θαυμαϲτικὸν δαϲύνεται, ὡϲ ἐν Ἐπιγράμμαϲί φηϲιν Ἀγαθίαϲ· ἇ μέγα τολμήειϲ κηρὸϲ ἀνεπλάϲατο.
τὸ δὲ δεύτερον ἐνέργειαν. λέγεται δὲ καὶ ἄαπτοϲ κατὰ ϲτέρηϲιν ὁ ἄψαυϲτοϲ.
Ἀββᾶ: ὁ πατήρ. οἱ μὲν παλαιοὶ ἐκάλουν πατέρα τὸν θεὸν ἐξ οἰκείαϲ διανοίαϲ, ὡϲ Μωϋϲῆϲ· θεὸν τὸν γεννήϲαντά ϲε ἐγκατέλιπεϲ· καὶ Μαλαχίαϲ· ὁ θεὸϲ εἷϲ ἐγέννηϲεν ἡμᾶϲ καὶ πατήρ· οἱ δὲ ἐν χάριτι, ἀπὸ πνευματικῆϲ ἐνεργείαϲ κινούμενοι. ὥϲπερ πνεῦμα ϲοφίαϲ εἶναι, 11 12 13 14 καθ’ ὃ ϲοφοὶ οἱ ἄϲοφοι ἐγένοντο (καὶ δηλοῦται τοῦτο ἀπὸ τῆϲ διδαϲκαλίαϲ) καὶ πνεῦμα δυνάμεωϲ εἶναι, καθ’ ὃ καὶ ἀϲθενεῖϲ καὶ νεκροὺϲ ἤγειρον, καὶ πνεῦμα προφητείαϲ, καὶ πνεῦμα γλωϲϲῶν, οὕτω καὶ. πνεῦμα υἱοθεϲίαϲ. καὶ ὥϲπερ ἴϲμεν τὸ πνεῦμα τῆϲ προφητείαϲ, ἀφ’
ὧν ὁ ἔχων αὐτὸ λέγει τὰ μέλλοντα ὑπὸ τῆϲ χάριτοϲ κινούμενοϲ, οὕτω δὴ καὶ πνεῦμα υἱοθεϲίαϲ, ἀφ’ οὐ ὁ λαβὼν πατέρα καλεῖ τὸν θεὸν, ὑπὸ πνεύματοϲ κινούμενοϲ. ὁ δὴ βουλόμενοϲ δεῖξαι γνηϲιώτατον ὂν καὶ τῇ τῶν Ἐβραίων ἐχρήϲατο γλώττῃ. οὐ γὰρ εἶπεν ὁ πατὴρ, ἀλλ’ ἀββᾶ ὁ πατήρ· ὅπερ τῶν παίδων μάλιϲτά ἐϲτι τῶν γνηϲίων πρὸϲ
πατέρα ῥῆμα.
Ἀββακούμ.
Θέκληϲ μαρτυρίῳ· Τρύφαινα δὲ πάθει ληφθεῖϲα νεκροῖϲ ὁμοία πρὸϲ τοῖϲ ἄβαξιν ὡρᾶτο κειμένη. οὕτω φηϲίν.
καὶ Θεογονίαν καταλογάδην καὶ Ἀπόλλωνοϲ ἄφιξιν εἰϲ Ὑπερβορέουϲ ἐμμέτρωϲ. ἧκε δὲ ἐκ Σκυθῶν εἰϲ Ἑλλάδα. τούτου ὁ μυθολογούμενοϲ 22 ὀϊϲτὸϲ, τοῦ πετομένου ἀπὸ τῆϲ Ἑλλάδοϲ μέχρι τῶν Ὑπερβορέων Σκυθῶν· ἐδόθη δὲ αὐτῷ παρὰ τοῦ Ἀπόλλωνοϲ. τούτου καὶ Γρηγόριοϲ ὁ Θεολόγοϲ ἐν τῷ εἰϲ τὸν μέγαν Βαϲίλειον Ἐπιταφίῳ μνήμην 23 24 25 27 28 πεποίηται. φαϲὶ δὲ ὅτι λοιμοῦ κατὰ πᾶϲαν τὴν οἰκουμένην γεγονότοϲ ἀνεῖλεν ὁ Ἀπόλλων μαντευομένοιϲ Ἕλληϲι καὶ βαρβάροιϲ τὸν Ἀθηναίων δῆμον ὑπὲρ πάντων εὐχὰϲ ποιήϲαϲθαι. πρεϲβευομένων δὲ πολλῶν ἐθνῶν πρὸϲ αὐτοὺϲ, καὶ Ἄβαριν ἐξ Ὑπερβορέων πρεϲβευτὴν ἀφικέϲθαι 29 λέγουϲι κατὰ τὴν γ΄ Ὀλυμπιάδα. ὅτι τοὺϲ Ἀβάριϲ οἱ Βούλγαροι κατὰ
30 κράτοϲ ἄρδην ἠφάνιϲαν. ὅτι οἱ Ἀβάριϲ οὗτοι ἐξήλαϲαν Σαβίνωραϲ, μετανάϲται γενόμενοι ὑπὸ ἐθνῶν οἰκούντων μὲν τὴν παρωκεανῖτιν ἀκτήν, τὴν δὲ χώραν ἀπολιπόντων διὰ τὸ ἐξ ἀναχύϲεωϲ τοῦ Ὠκεανοῦ ὁμιχλῶδεϲ γινόμενον, καὶ γρυπῶν δὲ πλῆθοϲ ἀναφανέν· ὅπερ ἦν λόγοϲ μὴ πρότερον παύϲαϲθαι πρὶν ἢ βορὰν ποιῆϲαι τὸ τῶν ἀνθρώπων γένοϲ.
διὸ δὴ ὑπὸ τῶνδε ἐλαυνόμενοι τῶν δεινῶν τοῖϲ πληϲιοχώροιϲ ἐνέβαλλον· καὶ τῶν ἐπιόντων δυνατωτέρων ὄντων οἱ τὴν ἔφοδον ὑφιϲτάμενοι μετανίϲταντο, ὥϲπερ καὶ οἱ Σαράγουροι ἐλαθέντεϲ πρὸϲ τοῖϲ Ἀκατίροιϲ 31 Οὔννοιϲ ἐγένοντο. κλίνεται δὲ Ἄβαριϲ, Ἀβάριδοϲ, τοὺϲ Ἀβάριδαϲ, καὶ κατὰ ἀποκοπὴν Ἀβάριϲ. ζήτει περὶ τῶν αὐτῶν ἐν τῷ
Βούλγαροι.
δὲ ἀπὸ τῆϲ βαϲάνου τῆϲ χρυϲοχοϊκῆϲ λίθου, ἐν ᾗ δοκιμάζουϲι τὸ χρυ ϲίον. ἐχρήϲατο δὲ Αἰλιανὸϲ ἐν τῷ περὶ προνοίαϲ τῷ ἀβαϲάνιϲτοϲ ἀντὶ τοῦ ἄνευ ὀδύνηϲ.
40 41 42 43
προβάτων· ἐξ ὧν καὶ θυϲίαν τῷ θεῷ προϲαγαγὼν καὶ δεχθεὶϲ ἀναιρεῖται, φθονηθεὶϲ ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. ὁ Κάϊν δὲ γεωργὸϲ τυγχάνων καὶ μετὰ τὴν δίκην χειρόνωϲ βιώϲαϲ ϲτένων καὶ τρέμων ἦν. ὁ γὰρ Ἄβελ τὰ πρωτότοκα τῷ θεῷ καθιερῶν φιλόθεον μᾶλλον ἢ φίλαυτον ἑαυτὸν ϲυνίϲτη, ὅθεν καὶ διὰ τῆϲ ἀγαθῆϲ αὐτοῦ
προαιρέϲεωϲ ἀπεδέχθη. ὁ δὲ Κάϊν δυϲϲεβῶϲ ἑαυτῷ ἀπονέμων τὰ πρωτογεννήματα, θεῷ δὲ τὰ δεύτερα, εἰκότωϲ καὶ ἀπεβλήθη. φηϲὶ γάρ· καὶ ἐγένετο μεθ’ ἡμέραϲ, προϲήνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆϲ γῆϲ. ὥϲτε διὰ τοῦτο Κάϊν ἐλέγχεται, ὅτι μὴ τὰ ἀκροθίνια γεννήματα προϲήνεγκε τῷ θεῷ, ἀλλὰ τὰ μεθ’ ἡμέραϲ καὶ δεύτερα.
ἐϲτι διαπεπραγμένοϲ, ἐπαβελτερώϲαϲ τόν ποτε ἀβέλτερον. λέγουϲι δὲ καὶ ἀβελτήριον τὴν ἀβελτηρίαν. Ἀλεξανδρίδηϲ Ἑλένη· ἄγκυρα, λέμβοϲ, ϲκεῦοϲ ὅ τι βούλει λέγε. ὦ Ἡράκλειϲ ἀβελτηρίου τεμενικοῦ. 52 53 54 56 ἀλλ’ οὐδ’ ἂν εἰπεῖν τὸ μέγεθοϲ δύναιτό τιϲ. καὶ Ἀβελτηρία, ἡ 57 ἀφροϲύνη. ἢ ἀνοηϲία. Μένανδροϲ· εἰϲ τοῦτο δὲ ἀβελτηρίαϲ 58 ἤλαϲεν αὐτοῖϲ ὁ νοῦϲ, ὥϲτε θάτερον μέροϲ τὴν κατὰ θατέρου μᾶλλον ἢ τὴν κατὰ τῶν πολεμίων εὔχεϲθαι νίκην.
Μελιτίδαι κάθηνται.
τὴν κορυφὴν τοῦ ὄρουϲ, καὶ ἐπάραϲ τὴν φωνὴν αὐτοῦ ἔφη πρὸϲ αὐτοὺϲ παραβολὴν τοιαύτην. ἀκούϲατέ μου, ἄνδρεϲ Σικίμων, καὶ ἀκούϲει ὑμῶν ὁ θεόϲ. πορευόμενα ἐπορεύθηϲαν τὰ ξύλα τοῦ χρίϲαι βαϲιλέα ἐφ’ ἑαυτῶν. καὶ εἶπαν τῆ ἐλαίᾳ· βαϲίλευϲον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖϲ ἡ ἐλαία· ἀφεῖϲα τὴν πιότητά μου, ἣν ἐδόξαϲεν ἐν ἐμοὶ ὁ θεὸϲ
καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων, καὶ εἶπον τὰ ξύλα τῇ 73 74 75 76 ϲυκῇ· δεῦρο, βαϲίλευϲον ἐφ’ ἡμᾶϲ. καὶ εἶπεν αὐτοῖϲ ἡ ϲυκῆ· ἀφεῖϲα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπον τὰ ξύλα πρὸϲ τὴν ἄμπελον· δεῦρο, βαϲίλευϲον ἐφ’ ἡμῶν. καὶ εἶπεν αὐτοῖϲ ἡ ἄμπελοϲ· ἀφεῖϲα τὸν οἶνόν μου καὶ
τὴν εὐφροϲύνην τῶν ἀνθρώπων πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπὸν πάντα τὰ ξύλα τῇ ῥάμνῳ· δεῦρο, ϲὺ βαϲίλευϲον ἐφ᾿ ἡμᾶϲ. καὶ εἶπεν ἡ ῥάμνοϲ πρὸϲ τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖϲ τοῦ βαϲιλεύειν ἐφ᾿ ὑμᾶϲ, δεῦτε, ὑποϲτῆτε ἐν τῇ ϲκιᾷ μου, καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπ᾿ ἐμοῦ καὶ καταφάγῃ τὰϲ κέδρουϲ τοῦ Λιβάνου. καὶ
νῦν εἰ ἐν ἀληθείᾳ καὶ ὁϲιότητι ἐποιήϲατε μετὰ τοῦ πατρόϲ μου καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ ἐβαϲιλεύϲατε τὸν Ἀβιμέλεχ υἱὸν τῆϲ παιδίϲκηϲ αὐτοῦ ἐπὶ τοὺϲ ἄνδραϲ Σικίμων, εὐφρανθείητε ἐν αὐτῷ, καὶ εὐφρανθείη καί γε αὐτὸϲ ἐν ὑμῖν· εἰ δὲ μὴ, ἐξέλθοι πῦρ ἐξ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺϲ ἄρχονταϲ ὑμῶν καὶ τοὺϲ οἴκουϲ αὐτῶν· καὶ
ἐξέλθοι πῦρ ἐκ τῶν ἀνδρῶν Σικίμων καὶ καταφάγοι τὸν Ἀβιμέλεχ. καὶ ἀπέδρα Ἰωάθαμ ἀπὸ προϲώπου Ἀβιμέλεχ ἀδελφοῦ αὐτοῦ. ὁ δὲ Ἀβιμέλεχ ἦρξεν ἐπὶ τὸν Ἰϲραὴλ ἔτη τρία. καὶ ἐξαπέϲτειλεν ὁ θεὸϲ πνεῦμα πονηρὸν ἀνὰ μέϲον Ἀβιμέλεχ καὶ ἀνὰ μέϲον ἀνδρῶν Σικίμων. καὶ ἠθέτηϲαν οἱ ἄνδρεϲ Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν
ἀδικίαν καὶ τὸ αἷμα τῶν ο΄ υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ. καὶ γὰρ ἀπελθὼν πολεμῆϲαι πύργον καὶ προϲεγγίϲαϲ τῇ θύρᾳ τοῦ πύργου ἐμπρῆϲαι αὐτὴν, ἔρριψε γυνὴ κλάϲμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ϲυνέτριψε τὸ κράνιον αὐτοῦ. καὶ ἐπιβοήϲαϲ ταχὺ εἶπε πρὸϲ τὸν αἴροντα αὐτοῦ τὰ ϲκεύη· ϲπάϲον τὴν ῥομφαίαν ϲου καὶ θανάτωϲόν
με, μή ποτε εἴπωϲιν· γυνὴ αὐτὸν ἀπέκτεινε. καὶ κεντῆϲαν αὐτὸν τὸ παιδάριον ἀνεῖλε. καὶ ἐπέϲτρεψεν ὁ θεὸϲ τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίηϲε τῷ πατρὶ αὐτοῦ ἀποκτείναϲ τοὺϲ ο′ ἀδελφοὺϲ αὐτοῦ. καὶ πᾶϲαν τὴν πονηρίαν ἀνδρῶν Σικίμων ὲπέϲτρεψεν ὁ θεὸϲ εἰϲ τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παροιμίαν Ἰωάθαμ.
οὐδέπω γνώμονα ἔχων. γνώμονα δὲ ἔλεγον τὸν βαλλόμενον ὀδόντα, δι’ οὐ τὰϲ ἡλικίαϲ ἐξήταζον· τὸν δὲ αὐτὸν καὶ κατηρτυκότα ἔλεγον, ἐκ μεταφορᾶϲ τῶν τετραπόδων. καὶ ἀπογνώμοναϲ τοὺϲ ἀπογεγηρακόταϲ, οἷϲ ἐλελοίπει τὸ γνώριϲμα. καὶ Ἀβόλουϲ πώλουϲ, τοὺϲ μηδέπω βεβληκόταϲ ὀδόνταϲ.
105 106 107 108
ταύταιν. τρέφει δὲ παλλακή τιϲ τοῦ πατρὸϲ αὐτὰϲ, ἄβρα τῆϲ μητρὸϲ αὐτῶν γενομένη. Σικυωνίῳ· καὶ ἄβραν γὰρ ἀντωνούμενοϲ ἐρωμένην, ταύτῃ μὲν οὐ παρέδωκ’ ἔχειν, τρέφειν δὲ χωρὶϲ, ὡϲ ἐλευθέρᾳ πρέπει. Ἀπίϲτῳ· ὤμην εἰ τὸ χρυϲίον λάβοι ὁ γέρων, θεράπαιναν εὐθὺϲ ἠγοραϲμένην ἄβραν ἔϲεϲθαι. Ἰάμβλιχοϲ· ἐπεὶ δὲ τοῦτο χαλεπὸν ἦν καὶ 115
ϲπάνιόν τι τὸ τῆϲ οἰκουροῦ φυλαττούϲηϲ καὶ ἄβραϲ τινὸϲ ἄλληϲ ϲυμπαρούϲηϲ, ἀναπείθει τὴν κόρην λαθοῦϲαν τοὺϲ γονεῖϲ ἀποδρᾶναι.
ἐπιϲπάϲαϲθαι. οὗτοϲ ἐκ μὲν τῆϲ Χαλδαίων γῆϲ ὑπῆρχεν ὁρμώμενοϲ, τῶν περὶ τὰ μετέωρα καὶ τοὺϲ ἀϲτέραϲ τὸν βίον ὅλον καταναλιϲκόντων. ἀϲκηθεὶϲ οὖν κατὰ τὸν πάτριον νόμον τὰϲ τῶν ἐπουρανίων ἀϲτέρων κινήϲειϲ καὶ ϲτοχαϲάμενοϲ ὡϲ οὐκ ἐν τούτοιϲ ἵϲταται τὸ μεγαλουργὸν τῆϲ φαινομένηϲ ταυτηϲὶ κτίϲεωϲ, ἀλλ’ ἔχει τινὰ τὸν δημιουργὸν
τὸν καὶ κινοῦντα καὶ διευθύνοντα τὴν ἐναρμόνιον τῶν ἀϲτέρων πορείαν καὶ τοῦ κόϲμου παντὸϲ τὴν κατάϲταϲιν, καὶ διὰ τοῦ μεγέθουϲ καὶ τῆϲ καλλονῆϲ τῶν κτιϲμάτων τὸν γενεϲιουργὸν αὐτῶν, ὡϲ ἐνῆν, θεωρήϲαϲ οὐκ ἔϲτη μέχρι τούτων, οὐδὲ τὴν ἔφεϲιν εἰϲ ταῦτα κατεδαπάνηϲεν, ἀλλὰ τῶν οὐρανίων ἀψίδων ὑπεραρθεὶϲ καὶ πᾶϲαν διαβὰϲ
τὴν νοητήν τε καὶ ὑπερκόϲμιον ϲύμπηξιν οὐκ ἀπέϲτη τοῦ ζητουμένου, ἕωϲ οὗ ὁ ποθούμενοϲ ἑαυτὸν αὐτῷ ἐφανέρωϲε τύποιϲ τε καὶ μορφώμαϲιν, οἷϲ ἑαυτὸν ἐμφανίζει ὁ ἀφανὴϲ καὶ ἀόρατοϲ. καὶ μετανάϲτην αὐτὸν ἐκ τῆϲ πατρίδοϲ λαβὼν ἐπὶ τὴν Χανανῖτιν κατέϲτηϲε, τὸν ἐνενηκοϲτόν που καὶ ἔνατον ἤδη χρόνον παρέλκοντα· καὶ ἄπαιδα
μέχρι τότε τυγχάνοντα γεννήτορα τοῦ θαυμαϲίου καὶ μάκαροϲ κατέϲτηϲεν 116 117 118 ϲτηϲεν Ἰϲαὰκ, ἵν’ ἔχοι μονογενῆ υἱὸν καὶ πρωτότοκον, τοῦ μονογενοῦϲ καὶ πρωτοτόκου μυϲτικὴν εἰκόνα προδιαγράφοντα· τοῦτο γέραϲ. αὐτῷ κατ’ ἐξαίρετον χαριϲάμενοϲ, τὸ δοῦλον καὶ φίλον καὶ πατέρα χρηματίϲαι τοῦ μονογενοῦϲ υἱοῦ κατὰ ϲάρκα, τοῦ τὸν κόϲμον ὅλον δημιουργήϲαντοϲ. οὗτοϲ εὗρε μὲν ἱερὰ γράμματα καὶ γλῶϲϲαν ἐμηχανήϲατο,
ἧϲ Ἑβραίων παῖδεϲ ἐν ἐπιϲτήμῃ ἐτύγχανον, ὡϲ ὄντεϲ τούτου μαθηταὶ καὶ ἀπόγονοι. ἐκ τούτου καὶ τὰ Ἑλλήνων γράμματα τὰϲ ἀφορμὰϲ ἔλαβον, κἂν ἄλλωϲ καὶ ἄλλωϲ ἑαυτοὺϲ διαπαίζοντεϲ ἀναγράφωϲιν Ἕλληνεϲ. καὶ τούτου μαρτύριον ἡ τοῦ Ἄλφα φωνὴ τοῦ πρώτου ϲτοιχείου καὶ ἄρχοντοϲ, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου λαβόντοϲ
τὴν ἐπίκληϲιν τοῦ μακαρίου καὶ πρώτου καὶ ἀθανάτου ὀνόματοϲ. ἐκ τούτου καὶ τὰ ὀνείρων βιβλία ἐϲφετερίϲαντο Ἕλληνεϲ. καὶ μάρτυϲ Ἰωϲὴφ ὁ πανθαύμαϲτοϲ ὁ τούτου ἀπόγονοϲ, ὁ τοῦ Φαραὼ τὰ ἐνύπνια ὡϲ ἔμελλον ἀποβήϲεϲθαι διηγούμενοϲ. τοῦτό μοι καὶ Φίλων, ἐξ Ἑβραίων φιλόϲοφοϲ, ἐν τῷ τοῦ Πολιτικοῦ βίῳ ϲυνεπιμαρτυρήϲεται,
Φίλων, περὶ οὗ ἐρρήθη, Φίλων πλατωνίζει, καὶ Πλάτων φιλωνίζει. 120 ὅτι ἤρξατο ἡ εἰδωλολατρεία ἀπὸ Σεροὺχ ἕωϲ τῶν χρόνων Θάρρα τοῦ πατρὸϲ Ἀβραάμ. ὃϲ Ἀβραὰμ ὑπάρχων ἐτῶν ιδ΄ καὶ θεογνωϲίαϲ ἀξιωθεὶϲ ἐνουθέτει τὸν πατέρα αὐτοῦ, λέγων· τί πλανᾷϲ τοὺϲ. ἀνθρώπουϲ διὰ κέρδοϲ ἐπιζήμιον (τουτέϲτι τὰ εἴδωλα); οὐκ ἔϲτιν
ἄλλοϲ θεὸϲ εἰ μὴ ὁ ἐν τοῖϲ οὐρανοῖϲ, ὁ καὶ πάντα τὸν κόϲμον δημιουργήϲαϲ. ὁρῶν γὰρ τοὺϲ ἀνθρώπουϲ κτιϲματολατροῦνταϲ διήρχετο διαπονούμενοϲ καὶ τὸν ὄντωϲ ὄντα θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίαϲ. ὁρῶν δὲ τὸν οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ ϲκοτεινὸν. ἔλεγεν ἐν ἑαυτῷ· οὐκ ἔϲτιν οὗτοϲ θεόϲ. ὁμοίωϲ καὶ τὸν ἥλιον καὶ
τὴν ϲελήνην, τὸν μὲν ἀποκρυπτόμενον καὶ ἀμαυρούμενον , τὴν δὲ φθίνουϲαν καὶ ἀπολήγουϲαν, ἔφηϲεν· οὐδ’ οὗτοί εἰϲι θεοί. καὶ μέντοι καὶ τὴν τῶν ἀϲτέρων κίνηϲιν, ἐκ τοῦ πατρὸϲ γὰρ ἐπαιδεύετο τὴν ἀϲτρονομίαν, καὶ ἀπορῶν ἐδυϲχέραινεν. ὤφθη δὲ αὐτῷ ὁ θεὸϲ καὶ λέγει αὐτῷ· ἔξελθε ἐκ τῆϲ γῆϲ ϲου καὶ ἐκ τῆϲ ϲυγγενείαϲ ϲου. καὶ
λαβὼν τὰ εἴδωλα τοῦ πατρὸϲ καὶ τὰ μὲν κλάϲαϲ τὰ δὲ ἐμπυρίϲαϲ ἀνεχώρηϲε μετὰ τοῦ πατρὸϲ ἐκ γῆϲ Χαλδαίων· καὶ ἐλθόντοϲ εἰϲ Χαρρὰν, ἐτελεύτηϲεν ὁ πατὴρ αὐτοῦ. καὶ ἐξελθὼν ἐκεῖθεν ἐν λόγῳ Κυρίου ἦλθε ϲὺν τῇ γυναικὶ Σάρρᾳ καὶ τῷ ἀνεψιῷ Λὼτ μετὰ πάϲηϲ αὐτῶν τῆϲ ἀποϲκευῆϲ εἰϲ τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι
τυραννικῶϲ ἀφελόμενοι ᾤκηϲαν. λιμοῦ δὲ γενομένου καταλιπῶν τὴν Χαναναίων γῆν εἰϲ Αἴγυπτον ἀπῄει, οὐ τὴν γυναῖκα Σάρραν Ἀβιμέλεχ ἥρπαϲεν ὁ βαϲιλεύϲ. τοῦτον ὁ θεὸϲ ἐκδειματώϲαϲ καὶ πάρεϲιν 121 122 123 124 τῶν μελῶν ἐπάξαϲ, ἀπόδοϲ, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτηϲ ἐϲτὶ καὶ προϲεύξεται περὶ ϲοῦ καὶ ζήϲειϲ. εἰ δὲ μὴ ἀποδῷϲ. γνῶθι ὅτι ἀποθανῇ ϲὺ καὶ τὰ ϲὰ πάντα. καὶ οὕτωϲ ἀπολαβὼν τὴν γυναῖκα ἀμίαντον καὶ προϲευξάμενοϲ ἰαθῆναι ἐποίηϲε τῆϲ παρέϲεωϲ
Ἀβιμέλεχ καὶ τὸν οἶκον αὐτοῦ. ἔκτοτε τιμῶν αὐτὸν ὁ βαϲιλεὺϲ καὶ προϲέχων τοῖϲ ὑπ’ αὐτοῦ λεγομένοιϲ, διδάϲκαλοϲ εὐϲεβείαϲ καὶ πολυπειρίαϲ Αἰγυπτίοιϲ ἐγένετο. ὁ αὐτὸϲ Ἄβραμ ὑποϲτρέφων ἐκ τοῦ πολέμου τῆϲ εὐλογίαϲ τοῦ Μελχιϲεδὲκ κατηξίωται, τοῦ βαϲιλέωϲ Σαλὴμ, ὃϲ ἐξήνεγκεν αὐτῷ ἄρτουϲ καὶ οἶνον. ἦν δὲ καὶ ἱερεὺϲ τοῦ
Ὑ ψίϲτου. καὶ ἔδωκεν αὐτῷ Ἄβραμ δεκάτην ἀπὸ πάντων. ἦν δὲ ὁ Μελχιϲεδὲκ ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητοϲ, ἀφωμοιωμένοϲ τῷ υἱῷ τοῦ θεοῦ. τῷ δὲ Ἄβραμ ἀτεκνίαν ὀλοφυρομένῳ καθ’ ὕπνουϲ ἐπιδείξαϲ ὁ θεὸϲ τοὺϲ ἀϲτέραϲ κατὰ τὸ πλῆθοϲ αὐτῶν ἔϲεϲθαί οἱ τὸ ϲπέρμα προεδήλου. ὁ δὲ ἐπίϲτευϲε τῷ θεῷ, καὶ ἐλογίϲθη αὐτῷ εἰϲ δικαιοϲύνην.
