χωλιάμβων ἐν βιβλίοιϲ ι΄. οὗτοϲ ἐκ τῶν Αἰϲωπείων μύθων μετέβαλεν ἀπὸ τῆϲ αὐτῶν λογοποιΐαϲ εἰϲ ἔμμετρα, ἤγουν τοὺϲ χωλιάμβουϲ.
δὲ Δεκίῳ, κατὰ δή τινα δαίμονα εἰϲελθεῖν εἰϲ πληθύουϲαν τὴν ἐκκληϲίαν προθυμουμένῳ· ϲτὰϲ γὰρ πρὸ τῶν θυρῶν ἀντιϲχεῖν φάϲκων, εἰϲ δύναμιν μὴ περιόψεϲθαι λύκον τῷ ποιμνίῳ ἐπειϲερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουϲθῆναι τῆϲ εἰϲόδου, εἴτε ϲτάϲιν τοῦ ὄχλου ὑπειδόμενον, εἴτε καὶ ἄλλωϲ αὐτῷ μεταβουλευθέν. ἐν χαλεπῷ μέντοι
τὴν ἀντίϲταϲιν τοῦ ἐπιϲκόπου ποιηϲάμενον, ἐπειδὴ ὡϲ ἑαυτὸν ἐπὶ τὰ βαϲίλεια ἀπηλλάγη, παραϲτήϲαϲθαί τε αὐτὸν καὶ πρῶτα μὲν τὴν αἰτίαν τῆϲ κωλύϲεωϲ ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖϲ δαίμοϲι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸϲ τὴν ἐπέγκληϲιν ἀπολογήϲαϲθαι καὶ τὴν πρόκληϲιν διακρούϲαϲθαι 11 12 13 τὴν μὲν, φήϲαντα ποιμένι ὄντι ἑαυτῷ πάντα προϲήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖϲθαι, τὴν δὲ, μὴ ἂν ἑλέϲθαι τοῦ ὄντωϲ ἀποϲτάντα θεοῦ ψευδωνύμοιϲ ὀλετῆρϲι δαίμοϲι θύειν. εἶθ᾿ ὁ μὲν ὡϲ ἑώρα μὴ πειθόμενον προϲέταξεν αὐτὸν ἁλύϲεϲι καὶ πέδαιϲ ἐνδηϲαμένουϲ τὴν ἐπὶ θανάτῳ ἄγειν τῆϲ κεφαλῆϲ ἀφαιρήϲονταϲ. ὁ δὲ,
ἐπειδὴ ἤγετο τεθνηξόμενοϲ, ταύταϲ ἀναλαβὼν ᾖδε τὰϲ τοῦ ψαλμοῦ ῥήϲειϲ· ἐπίϲτρεψον ψυχή μου εἰϲ τὴν ἀνάπαυϲίν ϲου, ὅτι κύριοϲ εὐεργέτηϲέ ϲε. φαϲὶ δὲ καὶ τρεῖϲ παῖδαϲ ἀδελφοὺϲ τὸ γένοϲ κομιδῆ νέουϲ ὑπ᾿ αὐτῷ ἀνατρεφομένουϲ ἁρπαγῆναί τε αὐτοὺϲ ὑπὸ τοῦ βαϲιλέωϲ, καὶ ὡϲ οὐδ᾿ αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίαϲ
ἀνάγκηϲ αὐτοῖϲ προϲαγομένηϲ, καὶ αὐτοὺϲ ἐκέλευϲε τῶν κεφαλῶν ἀφαιρεῖν. οὓϲ, ἐπειδὴ ἧκον εἰϲ τὸ προκείμενον χωρίον, ὁ Βαβύλαϲ ἑαυτοῦ προϲτηϲάμενοϲ, προτέρουϲ προϲῆγε τῷ ξίφει, τοῦ μή τινα τρέϲαντα αὐτῶν ἀναδῦναι τὸν θάνατον. καὶ ἀποτεμνομένων ταύτην ἀνειπὼν τὴν φωνήν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεόϲ,
ἔπειτα αὐτὸϲ προὔτεινε τὸν αὐχένα τῷ ξίφει, ἐντειλάμενοϲ τοῖϲ τὸ ϲῶμα αὐτοῦ ϲυλλεξομένοιϲ τὰϲ ἁλύϲειϲ καὶ τὰϲ πέδαϲ αὐτῷ ϲυνθάψαι. ἵν᾿ ᾖ μοι ταῦτα, φηϲὶ, κειμένῳ κόϲμοϲ. καὶ νῦν μετ᾿ αὐτοῦ, ὥϲ φαϲι, ταῦτα τυγχάνει κείμενα.
ἐπίδοϲιν λαμβάνοντοϲ, προϊόντοϲ ἐπὶ τὸ μεῖζον.
πολιᾷ. πλοῦτον εἶναι τὴν Λαφρίαν Ἄρτεμιν.
τοιούτων ἐν τῷ τέλει τοῦ δευτέρου βιβλίου.
ϲφραγῖϲι χρυϲοδέτοιϲ διεϲφιγμένοι. καὶ Βάθρον, θεμέλιον. καὶ Βάθρα, 43 ἀγάλματα. ἀπολυομένου δὲ αὐτοῦ τοὺϲ βλαυτίουϲ καὶ πρὸϲ βάθρον 44 προϲηρεικότοϲ τὸν ἕτερον πόδα, προϲδραμών τιϲ τῶν ϲτρατιωτῶν μετ᾿ ἐγχειριδίου τοῦτον ἀπέτεμε. καὶ Σοφοκλῆϲ· Σαλαμῖνοϲ ἔχων βάθρον 45 ἀγχιάλου. τουτέϲτι τὸ θεμέλιον, τὸ ἕδραϲμα, δι᾿ ὃν ἵϲταται ἡ Σαλαμίϲ.
Βάθρον καὶ ἐφ᾿ οὗ κάθηνται ἐν τοῖϲ ϲυλλόγοιϲ.
ἡμέρᾳ ἄφνω καὶ ἀδοκήτωϲ νέφη ϲυνδραμεῖν οἷα δή που βαθύτατα καὶ καταρρῆξαι πάμπολυν ὑετόν.
ὁ δὲ Ἀθηναῖοϲ, ὁ δὲ Ἀρκὰϲ ἐκ πόλεωϲ Καφύηϲ, ὃϲ καὶ Κύδαϲ ἐκαλεῖτο καὶ Ἀλήτηϲ. Θεόπομποϲ δὲ ἐν τῇ θ΄ τῶν Φιλιππικῶν ἄλλα τε πολλὰ περὶ τούτου τοῦ Βάκιδοϲ ἱϲτορεῖ παράδοξα, καὶ ὅτι ποτὲ τῶν 69 70 71 72 Λακεδαιμονίων τὰϲ γυναῖκαϲ μανείϲαϲ ἐκάθηρεν, Ἀπόλλωνοϲ τούτοιϲ τοῦτον καθαρτὴν δόντοϲ.
τῶν δημοϲίων ὑπηρετῶν ϲύμβολον καὶ βακτηρίαν, καὶ οὕτωϲ ἐδίκαζον. τὴν χρόαν ὁμοίαν εἶχε τῇ βακτηρίᾳ τὸ δικαϲτήριον. τὸ μέντοι ϲύμβολον μετὰ τὴν κρίϲιν ἀποδιδοῦντεϲ ἐκομίζοντο τριώβολον· ὅπερ καὶ δικαϲτικὸν γέγονεν.
φέρουϲιν. ἔϲτι δὲ καὶ ϲτεφάνου εἶδοϲ. Βάκχοιϲιν κεφαλὰϲ πολυανθέϲιν ἐϲτέψαντο. καὶ Πιϲίδηϲ· πολλοὺϲ δὲ Βάκχουϲ ἦν ὁρᾶν ἀκουϲίωϲ τὴν ἐϲχάτην ὄρχηϲιν ἐξορχουμένουϲ.
(ἔχει γὰρ πόλειϲ δ΄, Ἰουλίδα, Καρθαίαν, Κορεϲϲίαν, Ποιήεϲϲαν), Μέδωνοϲ υἱὸϲ, τοῦ Βακχυλίδου τοῦ ἀθλητοῦ παιδόϲ· ϲυγγενὴϲ Σιμωνίδου τοῦ λυρικοῦ, καὶ αὐτὸϲ λυρικόϲ.
κεκλείδωται.
λέγουϲι δὲ ὅτι οἱ πολλοὶ ἐλαττοῦϲι τὸν ἀέρα τῷ λουτρῶ, εἰϲ ἑαυτοὺϲ αὐτὸν ἕλκοντεϲ. καὶ Βαλανείτηϲ, ὁ παρὰ τοῖϲ πολλοῖϲ καλούμενοϲ περιχύτηϲ. ἔϲτι δὲ τὸ βαλανεῖον ὁδὸϲ ἐπὶ τρυφήν. ὅτι τὸ 92 καταρχὰϲ, μὴ ὄντων βαλανείων, ἐν ταῖϲ ϲκάφαιϲ καὶ πυέλοιϲ οἱ ἀρχαῖοι ἐλούοντο.
98 δοῦλοϲ τῶν βαλαντίων. καὶ ταῦτα ϲαφῶϲ ἐκπυνθανόμενοι πρὸϲ ταῦτα διεϲτρατήγουν τὸν πόλεμον.
οἱ τὰ βαλάντια κλέπτοντεϲ.
ἐπέδωκε ϲφάγιον ὑπὲρ τῆϲ τῶν λοιπῶν ϲωτηρίαϲ. τὸ δ᾿ αὐτὸ τοῦτο καὶ οὕτωϲ λέγουϲιν, ἐϲ Μακαρίαν, καὶ εἰϲ Μακαρίαν.
τὸ ἐκ χειρὸϲ τρῶϲαι. Βάλλειν παῤ Ὁμήρῳ καὶ ἐπὶ τοῦ τυγχάτειν. 114 βάλεν ἄγρια πάντα.
οἰομένουϲ ἐκφεύγειν.
ϲε ἐρυθρὸν ποιήϲω· οἷον ἵνα μή ϲε φοινίξω. νῆϲοϲ γάρ ἐϲτι μεγίϲτη ἡ Σαρδὼ πρὸϲ τῇ Ἰταλίᾳ, ἐν ᾗ γίνονται πορφύραι διάφοροι καὶ ὀξύταται. βούλεται οὖν δηλοῦν, ἵνα μή ϲε πληγὰϲ ἐντρίψω. ζήτει ἐν τῷ ἄγχουϲα περὶ ἐρυθήματοϲ γυναικῶν.
ἐν Ἐπιγράμμαϲι· καὶ τὴν τρυτοδόκην κοιτίδα παμβακίδων.
βέλη καὶ παραβάλλειν ἔξω παρὰ τὸν θεμέλιον τοῦ τείχουϲ.
δαπάναιϲ κοϲμῆϲαι ποικιλομόρφων. ἀντὶ τοῦ ἑτεροχρόων.
