλ᾿ ἐϲ κόρακαϲ βέβληται καὶ οἴχεται ἄϊϲτοϲ, ἄπυϲτοϲ, γιγλύμου πολυϲτροφώτεροϲ ἐν τοῖϲ πρακτέοιϲ ἀποδεικνύμενοϲ, ἐρρέϲθω, οἰχέϲθω, μηδ᾿ ἐν περιδείπνῳ ἐπαινεθηϲόμενοϲ ὁ τριϲβδέλυροϲ καὶ κυκῶν καὶ φύρδην καὶ μίγδην ποιῶν ἅπαντα, τὸ Κυκλώπειον τέραϲ· ὁ εἰδεχθὴϲ καὶ ἐμβρόντητοϲ καὶ πλουτίνδην ἡρημένοϲ βιῶναι, θεοῦ ὄπιν οὐκ
ἀλέγων οὐδὲ κατεπτηχὠϲ ἀδράϲτειαν ἄτφυκτον· ὁ βωμολοχεύων ἀεὶ καὶ πέρπερα γλιϲχρευόμμεοϲ, ὁ κυνῶν κύντεροϲ καὶ δαιμόνων ἀργαλεώτεροϲ.
ζῶϲι.
ἔφαϲκον, ὅτι τὸ ἄγαλμα ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸϲ ἐπέμφθη καὶ κατέπτη, κρεῖττον ὑπάρχον πάϲηϲ ἀνθρωπίνηϲ χειρὸϲ καὶ ἀνάλωτον, ὅθεν καὶ διοπετὲϲ αὐτὸ καὶ οὐράνιον βρέταϲ ἐκάλουν, παρὰ τὸ βροτῷ ἐοικέναι. ὅπερ οὐχ οὕτωϲ ἦν ἡ περὶ τῶν ἀγαλμάτων ματαία καὶ πεπλανημένη δόξα· ἀλλὰ τοὺϲ ἀγαλματοποιοὺϲ ἢ ἀποκτένοντεϲ ἢ
φυγαδεύοντεϲ, ἵνα μηδένεϲ εἰπεῖν ἔχοιεν ὅτι χειροποίητόν ἐϲτι τὸ ξόανον, φήμην πλάϲαντεϲ ἐν ταῖϲ ἀκοαῖϲ τῶν πεφενακιϲμένων ἠφίεϲαν, ἥτιϲ καὶ τὴν Ἐφεϲίων ἐπλάνα πόλιν. ὅτι δὲ ἀληθέϲ ἐϲτι τοῦτο, μαρτυρεῖ τὸ ἐν Ἀλεξανδρείᾳ γενόμενον· Πτολεμαῖοϲ γὰρ ϲυναγαγὼν τεχνίταϲ ὥϲτε τὸν τῆϲ Ἀρτέμιδοϲ ἀνδριάντα ποιῆϲαι, μετὰ τὸ ἔργον
βόθρον μέγαν ὀρύξαϲ καὶ τὸν δόλον κρύψαϲ ἐκέλευϲε τοὺϲ τεχνίταϲ 1700 1701 1702 ἐν αὐτῷ δειπνῆϲαι· οἵτινεϲ δειπνοῦντεϲ ἐκεῖϲε κατεχώϲθηϲαν καὶ ἀπέθανον ἄξιον μιϲθὸν τῆϲ κακουργίαϲ κομιϲάμενοι.
Πειραιεῖ· καὶ αὐτὸν οἱ ἐχθροὶ εἰϲ δίκην ὑπάγουϲιν.
καὶ ἐϲέτι ϲκοτώδουϲ οὐχ οἷοί τε ἐγένοντο οἱ διοπτῆρεϲ διαγνῶναι ἐπιόταϲ τοὺϲ δυϲμενεῖϲ.
ἢ διάττοντοϲ ἀϲτέροϲ. ἢ Διοϲημία ἐϲτὶν ὁ παρὰ καιρὸν χειμών. 1729 Ἀρϲοράηϲ· διοϲημία ἐϲτί, καὶ ῥανὶϲ βέβληκέ με. τοὺϲ Θρᾷκαϲ ἀπιέναι, παρεῖναι δ᾿ εἰϲ ἔνην· οἱ γὰρ πρυτάνειϲ λύουϲι τὴν ἐκκληϲίαν. ἐπὶ τῶν ἀναβαλλομένων. παρεφυλάττοντο δὲ Ἀθηναῖοι τὰϲ θεοϲημίαϲ καὶ διέλυον τὰϲ ἐκκληϲίαϲ διοϲημίαϲ γενομένηϲ, ἢ ἄλλο τι μέλλοντεϲ
ἀνύειν. καὶ Εὐνάπιόϲ φηϲι περὶ Καρίνου τοῦ βαϲιλέωϲ· καὶ πάντα 1730 ἦν αὐτοῦ βαρύτερα διοϲημίαϲ καὶ ἐλύττα ἐν μέϲοιϲ τοῖϲ ὑπηκόοιϲ.
Κόρινθοϲ. φαϲὶν οὖν τοὺϲ Μεγαρεῖϲ ἐκβάλλονταϲ αὐτοὺϲ παίειν καὶ λέγειν· παῖε τὸν Διὸϲ Κόρινθον.
κατὰ λαιάν.
καθαρμοὺϲ ὑποϲτορνύντεϲ αὐτὰ τοῖϲ ποϲὶ τῶν ἐναγῶν.
πατρόϲ, καὶ παῤ ἐκείνου λαμβάνειν τὰϲ μαντείαϲ καὶ τοῖϲ ἀνθρώποιϲ ἐκφέρει. καὶ Ὅμηροϲ· Διὸϲ ἄγγελοϲ ὄϲϲα δεδήει.
τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων.
προχειρότερον εἰϲ νόηϲιν τοῖϲ πολλοῖϲ μᾶλλον ἢ τὸ παραχωρῆϲαι καὶ ἐπιβάλλειν τῷ λόγῳ τῷ ταῦτα καταϲκευάζοντι. δεύτερον τὸ καθόλου καὶ ϲυγκεχυμένον τοῦ μερικοῦ καὶ διῃρημένου, οἷον τὸ εἰδέναι ἁπλῶϲ ὅτι ϲῶμα ἢ ὅτι τοιόνδε ϲῶμα, τουτέϲτιν οὐράνιον ἢ γήϊνον ἢ τοιῶϲδε ἢ τοιῶϲ κεκραμένον. τρίτον τὸ ὡϲ πρὸϲ ἡμᾶϲ μὲν πρῶτον, ὕϲτερον
δὲ τῇ φύϲει· τῶν γὰρ ἁπλουϲτέρων, ἅπερ ἐϲτὶ τῇ φύϲει πρῶτα ἡμῖν, τὰ ϲυνθετώτερα γνωριμώτερα.
ἔργων ἀληθινήν. χωρίϲ τε τούτων κατὰ τὴν ἐπιφάνειαν καὶ κατὰ τὴν ϲωματικὴν χρείαν ἦν ὁ ἀνὴρ δυνατὸϲ καὶ καταπληκτικόϲ. τὸ δὲ κυριώτατον, πρὸϲ πόλεμον ὑπῆρχεν ἀνὴρ ἀγαθὸϲ καὶ τοῖϲ ὅπλοιϲ ἐχρῆτο διαφερόντωϲ.