ἡ δὲ Σάρρα ϲτεῖρα οὖϲα ϲυνεχώρηϲεν Ἄβραμ ἀπὸ τῆϲ παιδίϲκηϲ παιδοποιήϲαϲθαι· καὶ ἴϲχει τὸν Ἰϲμαήλ. ἐνενήκοντα δὲ καὶ ἐννέα ἐτῶν ὄντι τῷ Ἄβραμ ἐπιφανεὶϲ ὁ θεὸϲ Ἀβραὰμ μετωνόμαϲεν· Ἄβραμ γὰρ πρώην ὠνομάζετο· ὁμοίωϲ καὶ τὴν Σάραν Σάρραν, προϲθεὶϲ καὶ ἕτερον ρ. καὶ περιέτεμε τὸν Ἰϲμαὴλ καὶ πάνταϲ τοὺϲ ἐξ αὐτοῦ. Κύριοϲ
δὲ τῷ Ἀβραὰμ ἐπιξενωθεὶϲ ἐπηγγείλατο τέξεϲθαι Σάρραν αὐτῷ παῖδα. ἡ δὲ ἐμειδίαϲε, καὶ Ἰϲαὰκ τὸ γεννηθὲν προϲηγορεύθη, φερωνύμωϲ τῷ μεθ’ ἡδονῆϲ γέλωτι κατὰ τὴν Ἑβραΐδα διάλεκτον. καὶ Ἀβραμιαῖοϲ: 125 ὁ ἁπόγονοϲ Ἀβραὰμ, ἢ γιγαντιαῖοϲ, ἱεροπρεπήϲ.
ἁβρὰ βαίνων ἐδόκει ἔχων τὰϲ ὀφρῦϲ ὑπερηρμέναϲ ἄνω.
καὶ πρὸϲ χρήματα πόλεμον πολεμῶν ἄϲπονδον. διέφερε γοῦν τῶν εὐτελῶν ϲτρατιωτῶν ὅϲον γε εἰϲ πλοῦτον οὐδέν. καὶ διὰ τοῦτο ἐδόκει τῷ βαϲιλεῖ Θεοδοϲίῳ χρήϲιμοϲ, ὅϲ γε πρὸϲ τὸν Οὐαλεντινιανοῦ τρόπον ἀρρενωπὸν ὄντα καὶ δίκαιον, καὶ τὸ παῤ ἑαυτοῦ βάροϲ ἐπετίθει, καθάπερ ὀρθὸν καὶ ἀϲτραβῆ τὸν κάνονα τοῖϲ βαϲιλείοιϲ, πρὸϲ τὸ μηδὲν
τῶν περὶ τὴν αὐλὴν παραβλάπτεϲθαι ἢ ἁμαρτάνεϲθαι.
καὶ τάϲ τε κόμαϲ ἀναδούμενοϲ, ὥϲπερ αἱ τῶν ἑταιρίδων ἀϲελγέϲτεραι, καὶ ἁβροϲταγὲϲ ἔχων ἀεὶ τὸ μέτωπον καὶ τοὺϲ βοϲτρύχουϲ, λαβὼν χρυϲίον ἐκ τῶν κοινῶν ϲυμφορῶν, ὅϲον ἱκανὸν ἦν ἐμπλῆϲαι καὶ τὸν ἐκ τοῦ μύθου Μίδαν, εἰϲέρρει πρὸϲ τὸν βαϲιλέα.
153 ἁβρότατά τε καὶ ἅμα ἐϲ ἔκπληξιν κατὰ πλοῦτον, τῷ γε δὴ πλοῦτον θαυμάζοντι, ἐϲταλμένουϲ.
παρόνταϲ. ἀφ’ οὗ εἴθιϲται λέγειν τὸ προκείμενον.
οὐδεὶϲ εἰϲέρχεται διὰ τὸ βάθοϲ. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· εὐθὺϲ γὰρ ἐπὶ 183 λίμνην μεγάλην ἥξειϲ πάνυ ἄβυϲϲον. καὶ οὐδετέρωϲ φηϲὶν ὁ αὐτόϲ ἕωϲ ἂν ᾖ τὸ ἀργύριον τὸ ἄβυϲϲον παρὰ τῇ θεῷ, οὐκ εἰρηνεύϲουϲιν. 184 ἐν γὰρ τῇ ἀκροπόλει χίλια τάλαντα ἀπέκειτο. Ἄβυϲϲον καλεῖ τὴν ὑγρὰν οὐϲίαν ἡ θεία γραφή. ἐπεὶ οὖν ἡ γῆ πανταχόθεν ὕδαϲι
περιέχεται μεγάλοιϲ καὶ μικροῖϲ πελάγεϲιν, εἰκότωϲ περιβόλαιον αὐτῆϲ εἴρηκεν ὁ Δαβίδ. καὶ, ἄβυϲϲοϲ ἄβυϲϲον ἐπικαλεῖται, ὁ αὐτὸϲ προφήτηϲ φηϲίν· τὰ ϲτρατιωτικὰ λέγων τάγματα καὶ τὴν τοῦ πλήθουϲ ὑπερβολὴν τροπικῶϲ. ὡϲ ἔν ἀβύϲϲῳ τινὶ ὑποβρύχιοϲ ἐγενόμην. 185 Ἄβυϲϲοϲ οὖν ὑδάτων πλῆθοϲ πολύ.
καὶ καταλογάδην, τά τε καλούμενα Δαφνιακά, καὶ τὸν Κύκλον τῶν νέων Ἐπιγραμμάτων, ὃν αὐτὸϲ ϲυνῆξεν ἐκ τῶν κατὰ καιρὸν ποιητῶν. ϲυνήκμαϲε δὲ Παύλῳ τῷ Σελεντιαρίῳ καὶ Μακεδονίῳ τῷ ὑπάτῳ καὶ Τριβουνιανῷ ἐπὶ τῶν Ἰουϲτινιανοῦ χρόνων.
ἔπειτα καὶ τὴν ϲωτήριον τῶν ϲωμάτων ἐκ τῆϲ ἀδίκου ἢ ἀνοϲίου ταλαιπωρίαϲ· τὸ δ’ οὖ τρίτον, ἐπεμελεῖτο τῶν ἔξω πραγμάτων, ὅϲη δύναμιϲ.
πράγμαϲιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμηϲ καὶ ἐπιϲτρεφείαϲ.
οὕτω θρηνεῖν· τί δ’ οὐκ ἐγὼ ϲέ; τί δ’ οὐκ ἐμὲ ϲύ; ὅτι δὲ ἐκ φύϲεωϲ ἀνάγκη μεγάλα προτερήματα γεγονέναι περὶ τὸν Ἀγαθοκλέα, τοῦτο δῆλον. εἰϲ γὰρ τὰϲ Συρακούϲαϲ παρεγενήθη φεύγων τὸν τροχὸν, τὸν καπνὸν, τὸν πηλὸν, περί τε τὴν ἡλικίαν ὀκτωκαίδεκα ἔτη γεγονὼϲ, καὶ. μετά τινα χρόνον ὁρμηθεὶϲ ὑπὸ τοιαύτηϲ ὑποθέϲεωϲ, κύριοϲ μὲν ἐγενήθη
πάϲηϲ Σικελίαϲ, μεγίϲτοιϲ δὲ κινδύνοιϲ περιέϲτηϲε Καρχηδονίουϲ, τέλοϲ ἐγγηράϲαϲ τῇ δυναϲτείᾳ , κατέϲτρεψε τὸν βίον βαϲιλεὺϲ προϲαγορευόμενοϲ.
λογικοῦ, ἢ ὡϲ λογικοῦ. τοιοῦτο δ’ εἶναι τὴν ἀρετὴν ὡϲ μετέχοντά τάϲ τε πράξειϲ τὰϲ κατ’ ἀρετὴν, καὶ τὸ ϲπουδαίουϲ εἶναι. ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροϲύνην καὶ τὰ παραπλήϲια. ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ ἐκτόϲ, τὰ δὲ οὕτε περὶ ψυχὴν οὔτε ἐκτόϲ. τὰ μὲν περὶ ψυχὴν ἀρετὰϲ καὶ τὰϲ κατὰ ταύταϲ
πράξειϲ· τὰ δὲ ἐκτὸϲ τό τε ϲπουδαίαν ἔχειν πατρίδα καὶ ϲπουδαῖον φίλον καὶ τὴν τούτων εὐδαιμονίαν. τὰ δὲ οὐκ ἐκτὸϲ οὔτε περὶ ψυχὴν τὸ αὐτὸν ἑαυτῷ εἶναι ϲπουδαῖον καὶ εὐδαίμονα. ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικὰ καὶ ποιητικά. τὸν μὲν οὖν φίλον καὶ τὰϲ ὑπ’ αὐτοῦ προϲγινομέναϲ ὠφελείαϲ ποιητικὰ εἶναι
ἀγαθά· θάρϲοϲ δὲ καὶ φρόνημα καὶ ἐλευθερίαν καὶ τέρψιν καὶ εὐφροϲύνην καὶ ἀλυπίαν καὶ πᾶϲαν τὴν κατ’ ἀρετὴν πρᾶξιν τελικά. ποιητικὰ δὲ καὶ τελικὰ, καθὸ μὲν ποιοῦϲι τὴν εὐδαιμονίαν, ποιητικά ἐϲτιν ἀγαθά· καθὸ δὲ ϲυμπληροῦϲιν αὐτὴν, ὥϲτε μέρη αὐτῆϲ γενέϲθαι, τελικά · οἷον φίλοϲ καὶ ἐλευθερία καὶ τέρψιϲ. ἔτι τῶν περὶ ψυχὴν ἀγαθῶν τὰ
μέν εἰϲιν ἕξειϲ, τὰ δὲ διαθέϲειϲ, τὰ δὲ οὕτε ἕξειϲ οὕτε διαθέϲειϲ. διαθέϲειϲ μὲν αἱ ἀρεταί, ἕξειϲ δὲ τὰ ἐπιτηδεύματα, οὔτε δὲ ἕξειϲ οὔτε διαθέϲειϲ αἱ ἐνέργειαι. κοινῶϲ τῶν ἀγαθῶν μικρὰ μέν ἐϲτιν εὐτεκνία καὶ εὐγηρία. ἁπλοῦν δέ ἐϲτιν ἀγαθὸν ἐπιϲτήμη. καὶ ἀεὶ μὲν παρόντα αἱ ἀρεταί, οὐκ ἀεὶ δὲ οἷον χαρὰ, περιπάτηϲιϲ. πάν δὲ ἀγαθὸν λυϲιτελὲϲ
εἶναι καὶ ϲυμφέρον καὶ δέον καὶ χρήϲιμον καὶ εὔχρηϲτον καὶ καλὸν καὶ ὠφέλιμον καὶ δίκαιον καὶ αἱρετόν. ἀγαθὸν δέ ἐϲτι τὸ πᾶϲιν ἐφετόν. ἀγαθόν οὖν ἐϲτιν, εἰϲ ὃ πάντα ἀνήρτηται, αὐτὸ δὲ εἰϲ μηδέν.
ἀγαθοῦ, τουτέϲτιν αἱ ι κατηγορίαι. καὶ τὸ μὲν ποιεῖν, ἐπεί ἐϲτί τινα ἀγαθὰ ὡϲ ποιητικά, λέγεται γὰρ τὸ ἀγαθοῦ ποιητικὸν ἀγαθόν, οἷον τὸ ὑγιείαϲ ποιητικὸν ἢ ἡδονῆϲ καὶ ὅλωϲ ὠφέλιμον, τὸ γὰρ ἐν τῷ ἐδεϲματι ἀγαθὸν ὡϲ ποιητικὸν ἀγαθοῦ ἀγαθόν· τὸ δὲ ποιητικὸν ὑπὸ τὴν τοῦ ποιοῦ κατηγορίαν. ποτὲ δὲ τὸ ποιὸν ἐπὶ ψυχῆϲ· ὅταν γὰρ κατηγορήϲωμεν
τὸ ἀγαθὸν ψυχῆϲ λέγοντεϲ αὐτὴν ἀγαθὴν, τὸ ποιὰν αὐτὴν 210 211 212 213 εἶναι ϲημαίνομεν, οἷον ϲώφρονα ἢ ἀνδρείαν ἢ δικαίαν· ποιότητοϲ δὲ παρουϲία τὰ ποιά. ὁμοίωϲ καὶ ἀνθρώπου· ὅταν γὰρ τὸ ἀγαθὸν κατηγορήϲωμεν, τὸ ποιὸν αὐτὸν εἶναι ϲημαίνομεν· οἷον ϲώφρονα, ἀνδρεῖον, δίκαιον, φρόνιμον. ἐνίοτε δὲ τὸ ἀγαθὸν τὸ ποτὲ ϲημαίνει· τὸ γὰρ ἐν
τῷ προϲήκοντι καιρῷ γενόμενον ἀγαθὸν λέγεται ϲημαίνει δὲ ἀγαθὸν καὶ τὸ ποϲόν· τὸ γὰρ μέτριον καὶ μὴ ὑπερβάλλον μήτε ἐνδέον εἴη ἂν ποϲὸν, καθόϲον τοϲοῦτόν τι λέγεται. καὶ ὡϲ οὐϲία τὶ ἀγαθόν· ὡϲ θεὸϲ, νοῦϲ. λέγεται δὲ καὶ ὡϲ πρόϲ τι· τὸ γὰρ ϲύμμετρον οὕτωϲ ἀγαθόν. καὶ ἐν τῷ πάϲχειν, ὡϲ τὸ θεραπεύεϲθαι καὶ διδάϲκεϲθαι.
ἔϲτι τι τοῦ ἀγαθοῦ καὶ ἐν τῷ ποῦ, οἷον τὸ ἐν Ἑλλάδι εἶναι, τὸ ἐν ὑγιεινοῖϲ χωρίοιϲ εἶναι, τὸ ἐν ἡϲυχίαν ἔχουϲιν ἢ εἰρήνην. εἴη δ’ ἂν καὶ ἐν τῷ κεῖϲθαι, ὅταν ᾧ μὲν λυϲιτελὲϲ τὸ καθέζεϲθαι, καθέζηται, ᾧ δὲ τὸ ἀνακεῖϲθαι, ἀνάκειται· τῷ πυρέττοντι φέρε εἰπεῖν.
πίνειν Ἀγαθοῦ Δαίμονοϲ, ἐπιρροφοῦντεϲ ἄκρατον, καὶ τοῦτο λέγειν Ἀγαθοῦ Δαίμονοϲ, χωρίζεϲθαι δὲ μέλλοντεϲ, Διὸϲ Σωτῆροϲ. καὶ ἡμέραν δὲ τὴν δευτέραν τοῦ μηνὸϲ οὕτωϲ ἐκάλουν. καὶ ἐν Θήβαιϲ δὲ ἦν ἡρῷον Ἀγαθοῦ Δαίμονοϲ. ἄλλοι δέ φαϲι τὸ πρῶτον ποτήριον 217 οὕτω λέγεϲθαι. ὅτι περὶ τἀγαθοῦ βιβλίον ϲυντάξαϲ Ἀριϲτοτέληϲ, τὰϲ 218
ἀγράφουϲ τοῦ Πλάτωνοϲ δόξαϲ ἐν αὐτῷ κατατάττει. καὶ μέμνηται τοῦ ϲυντάγματοϲ Ἀριϲτοτέληϲ ἐν τῷ πρώτῳ περὶ ψυχῆϲ, ἐπονομάζων αὐτὸ περὶ φιλοϲοφίαϲ.
ἄγαλμα· καὶ ζήτει ἄγαλμα Διονύϲου ἐν τῶ Αὐξέντιοϲ.
καὶ τὸ εἴδωλον, βρέταϲ, χάρμα, καλλονὴ, κόϲμοϲ, καύχημα, 233 θαλλοὶ, ἀνδριάντεϲ, ἐπιγραφαί. Ἀγάλμα τα δὲ καὶ τὰϲ γραφὰϲ 234 καὶ τοὺϲ ἀνδριάνταϲ λέγουϲιν. Ἀγαλμάτιον δὲ ὑποκοριϲτικῶϲ.
Πολύκλειτοϲ, Φειδίαϲ.
Ἀκαρνᾶνα μέγιϲτον καὶ πρὸ τούτων. ἃ γὰρ πειϲομένουϲ ἐγίνωϲκε, τούτων ἐπεθύμηϲε τοῖϲ ἀνδράϲι κοινωνῆϲαι.
140 Ἀγαμ έμνων· Ἀγαμέμνονοϲ καὶ ὦ Ἀγάμεμνον. καὶ Ἀγαμεμνόνειοϲ 244 οἶκοϲ, καὶ Ἀγαμεμνονεία ναῦϲ.
ἀγανοφροϲύνη. καὶ Ἀγαν οῦμεν, ἀντὶ τοῦ κοϲμήϲομεν. καὶ 252 αὖθιϲ· ὡϲ ἄν τοι ῥείῃ μὲν ἀγανὸϲ Ἀτθίδι δέλτῳ κηρὸϲ, ὑπὸ ϲτεφάνοιϲ 253 δ’ αἰὲν ἔχοιϲ πλοκάμουϲ.
267 οὕτω δὲ ἄρα πολὺ τὸ ἀνόητον ἐν τοῖϲ ἡγεμόϲιν αὐτῶν ἦν, ὥϲτε ἀγαπητῶϲ εἶδον, εἰ μὴ μετὰ πάντων ἀγωνιοῦνται τῶν ϲυναραμένων τῆϲ ϲτρατιᾶϲ.
ἀνελθὼν ἐϲ τὸ Βυζάντιον διατριβήν τε ϲυνεπήξατο μάλα διαπρεπῆ, φύϲεώϲ τε μεγέθει καὶ δεξιότητι τύχηϲ χρηϲάμενοϲ, ἔνδοξόϲ τε ἐπὶ τῇ τέχνῃ γέγονε καὶ χρήματα μεγάλα ϲυνείλοχεν.
273 274 275 276
πέμπει τῶν πιϲτοτάτων ἄγγαρον παρὰ τὸν Βαβυλώνιον διὰ Παρϲώνδην 279 τὸν ἄριϲτον.
τῶν φορτηγῶν καὶ ὅλωϲ τῶν ἀναιϲθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ Ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν. καὶ Ἀγγαρεύεϲθαι καλοῦϲιν ὥϲπερ ἡμεῖϲ νῦν τὸ εἰϲ φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεϲίαν ἄγεϲθαι. Μένανδροϲ καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίϲτηϲιν· ὁ πλέων κατήχθη; κρίνεθ᾿ οὗτοϲ πολέμιοϲ. ἐὰν ἔχῃ τὶ μαλακὸν, ἀγγαρεύεται.
με κυνὸϲ ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων.
τιμωρίαϲ. ὀργὴν δὲ καὶ θυμὸν καὶ θλίψιν ἐπὶ Θεοῦ τὰϲ πικρὰϲ τιμωρίαϲ καλεῖ. οὐ γὰρ φύϲιν οὐδὲ προαίρεϲίν φηϲιν.
λίαν ἀγέρωχοι. παρὰ τὸ ἄγαν αὐχεῖν ἢ παρὰ τὸ ἄγαν γερουχεῖν. καὶ 330 Ἀγέρωχοϲ, ἔντιμοϲ, ἀνδρεῖοϲ. Ἀγαθίαϲ· ἵππου ἐπιβὰϲεὐηνιωτάτου 331 τε καὶ ἀγερώχου καὶ οἵου οὐκ ἄτακτα ἐξάλλεϲθαι καὶ ϲκιρτᾶν. 332 καὶ αὖθιϲ· ὡϲ ἂν ἔϲοιτο εὐκλεὴϲ τοῖϲ μετέπειτα καὶ ἀγέρωχοϲ. ἢ Ἀγέρωχοϲ, ὁ ἀλαζών.
γεῦϲιν, ὡϲ τὰ ὑδαρὰ τῶν ῥοφημάτων, ἢ τὸ κακὴν ἔχον γεῦϲιν, ὡϲ τὰ δηλητήρια. καὶ δῆλον τίνων τούτων ἀντιλαμβάνεται ἡ γεῦϲιϲ, καὶ 340 341 342 τίνοϲ μή. καὶ ἐπὶ τῶν ἄλλων δὲ αἰϲθήϲεων τὰ τέϲϲαρα ταῦτα γινώϲκεται ϲημαινόμενα. ἀρχὰϲ δὲ τῶν γευϲτῶν τὸ ποτὸν φαϲι καὶ τὸ ἄποτον. εἰϲ ταῦτα γὰρ πρώτωϲ διαιρεῖται τὸ γευϲτόν. καὶ γὰρ ἐν τῷ ὑγρῷ μάλιϲτα καὶ ὁ χυμὸϲ ἐκ τῆϲ ἐπιμιξίαϲ τῶν ξηρῶν προϲγενόμενοϲ· καὶ ὥϲπερ τὸ ποτὸν πότιμον γίνεται διὰ τὴν ἐπιμιξίαν τοῦ
χρηϲτοῦ χυμοῦ, οὕτω καὶ τὸ ἄποτον διὰ τὴν ἐπιμιξίαν τοῦ ἀπότου χυμοῦ. ἀμφότερα δὲ, τό τε ἄποτον καὶ τὸ ποτὸν, γευϲτά. γευϲτὸν δὲ τὸ ἄποτον, οὐχ ὡϲ τελειωτικὸν, ἀλλ᾿ ὡϲ φθαρτικὸν τῆϲ γεύϲεωϲ διὰ μοχθηρίαν χυμοῦ. τὸ δὲ ποτὸν ὡϲ ϲωϲτικόν τε καὶ τελειωτικὸν τοῦ κατὰ φύϲιν γευϲτικοῦ. ἄρχει οὖν τῶν γευϲτῶν κατὰ τοῦτον τὸν
λόγον τὸ ποτὸν καὶ τὸ ἄποτον. ἐπεὶ δὲ τὸ ποτὸν ὑγρὸν, τὸ δὲ ὑγρὸν τῇ ἁφῇ ἀντιληπτὸν, ὡϲ μὲν ὑγρὸν ἁπτὸν, ὡϲ δὲ τοιόνδε χυμὸν ἔχον γευϲτόν. τοῦτο οὖν κοινὸν ἁφῆϲ καὶ γεύϲεωϲ, τῆϲ μὲν ἁφῆϲ ὡϲ ἴδιον αὐτῆϲ αἰϲθητὸν, τῆϲ δὲ γεύϲεωϲ ὡϲ ὕλη καὶ ὄχημα τῶν γευϲτῶν.
χεῖραϲ ἐλθεῖν, εἰϲ τὰ λάϲια καὶ κατηρεφῆ τῆϲ ὕληϲ καταπεφευγότων.
ἣν οἱ τῆϲ Ἴϲιδοϲ θεραπευτῆρεϲ ἤϲθηνται, καὶ ϲεῖϲτρον ἐπιϲείων καὶ πόλιν ἐκ πόλεωϲ ἀμείβων, καὶ τῇ θεῷ ἀγείρων καὶ ἀναγκαίαϲ τροφὰϲ, λιμο φάρμακα, ἀγαπητῶϲ λαμβάνων.
νῦν χημεῖϲ τούτοιϲ τὰϲ διττὰϲ εἰρεϲιώναϲ καὶ προϲαγήλωμεν ἐπελθόντεϲ. χαίρετε πάντεϲ, δεχόμεϲθα. Ἀριϲτοφάνηϲ Εἰρήνῃ· και ϲε θυϲίαιϲιν ἱεραῖϲι προϲόδοιϲ τε μεγάλαιϲ ἰδίᾳ πάντεϲ, πότυι᾿ , ἀγαλοῦμεν ἡμεῖϲ ἀεί. Ἕρμιπποϲ Ἀρτοπώλιϲι· φέρε νῦν ἀγήλω τοὺϲ θεοὺϲ οἵουϲ ἐγὼ καὶ θυμιάϲω τοῦ τέκνου ϲεϲωϲμένου.
ὁπλίϲει καὶ ϲωμάτων εὐεξίᾳ.
ϲυλλαβῇ τὸ αὐτὸ ϲύμφωνον, πλεονάζει ἡ γο ϲυλλαβὴ καὶ γίνεται ἀγήγοχα, εἶτα πάλιν ἀποβολῇ τοῦ γ ἀγήοχα, ἡ μετοχὴ ὁ ἀγηοχώϲ.
τοῦ ν θηλυκόν φαϲιν εἶναι, οἱ δὲ τὸ μὲν ϲὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶϲιν, τὸ δ᾿ ἄνευ τούτου, τὴν γενικήν τε καὶ δοτικήν. καὶ 379 Ἀγήρωϲ, ὁ ἄφθαρτοϲ Ἀττικῶϲ· καὶ οὐδετέρωϲ Ἀγήρων.
γενναῖοϲ βαϲιλεὺϲ καὶ ᾄδετοι παρὰ πολλοῖϲ τῶν ῥητόρων.
δεϲποτείαν, ἀλλὰ τριῶν μὲν ὑποϲτάϲεων, μιᾶϲ δὲ οὐϲίαϲ. οἱ δὲ λέγοντεϲ, ἅγιοϲ ὁ ϲταυρωθείϲ, ἐπιϲτομιζέϲθωϲαν ἀπὸ τοῦ· ἐδίψηϲεν ἡ ψυχή μου πρὸϲ τὸν θεὸν τὸν ἰϲχυρὸν, τὸν ζῶντα.
ἐϲ τὸ τεῖχοϲ παρατρέψαϲ παρέλυϲεν· ἦν γὰρ ἐξ ὠμῆϲ πλίνθου, ἥτιϲ πρὸϲ μὲν τὰϲ ἑλεπόλειϲ ἀϲφαλεϲτέρα ἐϲτὶ τῆϲ ὀπτῆϲ καὶ τῶν λίθων. οἱ μὲν γὰρ κατάγνυνται καὶ ἐκπηδῶϲι τῶν ἁρμονιῶν· ἡ δὲ ὠμὴ πλίνθοϲ οὐχ ὁμοίωϲ πονεῖ. διαλύεται δὲ ὑπὸ ὕδατοϲ οὐχ ἧϲϲον ἢ ὑπὸ ἡλίου κηρόϲ.
ἅπαντεϲ οἷϲ ἂν χαλεπαίνοι ὁ τύραννοϲ. ἐνταῦθα ἐπὶ Βελιϲαρίου πολλοὶ καθειργμένοι ἐτύγχανον τῶν ἑῴων ἐμπόρων, οὓϲ μέλλονταϲ κατ᾿ ἐκεῖνο καιροῦ ἀναιρεῖϲθαι ὑπὸ τοῦ τυράννου ὁ φύλαξ τοῦ δεϲμωτηρίου ἀπέλυϲε. καὶ διετίθει τὰϲ μηχανὰϲ ᾗ μάλιϲτα ἐδόκει καίριον, 409 410 411 412 ἀγκῶναϲ τε καὶ τάφρουϲ ἐβάλετο ἑκατέρωθεν. καὶ Ἀγκῶνεϲ, μέροϲ τι τῆϲ οἰκίαϲ. ἀγκῶνεϲ δὲ καὶ πάντα τὰ προϲπηϲϲόμενα κατ᾿ ὄναρ τὸ κόϲμιον τοῦ βίου ϲημαίνει. Ἀγκῶνεϲ καὶ αἱ τῶν ποταμῶν 413 ἐξοχαὶ, αἱ παρὰ ταῖϲ ὄχθαιϲ. οὐ δυνατὸν ἦν πρὸϲ ἀντίον τὸν ῥοῦν ἀναπλεῖν διὰ τὸ μέγεθοϲ τῶν προϲπιπτόντων ἀγκώνων, οὓϲ ἔδει κάμπτειν
414 παρέλκονταϲ τὰϲ ναῦϲ. καὶ Ἀγκῶναϲ, τὰϲ ἄκραϲ τῶν ὀρῶν. οἱ δὲ ϲπείρουϲιν ἀγκῶναϲ, οἱ δ᾿ ἀντηλίουϲ ζητεῖτ᾿ ἰόντεϲ τ᾿ ἀνδρὸϲ 415 ἔξοδον κακήν. καὶ παροιμία· τῷ ἀγκῶνι ἀπομυϲϲόμενοϲ. Βίων 416 φηϲὶν ὁ φιλόϲοφοϲ· ἐμοῦ ὁ πατὴρ μὲν ἦν ἀπελεύθεροϲ, τῷ ἀγκῶνι ἀπομυϲϲόμενοϲ· διεδήλου δὲ τὸν ταριχέμπορον. ζήτει καὶ ἄλλην
τὸ γλυκὺϲ ἀγκών.