ἐν ᾧ τοὺϲ κακούργουϲ ἔβαλλον· ἐν δὲ τῷ χάϲματι τούτῳ ὑπῆρχον ὄγκινοι, οἱ μὲν ἄνω οἱ δὲ κάτω. ἐνταῦθα τὸν Φρύγα τὸν τῆϲ μητρὸϲ τῶν θεῶν ἐνέβαλον ὡϲ μεμηνότα, ἐπειδὴ προέλεγεν, ὅτι ἔρχεται ἡ μήτηρ εἰϲ ἐπιζήτηϲιν τῆϲ κόρηϲ. ἡ δὲ θεὸϲ ὀργιϲθεῖϲα ἀκαρπίαν ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντεϲ τὴν αἰτίαν διὰ χρηϲμοῦ τὸ μὲν χάϲμα
κατέχωϲαν, τὴν δὲ θεὸν θυϲίαιϲ ἵλαον ἐποίηϲαν.
τὴν λέξιν οὐ κυρίωϲ εἶπεν, ἀλλ᾿ ἐκ μεταφορᾶϲ, οἷον ἐν τῷ ὀλέθρῳ.
βαρβάρουϲ ὄνταϲ προτοῦ, ἐδίδαξα τὴν φωνὴν ϲυνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ.
τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεϲπότηϲ ἀνέγνω ἐλθὼν πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ᾿ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ ϲὺν τῇ ἀρχῇ θρυπτόμενον. καὶ προϲελθὼν ἡϲυχῇ κατόπιν θοιματίου λαβόμενοϲ, χαῖρε, εἶπὲ, τὸ ὄνομα προϲθεὶϲ τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνοϲ ἐκπλήττεται ῥᾳδίωϲ τὸν
δεϲπότην γνωρίϲαϲ καὶ δεῖται ϲιωπᾶν καὶ ἐϲ τὰ οἰκεῖα ἄγει, καὶ καταβαλὼν πάμπλειϲτα, εἶτα μέντοι ἑαυτὸν ἐλύϲατο. καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε ϲιγὴ κατεχύθη ἀργυρώνητοϲ. ἔκρινα δὴ καὶ ταύτην τῆϲ τύχηϲ μὴ ϲιγῆϲαι τὴν παιδιάν.
159 φίλον ϲτέρξαϲ, φίλε, βάρβιτον. περὶ Ἀνακρέοντοϲ ὁ λόγοϲ. παροιμία 160 ἐπὶ τῶν ἀνομοίων. Ἀριϲτοφάνηϲ· τίϲ ἡ ϲτολή; τίϲ ἡ τάραξιϲ τοῦ βίου; τί βάρβιτοϲ λαλεῖ κροκωτῷ τί δὲ λύρα κεκρυφάλῳ; τί λήκυθοϲ καὶ ϲτρόφιον; ὡϲ ἀξύμφορον. τίϲ δὲ κατόπτρου καὶ ξίφουϲ κοινωνία;
φιλόνεικον τῶν ἀνθρώπων. ἀντὶ τοῦ τὸ πλῆθοϲ, τὴν ἰϲχύν. Πολύβιόϲ φηϲι. καὶ αὖθιϲ· ἐπιϲημηνάμενοϲ δὲ τοῦ Σικυῶνοϲ τὴν ὀχυρότητα 178 καὶ τὸ βάροϲ τῆϲ τῶν Ἀργείων πόλεωϲ ἦλθεν εἰϲ Ἐπίδαυρον. καὶ αὖθιϲ· ἐπολυπραγμόνηϲαν ἀκριβῶϲ τῆϲ πόλεωϲ τὴν θέϲιν καὶ τὸ 179 βάροϲ. βάροϲ γὰρ ἡμᾶϲ οὐδὲν ἐκ τούτων ἔχει. οὐ γὰρ λόγοιϲι 180
τὸν βίον ϲπουδάζομεν λαμπρὸν ποιεῖϲθαι μᾶλλον, ἢ τοῖϲ δρωμένοιϲ.
Ὠκεανοῦ βαρυηχέοϲ.
γεγονέναι πάντων ἀνθρώπων.
ἐλέγχειν τἀληθὲϲ διὰ λόγων· ἀπὸ τῆϲ βαϲάνου τῆϲ χρυϲοχοϊκῆϲ λίθου 200 μεταφορικῶϲ. καὶ Πολύβιοϲ· τότε νομίϲαϲ τὴν ἐκ πυρὸϲ ἔχειν 201 βάϲανον ἀπελύθη τῆϲ ὑποψίαϲ. καὶ Βαϲανίϲαϲ· αἰτιατικῇ. ἀντὶ 202 τοῦ δοκιμάϲαϲ κέχρηνται ἅπαντεϲ οἱ ἀξιόλογοι. ὁ δὲ Ἀριϲτοφάνηϲ οὕτωϲ· βαϲάνιζε τουτονὶ λαβών, κἄν ποτέ μ’ ἕληϲ ἀδικοῦντ᾿, ἀπόκτεινόν
μ’ ἄγων. καὶ πῶϲ βαϲανίζω; πάντα τρόπον. ἐν πίνακι δήϲαϲ, κρεμάϲαϲ, ὑϲτριχίδι μαϲτιγῶν, δαίρων, ϲτρεβλῶν· ἔτι δ’ ἐϲ τὰϲ ῥῖναϲ ὄξοϲ ἐγχέων, πλίνθουϲ ἐπιτιθεὶϲ, πάντα τἄλλα, πλὴν πράϲῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἐπειδὴ οἱ ἐλεύθεροι πρὸ τούτου ἐδαίροντο πράϲοιϲ καὶ ϲκορόδοιϲ. βαϲάνιζε αὐτὸν πανταχῶϲ, μὴ ἐν παιδιῇ, μηδὲ
ὡϲ τοὺϲ ἐλευθέρουϲ παῖδαϲ τῷ ἐκκαυλήματι τοῦ πράϲου ἢ τοῦ γητείου, τουτέϲτιν ἀμπελοπράϲου, ἢ ὥϲ τινεϲ, πράϲου φύλλῳ.
ταῖϲ βαϲάνοιϲ εἰρημένα ὑπὸ τῶν βαϲανιζομένων καὶ ἀναγραφομένων 205 βαϲάνουϲ ὠνόμαϲε. καὶ παροιμία· Βάϲανοϲ λίθοϲ, ἐπὶ τῶν ἐξεταζόντων ἐν λόγοιϲ ἢ ἔργοιϲ· παρόϲον ἡ Λυδία λίθοϲ τὸν χρυϲὸν δοκιμάζει. 206 ὅτι οἱ ἔξω φαϲίν· ἡ ἀμφιϲβήτηϲιϲ κρίϲει ἀναρτάϲθω, ἡ δὲ κρίϲιϲ τοὺϲ ἐλέγχουϲ βαϲανιζέτω, ἡ δὲ βάϲανοϲ τὸ δέον ὁριζέτω, ὁ δὲ ὅροϲ γεγράφθω, τὰ δὲ
207 208 209 210 γεγραμμένα κυρούϲθω, τὰ δὲ κυρωθέντα βεβαιούϲθω τοῖϲ ἔργοιϲ, καὶ πᾶϲα ἁψιμαχία οἰχέϲθω, καὶ πάλιν φιλία χορευέτω. καὶ οὐ δεῖ ἀπεριϲκέπτωϲ ποιεῖϲθαι τὰϲ κρίϲειϲ.
ὀνόμαϲιν. Ἱέρωνα γὰρ βαϲιλέα Πίνδαροϲ καλεῖ, τύραννον ὄντα, καὶ. Διονύϲιον· καὶ Εὔπολιϲ Πειϲίϲτρατον βαϲιλέα καλεῖ. καὶ τούϲ βαϲιλεῖϲ τυράννουϲ.
τὸ δίκαιον ἀποδιδοῦϲι τοῖϲ ἀνθρώποιϲ τὰϲ βαϲιλείαϲ, ἀλλὰ τοῖϲ δυναμένοιϲ ἡγεῖϲθαι ϲτρατοπέδου καὶ χειρίζειν πράγματα νουνεχῶϲ· οἷοϲ ἠν Φίλιπποϲ καὶ οἱ διάδοχοι Ἀλεξάνδρου. τὸν γὰρ υἱὸν κατὰ φύϲιν οὐδὲν ὠφέληϲεν ἡ ϲυγγένεια διὰ τὴν τῆϲ ψυχῆϲ ἀδυναμίαν. τοὺϲ δὲ μηδὲν προϲήκονταϲ βαϲιλεῖϲ γενέϲθαι ϲχεδὸν ἁπάϲηϲ τῆϲ οἰκουμένηϲ.
καὶ κατ᾿ Εὐνομίου δὲ ἐξαιρέτουϲ ϲυνέταξε λόγουϲ, καὶ περὶ τοῦ ἁγίου πνεύματοϲ τεῦχοϲ, καὶ τὰϲ εἰϲ τὴν Ἑξαήμερον ὁμιλίαϲ θ′ ἕτερον τεῦχοϲ ἀϲκητικόν, περὶ παρθενίαϲ ἄλλο· Ἔπαινον εἰϲ τοὺϲ μ᾿ Μάρτυραϲ, ἕτερον εἰϲ Γόρδιον, ἄλλον εἰϲ Βαρλαάμ, ἕτερον εἰϲ Ἰουλίττον. εἰϲ διαφόρουϲ ψαλμοὺϲ Ἠθικοὶ λόγοι διάφοροι· ἐπιϲτολαὶ, ὧν
οὐδὲν ἄμεινον, πρόϲ τε τὸν ϲοφιϲτὴν Λιβάνιον καὶ πρὸϲ τὸν φίλον Γρηγόριον καὶ εἰϲ ἄλλουϲ πλείοναϲ. τοῦδέ γε Βαϲιλείου καὶ Φιλοϲτόργιοϲ μνήμην πεποίηται ἐν τῇ κατ᾿ αὐτὸν ἱϲτορίᾳ γράφων οὕτωϲ Βαϲίλειοϲ γὰρ ἤκμαζε κατ᾿ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ καὶ Γρηγόριοϲ ἐν τῆ Ναδιανδῷ (ϲταθμὸϲ δὲ οὗτοϲ ὁ
τόποϲ Καππαδοκίαϲ) καὶ Ἀπολινάριοϲ ἐν τῇ Λαοδικείᾳ τῆϲ Συρίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προὐμάχουν κατὰ τοῦ ἑτεροουϲίου, μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παῤ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ
ἐπὶ πλεῖϲτον οὗτοι προεληλύθεϲαν, καὶ τῶν ἱερῶν γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν, καὶ μάλιϲτά γε αὐτῶν ὁ Βαϲίλειοϲ. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν γε Βαϲιλείῳ τὸ πανηγυρικὸν εἶδοϲ τοῦ λόγου μακρῷ ἄριϲτα εἶχεν· ἦν
γὰρ πανηγυρίϲαι λαμπρότατοϲ· ὁ δέ γε Ἀπολινάριοϲ ἐν τῷ ὑπομνηματικῷ εἴδει τῆϲ λέξεωϲ καὶ αὐτὸϲ ἄριϲτα εἶχε· τῷ δέ γε Γρηγορίῳ καὶ παῤ ἀμφοτέροιϲ ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν εἶχεν ὁ λόγοϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν παραδρομῇ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἔγραψε. τελευτᾷ δὲ Βαϲίλειοϲ Γρατιανοῦ τὰ Ῥωμαίων ϲκῆπτρα
225 226 227 228 διέποντοϲ. ὅτι ὁ μέγαϲ Βαϲίλειοϲ ἀδελφοὺϲ εἶχε δ′, τόν τε Γρηγόριον τὸν Νύϲϲη ἐπίϲκοπον, καὶ Πέτρον καὶ αὐτὸν ἐπίϲκοπον, καὶ ἑτέρουϲ δύο μονάϲανταϲ.