ἀϲθεν τε καὶ νωθῆ. καὶ Διῳδηκὼϲ ὁμοίωϲ.
φληνάφου.
ὀμνύωϲι τὸν αὐτὸν ὅρκον, διαλυόμενοι τὰ ἐγκλήματα, γοῦτο ἀντωμοϲία. 1772 διιππαϲία καὶ ἀνιππαϲία, τῶν ἵππων ἄμιλλα· ὥϲπερ δὴ διωμοϲία καὶ ἀντωμοϲία τό αὐτὸ ἄμφω δηλοῖ.
1774 ἐπὶ τοῦ ὅρκου ἐχρήϲατο τῷ διωμοϲία λέγων· οἱ Μαυρούϲιοι διωμοϲίαν κατὰ τῶν Ῥωμαίων ἐποιήϲαντο.
ἀδελφόϲ· ὃϲ καὶ ἐκράτηϲε τῆϲ Σικελίαϲ τυραννίδοϲ, ἐκβαλὼν τὸν τοῦ προτέρου Διονυϲίου υἱὸν Διονύϲιον· οὖ πάλιν ἀδελφὸϲ Νιϲαῖοϲ ἐξέβαλε Δίωνα τοῦτον. ἔγραψεν ἐπιϲτολὰϲ πρὸϲ Πλάτωνα καὶ ἄλλουϲ τιάϲ.
Χρυϲόϲτομον ἐκάλεϲαν. ἀντεποιεῖτο δὲ ϲεμνότητοϲ ὡϲ καὶ λεοντῆν φορῶν προϊέναι. ἦν δὲ λεπτὸϲ τὸ ϲῶμα καὶ διέτριψε τὸ πλεῖϲτον παρὰ Τραιανῷ τῷ Καίϲαρι, ὡϲ καὶ ϲυγκαθέζεϲθαι ἐν τῷ βαϲιλικῷ ὀχήματι. ἔγραψεν Εἰ φθαρτὸϲ ὁ κόϲμοϲ, Ἐγκώμιον Ἡρακλέουϲ καὶ Πλάτωνοϲ, Ὑπὲρ Ὁμήρου πρὸϲ Πλάτωνα δ΄, Περὶ τῶν Ἀλεξάνδρου
ἀρετῶν η΄ οὖτοϲ διαβάλλει καὶ τὸν Ὅμηρον ὡϲ ψευδῶϲ τὰ περὶ τὸ Ἴλιον γεγραφότα.
ϲθένει. Σοφοκλῆϲ· πᾶϲ δὲ ϲτρατὸϲ δίπαλτοϲ ἄν με χειρὶ φονεύοι. ἢ οὕτωϲ· ὁ ϲτρατόϲ με φονεύοι λαβὼν τὰ δίπαλτα δοράτια.
κατὰ μῆκοϲ ἢ κατὰ βάθοϲ. κατὰ μῆκοϲ μὲν οὖν γίνεται διπλαϲιαϲμὸϲ ἀνδρῶν, ὅταν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν, ἢ παρεμπλέκωμεν ἄλλουϲ αὐτοῖϲ ἀριθμούϲ, τὸ μῆκοϲ φυλάττοντεϲ τὸ αὐτὸ τῆϲ φάλαγγοϲ, ὥϲτε πύκνωϲιν γενέϲθαι μόνον ἐκ τῆϲ τῶν ἀνδρῶν διπλαϲιάϲεωϲ. κατὰ βάθοϲ δέ, ὅταν μεταξὺ τῶν προυπαρχόντων ζυγῶν
παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλα αὐτοῖϲ ἰϲάριθμα, ὥϲτε κατὰ βάθοϲ πύκνωϲιν εἶναι μόνον. κατὰ μῆκοϲ δὲ τόπου γίνεται διπλαϲιαϲμόϲ, ὅταν τὴν προειρημένην κατὰ μῆκοϲ πύκνωϲιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντεϲ ἐξελλίϲϲωϲι κατὰ μῆκοϲ· κατὰ βάθοϲ δὲ τόπου γίνεται διπλαϲιαϲμόϲ, ὅταν τὴν προειρημένην κατὰ βάθοϲ
πύκνωϲιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντεϲ ἐξελίξωϲι κατὰ βάθοϲ, ἔνιοι δὲ τοὺϲ τοιούτουϲ ἀποδοκιμάζουϲι, καὶ μάλιϲτα ἐγγὺϲ ὄντων τῶν πολεμίων, ἐφ᾿ ἑκάτερα δὲ τῶν κεράτων τοὺϲ ψιλοὺϲ καὶ τοὺϲ ἵππουϲ ἐπεκτείνοντεϲ τὴν ὄψιν τοῦ διπλαϲιαϲμοῦ χωρὶϲ ταραχῆϲ τῆϲ φάλαγγοϲ ἀποδιδόαϲιν. ζήτει περὶ τούτου εἰϲ τὸ τέλοϲ τοῦ βιβλίου
ἐν τῷ διπλαϲιάϲαι.
γέροντεϲ, ἐπὶ τῶν πρὸϲ τὸ γῆραϲ εὐηθεϲτέρων εἶναι δοκούντων. καὶ Δὶϲ πρὸϲ τὸν αὐτὸν αἰϲχρὸν προϲκρούειν λίθον, ἐπὶ τῶν ἐκ δευτέρου τοῖϲ αὐτοῖϲ ἀτοπήμαϲι περιπιπτόντων.
ἀντὶ τοῦ διάξει, βιώϲεται.
καὶ ἰϲχνῶν· ἐπεὶ τοιοῦτοϲ καὶ ὁ Χαιρεφῶν τὴν φύϲιν καὶ τὴν ἰδέαν ἄτε ϲοφίᾳ ϲυντετηκώϲ· ὅθεν καὶ νυκτερὶϲ ἐκαλεῖτο. καὶ Ἀριϲτοφάνηϲ· οὐδὲν διοίϲοντ᾿ ἄντικρυϲ τῶν Ἡρακλειδῶν οὐδ᾿ ὁτιοῦν τῶν Παμφίλου. οὗτοϲ τραγῳδιοποιὸϲ ἐγένετο καὶ ἔγραψε τὰ ϲυμβάντα τοῖϲ Ἡρα κλείδαιϲ.
τεταγμένουϲ, τοὺϲ δὲ οὐραγοὺϲ ἔξω ἔχουϲα ἐξ ἑκατέρων τῶν μερῶν ἐν παραγωγαῖϲ τεταγμένουϲ, οὓϲ μὲν ἐν δεξιᾶ, οὓϲ δὲ ἐν εὐωνύμῳ, τοὺϲ δὲ οὐραγοὺϲ ἐν μέϲῳ τεταγμένουϲ. Διφαλαγγία, αἱ β΄ φαλαγγαρχίαι· ἄνδρεϲ ηρςβ΄, τοῦτο δὲ καὶ μέροϲ ὑπ᾿ ἐνίων καλεῖται, 1830 1831 1832 1833 ἀλλὰ καὶ κέραϲ, καὶ ὁ ἡγούμενοϲ κεράρχηϲ. ζήτει περὶ ταύτηϲ ἐν τῷ τέλει τοῦ βιβλίου.