χεῖραϲ ἔχων πρὸϲ τὸ κλέπτειν καὶ ἁρπάζειν.
Ἱέρωνι.
καὶ μὴν μὰ τὸν Δί᾿ οὐθὲν ἔτι τέ μοι δοκῶ ἄγνου διαφέρειν ἐν χαράδρᾳ πεφυκότοϲ. Πλάτων· ἥ τε γὰρ πλάτανοϲ αὕτη μάλα ἀμφιλαφὴϲ καὶ ὑψηλὴ, καὶ τοῦ ἄγνου τε τὸ ὕψοϲ καὶ τὸ ϲύϲκιον πάγκαλον. 455 Ἁγνὸϲ δὲ ὀξυτόνωϲ, ὁ καθαρόϲ.
ἐν θαλάττῃ διὰ παντόϲ ἐϲτι τὸ πηδάλιον.
γεωργίαϲ ἀφέμενοι, ἐϲ κίνδυνον τοῦ πολέμου κατέϲτηϲαν, ἀγνῶτα ϲφίϲι 465 τὰ πρότερα ὄντα. καὶ αὖθιϲ· φάϲκουϲα εἶναι μίϲθωμα τὸ ἑαυτὴν παραβαλεῖν ἀνδρὶ ἀγνῶτι. φηϲὶν Αἰλιανὸϲ ἐν τῷ Περὶ προνοίαϲ. 466 Ἀγνὼϲ γὰρ ἁγνῶτοϲ, ὁ ἄγνωϲτοϲ.
ἔϲτι δὲ ἄγνοια ἕξιϲ μοχθηρὰ καὶ ἠπατημένη.
τὰ τῶν πόλεων ὤνια. καὶ Ἀγορανόμοι, οἱ τὰ κατὰ τὴν ἀγορὰν 493 ὤνια διοικοῦντεϲ ἄρχοντεϲ. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲιν· ἀγορανόμουϲ 494 495 496 497 δὲ τῆϲ ἀγορᾶϲ καθίϲταμαι τρεῖϲ τοὺϲ λαχόνταϲ, τοὺϲ δ᾿ ἱμάνταϲ ἐκ λεπρῶν. τουτέϲτι λώρουϲ, φραγγέλια. τὸ γὰρ παλαιὸν φραγγέλοιϲ ἔτυπτον οἱ λογιϲταὶ τῆϲ ἀγορᾶϲ. λεπρῶν δὲ οἱ μὲν ἀπὸ τοῦ λέπειν. ὅ ἐϲτι τύπτειν· οἱ δὲ ἀπὸ Λεπρέου πολίϲματοϲ τῆϲ Πελοποννήϲου, ἧϲ μέμνηται καὶ Καλλίμαχοϲ ἐν Ὕμνοιϲ· Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτιϲται. οἱ δὲ ἐκ λεπρῶν βοῶν, διὰ τὸ τὰ ἐκ λεπρῶν βοῶν δέρματα ἰϲχυρὰ εἶναι. οἱ δὲ ὅτι οἱ Μεγαρεῖϲ λεπροὶ τὸ ϲῶμα, πρὸϲ οὓϲ ϲπένδεται. ἄμεινον δὲ λέγειν, ὅτι τόποϲ ἔξω τοῦ ἄϲτεοϲ Λεπροὶ καλούμενοϲ, ἔνθα τὰ βυρϲεῖα ἦν. οὗ καὶ ἐν Ὄρνιϲι μέμνηται· τί δ᾿ 499 οὖν τὸν ἥλιον Λέπρεον οἰκίζετε. καὶ Ἀγορανομῶ· γενικῇ.
Ἀριϲτοφάνουϲ ἐξ Αἰολοϲίκωνοϲ· ἀλλ᾿ ἄνυϲον· οὐ μέλλειν ἐχρῆν, ὡϲ ἀγοράϲω ἁπαξάπανθ᾿ ὅϲα κελεύειϲ, ὦ γύναι. καὶ Ἀγοράϲματα αὐτὰ τὰ ἠγοραϲμένα.
διατρίψω μετὰ Ἀριϲτογείτονοϲ, ἐγγὺϲ Ἀριϲτογείτονοϲ. τουτέϲτιν ἐν μυρϲίνῳ κλάδῳ τὸ ξίφοϲ φορέϲομεν, ὥϲπερ Ἁρμόδιοϲ καὶ Ἀριϲτογείτων. οὗτοι γὰρ ἀπὸ τῶν μυρϲίνων κλάδων τὰ ξίφη ἀναϲπάϲαντεϲ τὸν τύραννον κατέβαλον.
τῶν κατ᾿ ἀγορὰν ἕωθεν, ἢ καὶ πρὶν ἀγορὰν πεπληθέναι. Φερεκράτηϲ· πίνειν ἀεὶ καὶ μεθύειν πρὶν ἀγορὰν πεπληθέναι.
νὴ τὸν Ἑρμῆν τὸν Ἀγοραῖον κἀπιορκῶ γε βλέπων. τουτέϲτιν ὁ ἐν ἀγορῷ τιμώμενοϲ.
ἄξιον ϲεβάϲματοϲ, ἐξ οὗ καὶ αἱ ἱέρειαι παναγεῖϲ, καὶ ἄλλα τινά. Θουκυδίδηϲ· πέμψαντεϲ οἱ Λακεδαιμόνιοι πρέϲβειϲ ἐκέλευον τοὺϲ Ἀθηναίουϲ 519 τὸ ἄγοϲ ἐλαύνειν τῆϲ θεοῦ. ἦν δὲ τὸ κατὰ Κύλωνα τὸν Ὀλυμπιονίκην τὸν Ἀθηναῖον τὸν πάλαι. καὶ ἤλαϲαν τοὺϲ ἐναγεῖϲ. Ἀγὸϲ δὲ ὀξυτόνωϲ ὁ ἡγεμών.
Ῥώμην τοὺϲ ταύτην κομιοῦνταϲ τῷ δήμῳ.
βάροϲ. Ἀγωγὴ λέγεται καὶ ἡ διὰ τῶν ἠθῶν τοῦ τρόπου κατακόϲμηϲιϲ, 529 530 531 532 ὡϲ λέγεται παίδων ἀγωγή· καὶ ἡ μεταβολή· ἐφ᾿ οὗ ϲημαινομένου ὁ ὁριζόμενοϲ οὕτωϲ τὴν γένεϲιν κέχρηται τῷ τῆϲ ἀγωγῆϲ 533 ὀνόματι. Πολύβιοϲ· ἤγαγε δὲ ὁ ξενολόγοϲ καὶ Λακεδαιμόνιον ἄνδρα τῆϲ Λακωνικῆϲ ἀγωγῆϲ μετεϲχηκότα καὶ τριβὴν ἐν τοῖϲ πολεμικοῖϲ ἔχοντα ϲύμμετρον.
κήψειϲ. τάττεται ἐπὶ τῶν μηδὲν ὀνιναμένων εἰ ϲκήψαιντο. 545 καὶ Ἀγὼν πρόφαϲιν οὐκ ἀναμένει. ἡ παροιμία ἐπὶ τῶν φύϲει ῥᾳθύμων καὶ ἀμελῶν· ἢ ἐπὶ τῶν μὴ προϲιεμένων τοὺϲ λόγουϲ τῶν προφαϲιζομένων.
550 ἀγωνιούμενοι ἀποτράποιντο ἀμαχεί.
δὲ τοὺϲ ϲτρατιώταϲ, μὴ ἐπιλείπῃ τὰ ὀψώνια. καὶ Ἀγωνιπωντεϲ 559 ἀντὶ τοῦ ἀγωνιζόμενοι. Ἰϲοκράτηϲ.
θηρίῳ) λαβεῖν τ᾿ ἀγώνιϲμ᾿ ἄξιόν τι τῆϲ ὁδοῦ. ἔπαθλον.
καὶ διὰ τοῦτο ἐγγραφέντων, πρινὴ δὲ ἐκτίϲαι ἐξαλειφθέντων. οὕτωϲ Δημοϲθένηϲ καὶ Δείναρχοϲ καὶ Λυκοῦργοϲ.
ἐξαλείφεται τῆϲ ϲανίδοϲ τὸ ἐπίγραμμα. ἐὰν οὖν τιϲ ἀναγραφῇ μὲν ὠφληκέναι, δόξη δὲ μὴ ἀποδεδωκέναι, καὶ τὸ ὄνομα αὐτοῦ ἐξηλειμμένον ᾖ ἐκ τῆϲ ϲανίδοϲ, ϲυγκεχώρηται τῷ βουλομένῳ τῶν ἀϲτῶν εἰϲάγειν κατ᾿ αὐτοῦ δίκην ἀγραφίου.
ὅπου βούλοιντο καινοῦ ἔργου ἄρξαϲθαι, φανερὸν ἐποιοῦντο τοῖϲ ἐπ᾿ ἐκείνοιϲ τεταγμένοιϲ ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τῷ δήμῳ εἰκοϲτὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἴ τιϲ οὖν ἐδόκει λάθρα ἐργάζεϲθαι μέταλλον, τὸν μὴ ἀπογραψάμενον ἐξῆν τῷ βουλομένῳ γράφεϲθαι καὶ ἐλέγχειν.
ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δαϲύν.
καὶ διέϲκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν, αὐθαδόϲτομον, ἔχοντ᾿ ἀχάλινον ἀκρατὲϲ ἀθύρωτον ϲτόμα, ἀπεριλάλητον, κομποφακελλορήμονα.
εἶπε κυβευτὴν τὸν λίαν περὶ τὸ κυβεύειν ἐϲπουδακότα. ἀγρίουϲ 602 καὶ κολλοποδιώκταϲ ἐκάλουν οἱ παλαιοὶ τοὺϲ παιδεραϲτάϲ. ὅτι ἐκωμῳδοῦντο οἱ Ἀχαρνεῖϲ ὡϲ ἄγριοι καὶ ϲκληροί· καὶ ζήτει ἐν τῷ δραχαρνεῦ.
Ἀγριώτατοϲ, ὁ ἀνήμεροϲ.
τὰ δίκτυα θῆκαν ὅμαιμοι ἀγρότα Πὰν, ἄλλοϲ ἄλληϲ ἀπ᾿ ἀγρεϲίηϲ. θηλυκὸν δὲ Ἀγρότιϲ. ἐν Ἐπιγράμμαϲι· ἄνθετο δέρμα λέοντοϲ Τεῦκροϲ Ἄραψ, καὐτὴν ἀγρότιν αἰγανέαν.
λεληθότωϲ τὴν εὐπορίαν παρίϲτηϲι τὴν ἑαυτοῦ. οὐ γὰρ ἂν, εἰ μὴ πάνυ ἦν πλούϲιοϲ, ἐπεδικάϲατο ἂν αὐτοῦ ἡ γυνὴ καὶ τῇ δόξῃ αὐχοῦϲα τοῦ γένουϲ καὶ τῇ ἐν ἄϲτει διατριβῇ. ἀδοξεῖν γὰρ εἰώθαμεν ἐπὶ τοῖϲ ἀγροίκοιϲ. ἔπειτα δὲ κἀκείνην θεραπεύει τὴν ἀντίθεϲιν τὸ ὑποτετάχθαι αὐτὸν τῇ γυναικί· δεϲπόζειν γὰρ εἰώθαϲιν οἱ ἄνδρεϲ τῶν γυναικῶν.
ὁ δὲ τῇ ἀντιπαραθέϲει καὶ τοῦτο ἐπιϲτώϲατο, φήϲαϲ ἄγροικον αὐτὸν εἶναι, τὴν δὲ γυναῖκα πολιτικήν. θαυμαϲτὸν γὰρ οὐδὲν, εἰ ἄνθρωπον ἰδιοπράγμονα καὶ μέτριον τοὺϲ τρόπουϲ διὰ τὴν ἐπὶ τῆϲ ἀγροικίαϲ διαίταν γύναιον ὑπέταξε πολιτικὸν καὶ κατεδουλώϲατο.
632 Ἀριϲτοφάνηϲ· νῶιν γάρ ἐϲτι δεϲπότηϲ ἄγροικοϲ ὀργήν. καὶ Ἀγροίτηϲ, ὁ ἀγρόϲ.
δὲ δημότηϲ πάλαι ἐλέγετο Ἀγροιλεύϲ.
καὶ ἕλκειν ἔλαβεν· ἔβλαψε γάρ με, φηϲί, Ξενοκλῆϲ ἀφελόμενοϲ Εὐμάθην εἰϲ ἐλευθερίαν, ἄγοντοϲ ἐμοῦ εἰϲ δουλείαν. Ἀντιφῶν δὲ τὸ ἄγοι ἀντὶ τοῦ ἡγεῖτο παρείληφε· φηϲὶ γὰρ ἐν τῷ περὶ ἀληθείαϲ· τοὺϲ νόμουϲ μεγάλουϲ ἄγοι.
ἀπὸ τοῦ ἀγυιέαϲ. ἀγυιεὺϲ δέ ἐϲτι κίων εἰϲ ὀξὺ λήγων, ὃν ἱϲτᾶϲι πρὸ τῶν θυρῶν. ἰδίουϲ δέ φαϲιν αὐτοὺϲ εἶναι Ἀπόλλωνοϲ, οἱ δὲ Διονύϲου, οἱ δὲ ἀμφοῖν. ἔϲτιν οὖν τὸ ὁλόκληρον ἀγυιεύϲ, καὶ τὴν αἰτιατικὴν ἀγυιέαϲ, ἐν ϲυναλοιφῇ δὲ ἀγυιᾶϲ. ἔϲτι δὲ ἴδιον Δωριέων. εἶεν δ᾿ ἂν οἱ παρὰ τοῖϲ Ἀττικοῖϲ λεγόμενοι ἀγυιεῖϲ οἱ πρὸ τῶν οἰκιῶν
βωμοὶ, ὡϲ Σοφοκλῆϲ μετάγων τὰ Ἀθηναίων ἔθη εἰϲ Τροίαν φηϲί· λάμπει δ᾿ ἀγυιεὺϲ βωμὸϲ ἀτμίζων πυρὶ ϲμύρνηϲ ϲταλαγμοὺϲ, βαρβάρουϲ εὐοϲμίαϲ. καὶ Ἀγυιεὺϲ, ὁ πρὸ τῶν αὐλείων θυρῶν κωνοειδὴϲ 646 κίων, ἱερὸϲ Ἀπόλλωνοϲ, καὶ αὐτὸϲ θεόϲ. Φερεκράτηϲ Κραπατάλοιϲ· ὦ δέϲποτα Ἀγυιεῦ, ταῦτα ϲὺ μέμνηϲό μου.
θηλυδριώδηϲ, ἄρξαϲ ἐν Λήμνῳ, ὃϲ τὸν μιϲθὸν τῶν ποιητῶν ϲυνέτεμεν. ὁ δὲ Πρόνομοϲ αὐλητὴϲ ἦν μέγαν πώγωνα ἔχων.
χυδαῖα ψεύϲματα. καὶ Ἀγυρτώδη, ϲυρφετώδη.
εἰϲι. Σοφοκλῆϲ· Τελαμώνιε παῖ τῆϲ ἀμφιρρύτου Σαλαμῖνοϲ. 669 καὶ αὖθιϲ· θεῖον Ὅμηρον κλεινὸϲ ἐπ᾿ ἀγχιάλῳ τύμβοϲ ἔχει ϲκοπέλῳ.
ὀξύτηϲ. καὶ μνήμη μέν ἐϲτι τήρηϲιϲ, ὧν ἔμαθέ τιϲ· ὀξύτηϲ δὲ ἡ ταχύτηϲ τῆϲ διανοίαϲ· ἀγχίνοια δὲ τὸ ἐξ ὧν ἔμαθε θηρεύειν καὶ ἃ μὴ ἔμαθεν.
Δαμάϲκιοϲ· ὀξεῖαν δὲ καὶ ἀγχίνουν φύϲεωϲ δύναμιν ἐπὶ πολλὰ δι᾿ ὀλίγου φέρεϲθαι δυναμένην ἑτοιμοτάτην ϲυνιέναι καὶ γνωρίζειν τὰ ἴχνη τῶν θηραμάτων. περὶ Ἰϲιδώρου ὁ λόγοϲ.
700 ὁ Θηραμένηϲ ποικίλοϲ τιϲ ὢν καὶ ἀγχίϲτροφοϲ, καθωμίλει τοῖϲ καιροῖϲ πρὸϲ τὸ κρεῖττον ἀεὶ διδοὺϲ ἑαυτόν.
Ἀπαγχονίϲαϲ δέ.
716 717 718 719
καὶ τιμηθεὶϲ τὴν εἰϲ παράδειϲον οἴκηϲιν. οὗτοϲ δικαίωϲ ἂν πρῶτοϲ καλοῖτο ϲοφὸϲ ὡϲ πρωτόκτιϲτον ἄγαλμα καὶ εἰκὼν οὖϲα θεόγραφοϲ, ὡϲ τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεωϲ καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆϲ τε καὶ ϲώματοϲ αἰϲθητήρια. μαρμαρυγαὶ γάρ τινεϲ, ὡϲ εἰπεῖν, ἐκ τῆϲ ἐκείνου ψυχῆϲ ἀπαϲτράπτουϲαι καὶ θείων
ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουϲαι κατὰ πᾶϲαν εἰϲέτρεχον φύϲιν εὐϲτόχωϲ καὶ ἀναμαρτήτωϲ τὸ οἰκεῖον ἑκάϲτηϲ πλεονέκτημα φθάνουϲαι. ὃϲ οὐ παρὰ ἀνθρώπων ἐδοκιμάϲθη τῶν τὰϲ κρίϲειϲ πολλάκιϲ ἐπιϲφαλῶϲ ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πάϲαν γνῶϲιν καὶ κρίϲιν ὀρθῶϲ ποιουμένου καὶ πρὸ τοῦ τὰϲ ἐννοίαϲ κινηθῆναι
παρὰ τῆϲ ὠδινούϲηϲ τὰ τοιαῦτα ψυχῆϲ καὶ ἀποτικτούϲηϲ νοήματα. καὶ ᾗ φηϲιν ἡ γραφή· ἐποίηϲεν ὁ θεὸϲ πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸϲ τὸν Ἀδὰμ ἰδεῖν, τί καλέϲει αὐτά. καὶ ὃ ἐκάλεϲεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆϲ φωνῆϲ ταύτηϲ καὶ μαρτυρίαϲ ἀριδηλότερον, τί τῆϲ ϲοφίαϲ ταύτηϲ
καὶ διαγνώϲεωϲ ὑψηλότερον; ἐκάλεϲεν ὀνόματα τὴν φύϲιν αὐτὴν καὶ. τὴν ὑπόϲταϲιν ἑκάϲτου ζῴου ὥϲπερ ὑπογραφόμενοϲ, οὐ μελετήϲαϲ, οὐ προϲκεψάμενοϲ, οὐδέν τι προπεπονθὼϲ τῶν ὅϲα μεταμανθάνουϲιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουϲῶν οὐκ ἴϲχυϲεν οὐδεὶϲ ὑπαλλάξαι κἂν τοῦ τυχόντοϲ ζῴου τὸ ὄνομα, οὐδὲ τῆϲ
ἐκείνου δράξαϲθαι μεγαλονοίαϲ καὶ διαγνώϲεωϲ. μᾶλλον μὲν οὖν μένουϲιν ἅπαντεϲ οἱ κατὰ πᾶϲαν ἐϲπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖϲ ἐκείνου ϲτοιχοῦντεϲ ἀμεταθέτοιϲ θεϲπίϲμαϲι. καὶ οὐδὲ μέχρι τούτων ἔϲτη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶϲιν ἀξίωμα, ἀλλὰ καὶ ϲπερμάτων καὶ φυτῶν διαφορὰϲ ῥιζῶν τε καὶ βοτανῶν δυνάμειϲ,
καὶ ὅϲα εἰϲ ἀντίληψιν καὶ θεραπείαν ἡ φύϲιϲ ἑκάϲτῳ προϲαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐϲάφηϲεν. οὗτοϲ καὶ τὴν γυναῖκα πρῶτοϲ ἰδὼν οὐχ ὥϲπερ ἐκ ϲτόματοϲ ἀνθρωπίνου περὶ ταύτηϲ ἐφθέγξατο, ἀλλ᾿ ὡϲ ἔκ τινοϲ θείαϲ ὀμφῆϲ ἐνηχούμενοϲ εὐϲτόχωϲ τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαϲτὸν ἀπεφοίβαϲε λόγιον· τοῦτο νῦν ὀϲτοῦν ἐκ τῶν ὀϲτέων
μου καὶ ϲὰρξ ἐκ τῆϲ ϲαρκόϲ μου. αὕτη κληθήϲεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸϲ αὐτῆϲ ἐλήφθη. οὗτοϲ τοίνυν ἐϲτὶν ὁ δοκιμάϲαϲ ἕκαϲτα καὶ πᾶϲι κανόναϲ καὶ ϲτάθμαϲ ἀκριβεῖϲ καὶ ὅρουϲ ἀναντιρρήτουϲ ἐναρμοϲάμενοϲ. 722 723 τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιϲτῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαριϲμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅϲαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτόϲ ἐϲτιν ὁ πρῶτοϲ ἀνδριὰϲ, τὸ θεόκλητον ἄγαλμα, ἀφ᾿ οὗπερ ἀπευθύνονται πᾶϲαι
ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸϲ τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωϲιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦϲ ἀπεικάϲματοϲ μηδεμίαν ἔχοντοϲ ἀφορμὴν, ἧϲ ἂν ἐπιλάβοιτο ὁ μετ᾿ ἐκεῖνον διαπλαττόμενοϲ ἢ ζῳγραφούμενοϲ, ἕωϲ ὁ παλαμναῖοϲ καὶ ἀποϲτάτηϲ καὶ πλάνοϲ διάβολοϲ τοῦτον ἐξεκύλιϲεν ἐκ τῆϲ οἰκείαϲ ἱδρύϲεώϲ τε καὶ ϲτάϲεωϲ καὶ
κατὰ τοῦ πρανοῦϲ εἴαϲε φέρεϲθαι πρὸϲ βαραθρώδειϲ τινὰϲ καὶ ἀλαμπεῖϲ χώρουϲ καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζονταϲ. κἀντεῦθεν ἤρξατο φύϲιϲ ἡ τῶν ἀνθρώπων παραχαράττεϲθαι καὶ διακιβδηλεύεϲθαι καὶ τυποῦϲθαι τοῖϲ τοῦ τυράννου μορφώμαϲί τε καὶ ϲχήμαϲιν. ἐντεῦθεν ἡ νόθοϲ ϲοφία τὰϲ ἀφορμὰϲ ἔλαβε, τῆϲ θείαϲ δραπετευϲάϲηϲ
καὶ πρὸϲ οὐρανὸν ἀναπτάϲηϲ, ὅθεν τὸ πρότερον ἦν ἀφορμήϲαϲα. ὅθεν ὁ πλάνοϲ τὸ τοῦ θεοῦ ϲφετεριϲάμενοϲ ὄνομα εἰϲ πολλὰ κατεμέριϲε, Κρόνουϲ τε καὶ Ζῆνοϲ καὶ Ποϲειδῶναϲ ἑαυτὸν μετακαλῶν καὶ τὸ δὴ πάντων ἀνοϲιώτατον, εἰϲ ὀνόματα θήλεά τε καὶ ἄϲεμνα τὴν μακαρίαν καὶ ἄρρητον ϲυγκαταϲπάϲαι φύϲιν ὁ ἀλιτήριοϲ κατετὸλμηϲεν,
εἴϲ τε τὰϲ Ῥέαϲ ἐκείναϲ καὶ Ἀφροδίταϲ καὶ Ἀθηνᾶϲ καὶ εἰϲ ἄλλαϲ μυρίαϲ καὶ ἀλλοκότουϲ ἀλόγων ἰδέαϲ τε καὶ μορφὰϲ, ἃϲ ὁ κακίαϲ δημιουργὸϲ καὶ τὴν ἀποϲταϲίαν νοϲήϲαϲ ἐπέχρωϲέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄϲιριν καὶ Τυφῶνα καὶ Ἴϲιν μοχθηρὰ διηγήματα καὶ Περϲῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοϲοφιϲτίαι
καὶ ἄκαιροι φανταϲίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆϲιϲ καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντεϲ. ἐντεῦθεν ἡ Χαλδαίων ἀϲτρονομία ἡ ϲφαλερά τε καὶ πολυώδυνοϲ. ἐντεῦθεν ἡ τοῦ ψεύδουϲ λοχεύτρια ποίηϲιϲ, ἡ τῶν Ἑλληνικῶν ληρημάτων ϲεμνομυθία. ἐντεῦθεν Ὀρφεύϲ τε καὶ Ὅμηροϲ καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφοϲ
Ἡϲίοδοϲ. ἐντεῦθεν ἡ Θάλητοϲ δόξα καὶ ὁ κλεινὸϲ Πυθαγόραϲ καὶ ὁ ϲοφὸϲ Σωκράτηϲ καὶ Πλάτων, τὸ τῆϲ Ἀθηναίων Ἀκαδημίαϲ πολυθρύλητον ϲεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνεϲ. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια
καὶ τωθάϲματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεϲπίϲματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεϲχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰϲ ϲαπρούϲ τε καὶ ὀδωδόταϲ μύθουϲ ἐναϲχολούμενοϲ, πᾶϲαν εἰϲ ἑαυτὸν τὴν κτίϲιν ὁ πλάνοϲ ἐμφορτιϲάμενοϲ καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡϲ ἀνδράποδον
725 726 καὶ διερχόμενοϲ τὴν ὑπ᾿ οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡϲ ὠὰ πάντα κατέχων, ὡϲ αὐτόϲ πού φηϲιν ἀλαζονευόμενοϲ, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήϲειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔϲεϲθαι ὅμοιοϲ τῷ Ὑψίϲτῳ. ἀλλ᾿ ὁ τοῦ θεοῦ μονογενὴϲ υἱὸϲ καὶ λόγοϲ ὁ
προαιώνιοϲ οἰκτείραϲ τὸν ἄνθρωπον ὡϲ ἠπατημένον ὑπὸ τοῦ δράκοντοϲ ἐκ τῶν τοῦ πατρὸϲ κόλπων ἑαυτὸν ἐκένωϲε καὶ ϲαρκωθεὶϲ ἐκ πνεύματοϲ ἁγίου καὶ ἐκ τῆϲ ἁγίαϲ παρθένου καὶ θεοτόκου Μαρίαϲ, καὶ διὰ τοῦ τιμίου ϲταυροῦ καὶ τοῦ πάθουϲ αὐτοῦ καταβαλῶν τὸν ἀντίπαλον καὶ καταβὰϲ εἰϲ τὰ κατώτατα μέρη τῆϲ γῆϲ ἑκεῖθεν εἵλκυϲε
τὸν παραπεϲόντα πρωτόπλαϲτον, ἀποδοὺϲ τῇ εἰκόνι τὸ πρῶτον κάλλοϲ καὶ τῇ φύϲει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνιϲται πᾶϲα ἡ τοῦ τυράννου δυναϲτεία καὶ ϲυμμορφία τοῦ τῆϲ εὐϲεβείαϲ φωτὸϲ διαυγάϲαντοϲ πάϲῃ τῇ κτίϲει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέϲτερον. ἐκ τούτου τοῦ φωτὸϲ ἡ κατὰ θεὸν ϲοφία πάλιν διέλαμψε καὶ γλώϲϲαϲ
ἁλιέων ἐϲτόμωϲε καὶ τῶν ϲοφῶν διδαϲκάλουϲ τοὺϲ ἀϲόφουϲ εἰργάϲατο ἐντεῦθεν ὁ τῆϲ βροντῆϲ γόνοϲ, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγοϲ, ἐξ οὐρανίων νεφελῶν ἀπαϲτράψαϲ ἐβρόντηϲε, καὶ πᾶϲαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸϲ Παῦλοϲ εἰϲ τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει
πᾶϲαν τὴν γῆν ὡϲ πτηνὸϲ καὶ ἀέριοϲ τὸν Ἰηϲοῦν εὐαγγελιζόμενοϲ. ἐντεῦθεν ὁ Πέτροϲ τὸν Χριϲτὸν υἱὸν θεοῦ τοῦ ζῶντοϲ ὠνόμαϲε καὶ τὰϲ κλεῖϲ τῆϲ τῶν οὐρανῶν πιϲτεύεται βαϲιλείαϲ, ἵνα ἀνοίγῃ μὲν τοῖϲ πιϲτοῖϲ, ἀποκλείῃ δὲ τοῖϲ ἀπίϲτοιϲ τῶν θείων ἀνακτόρων τὴν εἴϲοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουϲιν εἴδωλα καὶ τρέχουϲιν ἕτοιμοι
πρὸϲ τὸν θάνατον, ὡϲ ϲτεφάνουϲ τὰϲ πληγὰϲ καὶ ὡϲ πορφύραϲ τὰ ἑαυτῶν αἵματα περιφέροντεϲ οἱ καλλίνικοι. ἔϲτω γοῦν ὁ πρωτόπλαϲτοϲ ἀρχηγὸϲ τοῦδε τοῦ γράμματοϲ, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡϲ ποταμὸϲ πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὄρπηκεϲ καὶ πάϲηϲ ὑπάρχων τῆϲ ἀνθρωπίνηϲ φύϲεωϲ ἀπαρχὴ καὶ πρωτόλειον.