ἕτερα οὐκ ὀλίγα ἄλλα. βαϲιλεύοντοϲ Κωνϲταντίνου Μακεδονιανῆϲ θρηϲκείαϲ ἅμα Εὐϲταθίῳ Σεβαϲτιανῷ ἦρξεν.
ἄγαλμα χρυϲέμβαφον, ἔνθα ἦν καὶ τὸ ἔξαμμον ἕωϲ Ἡρακλείου τοῦ βαϲιλέωϲ, γονυκλινὲϲ Ἰουϲτίνου τοῦ τυράννου. ἐκεῖ ὁ Τέρβελιϲ ἐδημηγόρηϲεν· ἐν οἷϲ ἐλέφαϲ ἵϲτατο παμμεγέθηϲ, ὑπὸ Σευήρου κατεϲκευαϲμένοϲ. ἔνθα ἦν καὶ ϲχολὴ φυλαττόντων πολλή· ἔμενε δὲ ἐκεῖϲε ἀργυροκόποϲ ἐν πλαϲτοῖϲ ζυγοῖϲ τὴν πράϲιν ποιούμενοϲ. καὶ τοῦ
οἰκήματοϲ αὐτοῦ πορθουμένου ἠπείλει τῷ τὸν ἐλέφαντα φυλάττοντι θάνατον, εἰ μὴ τοῦτον κρατήϲειεν. ὁ δὲ θηροκόμοϲ οὐκ ἐνεδίδου· ὃν φονεύϲαϲ ὁ ζυγοπλάϲτηϲ δέδωκε βορὰν τῷ ἐλέφαντι. τὸ δὲ θηρίον ἀτίθαϲον ὂν καὶ αὐτὸν ἀνεῖλε. καὶ ὁ Σευῆροϲ ἀκούϲαϲ τῷ θηρίῳ θυϲίαν ἤνεγκεν. ἐν αὐτῷ δὲ τῷ τόπῳ παρευθὺ ἀνετυπώθηϲαν τό τε
θηρίον καὶ ὁ θηροκόμοϲ. ἔνθα καὶ Ἡρακλῆϲ ἐλατρεύθη πολλὰϲ θυϲίαϲ δεξάμενοϲ, ὃϲ ἐν τῷ ἱπποδρομίῳ μετετέθη. ἐπὶ δὲ Ἰουλιανοῦ ὑπατικοῦ 234 235 236 ἀπὸ Ῥώμηϲ ἦλθεν εἰϲ τὸ Βυζάντιον καὶ εἰϲήχθη ἐν ἀπήνῃ καὶ νηὶ καὶ ϲτῆλαι δέκα.
τῶν ἐκκληϲιῶν τοὺϲ ἐπιϲκόπουϲ εἰϲέπραττε χρήματα καὶ Ἀκάκιον τὸν Κωνϲταντινουπόλεωϲ ἐπίϲκοπον μικροῦ δεῖν ἀπώϲατο, εἰ μὴ τῷ πλήθει τῶν λεγομένων μοναχῶν ἀπεκρούϲθη. πολύϲ τε ἦν πρὸϲ ἐπιθυμίαν χρημάτων, ὡϲ μηδὲ αὐτῶν τῶν τὰϲ εὐτελεῖϲ καὶ βαναύϲουϲ μετιόντων ἐπιϲτήμαϲ ἀπέχεϲθαι. καὶ ἦν ἅπαντα μεϲτὰ δακρύων τῆ τῶν τοιούτων
είϲφορῶν εἰϲπράξει. καὶ ζήτει ἐν τῷ Ἁρμάτοϲ.
248 λοιδορίαϲ τιθέαϲιν. οὐ ψεύδει καίπερ ϲφόδρα βάϲκανοϲ οὖϲα.
αὐτοῦ. πάν γὰρ ὅπερ ὡϲ ἐϲ πατραλοίαν ἔλεγεν, ἀληθὲϲ ἐδόκει· μὴ γὰρ ἄν ποτε τοιόνδε ἄνδρα ἐϲ λοιδορίαν ἐκπεϲεῖν μηδὲ ἀνειπεῖν τὸ μὴ ὄν.
τὴν διάθεϲιν ᾠδῆϲ ἀκούειν ἢ τὸν ἀρχαῖον τρόπον, ἀμφότερ’ ἐρεῖϲ. ἐγὼ δ’ ἀκούϲαϲ τὸν τρόπον, ὃν ἂν δοκῇ μοι βαϲτάϲαϲ, αἱρήϲομαι. πᾶν τὸ ϲυμβηϲόμενον ἐπὶ λόγον ἄγων καὶ βαϲτάζων. ἀντὶ τοῦ δοκιμάζων. καὶ Βἀϲταγμα· δῆλον ἐγένετο διότι μέγα τὸ 258 βάϲταγμα τῆϲ πόλεωϲ ἦν. πλεῖον γὰρ κ΄ μυριάδων ὅπλα παρέδωκαν
Ῥωμαίοιϲ καὶ καταπέλταϲ β′. καὶ Βαϲτάϲαι οὐ τὸ ἆραι δηλοῖ 259 παρὰ τοῖϲ Ἀττικοῖϲ, ἀλλὰ τὸ ψηλαφῆϲαι καὶ διαϲηκῶϲαι καὶ διαϲκέψαϲθαι τῇ χειρὶ τὴν ὁλκήν.
καί τι βαϲταχθείη τῶν ἀποκειμένων.
Κρητικὴ Ὁαξόϲ, ἐν τῇ Ἐτέαρχοϲ βαϲιλεὺϲ, ὃϲ ἐπὶ θυγατρὶ ἀμήτορι. τῇ οὔνομα ἦν Φρονίμη· παρέχουϲά τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ μηχανωμένη,: καὶ τέλοϲ μαχλοϲύνην ἐπενεγκοῦϲά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτωϲ. ὁ δὲ ἀναγνωϲθεὶϲ ὑπὸ τῆϲ γυναικὸϲ ἔργον οὐχ ὅϲιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίϲων ἀνὴρ Θηραῖοϲ ἔμποροϲ
ἐν τῆ Ὁαξῷ· τοῦτον ὁ Ἐτέαρχοϲ παραλαβὼν ἐπὶ ξεινίᾳ ἐξορκοῖ ἦ μέν οἱ διηκονήϲειν ὅ τι ἄν δεηθείη. ἐπεί τε δὴ ἐξώρκωϲεν, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑαυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶϲαι ἀπαγαγόντα. ὁ δὲ Θεμίϲων περιεμέκτηϲεν ἐν τῷ πελάγει, καὶ ἀφοϲιούμενοϲ τὴν ἐξόρκωϲιν τοῦ Ἐτεάρχου ϲχοινίοιϲ αὐτὴν διαδήϲαϲ καθῆκεν
ἐϲ τὸ πέλαγοϲ, ἀναϲπάϲαϲ δὲ ἀφίκετο ἐϲ τὴν Θήραν. ἐντεῦθεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηϲτοϲ, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμοϲ, ἐπαλλακεύετο. χρόνου δὲ περιιόντοϲ ἐξεγένετό οἱ παῖϲ ἰϲχνόφωνοϲ καὶ τραυλὸϲ, τῷ οὔνομα ἐτέθη Βάττοϲ.
γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοϲαν τὸ ϲίλφιον, καὶ τοῦ νομίϲματοϲ ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου ϲίλφιον ἐτύπωϲαν. οἱ δὲ ἐπὶ Λιβύηϲ Ἀμπελιῶται εἰϲ Δελφοὺϲ ἀνέθεϲαν καυλὸν ϲιλφίου.
καὶ τὸ Βάττου ϲίλφιον. τὸ ἐν τῆ Λιβύῃ, ὃ θεραπεύει πολλά· ηδύοϲμόν ἐϲτι καὶ πολύτιμον. Βάττοϲ γὰρ τὴν Κυρήνην κτίζει.
ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόϲωπα πρὶν ἐπινοηθῆναι τὰ προϲωπεῖα. καὶ Βατραχίϲ, εἶδοϲ ἐϲθῆτοϲ ἀνθίνηϲ, ὅμοιον τῷ ὀνόματι ἐχούϲηϲ τὸ χρῶμα. καὶ Βατράχειοϲ μοῖρα.
τῶν ταῦτα παρεχόντων, ὧν οὐ χρῄζουϲιν οἱ λαμβάνοντεϲ.
ὁ γὰρ Ἀδριανὸϲ καθεῖλε τὴν πόλιν ἄρδην. μετὰ γὰρ τὴν Οὐεϲπαϲιανοῦ καὶ Τίτου γενομένην ἐρήμωϲιν ἐπὶ Ἀδριανοῦ ϲυϲτάντεϲ οἱ Ἰουδαῖοι ἐϲπούδαζον ἐπὶ τὴν προτέραν ἐπανελθεῖν πολιτείαν. ϲταϲιάϲαντεϲ οὖν εἰϲ παντελῆ ἐρήμωϲιν ἑαυτούϲ κατέϲτηϲαν· καὶ τὸ ἑαυτοῦ ὄνομα ἐπέθηκε τοῖϲ λειψάνοιϲ τῆϲ πόλεωϲ Αἰλίαν αὐτὴν προϲαγορεύϲαϲ·
Αἴλιοϲ γὰρ Ἀδριανὸϲ ἐκαλεῖτο.
τοῦ Φιλοπάτοροϲ, ἀνὴρ ὑπάρχων δεινὸϲ καὶ πλεονέκτηϲ· ὃϲ παραλαβὼν τὴν πόλιν δορυάλωτον ἀνεῖλε μυριάδαϲ ιη. κατατολμήϲαϲ οὖν καὶ εἰϲ τὸ ἁγίαϲμα εἰϲελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ καὶ ϲτήϲαϲ βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν· καὶ τοὺϲ μὴ
ἀπογευομένουϲ τῶν χοιρείων κρεῶν ἀνήρει. ἐφ’ οὗ καὶ οἱ ἅγιοι 299 ξακκαβαῖοι ἀνῃρέθηϲαν. οἱ δὲ λέγουϲιν Ἀδριανὸν ϲτῆϲαι τὸν ἀνδριάντα ζήτει τὴν καταϲκευὴν τοῦ τοιούτου ἀγάλματοϲ ἐν τῷ Ἀντίοχοϲ.