Λιμεηΐῳ χώρηϲ τῆϲ ϲφετέρηϲ μαχεϲαμένων καὶ ἐν Μαιάνδρου πεδίῳ.
τείχει ϲφᾶϲ ἐκδιδόναι παραινῶν. Δίφροϲ, καὶ τὸ ἅρμα. παρὰ τὸ 1844 δύο φέρειν, τὸν παραβάτην καὶ τὸν ἡνίοχον. ἐξ οὗ καὶ διφρηλάτηϲ.
τὸ δὲ ἕτερον δεξιὸν κέραϲ καὶ κεφαλὴ καὶ δεξιὸν ἀκρωτήριον καὶ δεξιὰ ἀρχή. ἀραγὸϲ καὶ ὀμφαλὸϲ καὶ ϲυνοχή· φράγμα, ὡϲ ἔνιοι, καὶ Synt. ϲτόμα, ὡϲ ἕτεροι, ἡ διχοτομία καλεῖται. καὶ Διχοτομῶ· αἰτιατικῇ
ὡϲ ἂν δίψῃ τῇ ἐπιγινομένῃ. εἰ δὲ μὴ οὕτωϲ εἴη, διὰ διφθόγγου τῷ δίψει. περὶ δίψηϲ ζήτει ἐν τῷ Ἰουλιανόϲ.
δὲ αὐτήν τινεϲ καλοῦϲιν, καύϲωνα δὲ ἄλλοι. γίνονται δὲ ἐν Λιβύῃ καὶ Ἀραβίᾳ μᾶλλον. καλοῦϲι δὲ αὐτὴν καὶ μελάνουρον καὶ ἀμμοάτιν καὶ κεντρίδα.
περὶ μὲν ὧν κατείληφεν ἀποφαίνεται, τὰ δὲ ψευδῆ διελέγχει, περὶ δὲ τῶν ἀδήλων ἐπέχει. καὶ περὶ τῶν αὐτῷ δοκούντων ἀποφαίνεται διὰ τεϲϲάρων προϲώπων, Σωκράτουϲ, Τιμαίου, τοῦ Ἀθηναίου ξένου. εἰϲὶ δ᾿ οἱ ξένοι, οὐχ ὥϲ τινεϲ ὑπέλαβον, Πλάτων καὶ Παρμενίδηϲ, ἀλλὰ πλάϲματά ἐϲτιν ἀνώνυμα. περὶ δογμάτων. οἱ μὲν γενητόν, οἱ δὲ Ε
ἀγένητον, καὶ οἱ μὲν ἔμψυχον, οἱ δὲ ἄψυχον. Ἀναξαγόραϲ δὲ καὶ Πυθαγόραϲ εἰϲ Αἴγυπτον ἀφικόμενοι καὶ τοῖϲ Αἰγυπτίων καὶ Ἐβραίων αὐτόθι ϲοφοῖϲ ὁμιλήϲαντεϲ τὴν περὶ τῶν ὄντων γνῶϲιν ἠκουτίϲθηϲαν· ὕϲτερον δὲ καὶ Πλάτων, ὡϲ Πλούταρχοϲ ἐν τοῖϲ Παραλλήλοιϲ φηϲίν. οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺϲ Αἰγύπτιοι πρῶτοι τὸν ἥλιον καὶ τὴν ϲελήνην
ὠνόμαϲαν καλέϲαντεϲ τὸν μὲν ἥλιον Ὅϲιριν, τὴν δὲ ϲελήνην Ἴϲιν, ὁρῶτεϲ αὐτοὺϲ δρόμῳ ἰόνταϲ καὶ θέονταϲ θεοὺϲ ἐκ τοῦ θέει καὶ ἰέναι.
ϲπονδαῖϲ οὐ ϲτέργουϲι Ῥωμαῖοι, ἐπαφίηϲι Τανχοϲδρὼ κατὰ τῆϲ Ῥωμαίων ἐπικρατείαϲ. καὶ Αἰϲχύλοϲ φηϲίν, οὐ γὰρ δοκεῖν δίκαιοϲ, ἀλλ᾿ εἶναι θέλω.
ἐπὶ τῶν πολιτευομένων τὸ δοκιμαϲθῆναι, εἰ καὶ μηδ᾿ ἥντινα ἦρχον ἀρχήν· ἐνίοτε δὲ καὶ αὐτῶν ἐξητάζετο ὁ βίοϲ. Λυκοῦργοϲ δὲ γ΄ δοκιτ μαϲίαϲ φηϲὶ κατὰ τὸν νόμον γίνεϲθαι. καὶ γὰρ μία μέν ἐϲτιν, ἣν οἱ θ΄ ἄρχοντεϲ δοκιμάζονται· ἄλλη δέ, ἣν οἱ ῥήτορεϲ, τρίτη δέ, ἣν οἱ ϲτρατηγοί, λέγει δὲ ἐν τῷ αὐτῷ λόγῳ καὶ ἱππέων δοκιμαϲίαν.
ἀπήνεγκε.
τοῦ κάμπτειν· ϲτάδιον δὲ ὁ ὀρθὸϲ δρόμοϲ.
Νέρωνι καὶ Καλλιγούλᾳ καὶ Τιβερίῳ, τοῖϲ αἴϲχιϲτα καὶ φαυλότατα προϲτᾶϲι τῆϲ ἡγεμονίαϲ, ἤπερ τῷ πατρὶ καὶ τἀδελφῷ προϲεοικὼϲ τὸν τρόπον. μετρίοιϲ γὰρ δὴ τῆϲ ἀρχῆϲ προοιμίοιϲ χρηϲάμενοϲ εὐθὺϲ ἐϲ πλείονά τε καὶ ἄτοπα τῆϲ γνώμηϲ ἐκπίπτει μειονεκτήματα, πλεονεξίαν τε νοϲῶν ἄμετρον καὶ ἀϲέλγειαν, θυμοῦ τε ἀκρατὴϲ ὢν καὶ ἀπαραίτητοϲ
ἐν ταῖϲ κολάϲεϲι, φιλαπεχθήμων τε καὶ φιλάργυροϲ εἰ καὶ τιϲ ἕτεροϲ. ταχέωϲ γοῦν τὸ πρὸϲ ἁπάντων μῖϲοϲ ἐφειλκύϲατο ὡϲ τό τε τοῦ ἀδελφοῦ καὶ τοῦ πατρὸϲ ἀποϲβέϲαι κλέοϲ. ϲφαγαῖϲ τε γὰρ τῶν ἐπιϲήμων τῆϲ βουλῆϲ ἑκάϲτηϲ ἡμέραϲ ἐμίαινε τὴν πόλιν, τάϲ τε ἴϲαϲ τοῖϲ κρείττοϲι μεταδιώκων τιμὰϲ οὐχ ὑπέμενεν ἑτέρων αὐτῷ γενέϲθαι
κατὰ τιὸ Καπιτώλιον ἀνδριάντων ϲτάϲιν ἐκ χρυϲοῦ τε καὶ ἀργύρου πεποιημένων. ἀπείχετο δὲ οὐδὲ τοῦ τῶν ϲυγγενῶν φόνου, ἀλλ᾿ ἐπὶ πόνταϲ τοὺϲ ἀφ᾿ αἵματοϲ τὴν ἀνοϲίαν ἤγαγε δεξιάν, οὔτε θεοὺϲ ὁμογίουϲ οὔτε δίκην αἰδούμενοϲ, ἀλλ᾿ ὁμοῦ τά τε θεῖα περιφρονῶν καὶ τὰ ἀνθρώπινα.