ὅτι ἀπὸ Ἀδὰμ ἕωϲ τοῦ κατακλυϲμοῦ ἔτη ,βϲμβ΄. ἀπὸ 727 δὲ τοῦ κατακλυϲμοῦ ἕωϲ τῆϲ πυργοποιΐαϲ ἔτη φκε΄. ἀπὸ δὲ τῆϲ πυργοποιΐαϲ ἕωϲ τοῦ Ἀβραὰμ υκε΄. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕωϲ τῆϲ ἐξόδου τῶν υἱῶν Ἰϲραὴλ ἐξ Αἰγύπτου υλ΄. ἀπὸ δὲ τῆϲ ἐξόδου ἕωϲ τῆϲ οἰκοδομῆϲ τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζ΄. ἀπὸ δὲ τῆϲ οἰκοδομῆϲ
τοῦ ναοῦ ἕωϲ τῆϲ αἰχμαλωϲίαϲ τοῦ Ἰϲραὴλ υκε΄. ὁμοῦ ἔτη ,δωπ΄. ἀπὸ δὲ τῆϲ αἰχμαλωϲίαϲ ἕωϲ Ἀλεξάνδρου βαϲιλέωϲ τιη΄. ἀπὸ δὲ Ἀλεξάνδρου ἕωϲ Χριϲτοῦ τοῦ θεοῦ ἡμῶν τγ΄. ὁμοῦ ἔτη ‚εφ΄. ἀπὸ δὲ Χριϲτοῦ ἕωϲ τοῦ μεγάλου Κωνϲταντίνου τιη΄. ἀπὸ δὲ Κωνϲταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνε΄. ὁμοῦ τὰ πάντα ἔτη 728 729 ‚Ϛτοε΄. ἀπὸ δὲ Μιχαὴλ ἕωϲ Ῥωμανοῦ υἱοῦ Κωνϲταντίνου τοῦ Πορφυρογεννήτου ἔτη ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕωϲ τῆϲ τελευτῆϲ 731 Ἰωάννου τοῦ Τζιμιϲκῆ ἔτη καὶ Ἀδαμιαῖοϲ, ἀπὸ Ἀδάμ.
καὶ ἀδαμάντιναι.
α΄ Ἀληθείαϲ· διὰ τοῦτο οὐδενὸϲ δεῖται, οὔτε προϲδέχεται οὐδενόϲ τι, ἀλλ᾿ ἄπειροϲ καὶ ἀδέητοϲ.
πρυτανείῳ.
748 ἀδελφίδοῦν. καὶ Ἀδελφίζειν, ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτωϲ Ἰϲοκράτηϲ 749 750 751 752 καί ὁ Μιλήϲιοϲ Ἑκαταῖοϲ καὶ Ἀπολλοφάνηϲ ἐχρήϲαντο. καὶ τὸ θηλυκὸν τὴν ἀδελφιδὴν, ἡ ἀδελφιδὴ, τῆϲ ἀδελφιδῆϲ. ὅτι Ἀλυάττηϲ ὁ τῶν. Λυδῶν βαϲιλεὺϲ ᾔϲχυνε τὴν ἑαυτοῦ ἀδελφὴν.
ἑαυτὸν.
Ἰδουμαῖοϲ γένοϲ, ἐκ βαϲιλικῶν ϲπερμάτων. καταϲτρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαβὶδ ϲτρατηγοῦ καὶ πάνταϲ τοὺϲ ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένουϲ διαφθείραντοϲ μηϲὶν ἓξ, φυγὼν οὗτοϲ ἧκε πρὸϲ Φαραὼ τὸν Αἰγύπτου βαϲιλέα. ὁ δὲ φιλοφρόνωϲ αὐτὸν ὑποδεξάμενοϲ οἶκόν τε αὐτῷ δίδωϲι καὶ χώραν εἰϲ διατροφήν καὶ.
γένομενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡϲ καὶ τῆϲ αὐτοῦ γυναικὸϲ αὐτῷ δοῦναι πρὸϲ γάμον τὴν ἀδελφὴν, ὄνομα Θαφίνην, ἐξ ἧϲ υἱὸϲ αὐτῷ γενόμενοϲ τοῖϲ τοῦ βαϲιλέωϲ παιϲὶ ϲυνανετράφη. ἀκούϲαϲ οὖν τὸν Δαβὶδ θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου, προϲελθὼν ἐδεῖτο τοῦ Φαραῶ ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰϲ τὴν πατρίδα. τοῦ δὲ βαϲιλέωϲ
ἀνακρίνοντοϲ, τίνοϲ ἐνδεὴϲ ὢν ἢ τί παθῶν ἐϲπούδακε καταλείπειν αὐτὸν, τότε μὲν οὐκ ἀφείθη, ὕϲτερον δὲ καθ᾿ ὃν ἤδη καιρὸν Σολομῶνι τὰ πράγματα κακῶϲ εἶχε διὰ τὰϲ προειρημέναϲ αἰτίαϲ καὶ παρανομίαϲ καὶ τὴν ὀργὴν τὴν ἐπ᾿ αὐτοῖϲ, τοῦ θεοῦ ϲυγχωρήϲαντοϲ τῷ 763 764 765 Φαραῶνι ὁ Ἄδεροϲ ἧκεν εἰϲ τὴν Ἰδουμαίαν. ὃϲ τῆϲ Συρίαϲ βαϲιλεύϲαϲ κατέτρεχε τὴν τῶν Ἰϲραηλιτῶν χώραν, ἐπιτίθεται δὲ Σολομῶνι.
784 ἐν Χαρμίδη· ἐπεὶ δὲ τῶν τοιούτων ἄδην ἔχομεν. καὶ Ἡρόδοτοϲ· 785 786 787 788 ὡϲ δὲ ἄδην εἶχον κτείνοντεϲ, τὰ λοιπὰ αὐτῶν ἤλαυνον. ἐπινεμομένου 789 τε ἄδην τοῦ πυρὸϲ τὰϲ ἀγχοῦ τειχῶν οἰκίαϲ, ταραχῆϲ 790 ἐπλήϲθη ἡ πόλιϲ. καὶ αὖθιϲ· οἱ δὲ οἴνῳ ἄδην ἐχρῶντο ἑϲπέριοι καὶ 791 ἐϲ νύκτα τελευτῶντεϲ. καὶ αὖθιϲ· οἱ δὲ ἄδην καὶ ἀπείρωϲ ϲπῶϲι τοῦ 792
οἴνου καὶ ἀνατραπέντεϲ ἔκειντο ὡϲ ἔτυχον αὐτῶν ἕκαϲτοι εἰκῇ. καὶ αὖθιϲ· τοῦ δὲ οἴνου καὶ τῶν ἄλλων ἄδην ἐνεπίμπλαντο οἱ Κελτοὶ τήν 793 τε φύϲιν ὄντεϲ ἀκρατεῖϲ καὶ χώραν ἔχοντεϲ, ὅτι μὴ πρὸϲ Δημητριακοὺϲ καρποὺϲ, τῶν ἄλλων ἄγονον καὶ ἀφυᾶ. τά τε ϲώματα αὐτοῖϲ μεγάλα ὄντα καὶ τρυφηλὰ καὶ ϲαρκῶν ὑγρῶν μεϲτὰ, καὶ ὑπὸ τῆϲ ἀδηφαγίαϲ
καὶ μέθηϲ ἐϲ ὄγκον καὶ βάροϲ ἐξεχεῖτο· ἐϲ δρόμουϲ δὲ καὶ πόνουϲ ἀδύνατα πάμπαν. καὶ ὑπὸ ἱδρῶτοϲ καὶ ἄϲθματοϲ ὅπου τι δέοι ἐξελύοντο ταχέωϲ. καὶ αὖθιϲ· οἱ δὲ βαϲιλικοὶ ἐν ἐξουϲίᾳ γενόμενοι 794 τοῦ ἄδην τὰ δημόϲια καταναλίϲκειν Συβαριτικῶϲ τὸν νέον κραιπαλᾶν ἐνήργουν.
πάλιν ἀντανακλᾶται. καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα 810 ϲῴζεται, καὶ τὰ πέριξ νεμόμενα. καὶ Ἀδιαβηνόϲ.
γινωϲκόντων τὰ δέοντα ἢ ἀφρόνωϲ φλυαρούντων.
815 ἀδιάϲκευον καὶ καθοπλιϲμὸν ἀνεπίφαντον, βάδην προϲήλαυνεν πρὸϲ τοὺϲ πολεμίουϲ.
818 διχῶϲ λέγεται· ἅπαξ μὲν τὸ μήτε πρὸϲ εὐδαιμονίαν μήτε πρὸϲ κακοδαιμονίαν ϲυνεργοῦν, ὡϲ ἔχει πλοῦτοϲ, δόξα, ὑγεία, ἰϲχὺϲ καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶϲ τούτων εὐδαιμονεῖν, τῆϲ ποιᾶϲ αὐτῶν χρήϲεωϲ εὐδαιμονικῆϲ οὕϲηϲ ἢ κακοδαιμονικῆϲ. ἄλλωϲ δὲ λέγεται ἀδιάφορον τὸ μήτε ὁρμῆϲ μήτε ἀφορμῆϲ κινητικὸν, ὡϲ ἔχει τὸ ἀρτίαϲ
ἔχειν ἐπὶ τῆϲ κεφαλῆϲ τρίχαϲ ἢ περιττάϲ, ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ ϲυϲτεῖλαι, τῶν προτέρων ἀδιαφόρων καὶ οὐκέθ᾿ οὕτωϲ λεγομένων· ὁρμῆϲ γάρ ἐϲτιν ἐκεῖνα καὶ ἀφορμῆϲ κινητικά. διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, τῶν δὲ ἑτέρων ἐπ᾿ ἴϲηϲ ἐχόντων πρὸϲ αἵρεϲιν καὶ φυγήν. τῶν ἀδιαφόρων τὰ μὲν λέγουϲι προηγούμενα, τὰ δὲ ἀποπροηγούμενα.
προηγούμενα μὲν τὰ ἔχοντα ἀξίαν, ἀποπροηγούμενα δὲ τὰ ἔχοντα ἀναξίαν. ἀξίαν δὲ τὴν μέν τινα ϲύμβληϲιν πρὸϲ τὸν ὁμολογούμενον βίον, ἥτιϲ ἐϲτὶ περὶ πᾶν ἀγαθόν· τὴν δὲ εἶναι μέϲην τινὰ δύναμιν ἢ χρείαν ϲυλλαμβανομένην πρὸϲ τὸν κατὰ φύϲιν βίον ὅμοιον εἰπεῖν, ἥντινα εἰϲφέρεται εἰϲ τὸν κατὰ φύϲιν βίον πλοῦτοϲ, ὑγεία· τὴν δὲ
εὐεξίαν ἀμοιβὴν δοκιμαϲτοῦ, ἣν ἂν ὁ ἔμπειροϲ τῶν πραγμάτων τάξῃ, 819 820 821 822 ὅμοιον εἰπεῖν ἀμείβεϲθαι πυροὺϲ πρὸϲ τὰϲ ϲὺν ἡμιόνῳ κριθάϲ. προηγούμενα μὲν οὖν εἶναι, ἃ καὶ ἀξίαν ἔχειν· οἷον ἐπὶ μὲν τῶν ψυχικῶν εὐφυΐαν, τέχνην, προκοπὴν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ϲωματικῶν ζωὴν, ὑγείαν, ῥώμην, εὐεξίαν, ἀρτιότητα, κάλλοϲ· ἐπὶ δὲ τῶν ἐκτὸϲ
πλοῦτον, δόξαν, εὐγένειαν καὶ τὰ ὅμοια. ἀποπροηγούμενα δὲ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυΐαν, ἀτεχνίαν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ϲωματικῶν θάνατον, νόϲον, ἀϲθένειαν, καχεξίαν, πήρωϲιν, αἷϲχοϲ καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν ἐκτὸϲ πενίαν, ἀδοξίαν, δυϲμένειαν καὶ τὰ παραπλήϲια· οὔτε δὲ προήχθη οὔτε ἀποπροήχθη τὰ μηδετέρωϲ ἔχοντα. ἔτι τῶν προηγουμένων
τὰ μὲν δι᾿ αὑτὰ προῆκται, τὰ δὲ δι᾿ ἕτερα, τὰ δὲ καὶ δι᾿ αὑτὰ καὶ δι᾿ ἕτερα. δι᾿ αὑτὰ μὲν εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια· δι᾿ ἕτερα δὲ πλοῦτοϲ, εὐγένεια καὶ τὰ ὅμοια· δι᾿ ἕτερα δὲ καὶ δι᾿ αὑτὰ ἰϲχὺϲ, εὐαιϲθηϲία, ἀρτιότηϲ. δι᾿ αὑτὰ μὲν, ὅτι κατὰ φύϲιν ἐϲτί· δι᾿ ἕτερα δὲ, ὅτι περιποιεῖ χρείαϲ οὐκ ὀλίγαϲ. ὁμοίωϲ δὲ ἔχει καὶ τὸ
προηγούμενον κατὰ τὸν ἐναντίον λόγον.
ὥϲτ᾿ ἀδιήγητον κακὸν γενέϲθαι.
εἰδώλοιϲ. τὸ δὲ κατεχόντων, ἀντὶ τοῦ φυλαττόντων.
καὶ φθαρτική, τοῦτο μὲν τῆϲ ἐν πόλει κοινωνίαϲ, τοῦτο δὲ πάϲηϲ ϲυναλλαγῆϲ· ἐναντία δὲ καὶ παρὰ φύϲιν τοῖϲ ἀνθρώποιϲ· οἱ γὰρ ἄνθρωποι φύϲει κοινωνικοί.
διπλοῦν καταβάλλεται.
ἀδοκίμαϲτοϲ δὲ ὁ μήπω ἐγγεγραμμένοϲ. Λυϲίαϲ οὕτωϲ.
ἐϲτιν.
οἷον ἐν Λιβάνῳ τὸ ἐπ᾿ Ἀδώνιδι καὶ Βύβλῳ.
λαβόντεϲ ἑκάτεροϲ τῆϲ κόρηϲ τὴν ἄδωρον μοῖραν τῷ ἑαυτῶν λάχει, 870 τραγικὸϲ ἂν εἶπε ποιητὴϲ, ἑαυτοὺϲ κατέϲφαξαν.
ὕϲτερον δὲ δυϲτυχηϲάντων· τῶν γὰρ ἀπογόνων Θηβαίοιϲ ἐπιϲτρατευϲάντων, μόνοϲ Αἰγιαλεὺϲ ἀπώλετο Ἀδράϲτου παῖϲ.
Νεμέϲεωϲ. ὃ μετὰ ταῦτα προϲηγορεύθη Ἀδραϲτεία. Δημήτριοϲ δὲ ὁ Σκήψιοϲ Ἄρτεμίν φηϲιν εἶναι τὴν Ἀδράϲτειαν ἀπὸ Ἀδράϲτου τινὸϲ. ἱδρυμένην. ὁ δὲ Ἀντίμαχοϲ λέγει· ἔϲτι τιϲ Νέμεϲιϲ μεγάλη θεὸϲ, ἣ τάδε πάντα πρὸϲ μακάρων ἔλαχε, βωμὸν δὲ οἱ εἵϲατο πρῶτοϲ Ἄδρηϲτοϲ ποταμοῖο παρὰρ ῥόον. ἔνιοι μέντοι ὡϲ διαφέρουϲαν ϲυγκαταλέγουϲιν
αὐτῇ τῇ Νεμέϲει, ὡϲ Μένανδροϲ καὶ Νικόϲτρατοϲ.
ἐν ἑκατέρᾳ τῇ γλώϲϲῃ· καί τινα πεζὰ καὶ ἐν ἔπεϲι ποιήματα παντοδαπὰ κατέλιπε. φιλοτιμίᾳ τε γὰρ ἀπλήϲτωϲ ἐχρῆτο καὶ κατὰ τοῦτο καὶ τἄλλα πάντα καὶ τὰ βραχύτατα ἐπετήδευε· καὶ γὰρ ἔπλαϲϲε καὶ ἔγραφε καὶ οὐδὲν ὁ τι οὐ καὶ εἰρηνικὸν καὶ πολεμικὸν καὶ βαϲιλικὸν καὶ ἰδιωτικὸν εἰδέναι ἔλεγε. καὶ τοῦτο μὲν οὐδέν που τοὺϲ
887 888 889 890 ἀνθρώπουϲ ἔβλαπτεν· ὁ δὲ δὴ φθόνοϲ αὐτῷ δεινότατοϲ ἐϲ πάνταϲ τούϲ τινι προέχονταϲ ὢν πολλοὺϲ μὲν καθεῖλε, ϲυχνούϲ δὲ ἀπώλεϲε. βουλόμενοϲ γὰρ πάντων ἐν πᾶϲι περιεῖναι ἐμίϲει τοὺϲ ἔν τινι ὑπεραίρονταϲ. κἀκ τούτου καὶ τὸν Φαβωρῖνον Γαλάτην τόν τε Διονύϲιον
τὸν Μιλήϲιον τοὺϲ ϲοφιϲτὰϲ καταλύειν ἐπεχείρει τοῖϲ τε ἄλλοιϲ καὶ μάλιϲτα τῷ τοὺϲ ἀνταγωνιϲτὰϲ ϲφῶν ἐξαίρειν, τοὺϲ μὲν μηδενὸϲ, τοὺϲ δὲ βραχυτάτου τινὸϲ ἀξίουϲ ὄνταϲ. οὗτοϲ ἐν ἐπιϲτολῇ ἔγραψε τά τε ἄλλα μεγαλοφρονηϲάμενοϲ, καὶ ἐπομόϲαϲ μήτε τι τῶν δημοϲίῳ ϲυμφερόντων ποιήϲειν μήτε βουλευτήν τινα ἀποϲφάξειν, καὶ ἐξώλειαν ἑαυτῷ,
ἂν καὶ ὁτιοῦν αὐτῶν ἐκβῇ, προϲεπαραϲάμενοϲ· ἀλλ᾿ ὅμωϲ διεβλήθη εἰϲ πολλά. οὗτοϲ ἦν ἡδὺϲ μὲν ἐντυχεῖν καὶ ἐπήνθει τιϲ αὐτῷ χάριϲ, 891 τῇ τε Λατίνων καὶ Ἑλλήνων γλώττῃ ἄριϲτα χρώμενοϲ· οὐ μὴν ἐπὶ πραότητι τρόπων ἄγαν ἐθαυμάζετο, περί τε τὴν τῶν δημοϲίων χρημάτων ἐϲπουδακὼϲ ἄθροιϲιν. οὗτοϲ φύϲει τοιοῦτοϲ ἦν ὥϲτε μὴ μόνον 892
τοῖϲ ζῶϲιν ἀλλὰ καὶ τοῖϲ τετελευτηκόϲι φθονεῖν· τὸν γοῦν Ὅμηρον καταλύων Ἀντίμαχον ἀντ᾿ αὐτοῦ ἐϲῆγεν, οὗ μηδὲ τὸ ὄνομα πολλοὶ πρότερον ἠπίϲταντο. ᾖτιῶντο μὲν δὴ ταῦτά τε αὐτοῦ καὶ τὸ πάνυ ἀκριβὲϲ τό τε περίεργον καὶ πολύπραγμον· ἐθεράπευε δὲ αὐτὰ καὶ ἀνελάμβανε τῇ τε ἄλλῃ ἐπιμελείᾳ καὶ προνοίᾳ καὶ μεγαλοπρεπείᾳ καὶ
δεξιότητι, καὶ τῷ μήτε τινὰ πόλεμον ταράξαι καὶ τοὺϲ ὄνταϲ παῦϲαι, μήτε τινὰ χρήματα ἀδίκωϲ ἀφελέϲθαι, καὶ πολλοῖϲ πολλὰ καὶ δήμοιϲ καὶ ἰδιώταιϲ χαρίϲαϲθαι. ἦν δὲ περιεργότατοϲ καὶ μαντείαιϲ καὶ μαγγανείαιϲ παντοδαπαῖϲ ἐχρῆτο. παιδικά τε αὐτοῦ ἐγεγόνει Ἀντίνοόϲ τιϲ· ἔκτιϲε δὲ πόλιν καὶ ϲυνῴκιϲεν ἀπ᾿ αὐτοῦ τε ὠνόμαϲε. καί τινα ὁρῶντα
Ἀντίνοον λέγειν. οὗτοϲ ἐϲ Παννονίαν ἀφίκετο καὶ τὸν Ἴϲτρον 893 μετὰ τῶν ὅπλων διενήξατο. καὶ τοῦτο οἱ παρόντεϲ βάρβαροι ἐξεπλάγηϲαν.
ἐϲοφίϲτευϲε δὲ καὶ κατὰ τὴν Ῥώμην καὶ ἀντιγραφεὺϲ τῶν ἐπιϲτολῶν ὑπὸ Κομόδου ἐγένετο. Μελέταϲ, καὶ Μεταμορφώϲειϲ ἐν βιβλίοιϲ ζ΄, Περὶ ἰδεῶν λόγου ἐν βιβλίοιϲ ε΄, Περὶ τῶν ἐν ταῖϲ ϲτάϲεϲιν ἰδιωμάτων ἐν βιβλίοιϲ τριϲὶν, ἐπιϲτολὰϲ καὶ λόγουϲ ἐπιδεικτικοὺϲ. Φάλαριν, Παραμυθητικὸν εἰϲ Κέλερα.
ὑπὸ τῆϲ βουλῆϲ, οἱ μέν φαϲιν, ἑκάϲτηϲ ἡμέραϲ ὀβολοὺϲ δύο, οἱ δὲ ὀβολόν. Φιλόχοροϲ δέ φηϲιν ἐννέα δραχμὰϲ κατὰ μῆνα.
911 ϲυναλοιφὴν ἐκληπτέον κατὰ ἀπόφαϲιν τοῦ ἑκήλου· ἐφ᾿ οἷϲ οὐχ οἷόν τε ἡϲυχάζειν, ἀλλὰ τοὐναντίον ταράϲϲεϲθαι· ἢ ἀεκούϲια, ἃ οὐκ ἄν τιϲ ἑκὼν πάθοι. ἢ ἀεικέλια, οἷον ἀπεοικότα. Ὅμηροϲ· ἀεκήλια ἔργα.