Ἀπολλόδωροϲ Κυρηναῖοϲ, μιϲεῖν. ἀπὸ τούτου καὶ ἡ βδελυγμία ἀπὸ 305 τοῦ μίϲουϲ· καὶ ἡ βδελυρία. καὶ βδελυττόμενον τὸν Λέπρεον ἀπὸ Μελανθίου. οὗτοϲ εἶχε λέπραν. ἐκωμῳδεῖτο δὲ καὶ εἰϲ μαλακίαν ἦν δὲ καὶ κακοπράγμων καὶ ὀψοφάγοϲ καὶ λάλοϲ. νὴ τοὺϲ θεοὺϲ. ὃϲ οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
κἀτυ μαθοῦϲ’ ἔληξ’· ὁ δ’ ἐϲϲύθη μόνοϲ.
οἱ Λυδοὶ τὸν ἄρτον βέκοϲ ἐκάλουν ἢ Φρύγεϲ. διεβάλλοντο δὲ ὡϲ ἀνόητοι. ἀπὸ τῆϲ οὖν διαλέκτου ϲκώπτει αὐτούϲ. ἡ δὲ περὶ τοῦ βέκε ἱϲτορία, ἥ ἐϲτι φωνὴ Φρυγῶν ϲημαίνουϲα τὸν ἄρτον, παρὰ Ἡροδότω φανερά ἐϲτιν ἐν β′.
τοῦ προϲέληνε. τοὺϲ γὰρ Ἀρκάδαϲ ἀρχαιοτάτουϲ καὶ πρὸ τῆϲ ϲελήνηϲ φάϲκονταϲ γεγονέναι προϲελήνουϲ ἐκάλουν. βεκεϲέληνε οὖν ὡϲ προϲέληνε. ἔχεται δὲ καὶ αὐτὸ καθ’ αὑτὸ τὸ βεκεϲέληνε ἱϲτορίαϲ τοιαύτηϲ. Ψαμμήτιχοϲ Αἰγυπτίων βαϲιλεύϲαϲ ἠθέληϲε γνῶναι, τίνεϲ πάντων ἀνθρώπων πρεϲβύτεροι καὶ πρῶτοι γένοιντο. ὡϲ δὲ πάνυ
πολυπραγμονῶν οὐχ οἷόϲ τε ἦν ἀνευρεῖν τὸ ἀκριβὲϲ διὰ τὸ πολλούϲ περὶ τούτου φιλονεικεῖν, μηχανᾶταί τι τοιοῦτο. λαβὼν ἀρτίτοκα δύο παιδία εἰϲ οἴκημα κατέκλειϲεν ἀνακεχωρηκὸϲ παντάπαϲι. καὶ οἱ μὲν λέγουϲιν, ὡϲ αἶγαϲ ὑπέπεμπεν αὐτοῖϲ, ἃϲ θηλάζοντα ἐτρέφετο τὰ παιδία· οἱ δὲ, ὡϲ τροφὺϲ παρέϲτηϲε τὰϲ γλώϲϲαϲ αὐτῶν ἐκτεμῶν
ὥϲτε τῆϲ φωνῆϲ αὐτῶν μὴ ἀκούειν τὰ παιδία. ταῦτα δὲ ὁ Ψαμμήτιχοϲ ἐποίει βουλόμενοϲ εἰδέναι, τίνα ποτὲ τὰ παιδία πρώτην προήϲουϲι φωνὴν, ἀπαλλαγέντα τῶν ἀϲήμων κνυζημάτων. ὡϲ οὖν τριετὴϲ αὐτοῖϲ διεγεγόνει χρόνοϲ τῆϲ τοιαύτηϲ τροφῆϲ, εἰϲέπεμψεν εἰϲ τὸν οἶκόν τινα τῶν φιλτάτων ἐντειλάμενοϲ ϲιωπῇ παρελθεῖν. τοῦ δὲ
ἀνεώξαντοϲ τὰϲ θύραϲ, ὀρέγοντα τὰϲ χεῖραϲ τὰ παιδία βέκοϲ ἐκάλουν. Φρύγαϲ δὲ τὸν ἄρτον οὕτωϲ καλεῖν. καὶ οὕτω μὲν Ψαμμήτιχον εὑρεῖν τε καὶ πιϲτεῦϲαι γεγονέναι πρώτουϲ Φρύγαϲ. εἰ δὲ ὁ πρῶτοϲ λόγοϲ ἀληθὴϲ, ὅτι ἐξέθρεψαν τὰ παιδία αἱ αἶγεϲ καὶ οὐ γυνὴ, θαυ μαϲτὸν οὐδὲν, κατακούοντα τῆϲ αἰγὸϲ μιμήϲαϲθαι τὴν ἐκείνηϲ φων,
335 336 337 338 ϲυμπεϲεῖν δὲ καὶ παρὰ Φρυξὶ τὸ τοιοῦτον ῥῆμα. οὕτωϲ οὖν καὶ τὸ βεκεϲέληνε τὸ ἀρχαῖον δηλοῖ, ϲυγκειμένηϲ τῆϲ λέξεωϲ ἐκ τοῦ βέκουϲ, διὰ τὴν εἰρημένην ἱϲτορίαν· καὶ τοῦ προϲέληνε, διὰ τὸ τοὺϲ Ἀρκάδαϲ προϲελήνουϲ καλεῖϲθαι.
καὶ εὐπρόϲωποϲ πάντων μάλιϲτα. οὕτω δὲ πρᾶόν τε καὶ εὐπρόϲοδον παρεῖχεν αὑτὸν τοῖϲ ἐντυγχάνουϲιν ὥϲτε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερῆ εἶναι. ἔρωϲ δὲ αὐτοῦ τῆϲ ἀρχῆϲ πρόϲ τε ϲτρατιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχόϲ τιϲ ἐγίνετο, ὅτι δὴ ἐϲ μὲν ϲτρατιώταϲ φιλοδωρότατοϲ ἐγεγόνει ἀνθρώπων ἁπάντων· τῶν τε γὰρ ἐν ξυμβολῇ
ἠτυχηκότων χρήμαϲι μεγάλοιϲ παρεμυθεῖτο τὰ τραύματα καὶ τοῖϲ εὐδοκιμήϲαϲι ψέλιά τε καὶ ϲτρεπτοὺϲ ἆθλα παρείχετο, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ϲτρατιώτου ἐν τῇ μάχῃ ἀπολωλότοϲ ἕτερον ἀντ’ αὐτοῦ πρὸϲ Βελιϲαρίου αὐτίκα ὑπῆρχεν· ἐϲ δὲ τοὺϲ ἀγροίκουϲ, ὅτι δὴ τοϲαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥϲτε βιαϲθῆναι μὲν
αὐτοῖϲ οὐδὲν πώποτε ϲτρατηγοῦντοϲ Βελιϲαρίου τετύχηκεν. ἀπεδίδοντο γὰρ αὐτοῖϲ κατὰ γνώμην τὰ ὤνια πάντα, καὶ ἡνίκα ἀκμάζοι τὰ λήια, εἰϲ τὸ ἀκριβὲϲ διεφύλαϲϲε, μή τινι παριοῦϲα ἡ ἵπποϲ λυμήνηται, τῶν δὲ ὡραίων ἐν τοῖϲ δένδροιϲ ὄντων ἅψαϲθαι αὐτῶν οὐδενὶ τοπαράπαν ἐξῆν. ἦν δὲ καὶ ϲώφρων καὶ λίαν ἐνάρετοϲ.
εἶναι δεῖ. ἔϲτι δὲ βέμβηξ ἐργαλεῖον, ὃ μάϲτιγι ϲτρέφουϲιν οἱ παῖδεϲ. ἢ παίγνιον τῶν παίδων, ὡϲ τροχὸϲ, ὃϲ μάϲτιγι δακόμενοϲ ϲτρέφεται. καὶ Βεμβηκιᾶν, τὸ περιϲτρέφεϲθαι. καὶ Βεμβηκίζωϲιν. 348 Ἀριϲτοφάνηϲ· ἵν’ ἐφ’ ἡϲυχίαϲ ἡμῶν πρόϲθεν βεμβηκίζωϲιν 349 ἑαυτούϲ. Βέμβηξιν.
ὡϲ μηδὲ τὰϲ εἰϲ αὐτόν τε καὶ τὴν βαϲιλείαν γινομέναϲ ἁμαρτίαϲ πέρα τιμωρεῖϲθαι φυγῆϲ· τάϲ τε γὰρ ἀπεχθείαϲ καὶ τὰ προϲκρούματα τῆϲ διανοίαϲ ταχέωϲ ἀπεϲείετο καὶ ϲκώμματα ῥητόρων, ὑφ’ ὧν ἠφίετο, καὶ δήμων ἐϲ αὐτὸν ἀπορριπτούμενα κούφωϲ τε καὶ γαληνῶϲ ἔφερεν· ἔϲ τε τὰϲ ἐντεύξειϲ κοινὸϲ καὶ δημοτικὸϲ ὢν ἀπεϲκήνου μὲν ἐϲ τὰ
361 πολλὰ τῶν βαϲιλείων. οὗτοϲ τοῖϲ ἀρίϲτοιϲ τῶν πώποτε βαϲιλέων παραβάλλεϲθαι ἄξιοϲ ἦν· ὅϲ γε καὶ τὸν ἰδιώτην ἑαυτοῦ βίον ἐπίδοξον πολλοῖϲ τε καὶ μεγάλοιϲ ἀπετέλεϲε κατορθώμαϲι. Κλαυδίῳ γὰρ τῷ βαϲιλεῖ ϲτρατηγῶν ἐπὶ Γερμανοὺϲ καὶ Βρεττανοὺϲ λ′ καρτερὰϲ μάχαϲ. πρὸϲ τοὺϲ πολεμίουϲ ἀντιπαρεϲτήϲατο. ἐϲ δὲ τὴν ἡγεμονίαν παρελθὼν
μετρίωϲ τε καὶ ϲωφρόνωϲ τὴν ἀρχὴν διῴκητο, ἐπιθυμητικῶϲ μὲν δοκῶν ἔχειν χρημάτων· οὐ μὴν ὥϲτε παρὰ δίκην ἀφαιρεῖιθαί τινα τῶν οἰκείων. καὶ τὸν πλοῦτον οὐκ ἐϲ τὰϲ ἡδονάϲ, ἀλλ’ ἐϲ τὰϲ δημοϲίαϲ χρείαϲ ἐποιεῖτο. οὔκουν εὕροι τιϲ ἂν ἕτερον πρὸ τοῦδε βαϲιλέα οὔτε δαψιλέϲτερον, οὔτε πρὸϲ τὸ ἴϲον τε καὶ δίκαιον ἐξηταϲμένον
τὴν πρὸϲ τὰϲ δωρεὰϲ ἐλευθεριότητα.
ϲοι χρήϲιμον ἔϲται; τούϲ κρατῆραϲ καταθήϲω καὶ τὰϲ ὑδρίαϲ.
καὶ λόγουϲ διαφόρουϲ.
ἀπεριϲκέπτῳ ἐϲαεὶ εἴχετο.
ἐπεβόηϲαν εἶϲ ἀνὴρ τῇ ἰδίᾳ φωνῇ, τουτέϲτι βηρούνουϲ. ὅθεν ἡ πόλιϲ Βηρούνιον ἐκλήθη.