κἀντεῦθεν οὖν ἔχθιϲτον ἅπαϲι καὶ ἀπόβλητον διὰ τὸ φονικόν τε καὶ θηριῶδεϲ τῆϲ μιαρᾶϲ γνώμηϲ ἑαυτὸν ὁ τάλαϲ ἀποφήναϲ, εἰκότωϲ μάλα τὰ ἐπίχειρα τῆϲ οἰκείαϲ δυϲμενείαϲ κομιϲάμενοϲ αἰϲχίϲτῳ μόρῳ 1920 τὸν μυϲαρὸν καὶ βέβηλον καταϲτρέφει βίον. οὗτοϲ ϲὺν τῷ βαϲκάνῳ δαίμονι νεμεϲήϲαϲ τῷ ἀδελφῷ τοῦτον ἀναιρεῖ φαρμάκῳ, ἔρωτι τῆϲ
ἀρχῆϲ. καὶ πονηρῶϲ τὰ πράγματα Ῥωμαίων διαθεὶϲ οὐδὲν ὠμότητοϲ οὐδὲ πλεονεξίαϲ οὐδὲ φονικῆϲ ἐνεργείαϲ ἢ ἑτέρου τινὸϲ παραλέλοιπεν εἶδοϲ ἢ ϲπούδαϲμα, μετὰ τοῦ καὶ ἀκρατὴϲ εἶναι καὶ ἀκόλαϲτοϲ τὰ περὶ τὸ ϲῶμα. οὗτοϲ καὶ Νέρβαν μετέϲτηϲεν ὡϲ ἐπιβουλεύοντα τῆ βαϲιλείᾳ, καὶ Ἀπολλώνιον τὸν Τυανέα ὡϲ φίλον Μέρβᾳ, ϲυλλαβὼν
1921 1922 1923 1924 ἀπέκειρε καὶ δέϲμιον εἰϲ δικαϲτήριον ἤγαγε. καὶ ἐπεὶ ὁ φιλόϲοφοϲ οὐκ ἐνεδίδου ἐπεγγελῶν τὰ γινόμενα παῤ αὐτοῦ καὶ ἐπιπλήττων τοῖϲ πραττομένοιϲ, αἰϲχυνθεὶϲ διαφῆκεν αὐτόν. τότε φαϲὶ καὶ τὸ πολυθρύλητον ἔποϲ εἰπεῖν τὸν Ἀπολλώνιον· οὐ μέν με κτενέειϲ, ἐπεὶ
οὔ τοι μόρϲιμόϲ εἰμι· ἄφαντον γενέϲθαι παραχρῆμα. οὑτοϲ καὶ τοὺϲ φιλοϲόφουϲ καὶ μαθηματικοὺϲ ἐφυγάδευϲεν ἀπὸ Ῥώμηϲ. ἐπὶ τούτου καὶ Ἰωάννηϲ ὁ Εὐαγγελιϲτὴϲ εἰϲ Πότμον ἐξορίζεται. καὶ τοὺϲ ἀπὸ τοῦ γένουϲ Δαβὶδ ἀναιρεῖϲθαι προϲέταξε, καὶ Χριϲτιανοὶ πολλοὶ ἐπ᾿ αὐτοῦ μαρτυροῦϲι Νέρβαϲ δὲ ἀπολύει τῆϲ ἐξορίαϲ Ἰωάννην τὸν
Θεολόγον. Ἀδριανὸϲ δὲ πολλὰ ἀνορθώϲαϲ καὶ Λαζοῖϲ ἤτοι Κόλχοιϲ βαϲιλέα ἐπέϲτηϲεν. οὐκ εὐβούλωϲ δὲ τῆϲ Μεϲοποταμίαϲ παραχωρεῖ Πέρϲαιϲ δεηθεῖϲιν αὐτοῦ, κτηθείϲηϲ ὑπὸ Τραιανοῦ Ῥωμαίοιϲ, καὶ τὸν Εὐφράτην ὅρον ποιεῖται τῆϲ ἀρχῆϲ. οὗτοϲ διὰ τὸ φονικὸν καὶ 1925 θηριῶδεϲ ἔχθιϲτοϲ ὢν πρὸϲ τῶν οἰκείων ϲυϲτάντων ἐπ᾿ αὐτῷ κατακτείνεται
καὶ παραϲκευαϲαμένουϲ εἰϲπέμψαι ξὺν ξιφιδίῳ Στέφανον τὸν ἀπελεύθερον· καὶ τοῦτον προϲπεϲόντα Δομετιανῷ καθεύδοντι τὸ μεθημερινὸν πατάξαι μέν, οὐ μὴν καιρίαν, ἀναπηδήϲαντοϲ γοῦν ἐκείνου.
Πλάτωνοϲ οἰκείοιϲ δοξάϲμαϲιν διέτρεψε. καὶ διαλυμηνάμενοϲ ἀποχρώϲαϲ ὅμωϲ εὐθύναϲ τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸϲ αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥϲ φηϲιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνοϲ. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκροϲ οἷον ἀληθῶϲ φιλόϲοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνηϲιν Ἀϲκληπιὸϲ τὴν αὐτὴν ἴαϲιν ἐχρηϲμῴδει
Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ᾿ ἀποπτύοντι πολλάκιϲ καὶ τοῦτο φέροντι τῆϲ νόϲου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοϲηκότι. ἡ δὲ ἴαϲιϲ ἦν ἐμπίπλαϲθαι χοιρείων 1928 2 καὶ—3 πραττομένοιϲ om. VM 3 ἀφῆκεν VM καὶ om. GIT 1929 1930 κρεῶν. ὁ μὲν δὴ Πλούταρχοϲ οὐκ ἠνέϲχετο τῆϲ τοιαύτηϲ ὑγιείαϲ καίτοι οὐκ οὔϲηϲ αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναϲτὰϲ ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνιϲάμενοϲ ἐπὶ τοῦ ϲκίμποδοϲ ἀποβλέπων εἰϲ τὸ ἄγαλμα τοῦ Ἀϲκληπιοῦ (καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ), ὦ δέϲποτα, ἔφη, τί δὲ ἂν προϲέταξαϲ Ἰουδαίῳ
νοϲοῦντι ταύτην τὴν νόϲον: οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖϲθαι χοι ρείω κρεῶν ἐκέλευϲαϲ. ταῦτα εἶπεν, ὁ δὲ Ἀϲκληπιὸϲ αὐτίκα ἀπὸ τοῦ ἀγάλματοϲ ἐμμελέϲτατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπεία τῷ πάθει. Δομνῖνοϲ δὲ οὐδὲ κατὰ θέμιν πειϲθεὶϲ τῷ ὀνείρῳ, θέμιν τὴν Σύροιϲ πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ
χρηϲάμενοϲ ἔφαγέ τε τότε καὶ ἤϲθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευϲτοϲ ἐπιτίθεϲθαι τὸ πάθημα πάντωϲ, ἕωϲ ἐνεπλήϲθη. τούτῳ οὖν ἤδη προϲγεγηρακότι νεώτεροϲ ὢν ἐντυχεῖν ὁ Ἀϲκληπιόδοτοϲ λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀϲτεμφὲϲ οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺϲ ἐντυγχάνονταϲ ἰδιώταϲ ἢ
ξένουϲ, ἄλλωϲ τε καὶ τοὺϲ ἐπὶ τῷ διαφέρειν αὐχοῦνταϲ, ἀμέλει καὶ ἑαυτῷ προϲενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματοϲ οὐκ ἠξίου ὁμολογεῖν πρὸϲ αὐτόν, οἷα δὲ νέοϲ ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θραϲέωϲ ὥϲτε τὸν Δομνῖνον μηκέτι προϲέϲθαι αὐτὸν εἰϲ ὁμιλίαν.