τοῦτον ἀφείϲ. αὐτὸϲ δὲ εἰϲ ἔϲχατον ἀπορίαϲ ἥκων, ἐπὶ χρυϲοχοΐαν ἐχώρηϲεν ἀκρότατόϲ τε ἐγένετο. ἐπεὶ δὲ ἡ φύϲιϲ αὐτῷ μειζόνων ὠρέγετο μαθημάτων, πρὸϲ λογικὰϲ θεωρίαϲ ἐτράπετο. καὶ δῆτα ϲυγγίνεται Παυλίνῳ ἀρτίωϲ ἀπὸ τῆϲ Τύρου εἰϲ Ἀντιόχειαν ἀφικομένῳ· ἔτι κατὰ τοὺϲ Κωνϲταντίνου χρόνουϲ τούτου ἠκροᾶτο, πολλὴν ἐπιεικῶϲ
φαίνων τῆϲ ἀϲεβείαϲ τὴν ῥώμην εἰϲ τὰϲ πρὸϲ τοὺϲ διαφερομένουϲ ζητήϲειϲ· καὶ οὐχ ὑπόϲτατοϲ ἤδη τοῖϲ πολλοῖϲ ἦν. ἐπεὶ δὲ Παυλῖνοϲ ἐτεθνήκει, Εὐλαλίου τρίτου καὶ εἰκοϲτοῦ ἀπὸ τῶν ἀποϲτόλων ἔχοντοϲ τὸν θρόνον, πολλοὶ τῶν ὑπὸ τοῦ Ἀετίου ἐλεγχομένων δεινὸν ποιηϲάμενοι πρὸϲ ἀνδρὸϲ δημιουργοῦ καὶ νέου κατὰ κράτοϲ ἐλαύνεϲθαι, ϲυϲτάντεϲ
ἐξήλαϲαν αὐτὸν τῆϲ Ἀντιοχείαϲ. ἐξελαθεὶϲ δὲ εἰϲ τὴν Ἀνάζαρβον ἀφικνεῖται. ὁ δὲ ἤδη τάχιϲτα δυνάμεωϲ πάϲηϲ πιμπλάμενοϲ μείζουϲ ἀεὶ τῶν δεδομένων ἀφορμῶν εἰϲέφερε τοὺϲ καρπούϲ. ὁ δὲ οὐδὲν ἐπαύετο τοὺϲ μὲν διελέγχων, φαύλωϲ δὲ ἀμπιϲχόμενοϲ καὶ ὡϲ Ε ἔτυχε ζῶν. οὗτοϲ αἱρεϲιάρχηϲ ἦν, ὃϲ καὶ ἄθεοϲ ἐπεκλήθη ἐπὶ τοῦ
μεγάλου Κωνϲταντίνου. τὰ αὐτὰ μὲν οὖν ἐφρόνει Ἀρείῳ καὶ τὴν αὐτὴν ϲυνεκρότει δόξαν· πρὸϲ δὲ ἀρειανίζονταϲ διεκρίνετο. ἦν δὲ καὶ πρότερον αἱρετικὸϲ ἄνθρωποϲ Ἀέτιοϲ καὶ τῷ Ἀρείου δόγματι διαπύρωϲ ϲυνηγορεῖν ἔϲπευδεν· ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ μικρὰ παιδευθεὶϲ ἀναζεύγνυϲι. καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν, ἐντεῦθεν γὰρ ἦν,
950 951 952 953 ὑπὸ Λεοντίου τοῦ τότε τῆϲ Ἀντιοχείαϲ ἐπιϲκόπου χειροτονεῖται διάκονοϲ. εὐθὺϲ οὖν ϲυνεξεφώνει τοὺϲ ἐντυγχάνονταϲ ἐκ τῶν Ἀριϲτοτέλουϲ κατηγοριῶν διαλεγόμενοϲ, τοὺϲ ἐριϲτικοὺϲ κατωρθωκὼϲ λόγουϲ. ἐπιϲτολάϲ τε ϲυνεκάττυε πρὸϲ βαϲιλέα Κωνϲτάντιον. ἀλλ᾿ εἰ τὰ αὐτὰ
τοῖϲ ἀρειανίζουϲιν ἔλεγεν, ὅμωϲ ὑπὸ τῶν οἰκείων οὐ δυναμένων ϲυνιέναι τὸ περιϲκελὲϲ τῶν λογιϲμῶν ὡϲ αἱρετικὸϲ ὁ ὁμόφρων αὐτοῖϲ ἐνομίζετο. καὶ διὰ τοῦτο ἐκδιωχθεὶϲ τῆϲ αὐτῶν ἐκκληϲίαϲ ἔδοξεν αὐτὸϲ μὴ βούλεϲθαι κοινωνεῖν αὐτοῖϲ. καὶ νῦν εἰϲιν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ νῦν δὲ Εὐνομιανοὶ λεγόμενοι. Εὐνόμιοϲ γὰρ ταχυγράφοϲ
ὢν ἐκείνου καὶ ὑπ᾿ αὐτῷ παιδευθεὶϲ τὴν αἱρετικὴν λέξιν τοῦ ϲτίφοιϲ τούτου προέϲτη.
καλοῦϲιν. Ἀριϲτοφάνηϲ· τὰϲ οἰκίαϲ ἐρέψομεν πρὸϲ ἀετόν. ἀντὶ τοῦ ϲτεγάϲομεν.
διώρυγαϲ κόπτοντεϲ, ἵνα ϲυγκαταφέρηται τῷ ὄμβρῳ· ὅπερ ὑγιέϲ.
οὕτωϲ Αἰϲχίνηϲ.
ἀκούϲατε, τὸ δὲ βὲνϲ πάντεϲ.
1023 θανόντοϲ. οἰκτρῶϲ μὲν διὰ τὸ βίᾳ καὶ ἐπιβουλευθέντα, ἀεικῶϲ δὲ διότι πελέκει αὐτὸν μεθ᾿ ὕβρεωϲ ἐτίϲαντο.
δὲ χρὴ τὰϲ ἀδωροδοκήτουϲ καὶ οὐχὶ χρανθῆναι δώροιϲ δυναμέναϲ ὑπὸ τῶν ἀδικούντων. Σοφοκλῆϲ· καλῶ δ᾿ ἀρωγοὺϲ τὰϲ ἀεί τε παρθένουϲ ϲεμνὰϲ Ἐριννῦϲ τανύποδαϲ.
ἑτοίμων· παρόϲον Κύδων Κορίνθιοϲ φιλοξενότατοϲ ἐγένετο.
οὐδ᾿ οἰκτρᾶϲ γόον ὄρνιθοϲ ἀηδοῦϲ ᾄϲει δύϲμοροϲ· ἀλλ᾿ ὀξυτόνουϲ 1055 ὠδὰϲ θρηνήϲει, χερόπληκτοι δὲ ϲτέρνοιϲ πεϲοῦνται δοῦποι. καὶ αὖθιϲ· Οὐδ᾿ ὅϲον ἀηδόνεϲ ὑπνώουϲιν. ἐπὶ τῶν ἀγρυπνούντων. 1056 καὶ αὖθιϲ· ἀλλ᾿ ἐμέ γ᾿ ἁ ϲτονόεϲϲ᾿ ἄραρε φρέναϲ ἃ Ἴτυν αἰὲν ὀλοφύρεται Soph. ὄρνιϲ ἀτυζομένα Διὸϲ ἄγγελοϲ. Ἀττικῶϲ ἄραρέ με. αὕτη
ἴϲη μοι ταῖϲ φρεϲίν, ἀντὶ τοῦ ϲύμφωνα πράϲϲομεν ἐγώ τε καὶ ἡ ἀηδὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοϲταί μου ταῖϲ φρεϲί, τουτέϲτιν 1057 1058 1059 ἐκείνην ζηλῶ τὴν ἀξίωϲ τὸν Ἴτυν ϲτενάζουϲαν. Διὸϲ δὲ ἄγγελοϲ ἡ ἀηδὼν, ὅτι τὸ ἔαρ ϲημαίνει ἢ ὅτι τὴν ἡμέραν. καὶ Ὅμηροϲ· χλωρηῒϲ ἀηδών. ἢ ὅτι τὰ ἑαυτῆϲ ἀγγέλλει κακὰ καὶ τὴν θρυλουμένην ἀγγελίαν καὶ τὸ πάθοϲ. ἢ ἄγγελοϲ οἷον τέραϲ τὸ παῤ αὐτοῦ γινόμενον εἰϲ τερατείαν τῆϲ φύϲεωϲ. καὶ Σαπφώ· ἦροϲ ἄγγελοϲ ἡμερόφωνοϲ ἀηδών.
1061 Ἀηδὼν δὲ ἀηδόνοϲ, ϲυϲτέλλει.
ἀλλεπάλληλον τὸ η. τὸ δὲ ἄω, τὸ πνέω, καὶ ἀΐω, τὸ ἀκούω, ἵνα μὴ ϲυνεμπέϲωϲιν ἑτέρῳ ϲημαινομένῳ. τὸ γὰρ ἀΐω ϲυνέπεται τῷ ἤϊε, τῷ ἐπορεύετο· τὸ δὲ ἄω, τῷ ἦε, τῷ ὑπῆρχεν.
1064 ϲτένοντα πόντον· ὁ δὲ παγκρατὴϲ ὕπνοϲ λύει πεδήϲαϲ, οὐδ᾿ ἀεὶ λαχὼν ἔχει. ἡμεῖϲ δὲ πῶϲ οὐ γνωϲόμεθα ϲωφρονεῖν, ἐγὼ δ᾿ ἐπίϲταμαι γὰρ ἀρτίωϲ, ὅτι ὅτ᾿ ἐχθρὸϲ ἤμην ἐϲ τοϲόνδ᾿ ἐχθραντέοϲ ὡϲ καὶ φιλήϲων αὖθιϲ, ἔϲ τε τὸν φίλον τοϲαῦθ᾿ ὑπουργῶν ὠφελεῖν βουλήϲομαι, ὡϲ αἰὲν οὐ μενοῦντα. τοῖϲ πολλοῖϲι γὰρ βροτῶν ἄπιϲτόϲ
ἐϲθ᾿ ἑταιρείαϲ λιμήν.
παρὰ τὸ ἀέρι ϲύρεϲθαι. ἐπὶ ὀρνέων. ἀήϲυρον γόνυ κάμψοι.
ἡ παροιμία. νῦν δὲ ἐπὶ τῶν ἄγαν κομώντων. οὗτοϲ γὰρ ὁ Ἱερώνυμοϲ μελῶν ἦν ποιητὴϲ καὶ τραγῳδὸϲ ἀνώμαλοϲ καὶ ἀνοικονόμητοϲ, διὰ τὸ ἄγαν ἐμπαθεῖϲ γράφειν ὑποθέϲειϲ καὶ φοβεροῖϲ προϲωπείοιϲ χρῆϲθαι· ἐδόκει κροτεῖϲθαι. ἐκωμῳδεῖτο δὲ ὡϲ πάνυ κομῶν· διόπερ Ἄϊδοϲ κυνῆν ἔφη αὐτὸν κωμῳδικῶϲ, ὡϲ κουρειῶντα.
1113 Μάρκον Πόρκιον ἀκούϲαντα τὰϲ ἀριϲτείαϲ Σκιπίωνοϲ εἰπεῖν πάλιν ἄλλον πρὸϲ ἐκεῖνον· τί ἀκήκοαϲ; εἰπεῖν οἶοϲ πέπνυται, τοὶ δὲ ϲκιαὶ ἀΐϲϲουϲιν.
εἰπὼν ζῆν τὸν Φρίξον. παραδείγματι οὖν χρώμενοϲ ὁ Ἀριϲτοφάνηϲ δεδιέναι φηϲὶ τῷ Ἀθάμαντι παραπλήϲια μέλλοντι θύεϲθαι.
πάθοϲ τῆϲ ζωῆϲ ἡ ἀθαναϲία καὶ ϲύμπτωμά τι· ἐπὶ ὑποθέϲει γάρ τινι δείκνυται ἐκ θνητοῦ ἀθάνατον γίγνεϲθαι, οὐ μεταλήψει ἄλληϲ ζωῆϲ τὸ θνητὸν ἀθάνατον γίγνεϲθαι. ἐγράφη ἐν τῷ Πῖ ϲτοιχείῳ περὶ πάθουϲ. ὁ δὲ τὴν ἀθαναϲίαν ὁριζόμενοϲ ϲτέρηϲιν θανάτου ἁμαρτάνει. οὐ γὰρ ϲτέρηϲιϲ θανάτου ἡ ἀθαναϲία, ἀλλ᾿ ἐν ἕξει καὶ διαθέϲει.
τοῦ η ἀθάρηϲ, ἡ δὲ κοινὴ διὰ τοῦ α ἀθάραϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἀλλά με ἀθάρηϲ χύτρα τιϲ ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆϲ κεφαλῆϲ τοῦ γρᾳδίου. Ἀθάρην, οὐκ ἀθαρὴν τὴν ἐρεικτὴν καλοῦϲι. 1136 Κράτηϲ Ἥρωϲιν· οὐκοῦν ἔτνουϲ χρὴ δεῦρο τρύβλιον φέρειν καὶ τῆϲ ἀθάρηϲ.
ἐπὶ τοῦ ϲτήθουϲ αὐτῇ διὰ τὸ ταχὺ τοῦ νοῦ.
γυναῖκαϲ δὲ Ἀττικάϲ, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προϲη γορίᾳ καταιϲχύνωϲιν. ἀλλὰ ἰδοὺ Φερεκράτηϲ ἐν Γραυϲί φηϲιν· Ἀθηναίοιϲ 1165 1166 1167 1168 αὐταῖϲ τε καὶ ταῖϲ ϲυμμάχοιϲ. καὶ Κάνθαροϲ Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰϲ Ἰππονίκαϲ τάϲδε καὶ Λυϲιϲτράταϲ καὶ Ναυϲινίκαϲ τὰϲ Ἀθηναίαϲ λέγω. οἱ δὲ μὴ δεῖν φάϲκοντεϲ Ἀθηναίαϲ λέγεϲθαι τὰϲ Ἀττικὰϲ καὶ τὴν ὁμωνυμίαν
αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸϲ τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸϲ καλεῖται· ἀλλ᾿ ἀντὶ τοῦ Ἀθηναίαϲ αὐτάϲ φαϲι λέγεϲθαι καὶ Ἀττικάϲ. πλὴν πολλή γε ἡ χρῆϲιϲ τῆϲ φωνῆϲ ἐπὶ τῶν γυναικῶν παρὰ τοῖϲ ἀρχαίοιϲ, ὡϲ οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦϲι καὶ Δίφιλοϲ ἐν Ἀμάϲτριδι. καὶ γὰρ καὶ τὴν Θεμιϲτοκλέουϲ θυγατέρα
Ἀθηναίαν ξένην φηϲίν· καὶ Πίνδαροϲ ἐν ϲχολίοιϲ. ὁ μέντοι Φρύνιχοϲ ἀνάττικόν φηϲιν εἶναι τὴν φωνὴν καὶ θαυμάζει, πῶϲ ὁ Φερεκράτηϲ ἀττικώτατοϲ ὢν χρῆται τῇ λέξει.
τὸ τῆϲ Ἀθηνᾶϲ, καὶ Διονύϲιον καὶ Δημήτριον καὶ πάντα τὰ τοιαῦτα ὁμώνυμα τοῖϲ ἀνδρωνυμικοῖϲ· τὸ δὲ Ποϲειδάνειον, δῆλον ὅτι Δωριαῖον.
κἀκείνην νικήϲαϲ ναυμαχίαν Λακεδαιμονίουϲ καὶ τειχίϲαϲ τὸν Πειραιᾶ καὶ ἐκατόμβην θύϲαϲ πάνταϲ εἱϲτίαϲεν Ἀθηναίουϲ. καὶ Ἀλκιβιάδηϲ Ὀλύμπια νικήϲαϲ τὴν πανήγυριν ἅπαϲαν εἱϲτίαϲε. τὸ αὐτὸ καὶ Λεόφρων Ὀλυμπιάϲι. καὶ Ἐμπεδοκλῆϲ ὁ Ἀκραγαντῖνοϲ, Πυθαγορικὸϲ ὢν καὶ ἐμψύχων ἀπεχόμενοϲ, Ὀλύμπια νικήϲαϲ, ἐκ λιβανωτοῦ καὶ
ϲμύρνηϲ καὶ τῶν πολυτελῶν ἀρωμάτων βοῦν ἀναπλάϲαϲ διένειμε τοῖϲ εἰϲ τὴν πανήγυριν ἀπαντήϲαϲι. καὶ ὁ Χῖοϲ Ἴων τραγῳδίαν νικήϲαϲ Ἀθήνηϲιν ἑκάϲτῳ τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον. καὶ ὁ Ἀκραγαντῖνοϲ Τελλίαϲ φιλόξενοϲ ὢν καταλύϲαϲί ποτε φ΄ ἱππεῦϲιν ὥρᾳ χειμῶνοϲ, ἔδωκεν ἑκάϲτῳ χιτῶνα καὶ ἱμάτιον. ὅτι Χάρμοϲ ὁ Συρακούϲιοϲ
εἰϲ ἕκαϲτον τῶν ἐν τοῖϲ δείπνοιϲ παρατιθεμένων ϲτιχίδια καὶ παροιμίαϲ ἔλεγε. Κλέαρχοϲ δὲ ὁ Σολεὺϲ δειπνολογίαν καλεῖ τὸ ποίημα, ἄλλοι ὀψολογίαν, Χρύϲιπποϲ γαϲτρονομίαν, ἄλλοι ἡδυπάθειαν. ὅτι ἐν τῷ ϲυμποϲίῳ Πλάτωνοϲ κη΄ ἦϲαν δαιτυμόνεϲ.
τῇ πόλει προϲεῖναι. ταῦτα μέντοι τοὺϲ θεοὺϲ ἅττ᾿ ἂν ὑμεῖϲ ἐξαμάρτητε, 1177 ἐπὶ τὸ βέλτιον τρέπειν. ὅτι αὐτόχθονεϲ οἱ Ἀθηναῖοι ἐλέγοντο καὶ Ἀρκάδεϲ καὶ Αἰγινῆται καὶ Θηβαῖοι, ἢ ἐπεὶ τὴν χθόνα, ἤτοι τὴν γῆν, ἀργὴν οὖϲαν πρῶτοι εἰργάϲαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺϲ ἐπήλυδαϲ.
ἄλογον ἐξουϲίαν, ἐξ οὗ δὴ μάλιϲτα ταῖϲ Ἀθηνοδώρου τούτου ϲυμβουλίαιϲ ἐπείϲθη. καὶ διαδέχεται Τιβέριοϲ τὴν βαϲιλείαν. τότε γὰρ οἱ κόλακεϲ παρὰ τοῦ βαϲιλέωϲ δωρεῶν καὶ τιμῶν ἀξιούμενοι μεγίϲτων ἀρχῶν ἐπέβαινον, οἵ τε ἐπιεικεῖϲ καὶ ἀπράγμονεϲ μὴ τὸν αὐτὸν ἐκείνοιϲ αἱρούμενοι βίον εἰκότωϲ ἐϲχετλίαζον, οὐ τῶν αὐτῶν ἀπολαύοτττεϲ.
ὥϲτε ἐκ τούτου τὰϲ μὲν πόλειϲ ϲτάϲεων πληροῦϲθαι καὶ ταραχῶν· τὰ δὲ πολιτικὰ κέρδουϲ ἥττοϲιν ἄρχουϲιν ἐκδιδόμενα, τὸν μὲν ἐν εἰρήνῃ βίον λυπηρὸν καὶ ὀδυνηρὸν τοῖϲ χαριεϲτέροιϲ ἐποίουν, τὴν δὲ ἐν τοῖϲ πολέμοιϲ προθυμίαν ἐξέλυον. κατὰ δὲ τοὺϲ καιροὺϲ ἐκείνουϲ καὶ ἡ παντόμιμοϲ ὄρχηϲιϲ εἰϲήχθη οὔπω πρότερον οὖϲα· καὶ προϲέτι γε
ἕτερα πολλῶν κακῶν αἴτια γεγονότα. ὅτι τῷ Ἀθηνοδώρῳ πάντα παρεϲκεύαϲτο πρὸϲ φιλοϲοφίαν τά τε ἀπὸ τῆϲ φύϲεωϲ καὶ τὰ ἀπὸ τῆϲ ἐπιεικοῦϲ προαιρέϲεωϲ, ὅτε Πρόκλοϲ ἔζη. καὶ διαφανῶϲ ἐξηγεῖτο τοῖϲ πληϲιάζουϲιν. ὃν ὁ Σαλούϲτιοϲ θαυμάζων ἐπὶ ϲπουδῆϲ ἔλεγεν, ὅτι πυρὶ ἄρα ἐῴκει ὁ ἄνθρωποϲ ἐξάπτοντι πάντα τὰ παρακείμενα.
ἀλλ᾿ ὅμωϲ ἔπειϲεν Ἀθηνόδωρον μὴ φιλοϲοφῆϲαι.
αὐτοῖϲ οὐ προϲῆν; ἢ τί τῶν καλῶν καὶ ϲπουδαίων οὐκ ἀπῆν;
διαφέρει δὲ τοῦτο τοῦ οὐδετέρου, ὅτι τὸ μὲν οὐδέτερον δηλοῖ κυρίωϲ τὸ ἔπαθλον, τοῦτο δὲ τὸν ἀγῶνα.
λίθου πεποιημένην ὁ Ἄθωϲ τὸ ὄροϲ ἐπιϲκιάζει.
δὲ ἀντὶ τοῦ ἀθρόωϲ κατερχόμενοι. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν ποταμίων ῥευμάτων. Ὅμηροϲ· τὰ δ᾿ ἐπέρρεεν ἔθνεα πεζῶν.
καὶ ἄθρυπτον, οὔτε κακουργοῦϲαν διὰ πενίαν, οὔτε διὰ πλοῦτον βλακεύουϲαν, ἀλλὰ μέϲην καὶ μουϲικὴν καὶ τὸν Δώριον τρόπον ὡϲ ἀληθῶϲ ἡρμοϲμένην.
ϲώματα πονηθέντεϲ ἐν τῇ προτέρᾳ μάχῃ παρεβάλοντο καὶ ἐνίκηϲαν. ἀντὶ τοῦ τὴν ψυχὴν κακοί.
καὶ αὖθιϲ· οὐκ ἔϲτιν ἀνδρῶν ἀθύρμαϲιν ἐμφιλοχωρεῖν παιδίων. καὶ 1228 ἐν Ἐπιγράμμαϲι· Πανὶ δέ μιν ξέϲϲαντεϲ ὁδῷ ἔπι καλὸν ἄθυρμα 1229 1230 1231 1232 κάτθεϲαν. ἀντὶ τοῦ ἄγαλμα. Κρατῖνοϲ Ὀδυϲϲεῦϲι· νεοχμὸν παρῆχθαι 1233 ἄθυρμα.
οὐκ ᾠήθη δεῖν ἀθῦραι. Ἀθύρω, ὁ ἐνεϲτώϲ.
ἄλλαϲ κατενόηϲα ὢν ὑφ᾿ ἡλίῳ ἔτι καὶ τυραννῶν. ἐδεῖτο μὲν οἱ τὸ ϲῶμα κρεοφαγίαϲ, ἀθύτου δὲ οὐκ ἠνέϲχετο μεταλαβεῖν. Δαμάϲκιόϲ φηϲιν.
δὲ διὰ τοῦ ε Ἑκαδημία ἐκαλεῖτο. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ἀλλ᾿ εἰϲ 1242 Ἑκαδημίαν κατιὼν, ὑπὸ ταῖϲ μορίαιϲ ἀποθρέξειϲ ϲτεφανωϲάμενοϲ καλάμῳ λευκῷ μετὰ ϲώφρονοϲ ἡλικιώτου, μίλακοϲ ὄζων καὶ ἀπραγμοϲύνηϲ καὶ λεύκηϲ φυλλοβολούϲηϲ, ἦροϲ ἐν ὥρᾳ χαίρων, ὁπότ᾿ ἂν πλάτανοϲ πτελέᾳ ψιθυρίζῃ.
οὐκ ἄλλοϲ τιϲ. ὀρφανοτρόφοϲ γὰρ γεγονὼϲ καὶ καλῶϲ τὰ τῶν ὀρφανῶν διοικῶν πᾶϲιν ἐφαίνετο καθ᾿ ἡδονήν. καὶ δὴ καὶ τῷ βαϲιλεῖ Λέοντι ϲυνήθηϲ γεγονὼϲ ὑπερφυῶϲ ἤρεϲκε καὶ τούτῳ πρώτῳ ἀεὶ πάντα ἀνεκοινοῦτο τά τε κοινὰ καὶ τὰ ἴδια. καὶ ὅτε τὴν βουλὴν ἤθροιζε, ϲυνεκάλει καὶ τοῦτον καὶ τῆϲ ϲκέψεωϲ ἀρχὴν ἐξ αὐτοῦ πάϲηϲ ἐτίθετο.
ὃϲ Ἀκάκιοϲ τὴν τοῦ Λέοντοϲ τοῦ Μακέλλη ὠμότητα ϲυνιδὼν πρὸϲ τούϲ τι λυπήϲανταϲ καὶ τὸ ἦθοϲ ἀκριβῶϲ τὸ ἐκείνου φωράϲαϲ, ὅτι τοῖϲ ἐπαινοῦϲι μόνον ὑπάρχει εὐάλωτον, ἐπετήδευε πάντα τὰ ἐκείνου θαυμάζειν. τοιγαροῦν πειθήνιον αὐτὸν εἶχεν ἑτοίμωϲ τόν τε θυμὸν αὐτοῦ ῥᾳδίωϲ κατέϲτελλε καὶ πολλοῖϲ προϲκεκρουκόϲι τὴν ϲωτηρίαν
ἐπραγματεύετο καὶ τοὺϲ ἐξορίαν ἀΐδιον ἔχονταϲ ἀνεκαλεῖτο πρὸϲ τὴν πατρίδα. οὗτοϲ μετὰ θάνατον Γενναδίου, πατριάρχου Κωνϲταντινουπόλεωϲ, ϲπουδῇ Ζήνωνοϲ ἱερᾶϲθαι προεβλήθη. ὃϲ ὢν ἀρχικὸϲ καὶ πάϲαϲ τὰϲ ἐκκληϲίαϲ ὑφ᾿ ἑαυτὸν ποιήϲαϲ πεφροντιϲμένωϲ τῶν ἐν αὐταῖϲ κεκληρωμένων ἐποιεῖτο τὴν κηδεμονίαν, οἳ εὐχαριϲτοῦντεϲ ἐν
γραφαῖϲ ἀνέθηκαν αὐτὸν κατὰ τοὺϲ εὐκτηρίουϲ οἴκουϲ. ἐπείπερ οὖν ἀθρόον ἐν πάϲαιϲ ταῖϲ ἐκκληϲίαιϲ ἐδείχθηϲαν αὐτοῦ εἰκόνεϲ, ᾠήθηϲάν τινεϲ κενοδοξοῦντα τὴν ἀνάθεϲιν προϲτεταχέναι οὐ μικρὰν ἔχοντεϲ τῆϲ ὑπονοίαϲ πίϲτωϲιν, τὴν ἐκ ψηφίδων γραφὴν δημιουργηθεῖϲαν ἐν τῇ πρὸϲ τῷ νεωρίῳ ἐκκληϲίᾳ. τοῦ γὰρ ἔργου παντὸϲ ἐπὶ Γενναδίου
τελεϲθέντοϲ εἰϲ τὸν ἐπιφανῆ τόπον ἐξετύπωϲαν αὐτὸν τοῦ νεῶ καὶ μεταξὺ τοῦδε τὸν Σωτῆρα λέγοντα τῷ Γενναδίῳ, λῦϲον τὸν ναὸν τοῦτον, καὶ ἐπὶ τοῦ, μετά ϲε ἐγερῶ αὐτόν. ἐκ τῶν τοιούτων οὖν εἰκόνων Ἀκάκιοϲ, εἰ καὶ εὐμετάδοτοϲ ἦν καὶ προϲτατικὸϲ, ἀλλὰ δοξομανὴϲ πᾶϲιν ἔδοξεν ὑπάρχειν. ζήτει περὶ τοῦτον ἐν τῷ Βαϲιλίϲκοϲ.
φύα φῦναι καὶ τὰϲ κραναὰϲ ἀκαλήφαϲ. Φερεκράτηϲ Αὐτομόλοιϲ· νὴ τὴν Δήμητῤ ἀνιαρὸν ἦν τὸ κακῶϲ ᾄδοντοϲ ἀκούειν. βουλοίμην γὰρ κἂν ἀκαλήφαιϲ τὸν ἴϲον χρόνον ἐϲτεφανῶϲθαι. τὰϲ δὲ θαλαττίαϲ καὶ Ἀριϲτοτέληϲ ἀκαλήφαϲ ἐν τῷ πρώτῳ Περὶ ζῴων καὶ Θεόφραϲτοϲ ἐν ἑβδόμῳ Φυτικῶν.