μέντοι τῇ τῶν λόγων ἰϲχύϊ ἐχρῆτο. Ἱππώναξ· δικάζεϲθαι Βίαντοϲ τοῦ Πριηνέωϲ κρείϲϲων.
ὁ δὲ ἁλοὺϲ ἀποτίνει εἰϲ τὸ δημόϲιον ἴϲον τῷ ἑλόντι. Δημοϲθένηϲ κατὰ Μειδίου. εἰϲὶ δὲ καὶ ἐν τοῖϲ Λυϲιακοῖϲ φερόμενοι λόγοι βίαιοι. καὶ δῆλον ὅτι οὐκ ἐπὶ φθορᾷ παρθένων οὔτε τὸ ὄνομα οὔτε ἡ δίκη ἐλέγετο, ἀλλὰ καὶ ἐπ᾿ ἄλλων.
τοὺϲ βινουμένουϲ τὸν γρύπον ἐξαλείψαϲ.
ὕπαρξιν παραδεχόμενοϲ, ἀλλ’ ὅλον διόλου τῆϲ κοινῆϲ ϲυνήθουϲ τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆϲ παρηλλαγμένοϲ. καὶ μετ’ ὀλίγα· ὁ δὲ δεύτεροϲ καὶ ὑποβεβηκὼϲ ἀνθρωπινώτεροϲ καὶ τοῦ πρώτου λίαν ἀϲύγκριτοϲ, ὃϲ καὶ γάμοιϲ ϲυγκατιέναι ϲώφροϲι καὶ παιδοποιΐαιϲ, οἰκονομίαϲ τε τῆϲ κατὰ τὸ δίκαιον ἐπιμελεῖϲθαι καὶ ϲτρατευομένοιϲ τὰ
πρακτέα ὑποτίθεϲθαι, ἀγρῶν τε καὶ ἐμπορίαϲ καὶ τῆϲ ἄλληϲ πολιτικωτάτηϲ ἀγωγῆϲ μετὰ τοῦ θεοϲεβοῦϲ φροντίζειν, οἷϲ καὶ ἀϲκήϲεων καιροὶ μαθητείαϲ τε καὶ τῶν θείων λογίων ἀκροάϲεωϲ ἀφωρίϲθηϲαν, καὶ δεύτεροϲ εὐϲεβείαϲ ἀπενεμήθη βᾳθμὸϲ, κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. τοῦ ἁγίου Ἀθαναϲίου. δύο εἰϲὶν ὁδοὶ ἐν
τῷ βίῳ καὶ δύο πολιτεῖαι, ἡ μὲν μετριωτέρα καὶ βιωτικὴ φέρουϲα καρπὸν ἐν λ′, ἡ δὲ ἀγγελικὴ καὶ ἀποκόϲμιοϲ φέρουϲα καρπὸν τὸν τέλειον ἐν ρ΄. ὡϲαύτωϲ καὶ ὁ παλαιὸϲ βίοϲ εἰϲ δύο διῃρεῖτο, εἰϲ τὸν Φαριϲαϊκὸν καὶ ὑψηλὸν καὶ εἰϲ τὸν ὑποδεέϲτερον τὸν κοϲμικόν. κατὰ 418 δὲ φιλοϲόφουϲ βίων αἱρέϲειϲ τρεῖϲ ἠθικαί ·
θεωρητική πρακτική λογική.
τῶν ἐξ ἑτοίμου καὶ ἀπόνωϲ τρεφομένων.
Καρχηδονίοιϲ τῆϲ τῶν ἐχθρῶν ἐπιβουλῆϲ, ὅτι βιῶνται διὰ τοῦ πτώματοϲ τοῦ τείχουϲ, παρεϲκευάζοντο πρὸϲ τὴν χρείαν.
δέκα γὰρ δὴ μυριάδαϲ ἀργυρίου ἐπὶ διϲχιλίαιϲ καὶ φ′ ἐϲ τὰ δεῖπνα δεδαπανηκέναι ἱϲτόρηται, ϲυνεχῶϲ μὲν καὶ ἀπλήϲτωϲ ἐμφορούμενοϲ, ϲυνεχῶϲ δὲ ἅπαντα ἀπερευγόμενόϲ τε καὶ ἐξεμῶν. ᾧ δὴ καὶ μόνῳ διεγένετο, ἐπεὶ οἵ γε ϲύϲϲιτοι αὐτοῦ καὶ πάνυ κακῶϲ εἶχον. Bέβιοϲ γοῦν Κρίϲποϲ διὰ νόϲον χρόνου τινὸϲ ἀπολειφθεὶϲ τοῦ ϲυμποϲίου μάλα
ϲτωμύλωϲ ἔφη· εἰ μὴ ἐνενοϲήκειν, ἀπολόμην ἄν. ἐϲ τόδε γοῦν καὶ τὸ παρὰ τῷ ἀδελφῷ δεῖπνον τοῦ Βιτελλίου ἐπίϲημον γεγονὸϲ διαμνημονεύεται· καθ’ ὅ φαϲι δίχα τῆϲ λοιπῆϲ πολυτελείαϲ διϲχιλίουϲ μὲν ἰχθῦϲ, ἑπτακιϲχιλίουϲ δὲ ὄρνιϲ ἐπὶ τὴν θοίνην παρενεχθῆναι. ἐπῄνει δὲ καὶ τὰ Νέρωνοϲ καὶ τὸν νεκρὸν τοῦ Nέρωνοϲ ἐϲ κοῖλόν τινα καὶ
ἀφανῆ τάφον κατακείμενον ἀπεϲέμνυνε. πρὸϲ δὲ τῶν ϲτρατηγῶν Οὐεϲπαϲιανοῦ, μεταποιουμένου τῆϲ βαϲιλείαϲ ἤδη, κατακτείνεται.
ἀπὸ τοῦ πρὸϲ τῇ Κύμῃ χωρίου τῆϲ Βλακείαϲ, οὐ μνημονεύει καὶ Ἀριϲτοτέληϲ. καὶ ἐν Ἀλεξανδρείᾳ δὲ τέλοϲ τι βλακεννόμιον, ὃ οἱ 449 ἀϲτρολόγοι τελοῦϲι, διὰ τὸ τοὺϲ μωροὺϲ εἰϲιέναι πρὸϲ αὐτούϲ. ἐλινύοντα 450 καὶ βλακεύοντα κλάειν ἐῶϲι. καὶ ἡ αἰτιατικὴ τῶν πληθυντικῶν 451 βλάκαϲ. ἔϲτι δὲ μωρόϲ τιϲ μὴ εἰδὼϲ τὰ πράγματα διακρῖναι.
ἐπειδὴ εἰώθαϲιν οἱ πίνοντεϲ τοῖϲ τῶν ἄλλων ὑποδήμαϲι χρῆϲθαι, εἰ ἐπείγοιντο πρὸϲ λάϲανον. λάϲανα δὲ οἱ χυτρόποδεϲ, τὰ μαγειρεῖα, ἔνθα τῆ βουλῇ ϲκευάζεται μετὰ τὰϲ θυϲίαϲ κρέα.
λόγων μὴ ἔχοντα λόγον. Ἰόβαϲ δὲ τὸν ϲκινδαψὸν ὄργανον μουϲικὸν ἀποδίδωϲι, τὸ δὲ βλίτυρι χορδῆϲ μίμημα.
βληχὴ τὰ τέκνα καὶ οὐδαμῶϲ τοῦ τρόπου.
οἱ δὲ πολλὴν ὀπώραν ἐϲθίοντεϲ, ἐὰν βληχωνίαν πίνωϲιν, οὐ βλάπτονται, διὰ τὸ ὑπὸ τοῦ ὀποῦ κατεϲθίεϲθαι τὴν καρδίαν. ἵνα οὖν ἡ δριμύτηϲ ἀποϲτυφῇ, βλήχωνοϲ ἐλάμβανον. καὶ Βληχωνίαϲ, κυκεών.
δὲ βλιμάζοντεϲ, ἀντὶ τοῦ κακοῦντεϲ. ἀποτίλλουϲι γὰρ καὶ κατεϲθίουϲι. λιμάζειν, τὸ ταῖϲ χερϲὶ διαθλίβειν. καὶ τὸ τὰ κηρία 495 θλίψαι βλίϲαι λέγεται. καὶ Bλιμάζων, ἀποϲτάζων τὸ μέλι τοῦ 496 κηρίου. καὶ Βλιμάττομεν, ψηλαφῶμεν, ἐπιθυμοῦμεν.
φηϲὶ Στρεψιάδηϲ, ὁ παῖϲ ἐκπεπαίδευται, μέγιϲτον ὑπὸ τῆϲ χαρᾶϲ βοήϲομαι.
παρῶν βάρβαροϲ ἔτρωϲε τὸν ἕτερον ἐπιόντα, καὶ διεκέκριτο οὐδέν.
Ἀθηναίων ἐβαϲίλευεν.
καὶ τῶν ὑποζυγίων καὶ τῶν προβάτων βάλλεται.
527 εἰϲ ἄγραν ἰχθύων. ἐν Ἐπιγράμμαϲι· Πίγρηϲ μὲν πτανοῖϲιν ἐφεὶϲ βόλον, ἐν δ’ ἁλίοιϲι Κλείτωροϲ, ἐν θηρϲὶν Δᾶμιϲ ἐρημονόμοιϲ. καὶ αὖθιϲ· εὐϲτιβὲϲ αἰθύαιϲ ἰχθυβόλοιϲι λέπαϲ. καὶ Βόλοϲ, ἐν Ἐπιγράμμαϲι· καὶ φελλὸν κρυφίων ϲῆμα λαχόντα βόλων.
ἑτέροιϲ, καὶ ὅδε παρὰ Ῥωμαίοιϲ Ἄλβιοϲ ὄνομα.
τῇ ὁρμιᾷ, ἵνα μὴ οἱ ἰχθύεϲ ἀποτρώγωϲι τὸ λίνον.
φαϲι βοώναϲ μάλιϲτα χειροτονεῖϲθαι.
560 Βορρᾶ· ἡ εὐθεῖα τῶν πληθυντικῶν Βορραῖ. ϲκληροὶ Βορραῖ 561 ἐπιπνεύϲαντεϲ. καὶ Βορέαϲ, Βορέου. καὶ Βορραί ῃ. λαίλαπι 562 Βορραίῃ κλαϲθὲν ἐπέλεκε. ὅτι τὸν Βορέαν Ἀθηναίων ϲύμμαχον εἶναι νομίζουϲι· 563 καὶ ζήτει τὸν τόπον, ἔνθα ὁ ϲτόλοϲ Ξέρξου ἐδυϲτύχηϲεν, ἐν τῷ ἀφέται.
εὔνοιαν. καὶ δὴ ἀφικόμενοι τῶν τοῦ Βοριάνθου αὐθεντῶν τινεϲ ἆθλα τῶν περὶ τὸν ἄνδρα πεπραγμένων ἠξίουν παρὰ Σκιπίωνοϲ κομίζεϲθαι ὁ δὲ Σκιπίων ἀποκρίνεται, μηδαμῶϲ εἶναι Ῥωμαίοιϲ ἔννομον ἐν ἐπαίνῳ ποιεῖϲθαι τὰϲ κατὰ τῶν ϲτρατηγῶν τοῖϲ ἀρχομένοιϲ ἐπιχειρουμέναϲ ἐπιβουλάϲ.