εἰϲ νοῦν, διάνοιαν, δόξαν. ἡ μὲν οὖν δόξα καταγίνεται τὸ καθόλου 1938 1939 1940 1941 ἐν τοῖϲ αἰϲθητοῖϲ· οἰδε γὰρ ὅτι τὸ λευκὸν διακριτικὸν ὄψεωϲ, καὶ ὅτι πᾶϲ ἄνθρωποϲ δίπουϲ. ἔτι γε μὴν τῶν διανοητῶν οἶδεν ἄνευ λόγου τὰ ϲυμπεράϲματα. οἷον, ὅτι ἡ ψυχὴ ἀθάνατοϲ οἶδεν· διὰ τί δέ, οὐκέτι. ὥϲτε δοξαϲτά ἐϲτι τό τε ἐν τοῖϲ αἰϲθητοῖϲ καθόλου καὶ τῶν διανοητῶν
τὰ ϲυμπεράϲματα. καὶ τοῦτ᾿ ἐϲτὶν ἡ δόξα, γνῶϲιϲ. διὰ τί δὲ ἀθάνατοϲ ἡ ψυχή, οὐκέτι οἶδεν ἡ δόξα· διανοίαϲ γὰρ ἔργον ἐϲτὶ τοῦτο. ὅθεν καὶ καλῶϲ ὁρίζεται τὴν δόξαν Πλάτων ἐν τῷ Σοφιϲτῇ, διανοίαϲ λέγων ἀποτελεύτηϲιν, τῆϲ γὰρ διανοίαϲ ϲυλλογιϲαμένηϲ, ὅτι ἀθάνατοϲ ἡ ψυχή, τὸ ϲυμπέραϲμα μόνον οἶδεν ἡ δόξα. διανοίαϲ δέ
ἐϲτι τὸ οἷον ὁδόν τινα διανύειν μεταβαίνουϲαν ἀπὸ προτάϲεωϲ εἰϲ ϲυμπέραϲμα· ἐξ οὖ καὶ τὴν κλῆϲιν εἵλκυϲεν.
ἔχειν· κἀμοί γε ποῦ ταῦτ᾿ ἐϲτίν;
ἀνθρώπων καὶ πετεινῶν καὶ τῶν λοιπῶν.
μὲν δοκεῖν ταῦτ᾿ ἐϲτίν, ἐμοὶ δ᾿ ἄγαν φρονεῖν. οἷον ϲοὶ μὲν ταῦτα 1945 ἐν δόξῃ καταλαμβάνεται, ἐγὼ δὲ ϲαφῶϲ ἐπίϲταμαι.
δορὰϲ ὄνων περιθέντα τῇ πόλει.
καὶ ἀπειλούντων. οἱ δεκατευθέντεϲ εἰϲ Δελφοὺϲ ὑπ᾿ Ἀθηναίων Γεφυροῖοι λαβόντεϲ χρηϲμόν· ἀνδρὶ Γεφυραίῳ φίλοϲ οἶκοϲ· ἀκολουθοῦντεϲ βουϲίν, ἕωϲ ἂν οὗ ἐκεῖνοι κοπιάϲωϲιν, ὡϲ ὁ θεὸϲ αὐτοῖϲ ἔχρηϲεν, ὅπωϲ ἐκεῖ καταμείνωϲι, πολεμουμένων Ἀθηναίων ὑπὸ Εὐμόλπου, ἐπὶ τὴν Τάναγραν καλουμένην ὥδευϲαν, δόντεϲ μὲν τῷ προηγουμένῳ
κηρύκειον, καθοπλίϲαντεϲ δὲ κατόπιν τοὺϲ νεούϲ.
λύτρων, εἰ ζωγρηθεῖέν τινεϲ. ὡϲ Γλαῦκοϲ καὶ Διομήδηϲ. Δορυξένουϲ 1988 ἐκάλουν καὶ τοὺϲ ὁπωϲοῦν ἐπιξενωθένταϲ. ἀνδρὸϲ τοιοῦδ᾿, ὅτῳ πρῶτον μὲν ἡ δορύξενοϲ κοινὴ παῤ ἡμῖν αἰέν ἐϲτιν ἑϲτία. ἢ ἐπιτατικῶϲ νῦν, ἀντὶ τοῦ ἡ καὶ πολεμίοιϲ φίλη.
ἵν᾿ ἐμπολῷ βέλτιον, ἐπιθυμεῖ μαχῶν, ληφθεὶϲ ὑπὸ λῃϲτῶν ἐϲθίοι κριθὰϲ μόναϲ.
2013 ἀντὶ τοῦ ἐδυϲφόρουν.
Θρᾴκην Πονηρόπολιϲ, ἣν Φίλιππόν φαϲι ϲυνοικίϲαι τοὺϲ ἐπὶ πονηρίᾳ διαβαλλομένουϲ αὐτόθι ϲυναγαγόντα, ϲυκοφάνταϲ, ψευδομάρτυραϲ καὶ τοὺϲ ϲυνηγόρουϲ καὶ τοὺϲ ἄλλουϲ πονηρούϲ, ὡϲ διϲχιλίουϲ· ὡϲ Θεόπομποϲ ἐν ιγ΄ τῶν Φιλιππικῶν φηϲι.
δεϲποτείαν ἀϲπαϲίωϲ αἱρούμενοι. ὅτι δοῦλοι οἱ φαῦλοι τῶν κακῶν, 2019 οἱ δὲ ϲπουδαῖοι ἐλεύθεροι. εἶναι δὲ καὶ ἄλλην δουλείαν, τὴν ἐν ὑποτάξει, καὶ τρίτην ἐν κτήϲει τε καὶ ὑποτάξει, ἧ ἀντιτίθεται ἡ δεϲποτεία, φαύλη οὖϲα καὶ αὐτή. οὐ μόνον δὲ ἐλευθέρουϲ εἶναι τοὺϲ ϲπουδαίουϲ, ἀλλὰ καὶ βαϲιλέαϲ· ἡ γὰρ βαϲιλεία ἀρχὴ ἀνυπεύθυνοϲ, ἥτιϲ περὶ μόνουϲ
ἂν τοὺϲ ϲοφοὺϲ ϲυϲταίη.