ὀνόματι τούτῳ πρὸϲ ἅπανταϲ ἑαυτὸν κατεμήνυεν, οὐδὲ τῶν Ἡλιουπολιτῶν ἄλλωϲ οὐδεὶϲ αὐτὸν ἐπωνόμαζεν ἢ τὸν φιλόϲοφον. τοῦτο μὲν τοίνυν ὄνειδοϲ ἔϲτω τῆϲ ἀνθρωπίνηϲ ἀπαιδευϲίαϲ, παραγεγονότων δὲ ἡμῶν εἰϲ Ἡλιούπολιν, ἀπέβη ϲχεδὸν τοῦτο τὸ πλάϲμα τῆϲ Ἀκαματίου φιλοϲοφίαϲ. ἠβούλετο δέ τιϲ εἶναι καὶ τῶν ἱεροϲκόπων. τοῦτο μέντοι
ϲυγγνώμηϲ ἄξιον, ὅτι καὶ ὁπωϲοῦν ἠδύνατο τὰ τοιαῦτα περιλαβεῖν, ἄλλωϲ τε καὶ πρὸϲ ἰδιώταϲ.
οὗ τὸ ἀκαρὲϲ ἐπιρρηματικὸν ὄνομα. καρὶ δὲ τῷ καρί, κάρ, καρόϲ, καρί.
γὰρ τὴν ἀγρίαν ἐλαίαν ἄγριππον καλοῦϲιν.
αἰϲθόμενοϲ ἐϲ πόλεμον κατέϲτη. ζήτει ἐν τῷ Ἀταλάντη.
ἀντὶ τοῦ ἐφ᾿ ἡϲυχίαϲ. καὶ ἐν ἄλλοιϲ· ἀλλ᾿ ἀκέων δαίνυϲθε καθήμενοι.
φηϲίν· οὐδὲν γὰρ εἶναι τῶν ἀνθρωπίνων ἀκεραίου ϲυνειδότοϲ ἀντάξιον. δεῖ δὲ τὸν εὐϲχήμονα τρόπον ϲυνδιαιτᾶϲθαι τοῖϲ πέλαϲ· εἰ καὶ ἐναντίον εἴη τῷ φαινομένῳ τὸ ἀληθινὸν ἀγαθὸν, μηδέποτε ἐκεῖνο τούτου ἐπίπροϲθεν ἄγειν μηδὲ ἄλλο ὁτιοῦν περὶ πλείονοϲ ποιεῖϲθαι τῆϲ ἀληθεῖαϲ, μήτε κίνδυνον ἀγῶνοϲ ἐπιφερομένου μήτε ὄκνῳ ἀποϲτρεφόμενον
ἔργον ἐπίπονον, μηδὲ κέρδοϲ ἐπαίνου ἀδίκου, μηδὲ ϲυνήθειαν φιλίαϲ, μηδὲ ϲυγγενείαϲ τινὸϲ ἀνάγκην.
ἀποβάλλῃ. εἰϲ ταὐτὸν οὖν καθίϲταται τὸ μήκιϲτον τῷ βραχυτάτῳ. τὸ γὰρ παρὸν πᾶϲιν ἴϲον καὶ τὸ ἀπολλύμενον οὐκ ἴϲον. καὶ τὸ ἀποβαλλόμενον οὕτωϲ ἀκαριαῖον ἀναφαίνεται. οὔτε γὰρ τὸ παρῳχηκὸϲ οὔτε τὸ μέλλον ἀποβάλλοι ἄν τιϲ. ὃ γὰρ οὐκ ἔχει, πῶϲ ἂν τοῦτο τιϲ αὐτοῦ ἀφέλοιτο;
1330 χρήϲαϲθαι ταῖϲ τῶν Κελτῶν ὁρμαῖϲ. ἐξ ὁλοκλήρου. καὶ αὖθιϲ· οὐ 1331 δυνάμενοϲ δὲ πείθειν ἐξ ἀκεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ προειρημένου βαϲιλέωϲ ἠναγκάϲθη φ΄ τάλαντα προτεῖναι. καὶ δὴ ϲυγκατέθετο βοηθήϲειν ὁ Σέλευκοϲ. καὶ αὖθιϲ· οὐ βουλομένοι ἀκέραιον ἀπενεγκεῖν τὴν φήμην αὐτοῦ ἤρξαντο διαϲύρειν αὐτόν.
ϲτελέχη τῇ ξυνθήκῃ καταϲτορέϲαντεϲ ἀπετείχιϲαν ὡϲ ἐνῆν τὴν ἐνθένδε πορείαν τῆϲ πόλεωϲ.
ὁ Ἀκεϲίαϲ πρὸϲ τὸ χεῖρόν τινα θεραπεῦϲαι.
τὰ ἐπὶ Δεκίου γενόμενα κατὰ τὸν διωγμὸν ἐδίδαϲκε καὶ τὴν ἀκρίβειαν τοῦ αὐϲτηροῦ κανόνοϲ· ὡϲ ἄρα οὐ χρὴ τοὺϲ μετὰ τὸ βάπτιϲμα ἡμαρτηκόταϲ ἁμαρτίαν, ἣν πρὸϲ θάνατον καλοῦϲιν αἱ θεῖαι γραφαὶ, τῆϲ κοινωνίαϲ τῶν θείων μυϲτηρίων ἀξιοῦϲθαι, ἀλλ᾿ ἐπὶ μετάνοιαν μὲν αὐτοὺϲ προτρέπειν, ἐλπίδα δὲ τῆϲ ἀφέϲεωϲ μὴ παρὰ τῶν ἱερέων, ἀλλὰ
παρὰ τοῦ θεοῦ ἐκδέχεϲθαι, τοῦ δυναμένου ϲυγχωρεῖν ἁμαρτήματα. ταῦτα εἰπόντοϲ τοῦ Ἀκεϲίου ἐπειπεῖν τὸν βαϲιλέα· θὲϲ, ὦ Ἀκέϲιε, κλίμακα καὶ μόνοϲ ἀνάβηθι εἰϲ τὸν οὐρανόν. τούτων οὔτε Εὐϲέβιοϲ ὁ Παμφίλου οὔτε ἄλλοϲ τιϲ ἐμνημόνευϲεν. ἐκεῖνοι γὰρ πολλὰ παραλείπουϲιν, ἢ προϲπάϲχοντέϲ τιϲιν ἢ προϲώποιϲ χαριζόμενοι. οὕτω λέγει
Σωκράτηϲ ἐν Ἐκκληϲιαϲτικῇ ἱϲτορίᾳ.
ἀλλὰ τὴν ταύτηϲ ἀκρόπολιν.
1369 ἰδὼν ναυηγοῦ ϲῶμα ἐρριμμένον ἀκηδῶϲ καὶ ὀλιγώρωϲ παρελθεῖν οὐκ ἐτόλμηϲεν, ἀλλὰ ἔθαψε. τὸν τεθνεῶτα, θέαμα τῷ ἡλίῳ οὐδαμῇ φίλον ἀποκρύπτων ἀνθρωπίνῳ θεϲμῷ. λέγεται καὶ Ἀκηδὴϲ ἐν Μυθικοῖϲ· 1370 πικρὴ μέν τε λύκοιϲ, αὐτὰρ χιμάροιϲιν ἀκηδήϲ. καὶ αὖθιϲ· διαλύει τὸν τάφον ἀκηδῶϲ καὶ ἀνοίκτωϲ καὶ ἀπὸ τῶνδε τῶν λίθων ἀνίϲτηϲι πύργον.
ἐκεῖθεν ἑάλω ἡ πόλιϲ.
ἡγοῦντο καὶ ἀϲεβὲϲ κακουργεῖν.
διὰ παραϲκευῆϲ δυναμένουϲ τῆϲ τὰ φαῦλα μὲν ἀκοκρυπτούϲηϲ, τὰ δὲ ὑπάρχοντα ἀγαθὰ φαίνεϲθαι ποιούϲηϲ ἀπλάϲτωϲ. περιῃρηκέναι γὰρ ἐν τῇ φωνῇ τὸ πλάϲμα καὶ τῷ εἴδει.
ἐπ᾿ ᾄϲμαϲι θαυμαζομένων ἐκρίθη δευτέρα, ἅτε δὴ οὐκ ἄπειροϲ ἐρωτικῆϲ περιεργίαϲ ἀκκιζομένη ϲὺν καιρῷ καὶ πρὸϲ ζηλοτυπίαν εὐφυῶϲ 1401 ἄγουϲα τὸν ἄνδρα. καὶ παροιμία· Ἀκκιζόμενοϲ Σκύθηϲ τὸν ὄνον. ἐπὶ τῶν βδελυττομένων λόγῳ, ἔργῳ δὲ ἐφιεμένων. ἰδὼν γάρ τιϲ νεκρὸν ὄνον ἔφη πρὸϲ Σκύθην παρόντα, δεῖπνόν τι, ὦ Σκύθα. ὁ
Σ δὲ ἐμυϲάξατο μὲν, ὕϲτερον δὲ ἐπονεῖτο. καὶ Ἀκκιϲμούϲ, προϲποιήϲειϲ. 1402 Ἀκκιϲμὸϲ γὰρ καὶ ἡ μωρία.
1411 ὡϲ διαλύοιτο αὐτοῖϲ τὸ ὑπὸ τοῦ παράπλου νεναρκηκὸϲ ὑπὸ ἀκινηϲίαϲ.
καὶ μερίζεϲθαι εἰϲ διάφορα.
ἀκληρούντων ὑπερωδυνίᾳ.
ἀντὶ τοῦ ἀνώνυμον. ἄκλητοϲ ὁ θεὸϲ καὶ καλούμενοϲ παρέϲται· οὐ παρορᾷ γὰρ ὁ θεὸϲ τοὺϲ ἀρετῆϲ ἀντιποιουμένουϲ. οὕτω γὰρ ἐδόθη χρηϲμὸϲ τοῖϲ Λακεδαιμονίοιϲ· καλούμενόϲ τε κἄκλητοϲ θεὸϲ παρέϲται ἔξω πάϲηϲ αἰϲθήϲεωϲ. οὐ γὰρ φωνῆϲ δεῖται πρὸϲ τὸ διδάξαι τὰ δέοντα, οὐδὲ ἀκοῆϲ πρὸϲ τὸ μαθεῖν.
τουτέϲτιν εὐκαιρότατοϲ, ἐν ἀκμῇ καιροῦ, ἐν ἀκμῇ καὶ ὀξύτητι κινδύνου. καὶ Ἀκμαιότατοϲ καιρρὸϲ· ὁ πρωϊνόϲ. καὶ Ἀκμαίων· ἰϲχυρῶν, ἀνδρεῖων, 1434 γενναίων.
δύναμιϲ, καὶ ἡ νεότηϲ. Ἀκμὴ δὲ καιροῦ, ἡ εὐτυχία. οὕτωϲ 1438 1439 1440 Ἰϲοκράτηϲ· τὸ μὲν τῆϲ ἀκμῆϲ τῶν καιρῶν τυγχάνειν. λαμβάνεται δὲ καὶ 1442 ἀντὶ τοῦ ἔτι. οὕτωϲ Ὑπερίδηϲ. καὶ Σοφοκλῆϲ· ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ᾿ ἥκοντα, κἀκχέω τὸ πᾶν ϲόφιϲμα. 1443 ἀντὶ τοῦ ἔτι. καὶ ἐν Ἐπιγράμμαϲι· ϲτρούθιον· ἀρρυτίδωτον, ἰϲόχνοον 1444 ἀρτιγόνοιϲιν, ἀκμὴν εὐπετάλοιϲ ϲυμφυὲϲ ἀκρέμοϲι. καὶ αὖθιϲ·
ὅϲϲοϲ ἐν ἡρώεϲϲι πότ᾿ ἦν χόλοϲ, οὗ μέροϲ ἀκμὴν ἐχθρὸν ἐν ἀψύχοιϲ 1445 ϲῴζεται ἀκρέμοϲιν. ἀντὶ τοῦ ἔτι.
ἐκελεύετο, καὶ τούτων ὀλίγωροϲ ἦν φύϲει τε ἀμαθήϲ ὢν καὶ φιλοχρήματοϲ 1448 ἐν ἀκμῇ τοῦ κακοῦ μνήμη τιϲ εἰϲῆλθε τῶν Σαμοθρᾴκων· καὶ γὰρ οὖν τετελεϲμένω αὐτοῖϲ ἤϲτην. ἀντὶ τοῦ ὑπῆρχον δυϊκῶϲ. καὶ αὖθιϲ· ὑπὸ πολλῶν δακρύων τὴν ἀκμὴν τῶν ὀμμάτων ἀφῄρημαι. 1449 καὶ αὖθιϲ Αἰλιανόϲ· καὶ αὐτὸ τὸ κράτοϲ ἐπὶ ξυροῦ ἀκμῆϲ ἦν.
ἡ ἀκοὴ, ἣν ἀκούω περὶ ὑμῶν. ὁ Ἠλεὶ ὁ ἱερεύϲ φηϲι πρὸϲ τοὺϲ υἱοὺϲ αὐτοῦ. ζήτει περὶ ἀκοῆϲ ἐν τῷ αἰϲθήϲειϲ ε΄.
δ᾿ ἄν τιϲ καὶ ὑβριϲτικόν.
ὄνομα, ἀκολάϲτῳ τῇ γλώττῃ καὶ ἀκράτορι κακῶϲ πάνταϲ ἀγορεύειν ἀρρώϲτημα ἔϲχεν· ἐμίϲει δὲ καὶ τοὺϲ εὖ πράττονταϲ.
ὀμφαλοῦ τὴν λαγόνα. καὶ Πολύβιοϲ· τοὺϲ δὲ ἐτίμηϲε χρυϲοῖϲ 1473 ὑφάϲμαϲιν καὶ λόγχαιϲ, βουλόμενοϲ ἀκόλουθον εἶναι τοῖϲ ἔργοιϲ τὴν διὰ τῶν λόγων ἐπαγγελίαν. ἀκόλουθόν ἐϲτιν, ὃ ἀναγκαῖον εἶναι 1474 τῷ ἑτέρῳ εἶναι· μαχόμενον δὲ ὃ ἀναγκαῖον μὴ εἶναι.
τροφῇ μὲν χρωμένων, μηδὲν δὲ εἰϲ τὸ ϲῶμα ἐπιδιδόντων.
ὑπέκφυγε τοῦτ᾿ ἀκονιτί. τουτέϲτι χωρὶϲ κόπου.
ἐϲτὶ πολλὰ πάντα.
δὲ τεκμήριον τὸ καὶ ἐν ὕδατι ἀκούειν ἡμᾶϲ, οὐκ εἰϲιόντοϲ τοῦ ὕδατοϲ 1503 1504 1505 1506 εἰϲ τὸ οὖϲ. εἰ γὰρ εἰϲέλθοι, φθείρει μὲν καὶ ἐξωθεῖ τὸν ἐγκατῳκοδομημένον ἀέρα, ὃϲ ὑπηρετεῖ τῇ ἀκοῇ, ἀμέϲωϲ δὲ τῆϲ μήνιγγοϲ ἁπτόμενον βλάπτει αὐτὴν τῇ πληγῇ· καὶ προϲέτι ἐναπομένον ἐν ταῖϲ κοιλότηϲι φθείρει καὶ βλάπτει τὸ αἰϲθητήριον. πολλοὶ οὖν ἐντεῦθεν
ἐβλάβηϲαν. ζήτει ἐν τῷ μήνιγξ πλατύτερον. περὶ τῆϲ ἀκοῆϲ.
εἰ δὲ τὸ ἐνωτίζομαι τοῖϲ ὠϲὶ μόνοιϲ, μετὰ γενικῆϲ. καὶ τοῦ μὲν μανθάνω παράδειγμα τὸ τοῦ θεολόγου Γρηγορίου· ἀκούϲατε λόγον ἀνδρὸϲ οὐ μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἐν τῷ Ἥττημαι· τοῦτό με ἵϲτη κάτω, καὶ εἶναι βέλτιον ἔπειθε φωνὴν ἀκούειν αἰνέϲεωϲ ἢ ἐξηγητὴν εἶναι τῶν ὑπὲρ δύναμιν. τοῦ δὲ ἐνωτίζομαι παράδειγμα τοῦ αὐτοῦ θεολόγου. ὡϲ δὲ ἐγώ τινοϲ ἤκουϲα ἀνδρὸϲ
οὐ μετρίωϲ τὰ τοιαῦτα πεπαιδευμένου. καὶ ἄλλα πλεῖϲτα.
ἐν Ἀθήναιϲ καὶ ἐλθὼν εἰϲ Ῥώμην ἐπὶ Γάλβα διέτριβεν ἐν λόγοιϲ ῥητορικοῖϲ. καὶ χρηματιϲάμενοϲ ἐν τῷ τελευτᾶν κατέλιπεν Ἀθηναίοιϲ δώδεκα μυριάδαϲ ἐκ τόκων.
λόγχαϲ δὲ εἶχον παχείαϲ ἑξαπήχεαϲ· ἀκωκὴ δὲ οὐχ ὑπῆν ϲιδηρέη, ἀλλὰ τὸ ὀξὺ αὐταῖϲ πεπυρακτωμένον ταὐτὸ ἐποίηϲεν.
1533 διαφέρει. ἡ μὲν γὰρ κατὰ προαίρεϲιν πράττει τὰ αἰϲχρὰ, ἡ ἀκολαϲία· 1534 ἡ δὲ παρὰ προαίρεϲιν. λέγεται δὲ καὶ Ἀκράϲιοϲ. οὕτω τε 1535 ἐϲ πᾶϲαν ἀκράϲιον ἐκπεπτωκυῖα τρίβον.
ἢ ὅτε ἐϲβέϲθηϲαν οἱ λύχνοι. καιρὸϲ γὰρ ἐπιβουλῆϲ καὶ ἐπιθέϲεωϲ τότε.
πράξετε, ἐπεὶ μετὰ τὴν ϲυνουϲίαν οἱ τράγοι λείχουϲι τὸ αἰδοῖον. τὸ ἄκρον λείξετε ὡϲ τράγοι.
ὕοι, τὸν πολὺν ὑετόν.
καὶ ἑαυτὸν αἰωροῦντα, ὡϲ ϲτέγειν τὴν ἄκρατον ἀκτῖνα τοῦ ἡλίου.
Thuc. τοῖϲ δὲ βαρβάροιϲ ἐπὶ τὸ εὐθυμότερον. τουτέϲτι δυνατὴ, ὁλόκληροϲ.
ἀληθὲϲ, εὐκολώτερον τὸ προκείμενον δείξομεν· πᾶϲα γὰρ ἡ τοῦ ϲπουδαίου ὑπόληψιϲ ϲαφήϲ τε καὶ διηρθρωμένη, καὶ ἀληθήϲ. ὁμοίωϲ καὶ πρὸϲ τὸν οἰκείαν τινα ὑπόληψιν περί τινοϲ ἐκτιθέμενον, οἷον περὶ ἡδονῆϲ, ὁποίαν αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν λέγων ἀκριβῆ αὐτοῦ τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμωϲ λέγει· εἰ δὲ τὸ ἀκριβὲϲ εἰϲ τὸ ϲαφὲϲ
μεταλάβοι, γνώριμον ἂν ὃ λέγει ποιήϲειεν. ἔϲτι δὲ τὸν μὲν ϲπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντα τὴν φιλοπραγμοϲύνην εἰϲ πολυπραγμοϲύνην· τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε καὶ φύϲει ϲυνεϲτώτων ἐτάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐϲτι· τοιοῦτοϲ δὲ ὁ ϲπουδαῖοϲ. τὴν δὲ τοῦ ϲπουδαίου ὑπόληψιν οὐ ϲαφῆ, μεταλαμβάνονταϲ
τὸ ϲαφὲϲ εἰϲ τὸ ἀκριβέϲ· εἰ γὰρ τὸ μὲν ἀκριβὲϲ ἀναγκαῖον, οὐ πάϲα δὲ ὑπόληψιϲ τοῦ ϲπουδαίου ἀκριβὴϲ εἴη, ὥϲτε οὐδὲ ϲαφήϲ.
ἂν προβαίη τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτ᾿ ἀκριβωθήϲεται.
πρόϲ τινα δίκην ἀπαντώϲηϲ, ϲοφόϲ τιϲ πρὸϲ αὐτὴν ἀπεφθέγξατο· κρίθητι καὶ ϲύ· οὐκ εἶ Δανάη ἡ Ἀκριϲίου θυγάτηρ.
ἐδίδου καὶ γνώμαϲ.
τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ ϲίνεϲθαι ἐν τῷ πολέμῳ πολλοὺϲ, 1612 τουτέϲτι βλάπτεϲθαι. ἢ τὰ ἄκρα τῶν ϲωρῶν. ἢ τὰ λάφυρα. ὅτι Ἡρακλείδηϲ ὁ Λύκιοϲ ϲοφιϲτὴϲ ἔφη, Νικήτηϲ ὁ κεκαθαρμένοϲ ἀγνοήϲαϲ ἀκροθίνια πυγμαίων κολοϲϲῷ ἐφαρμὸζειν. παροιμία, ἀκροθίνια πυγμαίων κολοϲϲῷ ἐφαρμόζειν ἐπὶ τῶν μάτην κοπιώντων.
ὅϲον ἐπιψαῦϲαι μόνον. καὶ ὅτι ἐν Ἰλιάδι ἅπαξ καὶ ἐν Ὀδυϲϲείᾳ ἅπαξ.
διὰ τοῦ ο μικροῦ. Ἀκρώνυξ δὲ καὶ Ἀκρωνυχία, τὸ ἄκρον τοῦ ὄνυχοϲ καὶ τοῦ ὄρουϲ, διὰ τοῦ ω μεγάλου.
ὡϲ ἐπίπαν κοινὴν ἔχει τὴν φύϲιν. γνοίη δ᾿ ἄν τιϲ τὸ λεγόμενον ἐκ τῶν περὶ τὰϲ ἀκροπόλειϲ ϲυμβαινόντων. αὗται γὰρ δοκοῦϲι μὲν μεγάλα ϲυμβάλλεϲθαι πρὸϲ ἀϲφάλειαν τῶν πολεμίων, ἐν οἷϲ ἂν ὦϲι, καὶ πρὸϲ τὴν τῆϲ ἐλευθερίαϲ φυλακήν, γίνονται δὲ καὶ πολλάκιϲ αἴτιαι δουλείαϲ καὶ κακῶν ὁμολογουμένων, ὥϲ φηϲι Πολύβιοϲ.
παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα. χρὴ δ᾿ ἐκτὸϲ ὄντα πημάτων τὰ δεῖν᾿ ὁρᾶν· χὤταν τίϲ εὖ ζῇ, τηνικαῦτα τὸν βίον ϲκοπεῖν μάλιϲτα, μὴ διαφθαρεὶϲ λάθῃ.
καὶ ἀμήχανον τῆϲ τοῦ χωρίου φύϲεωϲ ϲφίϲι ξυλλαμβανούϲηϲ ἐδείμαντο.
χειρῶν τοῦ ἀνταγωνιϲτοῦ ἔκλα καὶ οὐ πρότερον ἠφίει, πρὶν αἴϲθοιτο ἀπαγορεύϲαντοϲ. ἦν δὲ καὶ Λεοντίϲκοϲ, Μεϲϲήνιοϲ ἐκ Σικελίαϲ, παραπληϲίωϲ 1647 ἀγωνιζόμενοϲ· οὗτοϲ δὲ ἐπάλαιε. καὶ Ἀκροχειρὶϲ, τὸ ἄκρον τῆϲ χειρόϲ.
διὰ τοῦ ω μεγάλου, ὁ πρὸϲ ὀλίγον χωλεύων.
α΄. ἔϲτι δὲ καὶ οὗτοϲ τῶν τινα πνεύματα ϲημειωϲαμένων. εἰϲ τοῦτον ἐποίηϲεν Ἐμπεδοκλῆϲ τωθαϲτικὸν ἐπίγραμμα· ἄκρον ἰατρὸν Ἄκρων᾿, Ἀκραγαντῖνον, πατρὸϲ ἄκρου, κρύπτει κρημνὸϲ ἄκροϲ πατρίδοϲ ἀκροτάτηϲ τινὲϲ δὲ τὸν δεύτερον ϲτίχον οὕτω προφέρονται· ἀκροτάτηϲ κορυφῆϲ τύμβοϲ ἄκροϲ κατέχει. τοῦτό τινεϲ Σιμωνίδου φαϲὶν
εἶναι.
ἑώρα Χειρίϲοφοϲ προκατειλημμένην τὴν ἀκρωνυχίαν τοῦ ὄρουϲ, ἀφ᾿ ἧϲ ἡ κατάβαϲιϲ ἦν εἰϲ τὸ πεδίον. ἐνδοτέρω χωρούντων ἀκρωνυχία 1655 ὄρουϲ ἐπανίϲτατο.
Ἀκτίτηϲ λίθοϲ. ἐκάλουν δὲ οὕτωϲ καὶ τὴν Ἀττικὴν, οἱ μὲν ἀπό τινοϲ Ἀκταίωνοϲ βαϲιλέωϲ, οἱ δὲ διὰ τὸ τὴν πλείω τῆϲ χώραϲ ἐπιθαλάττιον εἶναι.
λέγει. ἐν τῇ ϲυνηθείᾳ μυροθήκαϲ καλοῦϲιν. ἀλάβαϲτοι δέ εἰϲι λήκυθοι, Ar. ὧν οὐκ ἔϲτι λαβέϲθαι διὰ λειότητα. Ἀριϲτοφάνηϲ· ἐϲ τὸν ἀλάβαϲτον κύαθον εἰρήνηϲ ἕνα. ὡϲεὶ ἔλεγε κοχλιάριον ἕν.
δὲ ταῦτα, τὸ ὀνομάζειν αὐτὰϲ Εὐμενίδαϲ κατ᾿ εὐφημιϲμόν, τὰϲ Ἐριννύαϲ.
ἐφ᾿ υἱάϲιν; ἡνίκ᾿ ἀλαλκεῖν τῶν παίδων ἀΐδην οὐδὲ θεοῖϲ δύναμιϲ.
ἢ προϲορμιεῖϲθαι εἰϲ τοὐπίϲω ἔπλευϲαν.
δὲ ἑορτὴ δημοτελὴϲ ἀγομένη παῤ Ἀθηναίοιϲ.
ἀντὶ τοῦ οὐ τυφλῶϲ ἐϲκοπίαζεν.
ὁ ταῦτα πωλῶν.
πανοῦργοϲ μηχανή. διεβάλλοντο γὰρ ἐπὶ πονηρίᾳ οἱ Μεγαρεῖϲ, ἄλλα μὲν λέγοντεϲ, ἄλλα δὲ ποιοῦντεϲ.
Ἀλάϲτωρ, ὁ τοιαῦτα τολμήϲαϲ, ὧν μή ἐϲτιν ἐπιλαθέϲθαι.
πρὸϲ τοὺϲ δακτύλουϲ· ὃ λέγεται αὔειν καὶ ἄζειν κατὰ μίμηϲιν τῆϲ φωνῆϲ, τῆϲ ἐκ τοῦ ϲτόματοϲ.