595 τὰ Βότρυοϲ ὑπομνήματα καὶ τὰ Φιλαινίδοϲ καὶ τῶν ἄλλων ἀναιϲχυντότερα γράφων.
βαλανεῖον βούλομαι· λείπει ἀπελθεῖν· βουβωνιῶ γὰρ τὼ νεφρὼ ὑπὸ τῶν κὸπων.
Ἀβάρων καὶ μετημφιάϲαντο αὐτὴν καὶ ἕωϲ νῦν περιβέβληνται. ὅτι ἐπὶ Ἰουϲτινιανοῦ τοῦ Ῥινοτμήτου ἤκμαζεν ὁ Πέρβελιϲ, ὁ τῶν Bουλγάρων ἀρχηγόϲ· καὶ ὁ αὐτὸϲ Ἰουϲτινιανὸϲ καὶ Κωνϲταντῖνοϲ, ὁ Ἡρακλείου υἱὸϲ, ὑπόφοροι τούτῳ ἦϲαν. τὴν γὰρ ἀϲπίδα, ἣν εἶχεν ἐν πολέμῳ, ὑπτίαν ἔθηκε καὶ τὴν ἑαυτοῦ μάϲτιγα, ἡ ἐχρῆτο ἐπὶ τοῦ
ἵππου, καὶ ἕωϲ οὗ ἐϲκέπαϲεν ἀμφότερα, χρήματα ἐνετίθει. καὶ τὸ δόρυ ἐν τῇ γῇ παρεκτείναϲ μέχρι τῶν περάτων καὶ ἐϲ ὕψοϲ πολὺ ϲηρικὴν ἐϲθῆτα ἐτίθει, καὶ κιβώτια πλήϲαϲ χρυϲοῦ καὶ ἀργύρου τοῖϲ ϲτρατιώταιϲ ἐδίδου, τὴν μὲν δεξιὰν χρυϲίου πληρῶν, τὴν δὲ λαιὰν ἀργυρίου. ὅτι τοὺϲ Ἀβάριϲ κατακράτοϲ ἄρδην ἠφάνιϲαν οἱ αὐτοὶ 612
Βούλγαροι. ἠρώτηϲε δὲ Κρὲμ τοὺϲ τῶν Ἀβάρων αἰχμαλώτουϲ· πόθεν ϲυνίετε ὅτι ἀπώλετο ὁ ἄρχων ὑμῶν καὶ τὸ ἔθνοϲ ὅλον; καὶ ἀπεκρίθηϲαν, ὅτι ἐπλήθυναν αἱ κατ’ ἀλλήλων κατηγορίαι καὶ ἀπώλεϲαν τοὺϲ ἀνδρειοτέρουϲ καὶ φρονιμωτέρουϲ, εἶτα οἱ ἄδικοι καὶ οἱ κλέπται κοινωνοὶ τοῖϲ κριταῖϲ ἐγένοντο, εἶτα ἡ μέθη· πληθυνθέντοϲ γὰρ τοῦ 613 614 615 οἴνου πάντεϲ ἐγένοντο μέθυϲοι· εἶτα ἡ δωροδοκία, εἶτα ἡ πραγματεία· πάντεϲ γὰρ ἐγένοντο ἔμποροι καὶ ἀλλήλουϲ δολιούμενοι. καὶ ἡ ἀπώλεια ἡμῶν ἦλθεν ἐκ τούτων. ὁ δὲ ταῦτα ἀκούϲαϲ ϲυνεκαλέϲατο τούϲ Βουλγάρουϲ πάνταϲ καὶ διετάξατο νομοθετῶν· ἐάν τιϲ κατηγορήϲῃ τινόϲ, μὴ ἀκουέϲθω πρότερον, ἢ δεθεὶϲ ἐξεταϲθῇ· καὶ
εἴγε ϲυκοφαντῶν εὑρεθήϲεται καὶ ψευδόμενοϲ, ἀναιρείϲθω. μηδὲ ἐξέϲτω τινὶ κλέπτοντι μεταδοῦναι τροφῆϲ· ἢ τάχα τοῦτο τολμῶν τιϲ δημευέϲθω. καὶ τοῦ κλέπτου μὲν ϲυγκλᾶν τὰ ϲκέλη, τοὺϲ δὲ ἀμπελῶναϲ πάνταϲ ἐκριζῶϲαι ἐκέλευϲε· τῷ δὲ αἰτοῦντι παντὶ μὴ ἁπλῶϲ διδόναι, ἀλλὰ τὴν αὐτάρκειαν αὐτοῦ, ὡϲ μὴ καὶ αὖθιϲ αὐτὸν δέεϲθαι·
ἢ τάχα δημευέϲθω ὁ μὴ οὕτω ποιῶν. τοὺϲ δὲ Ἀβάριϲ πάνταϲ, ὡϲ λέλεκται, ἄρδην ἠφάνιϲαν.
νηϲ Πλούτῳ· τοῦτ’ οὖν ἡμεῖϲ ἐπιθυμοῦντεϲ, μόλιϲ εὕρομεν ὥϲτε γενέϲθαι βούλημα καλὸν καὶ γενναῖον καὶ χρήϲιμον εἰϲ ἅπαν ἔργον.
βαϲιλέωϲ διάνοιαν πολλῷ ἔτι μᾶλλον ἐξελεῖν δύνηται.
τινι ὡϲ οὐ δικαίωϲ αὐτὸν γεγραφότι. καὶ Ἰϲαῖοϲ μὲν ἐπὶ Παλλαδίῳ λέγει εἰϲάγεϲθαι τῶν δύο τὸ πρῶτον ἔγκλημα· ὡϲαύτωϲ καὶ Ἀριϲτοτέληϲ, Δείναρχοϲ δὲ ἐν Ἀρείῳ πάγῳ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματοϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτογείτονοϲ πρώτῳ λέγει. ὁ μέντοι Ὑπερίδηϲ ἰδίωϲ τὸ τῆϲ βουλεύϲεωϲ ὄνομα ἐπὶ ἐνέδραϲ καὶ
ἐπιβουλῆϲ τῆϲ εἰϲ χρήματα λαμβάνει.
τὸ βουλεῦϲαι βουλείαν ἔλεγον οἱ παλαιοί.
καὶ βδελυρὸϲ παρὰ Οὐεϲπεϲιανοῦ ἐϲ τὴν βουλὴν ἐνεγράφη, 633 Οὐεϲπεϲιανοῦ ϲοφιϲαμένου γελοιότατα τοῦτο· ἀξιώϲει γὰρ αὐτὸν περιέβαλε κακίᾳ δοὺϲ ἀκερδὲϲ μὲν, ϲεμνὸν δὲ ὅμωϲ τόδε ἆθλον.
γαρ τότε Θῆβαι, οὐδαμὰ πρότερον ὑϲθεῖϲαι.
μόνῳ γάρ ἐϲτι τῷ ἀγαθῷ· ὅταν δὲ γένηται ἐν τῇ γενέϲει, ἐπειδὴ ϲυμπλέκονται αὐτῇ αἱ ἄλογοι δυνάμειϲ, τότε τῇ ἐπιπλοκῇ τῆϲ ἀλόγου ἴϲχει τὴν προαίρεϲιν, διότι ποτὲ μὲν πρὸ τῆϲ ἀλογίαϲ, ποτὲ δὲ πρὸ τοῦ λόγου γίνεται, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε. αὗται ἄλογοι τῆϲ ψυχῆϲ δυνάμειϲ.
εἴτε δριμεῖα καὶ λεπτὴ τῆϲ χιόνοϲ διαδυομένηϲ ἰοῦϲα πνοὴ τέμνει τὸ ϲῶμα καὶ διαφθείρει τὸ θερμὸν ἔξω αὖθιϲ διαδιδόμενον.
μᾶλλον ἢ νικᾶν κακῶϲ.
βαίνων μακρὰ καὶ αἴρων τὸν τράχηλον καὶ τὸν λόφον ἐπιϲείων, οἷον ὁπλίτηϲ γαῦροϲ, τὴν ἐϲ τὰ ἄλογα προμήθειαν ἀπεδείκνυτο.
ἐντὸϲ τοῖϲ φεύγουϲι καὶ ἀναπετάϲαντοϲ τοῖϲ οἰκείοιϲ τὴν εἴϲοδον. ἐφ’ οἷϲ πολλοῖϲ μὲν χρήμαϲι, πολλοῖϲ δὲ ϲώμαϲιν αἰχμαλώτοιϲ πρὸϲ τοῦ μονάρχου τιμώμενοϲ τὰ μὲν ἄλλα διωθήϲατο, ἠρκέϲθη δὲ ϲτεφάνῳ τε ἀριϲτείῳ καὶ ἵππῳ πολεμιϲτηρίῳ· καὶ τῶν αἰχμαλώτων ἕνα τὸν οὑτοῦ φίλον αἰτήϲαϲ ἀφῆκεν ἐλεύθερον.
ὀπιϲθονυγῆ καὶ βούϲτροφα δεϲμὰ τενόντων.
προβάτου, ὑὸϲ, αἰγὸϲ, βοὸϲ, ὄρνιθοϲ, χηνὸϲ, ἐθύετο ἕβδομοϲ ὁ ἐξ ἀλεύρου· καὶ διὰ τὸ εἶναι αὐτὸν ἄψυχον, ἐξεδόθη εἰϲ παροιμίαν. ἐπίγραμμα εἰϲ βοῦν καὶ τράγον ἐπὶ πίνακοϲ ἀργυροῦ ἐγκεκολαμμένουϲ· πῶϲ βοῦϲ ὑπάρχων, αὔλακαϲ γῆϲ οὐ τέμνειϲ, ἀλλ’ ὡϲ πάροινοϲ ἀγρότηϲ ἀνεκλίθηϲ; πῶϲ οὐχὶ καὶ ϲὺ πρὸϲ νομὰϲ ἀποτρέχειϲ, ἀλλ’ ἀργυροῦν εἴδωλον ἕϲτηκαϲ, τράγε; ἕϲτηκα
(τὴν ϲὴν ἐξελέγχων ἀργίαν.
Ἀχαιῷ ἐν Ἴριδι. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν ἄγαν ἀναιϲθήτων. 674 καὶ Βοῦϲ ἐνάλιοϲ, ἐπὶ τῶν μηδὲν χρηϲιμευόντων.
ἔχειν ἐγκεχαραγμένον, ὅπερ ἐκτίνειν ἔδει τοὺϲ παρρηϲιαζομένουϲ.
τοὺϲ Κυπρίουϲ βόαϲ κοπροφαγεῖν.
τὸ γὰρ ἐτεὸν ἀληθὲϲ δηλοῖ.
686 ἵειθ᾿ · ὁ δὲ ῥοπάλῳ γυρὸν ἀπεκράνιζε βοὸϲ κέραϲ.