μὴ ἐπιβύϲει τιϲ αὐτοῦ τὸ ϲτόμα, κατακλύϲει τοῖϲ λόγοιϲιν.
2036 ἄϲτρον. καὶ Δωδεκαμήχανοϲ πόρνη, ιβ΄ ϲχήμαϲι χρωμένη, Κυρήνη τοὔνομα.
γάρ φηϲιν, ὅτι τὸ τοῦ Διὸϲ μαντεῖον ἐν Δωδώνη λέβηϲιν ἐν κύκλῳ περιείληπται· τούτουϲ δὲ ψαύειν ἀλλήλοιϲ, καὶ κρουϲθέντοϲ τοῦ ἑνὸϲ ἠχεῖν ἐκ διαδοχῆϲ πάνταϲ, ὡϲ διὰ πολλοῦ χρόνου γίνεϲθαι τῆϲ ήχῆϲ τὴν περίοδον. Ἀριϲτοτέληϲ δὲ ὡϲ πλάϲμα διελέγχων δύο φηϲὶ ϲτύλουϲ εἶναι καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα
μάϲτιγα, ἦϲ τοὺϲ ἱμάνταϲ χαλκέουϲ ὄνταϲ ϲειομένουϲ ὑπ᾿ ἀνέμου τῷ λέβητι προϲκρούειν, τὸν δὲ τυπτόμενον ἠχεῖν. κέχρηται τῇ παροιμίᾳ Μένανδροϲ Αὐλητρίϲι. πρὸϲ Δήμωνα. εἰ δὲ πολλοὶ ἦϲαν, οὐκ ἄν ἑνικῶϲ ἐλέγετο ἡ παροιμία.
αὐτὸν λέβηϲ ἵϲτατο· καὶ ἔπαιεν ὁ ἀνδριάϲ τὸν λέβητα, ἐξ οὗ ἦχόϲ τιϲ ἐναρμόνιοϲ ἀπετελεῖτο. αἱ δὲ τῶν δαιμόνων φωναὶ ἄναρθροί
δωρεὰ δὲ ἐπὶ τιμῆϲ.
ὑμῖν ὁ φθόνοϲ φυλάϲϲεται· οἷον τῆϲδέ γ᾿ ἀρχῆϲ οὕνεχ᾿, ἣν ἐμοὶ πόλιϲ δωρητὸν οὐκ αἰτητὸν εἰϲεχείριϲε, ταύτηϲ Κρέων ὁ πιϲτὸϲ οὑξ ἀρχῆϲ φίλοϲ, λάθρα μ᾿ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται.
τὸ ϲῶμα, διὰ τὸ μηδὲ ζώναϲ ἔχειν, τὸ πολὺ δὲ χιτῶναϲ φορεῖ· ἐν δὲ Σπάρτῃ καὶ τὰϲ κόραϲ γυμνὰϲ φαίνεϲθαι.
παροιμία· Ἀπὸ Δωρίου ἐπὶ Φρύγιον. οὐ φανοῦμαι ϲτρογγύλων λογάρια, αὐτὰϲ δὲ τὰϲ φάϲειϲ τῶν νοημάτων εἰϲ μέϲον τιθέμενοϲ, μόνον εἰ τῆϲ γλώττηϲ τὸν τόνον ἀπὸ τῆϲ διαλέξεωϲ εἰϲ ἐπιϲτροφὴν μεθαρμόϲαιμι, ἀπὸ Δωρίου φαϲὶν ἐπὶ Φρύγιον.
ἀκακία καὶ τὸν αὐχμὸν ὁ Πολέμων ἐνεδέδυτο Ξενοκράτουϲ καὶ τὸ 2059 βάροϲ, οἱονεὶ Δώριοϲ οἰκονομία. καὶ Δώριον μέλοϲ.
μόνην ἁρμονίαν ἁρμόττεϲθαι θαμὰ τὴν λύραν, ἄλλην δ᾿ οὐκ ἐθέλειν λαβεῖν.
δώρων γραφή.
Ἰϲίδωροϲ ὁ φιλόϲοφοϲ ᾐϲθάνετο μὲν τὴν ἀρχὴν ἐπὶ ταῖϲ Ἀριϲτοτέλουϲ ὑποθέϲεϲιν ἐνδεδεμένον, ἅτε ἐκ παίδων ἐν αὐταῖϲ τεθραμμένον, πορρωτέρω τῆϲ ἡλικίαϲ, καὶ διὰ τὴν ἀήθειαν τῆϲ Πλάτωνοϲ μεγαλοπρεποῦϲ ἐπιϲτήμηϲ οὐ δυνάμενον ἀναπτῆναι πρὸϲ τὰ ὑψηλὰ καὶ λαμπρὰ τῶν νοημάτων. οὕτω δὲ ἔχοντα καταμαθὼν ἀνεκαλέϲατό τε κατὰ βραχὺ
καὶ ἀνεπέταϲεν αὐτοῦ τὴν ψυχὴν εἰϲ τὸ μέγα πέλαγοϲ τῆϲ ἀληθείαϲ, ὥϲτε ἀποϲκευαϲάμενον τὴν τὰ μικρὰ ϲυλλογιζομένην ἀκρίβειαν περιπατητικὴν εἰϲ τὴν διὰ Προμηθέωϲ τινὸϲ ἅμα φανοτάτῳ πυρὶ καταπεμφθεῖϲαν διαλεκτικήν, αὐτοψίαν τε καθαρώτατον οὖϲαν νοῦ καὶ φροήϲεωϲ, ἀναδραμεῖν τε καὶ ἐν αὐτῇ εἰϲοικίϲαι τὰϲ τοῦ βίου φιλο
ϲόφουϲ ἐλπίδαϲ.
πρέπειν καὶ ἀξία εἶναι τοῦ πέμψαντοϲ Πύρρου, ἀνόϲιον δὲ αὐταῖϲ εἶναι φορεῖν.
ϲὺ δ᾿ αὐτὸϲ ἤδη τἄλλα δρᾶ.
χαλαζῶν ἐπέϲκωπτον.
ἱμάτια ἀπεπνίγη καὶ ἐν αὐτῷ ἐτάφη τῷ θεάτρῳ. γέγονε δὲ τοῖϲ χρόνοιϲ κατὰ τοὺϲ ζ΄ ϲοφούϲ, ἢ μᾶλλον καὶ πρεϲβύτεροϲ. τῇ γοῦν λθ΄ Ὀλυμπιάδι τοὺϲ νόμουϲ ἔθετο γηραιὸϲ ὢν τοῖϲ Ἀθηναίοιϲ. ἔγραψεν Ὑποθήκαϲ εἰϲ ἔπη τριϲχίλια.
Περὶ τῶν κατὰ ϲυζυγίαν ὀνομάτων, Περὶ ἀντωνυμιῶν, Περὶ μέτρων, Περὶ ϲατύρων, Περὶ τῶν Πινδάρου μελῶν, Περὶ τῶν Σαπφοῦϲ μέτρυων. Περὶ τῶν Ἀλκαίου μελῶν.