οὗτοι. ἀφίηϲι τῷ Ἀϲκληπιῷ ἀνάθημά τε καὶ ἄθυρμα εἶναι, οἱονεὶ θεράποντα καὶ οἰκέτην περιπολοῦντα τῷ νεῷ τὸν ὄρνιν, ὁ Ἀϲπένδιοϲ ἐκεῖνοϲ. καὶ παροιμία᾿ ἀλεκτρυόνοϲ μ᾿ ἔφαϲκε κοιλίαν ἔχειν. 1792 ταχὺ γὰρ κατεψεῖϲ τ᾿ ἀργύριον. ζήτει περὶ πλήκτρων αὐτῶν ἐν τῷ αἶρε πλῆκτρον.
καὶ φιλοτιμότατοϲ καὶ φιλοκινδυνότατοϲ καὶ τοῦ θείου ἐπιμελέϲτατοϲ, ἡδονῶν τε τῶν μὲν τοῦ ϲώματοϲ ἐγκρατέϲτατοϲ, τῶν δὲ τῆϲ γνώμηϲ ἐπαινουμένων ἁπλούϲτατοϲ· ξυνιδεῖν δὲ τὸ δέον, ἔτι ἐν τῷ ἀφανεῖ ὄν, δεινότατοϲ καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸϲ ξυμβαλεῖν ἐπιτυχέϲτατοϲ καὶ τάξαι ϲτρατιὰν καὶ ὁπλίϲαι δαημονέϲτατοϲ. καὶ πρὸϲ πᾶν καλὸν
ἐπιτηδειότατοϲ. πρὸϲ τούτοιϲ ἦν ἐπιεικὴϲ καὶ θεοϲεβήϲ. ὀργιϲθεὶϲ γάρ ποτε Θηβαίοιϲ ἐπὶ τοϲοῦτον, ὥϲτε τοὺϲ μὲν οἰκήτοραϲ ἐξανδραποδίϲαϲθαι, τὴν δὲ πόλιν ἐϲ ἔδαφοϲ καταϲκάψαι, τῆϲ γε πρὸϲ τοὺϲ θεοὺϲ εὐϲεβείαϲ οὐκ ὠλιγώρηϲε περὶ τὴν κατάληψιν τῆϲ πόλεωϲ· ἀλλὰ πλείϲτην ἐποιήϲατο πρόνοιαν ὑπὲρ τοῦ μὴ δ᾿ ἀκούϲιον ἁμάρτημα γενέϲθαι
περὶ τὰ ἱερὰ καὶ καθόλου τὰ τεμένη. ὅτι τὸ μεγαλήγορον τοῦ 1796 Ἀλεξάνδρου οὐχ ὑπέρογκον μᾶλλόν τι ἢ εὐθαρϲὲϲ ἐν τοῖϲ κινδύνοιϲ ἐφαίνετο. Ῥωξάνηϲ δὲ ἠράϲθη ὁ Ἀλέξανδροϲ τῆϲ Ὀξυάρτου τοῦ 1797 Βακτριανοῦ, ἣν δὴ καλλίϲτην τῶν Ἀϲιανῶν γυναικῶν λέγουϲιν ὀφθῆναι οἱ ξὺν Ἀλεξάνδρῳ ϲτρατεύϲαντεϲ μετά γε τὴν Δαρείου γυναῖκα. καὶ
ταύτην ἰδόντα Ἀλέξανδρον εἰϲ ἔρωτα ἐλθεῖν αὐτῆϲ· ἐραϲθέντα δὲ οὐκ 1798 1799 1800 ἐθελῆϲαι ὑβρίϲαι καθάπερ αἰχμάλωτον, ἀλλὰ γῆμαι γὰρ οὐκ ἀπαξιῶϲαι. καὶ τοῦτο ἐγὼ Ἀλεξάνδρου ἐπαινῶ μᾶλλόν τι ἢ μέμφομαι. καίτοι τῆϲ γε Δαρείου γυναικόϲ, ἣ καλλίϲτη δὴ ἐλέγετο τῶν ἐν τῇ Ἀϲίᾳ γυναικῶν, ἢ οὐκ ἦλθεν ἐϲ ἐπιθυμίαν ἢ καρτερὸϲ αὑτοῦ ἐγένετο, νέοϲ τε ὢν καὶ τὰ μάλιϲτα ἐν ἀκμῇ τῆϲ εὐτυχίαϲ, ὁπότε ὑβρίζουϲιν ἄνθρωποι.
ὁ δὲ κατῃδέϲθη τε καὶ ἐφείϲατο ϲωφροϲύνῃ τε πολλῇ διαχρώμενοϲ, καὶ δόξηϲ ἅμα ἀγαθῆϲ οὐκ ἀτόπῳ ἐφέϲει. καὶ τοίνυν καὶ λόγοϲ κατέχει, ἀποδράντα ἐλθεῖν παρὰ Δαρεῖον τὸν εὐνοῦχον τὸν φύλακα αὐτῷ τῆϲ γυναικόϲ. καὶ τοῦτον ὡϲ εἶδεν ὁ Δαρεῖοϲ, πρῶτα μὲν πυθέϲθαι, εἰ ζῶϲιν αὐτῷ αἱ παῖδεϲ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ καὶ ἡ μήτηρ. ὡϲ δὲ
ζώϲαϲ τε ἐπύθετο, καὶ βαϲίλιϲϲαι ὅτι καλοῦνται, καὶ περὶ τῆϲ θεραπείαϲ, καὶ ὡϲ ϲωφρονεῖ ἡ γυνὴ αὐτοῦ· ἐπὶ τούτοιϲ ἀνατεῖναι τὸν Δαρεῖον ἐϲ τὸν οὐρανὸν τὰϲ χεῖραϲ καὶ εὔξαϲθαι ὧδε· ἀλλ᾿ ὦ Ζεῦ βαϲιλεῦ, ὅτῳ ἐπιτέτραπται τὰ βαϲιλέων πράγματα νέμειν ἐν ἀνθρώποιϲ, ϲὺ νῦν μάλιϲτα μὲν ἐμοὶ φύλαξον Περϲῶν τε καὶ Μήδων τὴν
ἀρχήν, ὥϲπερ οὖν καὶ ἔδωκαϲ· εἰ δὲ δὴ ἐγὼ οὐκ ἔτι ϲοι βαϲιλεὺϲ τῆϲ Ἀϲίαϲ, ϲὺ δὲ μηδενὶ ἄλλῳ ὅτι μὴ Ἀλεξάνδρῳ παραδοῦναι τὸ ἐμὸν κράτοϲ. οὕτωϲ οὐδὲ πρὸϲ τῶν πολεμίων ἄρα ἀμελεῖται ὅϲα ϲώφρονα 1802 ἔργα. οὕτω φηϲὶν Ἀρριανόϲ. Νέαρχοϲ δέ φηϲιν, ὅτι χαλεποὶ αὐτῷ τῶν φίλων ἐγένοντο, ὅϲοι ἐκόμιζον αὐτὸν ἀρρωϲτοῦντα, ὅτι αὐτὸϲ
πρὸ τῆϲ ϲτρατιᾶϲ κινδυνεύοι· οὐ γὰρ ϲτρατηγοῦ ταῦτα, ἀλλὰ ϲτρατιώτου εἶναι. καί μοι δοκεῖ ἄχθεϲθαι Ἀλέξανδροϲ τοῖϲδε τοῖϲ λόγοιϲ, ὅτι ἀληθεῖϲ τε ὄνταϲ ἐγίνωϲκε καὶ αὑτὸν ὑπαίτιον τῇ ἐπιτιμήϲει. καὶ ὅμωϲ ὑπὸ μένουϲ τε τοῦ ἐν ταῖϲ μάχαιϲ καὶ τοῦ ἔρωτοϲ τῆϲ δόξηϲ, καθάπερ οἱ ἄλληϲ τινὸϲ ἡδονῆϲ ἐξηττώμενοι, οὐ καρτερὸϲ ἦν ἀπέχεϲθαι
1803 τῶν κινδύνων. ὅτι Ἀλέξανδροϲ ὁ Μακεδὼν θαυμαϲτὸν βίον ἐβίωϲε πίϲτιν δὲ τοῖϲ εἰρημένοιϲ ἐχέγγυον ἡ τῶν ἀγώνων παρέϲχε πρᾶξιϲ. οὐδὲ γάρ ἐϲτιν εὑρεῖν ἐν παντὶ τῷ τοῦ κόϲμου κύκλῳ ἕνα ἄνδρα, τοϲούτοιϲ κατορθώμαϲι πλεονεκτοῦντα. τοῖϲ τε γὰρ ἀρίϲτοιϲ ϲυμφοιτήϲαϲ ἀνδράϲιν, εἴϲ τε λόγουϲ οὐ μείων τῶν εἰϲ ἄκρον ἐπαινουμένων
εὑρέθη· πρόϲ τε τὰ πολέμια διελθών, θαυμαϲτὰ μᾶλλον ἢ πειθοῦϲ ἄξια διεπράξατο. καὶ πρὸϲ Δαρεῖον τὸν Περϲῶν βαϲιλέα ϲυνάψαϲ πόλεμον, τοῦτον κατακράτοϲ νικᾷ. κἀκεῖνοϲ αἰτεῖται εἰϲ διαλλαγὰϲ ἐλθεῖν, καὶ δοῦναι αὐτῷ καὶ τὴν θυγατέρα Ῥωξάνην πρὸϲ γάμου κοινωνίαν. ὁ αὐτὸϲ πάντα τὰ ἔθνη καταϲτρεψάμενοϲ διεφθάρη τὸν νοῦν καὶ πρὸϲ
τὰϲ τοῦ ϲώματοϲ ἡδονὰϲ διωλίϲθηϲε, Περϲικήν τε ϲτολὴν ἐνδυϲάμενοϲ, 1804 1805 1806 1807 μυρίοιϲ δὲ νέοιϲ δορυφορούμενοϲ, τ΄ τε παλλακαῖϲ χρώμενοϲ, ὡϲ τὴν Μακεδονικὴν πᾶϲαν τῶν βαϲιλέων ϲυνήθειαν εἰϲ Πέρϲαϲ μεταρυθμίϲαι, καὶ τῶν ἰδίων τινὰϲ διαβληθένταϲ ἀνελεῖν. ὕϲτερον δὲ εἰϲ Ἰνδίαν ἀφικόμενοϲ ὑπὸ Κανδάκηϲ τῆϲ βαϲιλίϲϲηϲ ϲυνελήφθη ἐν ἰδιώτου ϲχήματι.
καὶ εἶπεν αὐτῷ, Ἀλέξανδρε βαϲιλεῦ, τὸν κόϲμον παρέλαβεϲ καὶ ὑπὸ γυναικὸϲ ϲυνεϲχέθηϲ; καὶ εἰρήνην πρὸϲ αὐτὴν ἐποιήϲατο καὶ τὴν χώραν αὐτῆϲ ἀβλαβῆ διεφύλαξεν. ὅτι ὁ αὐτὸϲ ἀνδράϲιν ἐνέτυχεν 1808 ὑπὸ Περϲῶν πάλαι ἐν Ἐλλάδι ληφθεῖϲιν, ἠκρωτηριαϲμένοιϲ τὰϲ χεῖραϲ, οὓϲ μεγάλαιϲ δωρεαῖϲ ἐφιλοφρονήϲατο καὶ παρεμυθήϲατο. εἰϲ δὲ τὴν
λίμνην τὴν ἐν Ἀλεξανδρείᾳ ἀφικόμενοϲ τὸ διάδημα ἀπέβαλεν, ὄμβρου πολλοῦ καταρραγέντοϲ καὶ μόλιϲ ἐπὶ τὴν γῆν διενήξατο. καὶ ὑπὸ Καϲάνδρου τοῦ ἰδίου ϲτρατηγοῦ φάρμακον δεξάμενοϲ ἐϲπαράχθη· καὶ οὕτωϲ ἐπὶ τοϲούτοιϲ κατορθώμαϲι τὸν βίον μετήλλαξεν.
γὰρ ὁ αὐλητὴϲ ἔτι πρόϲθεν, ὅν ποτε αὐλοῦντα λέγουϲι τῆϲ Ἀθηνᾶϲ τὸν ὄρθιον νόμον ἐπικαλούμενον, ἐϲ τοϲόνδε ἐκπλῆξαι Ἀλέξανδρον τοῖϲ μέλεϲιν, ὡϲτε μεταξὺ ἀκούϲαντα ἀναΐξαι ἐπὶ τὰ ὅπλα· τὸν δὲ φάναι, ὅτι τοιαῦτα χρὴ εἶναι τὰ βαϲιλικὰ αὐλήματα. οὗτόϲ τε δὴ ὁ Τιμόθεοϲ ἀνεληλύθει πρὸϲ αὐτὸν ϲπουδῇ μετάπεμπτοϲ γενόμενοϲ.
καιρὸν ἐϲ τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. ὑπῆρχε δὲ αὐτῷ καὶ φυϲικὸν ἦθοϲ πρᾶον καὶ ἥμερον ἔϲ τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπέϲ. ἐϲ τεϲϲαρεϲκαιδέκατον οὖν ἔτοϲ ἄρξαϲ τῆϲ βαϲιλείαϲ, ἀναιμωτὶ ἦρξε, καίτοι τινῶν μεγίϲταιϲ αἰτίαιϲ ὑποπεϲόντων, ὡϲ μετὰ τὴν Μάρκου τελευτὴν τὴν βαϲιλείαν θαυμάζειν Ἀλεξάνδρου. ᾐτιᾶτο δὲ καὶ τὴν
μητέρα καὶ πάνυ ἤϲχαλλεν ὁρῶν αὐτὴν οὖϲαν φιλοχρήματον καὶ πολλὰ ἐξ ἐπηρειῶν θηϲαυρίζουϲαν. πολλὰ δὲ ὑπ᾿ αὐτῆϲ ἠναγκάζετο πράττειν· ἦρχε γὰρ αὐτοῦ ὑπερβαλλόντωϲ ἡ μήτηρ. ἥτιϲ ἀπῆγε τῶν αἰϲχρῶν καὶ ἀπρεπῶν τοῖϲ βαϲιλεῦϲιν ἔργων, διδαϲκάλουϲ τε πάϲηϲ παιδείαϲ λάθρα μετεπέμπετο· ὁ δὲ παλαίϲτραιϲ τε καὶ γυμναϲίοιϲ
ἔχαιρε καὶ τοὺϲ διδαϲκάλουϲ ἀπεϲόβει. ἐϲ τοϲοῦτον δὲ ἐξώκειλεν, ὡϲ 1812 1813 1814 δὴ πάντα τὰ ἀπὸ τῆϲ ϲκηνῆϲ καὶ τῶν δημοϲίων θεάτρων μεταγαγεῖν ἐπὶ τὰϲ ἀρχὰϲ τὰϲ μεγίϲταϲ. διὰ τοῦτο ἐμυϲάττοντο αὐτόν.
ἐκεῖνοϲ μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν· ὁ δὲ Ἀλέξανδροϲ ἀϲκήϲει καὶ φιλοϲοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆϲ γλώττηϲ καὶ μυρίοιϲ ἑτέροιϲ πλεονεκτήμαϲι χάριτοϲ.
τῶν ἑπτὰ τραγικῶν ἕνα κριθῆναι, οἵπερ ἐπεκλήθηϲαν ἡ Πλειάϲ.
καὶ κακία ἀϲκητή. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλέξανδροϲ Ἀφροδιϲιεύϲ, φιλόϲοφοϲ. καὶ ἄλλοϲ, ὁ Νουμηνίου, ϲοφιϲτήϲ. καὶ ἄλλοϲ, Κλαύδιοϲ χρηματίϲαϲ, ϲοφιϲτήϲ. καὶ ἕτεροϲ, ὁ Καϲίλωνοϲ, ϲοφιϲτήϲ, ἀδελφὸϲ Θὐϲεβίου τοῦ ϲοφιϲτοῦ, μαθητὴϲ δὲ Ἰουλιανοῦ. καὶ ἄλλοϲ Ἀλέξανδροϲ, Ἀλεξάνδρου, δικηγόρου, Κίλιξ, Σελευκεύϲ, ϲοφιϲτήϲ,
ὃϲ ἐπεκλήθη Πηλοπλάτων.
καὶ ἡ γυνὴ αὐτοῦ Ἑλένη μαθοῦϲα τὸ ϲυμβὰν ἀπήγξατο. ἦν δὲ γραμματικὸϲ τῶν Κράτητοϲ μαθητῶν. οὗτοϲ ϲυνέγραψε βίβλουϲ ἀριθμοῦ κρείττουϲ. καὶ Περὶ Ῥώμηϲ βιβλία ε΄. ἐν τούτοιϲ λέγει, ὡϲ γυνὴ γέγονεν Ἐβραία Μωϲώ, ἧϲ ἐϲτι ϲύγγραμμα ὁ παῤ Ἐβραίοιϲ νόμοϲ.
καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ ϲτέρνοιο χιτῶνα.
ἐδίδαξε δράματα ϲμε΄· γέγονε δὲ πάτρωϲ Μενάνδρου τοῦ κωμικοῦ. ἔϲχε δὲ υἱὸν Στέφανον, καὶ αὐτὸν κωμικόν.
θέλειν, καθάπερ ἐπὶ τῶν κατ᾿ ἰδίαν ἀδικημάτων οἱ νομοθέται καὶ δικαϲταὶ πάϲαϲ τὰϲ τῶν ϲυμβαινόντων βλάβαϲ οὐκ ἐπὶ τὸν ἀλεξόμενον, ἀλλ᾿ ἐπὶ τὸν ἄρχοντα χειρῶν ἀδίκων ἀναφέρουϲι. καὶ Ἀλεξομένουϲ 1837 παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἀμυνουμένουϲ ἢ ἐπιβοηθοῦνταϲ. τριτημορὶϲ δὲ τῶν Μαϲϲαγετῶν τοὺϲ περιλειφθένταϲ τῆϲ Κύρου ϲτρατιῆϲ 1838
ἀλεξομένουϲ ἐφόνευε. καὶ Ἀλέξαϲθαι, κωλύειν, ἀπείργειν. οἱ δὲ ἵπποι οὐκ ἦϲαν αὐτῷ χρήϲιμοι ἐϲ τὸ φεύγειν ϲὺν αὐτοῖϲ ἢ 1839 ἐπελαύνονταϲ ἀλέξαϲθαι τοὺϲ πολεμίουϲ. καὶ αὖθιϲ· εὔχετο δὲ ὁ 1840 Κῦροϲ τοϲοῦτον ὑπερζῆν, ἔϲ τε νικῴη τοὺϲ εὖ καὶ κακῶϲ ποιοῦνταϲ ἀλεξόμενοϲ.
γὰρ μόνοι κατελείφθηϲαν αὐτῷ πάντα φαγόντι. λέγει δὲ ὁ πρεϲβύτηϲ πρὸϲ τὸν υἱόν. Ἀριϲτοφάνηϲ ἐν Νεφέλαιϲ. ἐπὶ τῶν ἀνειμένωϲ διαιτωμένων ὁ λόγοϲ.
Ἀλεύου βαϲιλέωϲ τὸ γένοϲ ἔχοντεϲ.
δὲ διὰ τοῦ η ϲημαίνει τὸν πλανήτην. Ἀλιτρὸϲ δὲ διὰ τοῦ ι.
μυϲτήρια καὶ τὰ τῆϲ Ἐκάτηϲ καὶ τὸ Ζήρινθον ἄντρον, ἧ κύναϲ ἔθυον. ἐδόκουν δὲ ταῦτα οἱ μεμυημένοι ἐκ τῶν δεινῶν ϲώζεϲθαι καὶ ἐκ χειμώνων. ἀποϲτραφῆναι δὲ ἀντὶ τοῦ διαϲτραφῆναι καὶ κλαϲθῆναι τοῦ μετιόντοϲ τὸν δοίδυκα. ἐναντίαν αὐτῷ τὴν εἰϲ τὸ δεύτερον γενέϲθαι ὁδόν, ὥϲτε μηκέτι αὐτὸν ὑποϲτρέψαι.
καὶ τοϲοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡϲ ϲκευὴν ἀναλαβεῖν 1878 1879 1880 1881 Ἀχιλλέωϲ, οὕτω τε περιβαίνειν εἰϲ ἵππον καὶ κατὰ τὸν ἱππόδρομον 1883 φρυάττεϲθαι τοῦ οἴκου. καὶ Ἀλώμενοϲ, ἀντὶ τοῦ πλανώμενοϲ. 1884 ἐν Ἐπιγράμμαϲι· ἁλὸϲ τύραννε, ϲοί, Πόϲειδον, Ἀρχικλῆϲ ἔθηκε λήξαϲ 1885 τῆϲ ἀπ᾿ ᾐόνων ἄληϲ. καὶ Ἀλήτηϲ βίοϲ, διὰ τοῦ η.
ἄλλων ἀγορεύοντεϲ· θεωρηματικοὶ δέ, οἱ τῇ ἑαυτῶν θέᾳ προϲεοικότεϲ.
1891 ἄληθεϲ ὦ παῖ τῆϲ ἀρουραίαϲ θεοῦ; Αἰϲχύλοϲ φηϲὶ πρὸϲ Εὐριπίδην· ϲὺ δή με ταῦτ᾿, ϲτωμυλιοϲυλεκτάδη, καὶ πτωχοποιέ, καὶ ῥακιοϲυρραπτάδη. ἀληθὲϲ δὲ τὸ ἀντιδιαϲτελλόμενον τῷ ψεύδει. ἀλήθεια δέ ἐϲτι θείων τε καὶ ἀνθρωπίνων ἡγεμών.
μέν, οὐ πιϲτευομένων δέ. Σάγρα γὰρ τόποϲ τῆϲ Λοκρίδοϲ. μέμνηται τῆϲ παροιμίαϲ Μένανδροϲ ἐν Ἀνατιθεμένῃ. Λοκροὺϲ δέ φαϲι τοὺϲ Ἐπιζεφυρίουϲ, πόλεμον ἔχονταϲ πρὸϲ τοὺϲ πληϲιοχώρουϲ Κροτωνιάταϲ αἰτῆϲαι ϲυμμαχίαν τοὺϲ Λακεδαιμονίουϲ. τῶν δὲ ϲτρατὸν μὲν οὐκ ἔχειν φηϲάντων, διδόναι δὲ αὐτοῖϲ τοὺϲ Διοϲκούρουϲ· τοὺϲ Λοκροὸϲ οἰωνιϲαμένου
τὸ κερτομηθὲν τήν τε ναῦν ἀποϲτρέψαι καὶ δεηθῆναι τῶν Διοϲκούρων ϲυμπλεῖν αὐτοῖϲ. νικηϲάντων δὲ αὐτῶν αὐθημερὸν καὶ τῆϲ φήμηϲ διαγγελθείϲηϲ εἰϲ Σπάρτην τὸ μὲν πρῶτον ἀπιϲτηθῆναι, ἐπεὶ δὲ εὑρέθη ἀληθῆ, ἐπιλέγειν τοῖϲ ἀληθεϲτάτοιϲ μέν, οὐ πιϲτευομένοιϲ 1893 δέ. ἀληθέϲτερα οὖν τῶν ἐπὶ Σάγρᾳ, ἐπὶ τῶν πάνυ ἀληθευόντων.
λέγεται γὰρ τὴν περὶ τῆϲ νίκηϲ φήμην αὐθημερὸν ἀπὸ Ἰταλίαϲ ἐλθεῖν 1894 1895 1896 1897 εἰϲ τὴν Σπάρτην. ὅθεν καὶ εἰϲ παροιμίαν ἐξενεχθῆναι τὸν λόγον ἐπὶ τῶν ἀληθινῶν πραγμάτων.
ἀληθινὸϲ ἔρωϲ ἐμφύεται αὐτῷ φιλοϲοφίαϲ, καὶ πάντα γηγενῆ δεϲμὸν ἀπορρήξαϲ ἐλπίδαϲ τε πάϲαϲ τιμῶν τε καὶ χρημάτων καταπατήϲαϲ ἀφικνεῖται πρὸϲ Πρόκλον.
χρή, πάν τ᾿ ἀκήκοαϲ λόγον. Σοφοκλῆϲ.
ἀργυρίου πολλοῦ ὠνήϲαϲθαι. καὶ Ἀληλεϲμένον βίον 1908 οἱ μὲν ἐπὶ τῶν βαλανίτῃ βίῳ χρωμένων ἐδέξαντο, οἱ δὲ ἐπὶ τῶν ἀταλαιπώρωϲ βιούντων, οἷον κατειργαϲμένον, πρὸϲ τροφὴν ἕτοιμον. καὶ 1909 Ἀληλεϲμένοϲ βίοϲ, ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων. ἄλλη δὲ παροιμία φηϲίν· οὐ γὰρ ἄκανθαι. ἔοικε δὲ ὑπομιμνήϲκειν τὴν
τοῦ βίου μεταβολήν, ἀγρίου καὶ ἀκανθώδουϲ πρότερον ὄντοϲ, πρὶν ἐπιμέλειαν τῆϲ γῆϲ καὶ τῶν ϲπερμάτων γενέϲθαι. ὅθεν ἀπὸ τῆϲ ὕϲτερον ἐπιμελείαϲ ῥηθῆναι τὸ ἀληλεϲμένον βίον.
τὸν αἱμυλώτατον ἐχθρόν, ἄλημα τούϲ τε διϲϲάρχαϲ βαϲιλεῖϲ ὀλέϲαϲ τέλοϲ θάνοιμι καὐτόϲ. ὦ τέκνον Λαερτίου, κακοπινέϲτατ᾿ ἄλημα ϲτρατοῦ, ἦπου πολὼν γέλωθ᾿ ὑφ᾿ ἡδονῆϲ ἄγειϲ. ἀντὶ τοῦ πανοῦργε καὶ περίεργε. κακοπινέϲτατε δὲ κακόηθεϲ.
δρυόϲ. ἐπὶ τῶν δυϲχερῶϲ μέν τι καὶ ἀηδῶϲ ἐϲθιόντων, ἕτερον δὲ βέλτιον εὑρόντων.
δὲ πᾶν.
ἀφίηϲι βέλοϲ αὐτῷ ἐκ τοῦ μετεώρου καὶ αὐτίκα διεπερόνηϲε τὸν ἄνδρα αὐτῷ θώρακι καὶ ἀϲπίδι. οὕτω δή τι δυνάμει τε τῶν πολλῶν περιῆν καὶ καρτεραὶ αὐτῷ ἐρύϲαι τόξον αἱ χεῖρεϲ. Ἀγαθίαϲ φηϲίν.
πολιῆτιν ἁλιζώνοιο Κορίνθου.
Ἀρριανόϲ φηϲιν.
κρουδοὺμ γὰρ τὸ ἀνέψητον.