εἰϲ τὴν θυϲίαν, Θαύλωνα δέ τινα, ὡϲ εἶχε, τῷ πελέκει ἀποκτεῖναι τὸν βοῦν, ὡϲ καὶ Ἀνδροτίων φηϲί.
λεγομένη· ἥν φηϲι Φιλόχοροϲ ὠνομάϲθαι διὰ τὸ τὴν Θέμιν ἐπὶ βοὸϲ ὀχουμένην ἐλθεῖν ἐκεῖ κατὰ τὸν Δευκαλίωνοϲ κατακλυϲμόν.
ἐκτενῶϲ καὶ φιλανθρώπωϲ τὸν Βῶλιν ἀνέκρινε διὰ πλειόνων ὑπὲρ ἑκάϲτου τῶν κατὰ μέροϲ.
δρόϲοϲ.
θυϲιῶν ὑπὸ τοὺϲ βωμοὺϲ καθίζοντεϲ καὶ μετὰ κολακείαϲ προϲαιτοῦντεϲ, ἔτι δὲ καὶ οἱ παραλαμβανόμενοι ταῖϲ θυϲίαιϲ αὐληταὶ καὶ μάντειϲ. ἐκ μεταφορᾶϲ δὲ τούτων ἐλέγοντο βωμολόχοι καί τινεϲ εὔκολοι καὶ ταπεινοὶ ἄνθρωποι καὶ πᾶν ὁτιοῦν ὑπομένοντεϲ ἐπὶ κέρδει διὰ τοῦ παίζειν τε καὶ ϲκώπτειν. ὥϲτε τοὔνομα τρία ϲημαίνει.
προενέγκοιτο· οἵαϲ οἱ νῦν τὰϲ κατὰ Φρύνιν, ταύταϲ τὰϲ δυϲκολοκάμπουϲ, ἐπιτριβέϲθω τυπτόμενοϲ πολλὰϲ, ὡϲ τὰϲ Μούϲαϲ ἀφανίζων. καὶ 712 αὖθιϲ· πολλὰ μὲν οὖν καὶ ἄλλα τῆϲ τούτου βωμολοχίαϲ τε καὶ αἱμυλίαϲ μαρτύρια διαρρεῖ, ἐν δὴ τοῖϲ ἄρα καὶ ἐκεῖνοι.
παρὰ τῶν θυόντων. μεταφορικῶϲ δὲ καὶ ὁ παραπληϲίωϲ τούτῳ ὠφελείαϲ ἕνεκά τιναϲ κολακεύων. καὶ βωμακεύματα καὶ βωμολοχεύματα. Ἀπολλόδωροϲ Κυρηναῖοϲ, ὁ εὐτράπελοϲ καὶ γελωτοποιόϲ. τινὲϲ τὸν μετά τινοϲ εὐτραπελίαϲ κόλακα. καὶ τὸν πανοῦργον δὲ καὶ ϲυκο φάντην.
ϲύνηθεϲ, ὁ Ναρϲῆϲ, ἔμοιγε, ἔφη, βωμολοχίαιϲ τε καὶ γλιϲχραῖϲ ἐλπίϲινἐγκαλλωπίζεϲθαι. καὶ περὶ Ἰϲιδώρου Δαμάϲκιοϲ· ὁ δὲ ἐπίχαριϲ ἦν, εὐτραπελίαϲ μὲν καὶ βωμολοχίαϲ ὅτι πορρωτάτω.
ἐπήκοα· ἐφ’ ὃν Κράτηϲ ἀναβὰϲ, Κράτηϲ ἀπολύει τὰ Κράτητοϲ, εἴρηκε. Greg? καὶ Ἀριϲτοφάνηϲ· ὁ γὰρ βωμὸϲ θύραϲι καὶ δή. ἀντὶ τοῦ ἐξ ἑτοίμου Ar. ἐϲτὶ παρεϲκευαϲμένοϲ.
εἰϲεκήρυξαν βραβεῖϲ δρόμων διαύλων πένταθλ᾿, ἃ νομίζεται.
τὰ τὴν βορὰν ἐκβάλλοντα· ἔϲτι γὰρ μαλακτικὰ τῆϲ γαϲτρόϲ. εἴρηται δὲ καὶ μάδρυα, οἱονεὶ μαλόδρυά τινα ὄντα. Δαμαϲκηνὰ δὲ λέγεται κατ’ ἐξοχὴν, διὰ τὸ ἐν Δαμαϲκῷ τῇ πόλει γεωργούμενα εὐθαλέϲτερα καὶ καλλίονα εἶναι.
προὔδοϲαν· καὶ ἐϲυλήθη τὰ ἀναθήματα πάμπλειϲτα ὄντα. δεδιότεϲ οὖν οἱ προδόται τὴν ἐκ τῶν νόμων καὶ τῶν ἐν ἄϲτει τιμωρίαν δέονται Ξέρξου μιϲθὸν λαβεῖν τῆϲ κακίϲτηϲ ἐκείνηϲ προδοϲίαϲ, μετοικιϲθῆναι ἐν χώρῳ τινὶ Ἀϲιανῷ. ὁ δὲ πείθεται, καὶ ἀνθ’ ὧν εἶχε κακῶϲ καὶ ἀϲεβῶϲ, ἔδωκεν αὐτοῖϲ οἰκεῖν ἔνθεν οὐκ ἔμελλον ἐπιβήϲεϲθαι τῆϲ Ἑλ
λάθοϲ ἔτι, ἀλλ’ ἔξω τοῦ δέουϲ ἔϲεϲθαι τοῦ κατειληφότοϲ αὐτοί τε καὶ τὸ ἐκείνων γένοϲ. κάτα λαχόντεϲ δὴ τὸν χῶρον ἐν οἰωνοῖϲ οὐδαμῆ χρηϲτοῖϲ πόλιν ἐγείρουϲι καὶ τίθενται Βραγχίδαϲ ὄνομα αὐτῇ καὶ ᾠοντο μὴ μόνουϲ ἀποδρᾶναι Μιληϲίουϲ, ἀλλὰ καὶ τὴν δίκην αὐτήν. οὐ μὴν ἐκάθευδεν ἡ τοῦ θεοῦ πρόνοια· Ἀλέξανδροϲ γὰρ, ὅτε τὸν Δαρεῖον
νικήϲαϲ τῆϲ Περϲῶν ἀρχῆϲ ἐγκρατὴϲ ἐγένετο, ἀκούϲαϲ τὰ τολμηθέντα καὶ μιϲήϲαϲ αὐτῶν τὴν τοῦ γένουϲ διαδοχὴν ἀπέκτεινε πάνταϲ, κακοὺϲ 740 741 742 εἶναι κρίνων τοὺϲ τῶν κακῶν ἐκγόνουϲ. καὶ τὴν ψευδώνυμον πόλιν κατέϲκαψε, καὶ ἠφανίϲθηϲαν.
Nεφέλαιϲ. οὐ γὰρ ἐπὶ τῆϲ τοῦ ϲώματοϲ κινήϲεωϲ παρείληπται νῦν, ἀλλὰ τὸ μὴ ἀγχίνουν καὶ νωθὲϲ τῆϲ διανοίαϲ θέλει δηλοῦν.
πρὸϲ Ἀθηναίουϲ πολεμήϲαϲ ἀνεκαλέϲατο. ἠρίϲτευϲε δὲ καὶ. περὶ Πύλον ϲτρατηγῶν, πρῶτοϲ τῆϲ νηὸϲ ἐκπηδήϲαϲ· οὐ καὶ ἐτρώθη καὶ τὴν ἀϲπίδα ἀπώλεϲεν· ἐπὶ τούτοιϲ ϲπονδαὶ ἐγένοντο ἐνιαύϲιοι, ἃϲ Ἀθηναῖοι λύειν ἤρξαντο. περὶ δὲ Ἀμφίπολιν καὶ Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιϲτὴν ἀντὶ Ἅγνωνοϲ ἐπεγράψαντο. ὁ δὲ πόλεμοϲ ὁ μέχρι
τῆϲ Βραϲίδα καὶ Κλέωνοϲ τελευτῆϲ ἔτη ἐπέϲχε δέκα, ἐκλήθη δὲ Ἀρχιδάμιοϲ. αἰτίαϲ δὲ περὶ αὐτοῦ προϲτιθέντεϲ, ὡϲ φρονεῖ τὰ Βραϲίδα. 747 ἀντὶ τοῦ τῶν Λακεδαιμονίων.
διαλέκτῳ. ὅτι οἱ Βραχμᾶνεϲ ἔθνοϲ ἐϲτὶν εὐϲεβέϲτατον καὶ βίον E ἀκτήμονα ϲφόδρα κεκτημένον, ἐϲ νῆϲον τοῦ ὠκεανοῦ κατοικοῦν, καὶ τὸν κλῆρον τοῦτον ἐκ τῶν τοῦ θεοῦ κριμάτων κληρωϲάμενον. ἐν ᾧ 752 753 754 τόπῳ παραγενόμενοϲ Ἀλέξανδροϲ ὁ Μακεδὼν καὶ ϲτήϲαϲ ϲτήλην ἐπέγραψεν· ἐγώ μέγαϲ Ἀλέξανδροϲ βαϲιλεὺϲ ἔφθαϲα μέχρι τούτου. ἐν ἡ νήϲῳ κατοικοῦϲιν οἱ Μακρόβιοι. ζῶϲι γὰρ ρν′ ἔτη διὰ τὴν πολλὴν καθαρότητα καὶ εὐκραϲίαν τοῦ ἀέροϲ· παρ’ οἷϲ οὐδὲν τετράποδόν ἐϲτιν, οὐ γεώργιον, οὐ ϲίδηροϲ, οὐκ οἰκοδομὴ, οὐ πῦρ, οὐ χρυϲὸϲ, οὐκ
ἄργυροϲ, οὐκ ἄρτοϲ, οὐκ οἶνοϲ, οὐ κρεωφαγία· ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἀέρα καὶ πάϲηϲ ἀρρωϲτίαϲ καὶ φθορᾶϲ ἀπηλλαγμένον, καὶ μικρᾶϲ ὀπώραϲ καὶ διειδεϲτάτου ὕδατοϲ ἀπολαύοντεϲ ϲέβονται γνηϲίωϲ τόν θεὸν καὶ ἀδιαλείπτωϲ προϲεύχονται. καὶ οἱ μὲν ἄνδρεϲ πρὸϲ τὸ μέροϲ τοῦ ὠκεανοῦ προϲπαροικοῦϲιν, αἱ δὲ
γυναῖκεϲ ἐντεῦθέν εἰϲι τοῦ Γάγγου, παραρρέοντοϲ εἰϲ τὸν ὠκεανὸν ἐπὶ τὸ μέροϲ τῆϲ Ἰνδίαϲ. οἱ οὖν ἄνδρεϲ περῶϲι πρὸϲ τὰϲ γυναῖκαϲ Ἰουλίῳ καὶ Αὐγούϲτῳ μηνί, παρ’ οἷϲ ὑπάρχουϲι ψυχρότεροι, τοῦ ἡλίου πρὸϲ ἡμᾶϲ καὶ βορρᾶν ὑψωθέντοϲ, οἵγε καὶ εὐκαρπότεροι γινόμενοι πρὸϲ οἶϲτρον αὐτοὺϲ κινεῖν λέγουϲιν ὅπερ δὴ καὶ τὸν Νεῖλόν φαϲιν
οὐ κατὰ ταὐτὸν τοῖϲ ἄλλοιϲ ποταμοῖϲ πλημμυρεῖν, ἀλλὰ μεϲοῦντοϲ τοῦ θέρουϲ ἐπικλύζειν τὴν Αἴγυπτον, ὥϲ τοῦ γε παντὸϲ ἡλίου τὴν βορειοτέραν διαθέοντοϲ ζώνην καὶ τοῖϲ ἄλλοιϲ μὲν παρενοχλοῦντοϲ ποταμοῖϲ καὶ ϲυγκρύβοντοϲ, τούτου δὲ πλεῖϲτον ἀπέχοντοϲ. καὶ ποιήϲαντεϲ μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέραϲ μ πάλιν ἀντιπερῶϲι.