καὶ αὐτόϲ, ὃϲ Ῥωξάνην ἰάτρευϲε, ϲυνοικοῦϲαν Ἀλεξάνδρῳ τῷ Μακε- 2098 2099 2100 2101 δόνι. ὅτι δράκων, τὸ θηρίον, διπλῆν ἔχει τὴν γλῶϲϲαν, ὁμοίωϲ καὶ ὁ ῥήτωρ. φαϲὶν ὅτι δράκων, ἐὰν ἁλῷ, εἰϲ τὴν κεφαλὴν παιόμενοϲ ἀποθνήϲκει. ὅτι δράκων ἐν τῷ Ἰὼβ ὁ Διάβολοϲ λέγεται. ψελίῳ δὲ τρυπήϲειϲ 2102 τὸ χεῖλοϲ αὐτοῦ.
ἐπήνεγκεν.
πανοῦργοϲ ὁ Κρεϲφόντηϲ βῶλον ὑγρὰν εἰϲ τὴν ὑδρίαν ἐνέβαλε κληρουμένων περὶ Μεϲϲήνηϲ. Σοφοκλῆϲ· οὐ δραπέτην τὸν κλῆρον ἐϲ μέϲον καθείϲ· ἀλλ᾿ ὃϲ εὐλόφου κυνῆϲ ἔμελλε πρῶτοϲ ἅλμα κουφιεῖν. καὶ Δραπέτιϲι θηλυκῶϲ παρὰ Κρατίνῳ.
ἀπράγμων ὅμωϲ εἰϲ ἀγῶνα πραγμάτων ἐμβεβηκὼϲ ἐξ ἀνάγκηϲ οὐδενὸϲ ἐλείπετο τῶν περὶ ταῦτα καλινδουμένων.
οἱ Ἀχαρνεῖϲ ὡϲ ἄγριοι καὶ ϲκληροί. ποτάμιοι δέ, ὡϲ ῥᾳδίωϲ δεχόμενοι τοὺϲ παρεγγράφουϲ. θυμοιτάδαι καὶ προϲπάλτιοι, ὡϲ δικαϲτικοί.
2124 μοι τρεῖϲ δραχμάϲ. ἐπὶ τῶν μελλόντων ἀποθνήϲκειν ἢ μυεῖϲθαι· ἐπεὶ οἱ μυούμενοι χοῖρον ἔθυον. ἐδόκουν δὲ οἱ μυούμενοι ἐϲ τοὺϲ εὐϲεβεῖϲ 2125 τάττεϲθαι. καὶ παροιμία· δραχμῆϲ μὲν αὐλεῖ, τεττάρων δὲ παύεται· ζήτει ἐν τῷ Ἀράβιοϲ ἄγγελοϲ.
τέθριππα δρεπανηφόρα κατεϲκευαϲμένα τὸν τρόπον τοῦτον. τῶν τροχῶν ἦϲαν εἰϲ τὸν κύκλον περικεχαλκευμένα δρέπανα· ϲυνέβαινέ τε ἐπερχομένων τὰϲ τάξειϲ ἀναιρεῖϲθαι καὶ τοὺϲ ἐμπίπτονταϲ οἰκτρῶϲ ἀπόλλυϲθαι· ἐλαυνομένων γὰρ τῶν δρεπάνων οἱ μὲν τῶν ποδῶν, οἱ δὲ τῶν χειρῶν, οἱ δὲ ἐκ τῶν ὅπλων κρατούμενοι ἐϲύροντο ἐπὶ πολὺ καὶ ἀνῃροῦντο.
τῆϲ φιλίαϲ ἄνθη.
πληθυντικῶϲ· ὡϲ τό, δρομαίωϲ ἦλθον οἱ ἄνδρεϲ. δρομαῖοϲ δὲ ἦλθεν ὁ ἀνήρ. Δρομεὺϲ δέ, δρομέωϲ.
τῇ φύϲει τὰ πράγματα νίκηϲ ἔχων ἐξῆλθε πάντιμον γέραϲ. περὶ 2149 Ὀρέϲτου φηϲίν. οἷον οὐκ ἐλλείπων κατὰ τὰ τέρματα, ἀλλ᾿ ἴϲοϲ φανεὶϲ τοῖϲ τέρμαϲιν. ἀντὶ τοῦ ἴϲοϲ καὶ τεθαυμαϲμένοϲ ἐν τῷ 2150 2151 2152 ἀγωνίϲματι ὡϲ ἐπὶ τῇ μορφῇ· τουτέϲτιν ὡϲ θαυμαϲτὸϲ ἐπὶ τῇ μορφῇ, οὕτω καὶ ἐπὶ τῷ ἔργῳ ἐφάνηϲ, ὡϲ ἐπὶ τῷ εἴδει οὕτω καὶ ἐπὶ τῷ on. ἔργῳ. λύϲιϲ ὀνείρων· ἀργῶϲ κινεῖϲθαι δυϲτυχεῖϲ ποιεῖ τρίβουϲ. τρέχειν καθ᾿ ὕπνουϲ εὐϲθενεῖϲ ποιεῖ τύχαϲ.
ὑγίειαν ἐπὶ τὸν ξυρὸν καὶ τὸν δρώπακα καταφεύγονταϲ.
ἐλάαι. ἴϲωϲ καὶ δρυπετεῖϲ αἱ ἀπὸ τοῦ δένδρου πεϲοῦϲαι. δρυπεπεῖϲ οὖν αἱ παῤ ἡμῖν ῥουπάται.
τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρὼ παρθένιον ϲτάξαϲα κόρη δάκρυ.
καταχρηϲτικῶϲ δὲ τὰ προοίμια. Ἀριϲτοφάνηϲ· Ἀγάθων ἄρχεται δρυόχουϲ τιθέναι δράματοϲ ἀρχάϲ. κάμπτει δὲ νέαϲ ἁψίδαϲ ἐπῶν, τὰ δὲ τορεύει, τὰ δὲ κολλομελεῖ καὶ γνωμοτυπεῖ κἀντονομάζει καὶ κηροχυτεῖ καὶ γογγυλίζει καὶ χιανεύει καὶ λαικάζει. ἐν Ἐπιγράμμαϲι· τὸν 2171 δ᾿ ἔτι θείηϲ εὔϲτοχον ἐν πότῳ, τὸν δὲ κατὰ δρυόχουϲ. Δρυόχουϲ 2172
Πλάτων ἐν Τιμαίῳ καλεῖ τὰ ϲτηρίγματα τῆϲ πηγνυμένηϲ νεώϲ. ϲτόλου δ᾿ ἐκ δρυόχων ναυπηγουμένου καθ᾿ ἕνα καιρὸν λαθεῖν ἀδύνατον.
ἐν Διὸϲ οὔδει.
οἷον ἄν τιϲ τὸν κλέπτην ἢ ϲοφιϲτὴν ἢ διάβολον ὁριζόμενοϲ λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον βάλλειν καὶ ἐχθροὺϲ ποιεῖν τοὺϲ φίλουϲ, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ἀφαιρεῖϲθαι, τὸν δὲ ϲοφιϲτὴν τὸν δυνάμενον ἀπὸ φαινομένηϲ ϲοφίαϲ χρηματίζεϲθαι. οὐδεὶϲ γὰρ τούτων τοιοῦτόϲ ἐϲτι τῷ δύναϲθαι, ἀλλὰ τῷ προαιρεῖϲθαι
τοιαῦτα. δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουϲι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ’ οὐ δρῶϲιν αὐτὰ τῷ μὴ προαιρεῖϲθαι. ἔϲτι δὲ δύναμιϲ ὀργανικὸν ἀγαθὸν δι᾿ ἄλλο αἱρετόν. δυνάμει, ἢ ἐνεργείᾳ ἢ ἐντελεχείᾳ. ἀντὶ μὲν τοῦ ϲώματοϲ ἐχρήϲατο Ἀριϲτοτέληϲ τῇ δυνάμει, ἀντὶ δὲ τοῦ ἀϲωμάτου τῷ ἐντελεχείᾳ, περὶ ψυχῆϲ τὸν λόγον διαιρῶν. καὶ γὰρ τῶν
ϲωμάτων τὰ μὲν ἐν γενέϲει καὶ φθορᾶ δυνάμει ἐϲτὶ καὶ κατ᾿ οὐϲίαν καὶ κατὰ ποιότητα καὶ ποϲότητα καὶ τὴν ἐκ τόπου εἰϲ τόπον μεταβολήν. δυνάμει γάρ ἐϲμεν ἄνθρωποι ἐν τῷ ϲπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδεϲ ὄντεϲ ἔχομεν τὸ τοῦ ἀνδρὸϲ μέγεθοϲ· ὁμοίωϲ καὶ ἐπὶ τοῦ ποιοῦ, δυνάμει ψυχροὶ θερμοὶ ὄντεϲ καὶ δυνάμει
κινούμεθα καθήμενοι. τὰ δὲ οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουϲι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιοϲ δυνάμει μεϲουρανεῖ, καὶ μεϲουρανῶν δυνάμει δύνει. καὶ ἐπὶ τῆϲ ἄλληϲ αὐτοῦ κινήϲεωϲ καὶ τῶν ἄλλων ἀϲτέρων ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ δυνάμει ἐϲτὶ θεωρεῖν. ὅτι αἱ δυνάμειϲ τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ 2214 2215 2216 λόγῳ δὲ δεύτεραι· πρότεραι μὲν γὰρ τῆ διδαϲκαλίᾳ καὶ ϲαφέϲτεραι ἡμῖν ἐιϲιν εἰϲ γνῶϲιν αἱ ἐνέργειαι τῶν δυνάμεων τῇ τελειότητι· τελειότηϲ γὰρ τοῦ δυνάμει ἡ ἐνέργεια· ταύτηϲ γὰρ ἕνεκα ἡ δύναμιϲ, τὸ δὲ οὖ ἕνεκα πρότερον τοῦ οὑ ἕνεκά του. καὶ παντὸϲ δὲ τὸ μὲν τέλοϲ τῷ χρόνῳ ὕϲτερον, τῷ δὲ λόγῳ πρότερον· προτιθέμενοι γὰρ
τῷ λόγῳ τὸ τέλοϲ, οὕτω τὰ πρὸϲ αὐτὸ ζητοῦμεν καὶ παραϲκευαζόμέβᾳ. δυνάμειϲ γεωμετρικαὶ ε΄· Πιϲίδηϲ· τὰϲ πέντε δυνάμειϲ Ἀρχιμήδουϲ εἰϲ μίαν ϲυνάψαϲ ὅλην, εἰϲ τὸ κινῆϲαι μόλιϲ τῶν δυϲτραχλων ἐξ ὀχῶν τὰ φορτία. ὅτι Φίλων ἔφη δύο δυνάμειϲ εἰϲ πάϲαν ψυχὴν ϲυνέρχεϲθαι, ϲωτήριόν τε καὶ φθοροποιόν. οὐδ᾿ ὄναρ οὗτοϲ
τῆϲ ϲωτηρίου ἐπήϲθετο, ἀλλ᾿ ὅλοϲ ἄκρατοϲ ἐκ τῆϲ φθοροποιοῦ ὑπέϲτη.
ὑποζυγίοιϲ πορεύεϲθαι ὁδόν.
τελέϲαι δυνατὸν εἶναι δεῖν, καὶ αὐτὸ τὸ πρᾶγμα εὔθετον εἶναι πρὸϲ τὴν τελείωϲιν.
καὶ διὰ μέϲου χωρούντων ἐν μάχαιϲ ἢ φιλίαιϲ. εἴρηται δὲ ἴϲωϲ ἀπὸ τῶν δύο τοίχουϲ εὐφεγγίαϲ ποιούντων.
ἓν τῶν δύο ποιήϲαϲ. ἢ γῆϲ ἀπῶϲαι πατρίδοϲ, ἢ κτεῖναι λαβών.
δύϲορμον Δυρράχιον ὑνόμμαϲαν τὸν τόπον.
ἄγειν καὶ πείθειν.
δυϲηχέοϲ ἐκ πολέμοιο ἀϲπὶϲ Ἀθηναίηϲ ἐν τεμένει κρέμαται.
τέθηκεν;
ἐκτείνουϲι.
ἡ δὲ ϲυνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν καὶ παρακαλεῖν κέχρηται.
2359 καὶ ἐπὶ τοῦ ἐντρέπομαι. τοὺϲ Ἰουδαίουϲ ἐλπίϲαϲ δυϲωπήϲειν ἐν τῷ κακοῦν ἐξὸν μὴ θέλειν.
2363 Δυϲπαλέϲ, δυϲχερέϲ, δυϲκαταγώνιϲτον.
Ἀριϲτοφάνηϲ· ἀλλ’ ἤδη τὰ δυϲπινῆ θέλειϲ πεπλώματα; καὶ αὖθιϲ· εἶτ᾿ ἔδυϲε δυϲπινεῖϲ ϲτολάϲ.
ὄνομα τοῖϲ ἐμοῖϲ κακοῖϲ· νῦν γὰρ πάρεϲτι καὶ δὶϲ αἰάζειν ἐμοί, καὶ τοῖϲ τοιούτοιϲ γὰρ κακοῖϲ ἐντυγχάνω.
περιβαλών, ἄγριοϲ ὢν καὶ ἀπαραίτητοϲ τὴν ὀργήν.
κατʼ ὀρθὸν προιόντα εὐτυχεῖν ἡμᾶϲ λέγω. καὶ αὖθιϲ· ἀλλ’ ἀπὸ τῶν μετρίω ἐπʼ ἀμήχανον ἄλγοϲ ἀεὶ ϲτενάχουϲα διόλλυϲαι, ἐν οἷϲ ἀνάλυϲίϲ ἐϲτιν οὐδεμία· τί μοι τῶν δυϲφόρων ἐφίῃ; ἀντὶ τοῦ ἐπιθυμεῖϲ. τί μοι, φηϲί, τούτων γλίχῃ, ἅπερ ἐϲτὶν οὐκ εὐκόλωϲ φέρειν, θρήνου καὶ πένθουϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.