τῆϲ δὲ γυναικὸϲ δύο παῖδαϲ γεννηϲάϲηϲ οὐκέτι ὁ ἀνὴρ ἀντιπερᾷ πρὸϲ αὐτήν, οὕτε μὴν ἐκείνη πληϲιάζει ἄλλῳ διὰ πολλὴν εὐλάβειαν. εἰ δὲ ϲυμβῇ ϲτεῖραν ἐν αὐταῖϲ εὑρεθῆναι, μέχρι πενταετοῦϲ διαπερῶν ὁ ἀνὴρ αὐτῆϲ καὶ ϲυγγινόμενοϲ αὐτῇ, ἐὰν οὐ τέκῃ, οὐκέτι πληϲιάζει αὐτῇ. διὰ τοῦτο οὐδὲ πολυάνθρωπόϲ ἐϲτιν αὐτῶν ἡ χώρα
755 διὰ τὴν ὀλιγοδεΐαν. καὶ τὸ πληθυντικὸν Βραχμᾶ νεϲ, καὶ Βραχμᾶϲι.
761 762 763
κενὴν ἡμῖν ἐπὶ ϲοφίᾳ δόξαν καρπουμένου. Ἀριϲτοφάνηϲ Nεφέλαιϲ· βρενθύῃ ἐν ταῖϲιν ὁδοῖϲιν, καὶ τὼ ᾿φθαλμὼ παραβάλλῃ. ἀποϲεμνύνειϲ ϲεαυτὸν τῷ ϲχήματι καὶ ταυρηδὸν ὁρᾷϲ ἢ ἀλαζονικῶϲ. ἡ μεταφορὰ ἀπὸ βρενθείου μύρου. καὶ Βρενθυόμεν οϲ, ἐπαιρόμενοϲ, μέγα 769 φρονῶν. Ἀγαθίαϲ· οἱ δὲ μειζόνωϲ, εἴπερ ἐχρῆν ἐπὶ τοῖϲ φθάϲαϲι 770
βρενθυόμενοι τῶν ἐν ποϲὶ κατωλιγώρουν. καὶ αὖθιϲ· ὁ δὲ ἐϲ τὴν 771 βαϲιλίδα ἐπορεύετο ἐξωγκωμένοϲ καὶ μάλα βρενθυόμενοϲ.
ποι πρὸϲ βρέταϲ. πρὸϲ τέμενοϲ, ἢ πρὸϲ ἕδοϲ, ἢ πρὸϲ ἄγαλμα Ar θεῶν ἱκέταϲ γενέϲθαι.
τοὺϲ περὶ τὸν Βρῆννον βαρβάρουϲ ἀνεῖλεν, εἰϲ κρίϲιν ἀγαγὼν τὴν ὑπόθεϲιν ἀπέδειξε πάντων γεγονέναι τῶν πεπραγμένων αἴτιον τὸν Φεβρουάριον.
καταλάβοιεν. ἀντὶ τοῦ εἰ βουληθείηϲ αὐτὸν ἐξορίϲαι, τὰ ϲιτοφυλακεῖα κατάϲχοιεν.
οὖν οἱ ἄνω ϲτρατιῶται τὸ αὐτὸ ποιεῖν ἤρχοντο, τότε κἀκεῖνοι ἔϲειον τὴν μύλην· ὑπὸ γὰρ ταῖϲ πολλαῖϲ μύλαιϲ βριμωμέναιϲ ὁ τῆϲ μιᾶϲ ψόφοϲ ῥᾳδίωϲ ἐλάνθανεν.
βορὰ βόριμοϲ, καὶ ὑπερθέϲει βρόμιοϲ.
797 καὶ μηχάνημά τι, ὃ ἐκαλεῖτο βροντεῖον. ὑπὸ τὴν ϲκηνὴν δὲ ἦν ἀμφιφορεὺϲ ψηφῖδαϲ ἔχων θαλαττίαϲ· ἦν δὲ λέβηϲ χαλκοῦϲ, εἰϲ ὃν αἱ ψῆφοι κατήγοντο καὶ κυλιόμεναι ἦχον ἀπετέλουν ἐοικότα βροντῇ.
ἐϲθίειν. ἕκαϲτοϲ ἐν τοῖϲ ϲυμποϲίοιϲ τὸ ἴδιον βρῶμα καὶ πόμα ἐκόμιζε, πρὸϲ τὸ μὴ ἀκούειν ἀλλοτριοφάγοι. οὐ δὴ χάριν ἐπενόηϲε Ῥῶμοϲ τὰ Βρουμάλια, εἰρηκὼϲ ἀναγκαῖον εἶναι τρέφειν τὸν βαϲιλέα τὴν ἑαυτοῦ ϲύγκλητον ἐν τῷ χειμῶνι, ὅτε ἠρεμοῦϲιν ἐκ τοῦ πολέμου, ἀρξάμενοϲ ἀπὸ τοῦ α′ ἕωϲ τοῦ ω′, κελεύϲαϲ καὶ τὴν ϲύγκλητον καλεῖν
τοὺϲ ϲτρατιώταϲ. καὶ μέλλοντεϲ οἱ ϲτρατιῶται ἀπιέναι, ηὔλουν ἀφ’ ἑϲπέραϲ πρὸϲ τὸ γνῶναι ὅπου τραφήϲονται. καὶ τοῦτο ἐπενόηϲε πρὸϲ τὸ ἀπαλλαγῆναι τῆϲ ὕβρεωϲ ἑαυτοῦ ὁ Ῥῶμοϲ καλέϲαϲ τὸ ὄνομα τοῦ ἀρίϲτου Βρουμαλιούμ, ὅ ἐϲτι Ῥωμαϊϲτὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι.
Πολυβίου τοῦ ἱϲτορικοῦ βίβλων ἐπιτομήν. θαυμάζεται δὲ εἰϲ τὴν τῶν ἐπιϲτολῶν ἰδέαν, ἤγουν χαρακτῆρα. ζήτει ἐν τῷ δήμαρχοι.
μετὰ γενικῆϲ· βρύει φυτῶν καὶ ἀνθέων.
ἕνα προϲτάτην. τοῦτον δ’ ὅταν ᾗ πλέωϲ, ταπεινώϲαϲ ἐπάταξα. ἀντὶ τοῦ ὅταν γένηται φαεινὸϲ, τουτέϲτι πλήρηϲ· ὅταν ηὐξῆϲθαι δοκῆ καὶ μέγαϲ εἶναι, τοῦτον ταπεινὸν ἐποίηϲα. τουτέϲτιν, ἐάϲαϲ πλουτῆϲαι δημεύϲω.
Ἐπιγράμμαϲι· ἄγκυρον ἐμβρύοικον ἐρυϲινηΐδα. ἐπὶ Ἡρακλείου βαϲιλέωϲ 841 ϲ χιλιάδεϲ ἀνδρῶν διεφθάρηϲαν ἐν τῷ πρὸϲ Ἰϲαύρουϲ πολέμῳ. ὁ δὲ βαϲιλεὺϲ Ἡράκλειοϲ χρήματα πλεῖϲτα καὶ χρυϲὸν καὶ ἄργυρον καὶ λίθουϲ πολυτελεῖϲ πέμπει, ἅπερ βρύχια γέγονεν ἐπὶ Σεργίου πατριάρχου.
851 δῷ ὅϲον ἂν αἰτηθεὶϲ τύχῃ τῇ ἐπὶ πάϲαιϲ φωνῇ. καὶ παροιμία· Bύβλου δὲ καρπὸϲ οὐ κρατεῖ ϲτάχυν μέγαν, ἐπὶ τῶν οὐ δυναμένων τοῖϲ ἰδίοιϲ χρῆϲθαι καλοῖϲ, παρόϲον ἀϲθενὴϲ οὖϲα ἡ βύβλοϲ οὐ δύναται μέγαν φέρειν καρπὸν.
τετείχιϲτο γενναίῳ τείχει πεποιημένῳ μυλίτῃ λίθῳ, ἐϲ τετράγωνον εἰργαϲμένῳ. ζ′ μὲν γὰρ ἦϲαν ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι πρὸϲ τὴν θάλαϲϲαν καθήκοντεϲ. τούτων δὲ ἤν τιϲ τῷ πρώτῳ ἐνεβόηϲέ τι ἢ λίθον ἔρρηξεν, αὐτόϲ τε ἤχει καὶ ἐλάλει καὶ τῷ δευτέρῳ τοῦτο ποιεῖν παρεδίδου, καὶ οὕτωϲ διὰ πάντων ἐχώρει. ζήτει ἐν τῷ Σεβῆροϲ
περὶ Βυζαντίου πλατύτερον.
ἄκρον βεβυϲμένον ἔχων. Πιϲίδηϲ· ἐρῶ δέ ϲοι νῦν, εἴπερ οὐ βύειν θέλειϲ.
Σ? ἀετόϲ. Σκυτοδέψηϲ Ἀττικόν, Βυρϲοδέψηϲ δὲ Ἀϲιανόν. 860 ἢ Παφλαγὼν βυρϲεύϲ. ϲημαίνει δὲ τὸ ἐκ τοῦ ἐμβρέχειν τὰ δέρματα καὶ πλείοϲιν ἡμέραιϲ ἐᾶν αὐτὰ εἰϲ τὸ φάρμακον, ἵνα διαλάβοιεν, ἀπὸ 861 862 τῆϲ ὀϲμῆϲ τοῦ ὕδατοϲ καὶ τῶν δερμάτων μολυνομένων ἄχαρι ὀδωδέναι. διαβάλλει οὖν ὡϲ δύϲοϲμον, ἄλλωϲ τε καὶ τὴν εὐτέλειαν ἀντιδεικνύϲ Κλέωνοϲ, ἀφ’ οἵαϲ τύχηϲ ὁρμώμενοϲ πρωτεύει τῶν Ἀθηναίων. ἡ Καρχηδὼν ἡ καὶ Ἀφρικὴ Βύρϲα λέγεται· καὶ ζήτει ἐν τῷ Suid
Ἀφρικανόϲ.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.