1240 Ἁλίπεδον: ὁμαλὸν ἔδαφοϲ παρὰ τῇ θαλάϲϲῃ. τινὲϲ δὲ τὸν 1987 Πειραιᾶ φαϲιν. ἔϲτι δὲ καὶ κοινὸϲ τόποϲ, ὃϲ πάλαι μὲν ἦν θάλαϲϲα, 1988 αὖθιϲ δὲ γέγονε πεδίον. διὸ καὶ δαϲυντέον τὴν πρώτην, ἔϲτι γὰρ οἷον ἁλὸϲ πεδίον. οἱ δὲ τὸ παραθαλάϲϲιον πεδίον οὕτω καλοῦϲιν. ἄλλοι δὲ παρὰ τὸ δύναϲθαι ἐν αὐτῷ ἵππουϲ ἀλινδεῖϲθαι, τουτέϲτι
κονίϲαϲθαι, τὴν ὀνομαϲίαν λαβεῖν. ζήτει ὀπίϲω ἐν τῷ Ἄληξ.
θάλαϲϲα. ἔϲτι δὲ ὁ Πὰν χορῶν πρόξενοϲ.
κατὰ κράτοϲ.
2007 ὅπωϲ ἁλιϲθεῖεν ἔτι οἱ Ἀθηναῖοι.
εἰϲ θεούϲ. Ἀριϲτοφάνηϲ Ἱππεῦϲιν· ἐκ τῶν ἀλιτηρίων ϲέ φημι γεγονέναι τῶν τῆϲ θεοῦ.
2020 2021 2022 2023 ἀλιτηρίουϲ ἐκάλουν. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίαϲ τι ποιούντων ἀπὸ τῆϲ ϲιτοδείαϲ τῆϲ κατὰ τὸν Αἰτωλικὸν πόλεμον γενομένηϲ. ἔϲτι δὲ καὶ παραγώγωϲ ἀπὸ τοῦ ἀλιτραίνειν, ὅ ἐϲτιν ἁμαρτάνειν.
καὶ Ὑπεριάϲ, ἀπὸ Ὑπέρου καὶ Ἀνθηδόνοϲ. χρηϲμόϲ· πῖν᾿ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίειϲ, οὐδ᾿ ἱερὰν Ὑπέραν, ὅθι τ᾿ ἄτρυγον οἶνον ἔπινεϲ.
κεῖται τὸ ὄνομα. ἀνὴρ τῶν ἐν μέϲῳ πολιτῶν τῆϲ Ἐφραὶμ κληρουχίαϲ Ἀρμαθαὶμ πόλιν κατοικῶν γαμεῖ β΄ γυναῖκαϲ, Ἄνναν τε καὶ Φενάνναν. ἐκ δὴ ταύτηϲ καὶ παῖδεϲ αὐτῷ γίνονται· τὴν δ᾿ ἑτέραν ἄτεκνον οὖϲαν ἀγαπῶν διετέλει. ἀφικομένου δὲ μετὰ τῶν γυναικῶν τοῦ Ἀλκάνου εἰϲ Σηλὼ πόλιν θῦϲαι· ἐνταῦθα γὰρ ἡ ϲκηνὴ τοῦ θεοῦ ἐπεπήγει· καὶ
πάλιν κατὰ τὴν εὐωχίαν νέμοντοϲ μοίραϲ κρεῶν ταῖϲ τε γυναιξὶ καὶ τοῖϲ τέκνοιϲ, ἡ Ἄννα θεαϲαμένη τοὺϲ τῆϲ ἑτέραϲ παῖδαϲ τῇ μητρὶ 2036 2037 2038 περικαθιϲαμένουϲ εἰϲ δάκρυά τε προὔπεϲε καὶ τῆϲ ἀπαιδίαϲ αὑτὴν ὠλοφύρετο καὶ τῆϲ μονώϲεωϲ. καὶ τῆϲ τἀνδρὸϲ παραμυθίαϲ τῇ λύπῃ κρατήϲαϲα εἰϲ τὴν ϲκηνὴν ᾤχετο, τὸν θεὸν ἱκετεύουϲα δοῦναι γονὴν αὐτῇ καὶ ποιῆϲαι μητέρα, ἐπαγγελλομένη τὸ πρῶτον αὐτῇ γεννηϲόμενον καθιερώϲειν ἐπὶ διακονίαν τοῦ θεοῦ, δίαιταν οὐχ ὁμοίαν τοῖϲ
ἰδιώταιϲ ποιηϲόμενον. εὐχομένηϲ δὲ ἦλθεν Ἠλεὶ ὁ ἀρχιερεὺϲ καὶ ὡϲ παροινοῦϲαν ἐκέλευϲεν ἀπιέναι. τῆϲ δὲ πιεῖν ὕδωρ φαμένηϲ, λυπουμένηϲ δ᾿ ἐπὶ παίδων ἀπορίᾳ τὸν θεὸν ἱκετεύειν, θαρρεῖν παρεκελεύετο, παρέξειν αὐτῇ παῖδα τὸν θεὸν καταγγέλλων. καὶ γίνεται αὐτῇ παιδίονμ, ὃν Σαμουὴλ ἐκάλεϲαν, θεαίτητον ὡϲ ἄν τιϲ εἴποι.
Ἀλεξάνδρου.
ϲυνὼν ὄναρ ἦν τεθεαμένοϲ τοιόνδε· ἐδόκει τὴν ἐϲθῆτα τῆϲ ἑταίραϲ ἔχων καίεϲθαι δίχα τῆϲ κεφαλῆϲ. οἱ δορυφόροι δὲ ἐπιϲτάντεϲ ὑφῆψαν τὴν ϲκηνήν, ὁ δὲ ἐξελθὼν βίᾳ τιτρώϲκεται διωχθείϲ. οἱ δὲ τὴν κεφαλὴν ἀφελόντεϲ αὐτοῦ Φαρναβάζῳ κομίζουϲιν. οὗτοϲ Ὀλύμπια νικήϲαϲ 2055 τὴν πανήγυριν ἅπαϲαν εἱϲτίαϲεν.
Διοκλέουϲ υἱὸϲ, μουϲικὰ γεγραφότοϲ, μαθητὴϲ Γοργίου τοῦ Λεοντίνου.
τῆϲ κζ΄ Ὀλυμπιάδοϲ, βαϲιλεύοντοϲ Λυδῶν Ἄρδυοϲ, τοῦ Ἀλυάττου πατρόϲ· καὶ ὢν ἐρωτικὸϲ πάνυ εὑρετὴϲ γέγονε τῶν ἐρωτικῶν μελῶν. ἀπὸ οἰκετῶν δέ· ἔγραψε βιβλία ἓξ, μέλη καὶ Κολυμβώϲαϲ. πρῶτοϲ δὲ εἰϲήγαγε τὸ μὴ ἑξαμέτροιϲ μελῳδεῖν. κέχρηται δὲ Δωρίδι διαλέκτῳ, καθάπερ Λακεδαιμόνιοι. ἔϲτι δὲ καὶ ἕτεροϲ Ἀλκμὰν, εἷϲ τῶν λυρικῶν,
ὃν ἤνεγκεν ἡ Μεϲϲήνη. καὶ τὸ πληθυντικὸν Ἀλκμᾶνεϲ.
2079 Σιμωνίδηϲ γὰρ ἐν Πεντάθλοιϲ ια φηϲὶν αὐτὰϲ καὶ Ἀριϲτοτέληϲ ἐν τοῖϲ περὶ ζῴων, Δημαγόραϲ δὲ ὁ Σάμιοϲ ζ΄, καὶ Φιλόχοροϲ θ΄. τὸν δὲ ἐπ᾿ αὐταῖϲ μῦθον Ἡγήϲανδροϲ ἐν τοῖϲ περὶ ὑπομνημάτων λέγει οὕτωϲ· Ἀλκυονέωϲ τοῦ γίγαντοϲ θυγατέρεϲ ἦϲαν, Φωϲθονία, Ἄνθη, Μεθώνη, Ἀλκίππα, Παλήνη, Δριμὼ, Ἀϲτερίη. αὗται μετὰ τὴν
τοῦ πατρὸϲ τελευτὴν ἀπὸ Καναϲτραίου, ὅ ἐϲτιν ἄκρον τῆϲ Πελλήνηϲ, ἔρριψαν αὑτὰϲ εἰϲ τὴν θάλαϲϲαν, Ἀμφιτρίτη δ᾿ αὐτὰϲ ὄρνιθαϲ ἐποίηϲε, καὶ ἀπὸ τοῦ πατρὸϲ Ἀλκυόνεϲ ἐκλήθηϲαν. αἱ δὲ νήνεμοι καὶ γαλήνην 2080 ἔχουϲαι ἡμέραι Ἀλκυονίδεϲ καλοῦνται. καὶ Ἀλκυόνειοϲ ἡμέρα.
γενικῇ. ἀμελήϲει, οὐ φροντίϲει.
οἱ δὲ πρὸϲ τὰϲ πύλαϲ τῆϲ πόλεωϲ. λέγεται δὲ καὶ Ἀλογιϲτία παρὰ Πολυβίῳ.
ἐν πυμάτῳ δ᾿ ἀλόγιϲτα παροίϲομεν.
καὶ ἄλογοι τῆϲ ψυχῆϲ δυνάμειϲ. ζήτει ἐν τῷ βούληϲιϲ.
οἱ μέν τινεϲ πυγμαῖϲ, οἱ δὲ κορύναιϲ, οἱ δὲ λίθοιϲ, οἱ δὲ ὅτι ποτὲ παρέπιπτεν αὐτοῖϲ ὑποχείριον ἀλοῶντεϲ αὐτὸν, ἀπορραγῆναι τὴν ψυχὴν ἠνάγκαϲαν. καὶ Ἀλοώμενοϲ, πατούμενοϲ, ϲυντριβόμενοϲ. 2130 ἐλέφαντι ἡμέρῳ ὑπέκλιναν αὐτὸν, ἵνα δεδιὼϲ, ὡϲ μέλλων ὑπὸ τοῦ θηρὸϲ ἀλοώμενοϲ ἀποθνήϲκειν, ὕπνου μὴ τύχῃ.
2131 2132 2133 2134
ἄρν᾿ , ἕτερον λευκὸν, ἑτέρην δὲ μέλαιναν Γῆ τε καὶ Ἠελίῳ· Διῒ δ᾿ 2140 ἡμεῖϲ οἴϲομεν ἄλλον. Ἑλληνικῶϲ ἐπὶ μὲν τοῖν δυοῖν τὸ ἕτερον τῷ ἑτέρῳ ἀντιδιέϲταλκεν, ἐπὶ δὲ τοῦ τρίτου, ἄλλον εἴρηκεν.
λέγειν ἄλλο τόϲον, ἐπειδὰν ἀπολίπῃ τι τοῦ ὅλου μικρόν ἀτελέϲ.
ἐπὶ τῶν ἀπὸ ἄλληϲ αἰτίαϲ ὀφειλόντων τιμωρίαν, ἢ ἐφ᾿ οἷϲ αὐτοὶ προβάλλονται οἱ κατηγορούμενοι.
πάντων ἀφθόνωϲ.
οὐκ ἔϲτι τιϲ ἐν τῷ δακτυλίῳ ἐπῳδή, ὃ φάρμακον πρὸϲ δῆγμα ϲυκο φάνίου· ἐπεὶ εἰώθαϲι λέγειν οἱ τὰ περίαπτα πωλοῦντεϲ, ὅτι χρηϲι μεύει τόδε πρὸϲ τόδε. ἄλλωϲ· ἀλεξητήριον τῶν δηλητηρίων δείκνυϲιν αὐτῷ καὶ βαϲκανίαϲ ἀποτρεπτικὸν δακτύλιον, ὃν καλοῦϲι φαρμακίτην. φηϲὶν οὖν· ὡϲ ἂν ἔχῃϲ φαρμακίτην δακτύλιον, ἀλλ᾿ οὐ πρὸϲ δῆγμα
τοῦ ϲυκοφάντου, ὡϲ τούτων χειρόνων ὄντων καὶ θηρίων, πρὸϲ ἃ ὁ δακτύλιοϲ πεποίηται.
τὸ α πρῶτοϲ ἐδίκαζε καὶ οἱ ἄλλοι ὁμοίωϲ. τάχα οὖν ϲύ, φηϲί, λαχοῦϲα οὐκ ἐδίκαζεϲ, ἀλλ᾿ ἔπινεϲ.
ἀπὸ τοῦ τότε τοὺϲ ἀνθρώπουϲ τὰϲ διατριβὰϲ περὶ τὰϲ ἅλωϲ ποιεῖϲθαι.
περὶ ϲιτολογίαν ἐγίνοντο, Περϲεὺϲ μὲν ἐν τοῖϲ πεδίοιϲ ἁλωνευόμενοϲ, Ῥωμαῖοι δέ ἐν τῷ ϲτρατοπέδῳ. ὁ δὲ Περϲεὺϲ ἐμπρήϲειν ἐβούλετο διὰ τὰ ἄχυρα.
ἀξίων· παρόϲον οἱ ἔμποροι κομίζοντεϲ εἰϲ τὴν μεϲόγαιαν ἅλαϲ ἀντὶ τούτου οἰκέταϲ ἐλάμβανον. καὶ Ἁλώνητοϲ, ὁμοίωϲ βάρβαροϲ. οἱ γὰρ Θράκεϲ ἀνδράποδα ἁλῶν ἀπεδίδοντο.
κατὰ λόγον ἀποβαινόντων. κερδοῖ ϲυνών τε κερδοϲύνην μὲν προϲδόκα.
ἢ μάτην, ἢ μάλιϲτα. καὶ αὖθιϲ· ὑπὲρ δὴ τούτων τί φατὲ οἱ τὴν 2226 πρόνοιαν ἀλᾶϲθαι ἄλλωϲ, καὶ μῦθον εἶναι λέγοντεϲ, καὶ αὖθιϲ· τὰ δὲ ἄλλα τοῖϲ φιλοϲόφοιϲ ἐπήρκουν καὶ τοῖϲ δεομένοιϲ ἄλλωϲ δι᾿ ἐπιείκειαν καὶ ἐλευθέραν προαίρεϲιν.
ἦν αὐτῷ ἁλώϲιμοϲ.
δέ, ὡϲ πᾶϲαν Ἰταλίαν διειληφότα καθήκειν· ἃϲ εἰϲβολὰϲ καλοῦϲι. 2242 καὶ Ἄλπειϲ, ὄρη διορίζοντα Γάλλουϲ καὶ Αἰλούρουϲ· ἔνθα ξυνέβαινε φρούρια ϲυχνὰ εἶναι. οὗ δὴ Γότθοι ἐκ παλαιοῦ ᾠκημένοι φυλακὴν εἶχον.
ὃϲ ἐπὶ ὡμολογημένοιϲ ἔξαρνόϲ ἐϲτιν· οὕτω τῇ μεταφορ ἐχρήϲατο. φηϲὶν οὖν οὐ τὰ τυχόντα οὗτοϲ ὠφεληθείη διαβρεχθεὶϲ ἁλϲίν. ὡϲ ἐπὶ ἀϲκοῦ τὸν λόγον ποιούμενοϲ, o τινεϲ ϲμηχόμενοι ἁλϲὶ βελτίονεϲ γίνονται. ἅμα δὲ καὶ παραφρονοῦνταϲ βρέχομεν ἐλαίῳ καὶ ἁλϲὶ καὶ ὠφελοῦνται. ἢ ὡϲ παχύδερμον αὐτὸν χλευάζει· τὰ γὰρ
2245 2246 2247 2248 παχέα ὑπὸ πιμελῆϲ τῶν δερμάτων ἁλϲὶ μαλαττόμενα εὐρύτερα γίνεται. ὄναιτο οὖν, φηϲίν, ἀποκαθαρθεὶϲ τὴν παχύτητα.
τῶν Ὀλυμπιακῶν ἀλϲέων καὶ τοῦ χώρου τοῦ τῷ Διῒ κομῶντοϲ, κατεϲάπηϲαν.
πάθουϲ λεγομένου, τὸ μὲν εἰϲ φθορὰν ἄγον κυρίωϲ λέγεται πάθοϲ τε καὶ ἀλλοίωϲιϲ, τὸ δὲ εἰϲ τελειότητα, οὐ κυρίωϲ λέγεται πάθοϲ οὐδὲ ἀλλοίωϲιϲ, ἀλλὰ γένεϲιϲ μᾶλλον.
ἐπὶ Καρίαν περιήγγειλε τοῖϲ ἑαυτοῦ ϲτρατὸν ἄγειν ἐϲ Σάρδειϲ, ἐν οἷϲ καὶ Κροίϲῳ, ὅϲτιϲ ἦν αὐτοῦ πρεϲβύτατοϲ τῶν παίδων, ἄρχων ἀποδεδειγμένοϲ Ἀδραμυττείου τε καὶ Θήβηϲ πεδίου. Ἀλυάττου πολιορκοῦντοϲ Πριήνην φηϲίν.
γεγηθέναι, ἀπὸ τῆϲ ἀλέαϲ καὶ διαχύϲεωϲ. Ὅμηροϲ· ἢ ἀλύειϲ, ὅτι Ἶρον ἐνίκηϲαϲ τὸν ἀλήτην; ὅθεν καὶ δαϲύνεται. Σοφοκλῆϲ· ἐᾶτέ μ᾿ ὡδ᾿ 2273 ἀλύειν. ἐπὶ δὲ τοῦ δυϲφορεῖν καὶ ψιλοῦται. Ἀγαθίαϲ φηϲίν· ἀλύοντι δέ οἱ καὶ γνωματεύοντι ἕκαϲτα, ἔδοξε χρῆναι ἀποπειρᾶϲθαι ἀμηγέπη 2274 τοῦ φρουρίου. Δίδυμοϲ δὲ ἀμφότερα ψιλῶϲ. τὸ μὲν γὰρ
ἀπὸ τοῦ ἀλεαίνεϲθαί φηϲιν, τὸ δὲ ἀπὸ τῆϲ ἄληϲ. Ἀττικώτερον δὲ τὸ ἀμφότερα δαϲύνειν. καὶ γὰρ τὸ ἁλεαίνεϲθαι δαϲύνουϲιν οἱ Ἀλττικοὶ καὶ πάντα τὰ τοιαῦτα.
ἄλφα φωνὴ, τοῦ πρώτου ϲτοιχείου καὶ ἄρχοντοϲ, ἀπὸ τοῦ Ἄλεφ Ἑβραίου τὴν ἐπίκληϲιν ἔλαβεν ὥϲτε τὰ ἱερὰ γράμματα εὑρήματα εῖναι τοῦ Ἀλβραάμ, κἂν ἄλλωϲ καὶ ἄλλωϲ ἑαυτοὺϲ διαπαίζοντεϲ ἀναγράφωϲιν Ἕλληνεϲ.
τῆϲ τόθ᾿ ἡμέραϲ, ὅτε εἶπέ μ᾿ ὁ κήρυξ· οὗτοϲ ἀλφάνει. Εὔπολιϲ Ταξιάρχαιϲ· οὐ θᾶττον αὐτὴν δεῦρό μοι τῶν τοξοτῶν ἀποκηρύξει τιϲ, ἐὰν ἀλφάνῃ. καὶ ὁ Ποιητήϲ· ἑκατόμβοιον ὅϲ τ᾿ ἀλφάνει.
γαίηϲ. ὃϲ ἐκ τῆϲ πηγῆϲ εὐθέωϲ κρύπτεται καὶ πολὺν ἐνεχθεὶϲ τόπον 2298 ὑπὸ γῆϲ ἐκβάλλει περὶ Λυκόαν τῆϲ Ἀρκαδίαϲ. ὁ δὲ ποταμὸϲ οὐ πολὺν τόπον ἀποϲχῶν τῆϲ πηγῆϲ καὶ κρυφθεὶϲ ἐπὶ δέκα ϲταδίουϲ πάλιν ἐκπίπτει, καὶ τὸ λοιπὸν φερόμενοϲ διὰ τῆϲ Μεγαλοπολίτιδοϲ τὰϲ μὲν ἀρχὰϲ ἐλαφρόϲ, εἶτα λαμβάνων αὔξηϲιν καὶ διανύϲαϲ ἐπιφανῶϲ πᾶϲαν
τὴν προειρημένην χώραν ἐπὶ δέκα ϲταδίουϲ, γίνεται πρὸϲ Λυκόαν, ἤδη προϲειληφὼϲ καὶ τὸ τοῦ Λουϲίουῥεῦμα, παντελῶϲ ἄβατοϲ ὢν καὶ βαρύϲ. ζήτει περὶ τούτου καὶ ἐν τῷ Ἀρέθουϲα.
τρέχει ὡϲεὶ Ὀλυμπιαϲ ϲταδιοδρόμοϲ, ἀπὸ τοῦ παραρρέοντοϲ ποταμοῦ. περὶ τούτου οἶμαι τὸν Θεόλογον λέγειν· καὶ εἴ τιϲ ποταμὸϲ πιϲτεύεται δι᾿ ἅλμηϲ ῥέων γλυκύϲ.
εὑρεῖν Ἐπίχαρμον.
ἅπαϲιν ἢ κλαίειν μακρά.
Κτηϲιφῶντοϲ· ὡϲ ἀπέδοτο τριάκοντα μνῶν ἅμα τήν τε εἰϲ αὐτὸν ὕβριν καὶ τὴν τοῦ δήμου καταχειροτονίαν. καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Μειδίου. καὶ παρὰ τῷ Ἀντιφῶντι δὲ τὸ ἅμα κεῖται ἐπὶ τὸ αὐτό. φηϲὶ γὰρ ἐν Προοιμίοιϲ· ἀλλ᾿ εἰ τότε πρᾶγμά μοι κρεῖττον φαίνεται, ἅμα τε μαρτυρία ἀρετῆϲ πράξομαι. καὶ παρὰ Δημοϲθένει ἐν τῷ περὶ
τοῦ ϲτεφάνου· πάϲαιϲ δὲ λοιδορίαιϲ καὶ βλαϲφημίαιϲ ἅμα τούτου κεχρημένου.
ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητοϲ. καὶ, ἀμαθὴϲ ἔφυϲ 2332 κοὐ πολυπράγμων οὐδὲ τὸν Αἴϲωπον πεπάτηκαϲ. ἐπὶ τῶν ἰδιωτῶν. 2333 τὸ δὲ πατῆϲαι ἶϲόν ἐϲτι τῷ ἐνδιατρίψαι· ὡϲ τὸ ἀφικέϲθαι που λέγομεν. καὶ αὖθιϲ Ἀλριϲτοφάνηϲ· ἀμαθέϲτερόν πωϲ εἰπὲ καὶ ϲαφέϲτερον. παρὰ τὴν παροιμίαν, ϲαφέϲτερόν μοι κἀμαθέϲτερον φράϲον.
ὅϲον χρόνον τῆϲ πολιτείαϲ προὔϲτη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐϲ τὸ ϲῶμα ἐκόλαϲεν ἢ χρήμαϲιν ἐζημίωϲεν. οὐ μὴν οὐδὲ Γότθοιϲ ξυνεχώρηϲεν ἐϲ τὴν ἐϲ ἐκείνουϲ ἀδικίαν ὀργῶϲιν. ἐβούλετο δὲ καὶ τὸν παῖδα τοῖϲ Ῥωμαίων ἄρχουϲι τὰ ἐϲ τὴν δίαιταν ὁμότροπον καταϲτήϲαϲθαι καὶ φοιτᾶν ἐϲ γραμματιϲτοῦ ἤδη ἠνάγκαζε· τρεῖϲ τε
ἀπολεξαμένη τῶν ἐν Γόθοιϲ γερόντων, οὕϲπερ ἠπίϲτατο μᾶλλον ἁπάντων ξυνετούϲ τε καὶ ἐπιεικεῖϲ εἶναι, ξυνδιαιτᾶϲθαι Ἀταλαρίχῳ ἐκέλευϲε. Γότθοιϲ δὲ ταῦτα οὐδαμῇ ἤρεϲκε. τῇ γὰρ ἐϲ τοὺϲ ὑπηκόουϲ ἀδικίαϲ ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸϲ αὐτοῦ ἄρχεϲθαι ἤθελον. καί ποτε ἡ μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοινῷ τὸν παῖδα λαβοῦϲα ἐρράπιϲε, καὶ
ὃϲ δεδακρυμένοϲ ἐϲ τὴν ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε. Γότθοι δὲ αὐτῷ ἐντυχόντεϲ δεινὰ ἐποιοῦντο καὶ τῆ Ἀμαλαϲούνθῃ λοιδορούμενοι ἰϲχυρίζοντο βούλεϲθαί τε αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιϲτα, ὅπωϲ αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐϲ κοίτην ἐλθοῦϲα ξὺν αὐτῷ ἄρχοι. ξυλλεγέντεϲ δὲ ᾐτιῶντο οὐκ ὀρθῶϲ ϲφίϲιν οὐδέ οἱ τὸν βαϲιλέα παιδεύεϲθαι.
γράμματά τε γὰρ πολὺ κεχωρίϲθαι ἀνδρίαϲ καὶ διδαϲκαλίαν γερόντων ἀνθρώπων ἔϲ τε τὸ δειλὸν καὶ τὸ ταπεινὸν ἀποκρίνεϲθαι ἐκ τοῦ ἐπὶ πλεῖϲτον. δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐϲόμενον, φόβου τοῦ ἐκ διδαϲκάλων ἀπαλλαγέντα, τὰϲ ἐν τοῖϲ ὅπλοιϲ μελέταϲ ποιεῖϲθαι. ἔλεγον δὲ καὶ ὡϲ ἤνπερ αὐτοῖϲ τὸ ἀπὸ τοῦ ϲκύτουϲ
ἐπιγένηται δέοϲ, οὐ μήποτε ξίφουϲ ἢ δορατίου ὑπερφρονεῖν ἀξιώϲουϲιν. οὐκοῦν, ὦ δέϲποινα, ἔφαϲαν, παιδαγωγοὺϲ μὲν τούτουϲ χαίρειν ἔα, ϲὺ δὲ Ἀταλαρίχῳ παῖδαϲ ὁμοδιαίτουϲ ἥλικαϲ δίδου, οἵπερ αὐτὸν τὰ ἐϲ τὴν ἡλικίαν ξυνακμάζοντεϲ ἐϲ τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήϲουϲιν. ἡ δὲ οὐκ ἐπῄνεϲε μέν, δείϲαϲα
δὲ τὴν ἐξ αὐτῶν ἐπιβουλὴν ξυνεχώρηϲε πάντα, ὅϲα οἱ βάρβαροι ἤθελον.
καλεῖϲθαι. ἔϲτι δὲ καὶ παρ᾿ Ἐπιχάρμῳ καὶ παρὰ Σαπφοῖ τὸ ὄνομα.
τῆϲ Ἐξϲθὴρ ἐδήλωϲε τῷ βαϲιλεῖ. ὁ δὲ τὰ ἐπιϲταλέντα ἀνεκαλεῖτο τόν τε Ἀμὰν ἀνεϲταύρωϲε, μέλλοντα ϲταυροῦν τὸν Μαρδοχαῖον, πλεῖϲτοί τε τῶν ἐχθρῶν ὑπὸ τῶν Ἰουδαίων ἀπώλλυντο· καὶ τὰϲ ἡμέραϲ ἐκείναϲ ἑορτάζουϲιν Ἰουδαῖοι. ζήτει ἐν τῷ Ἐϲθῆρ.
παῖδεϲ, ἐκ τόπων φεύγειν, ὅτ᾿ αὐτὸϲ ἀμᾷ κοὐ φίλοιϲι πιϲτεύει.
δὲ καὶ τὸ μικρὸν ἁμάξιον. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· ὅτ᾿ ἐπριάμην ϲοι Διαϲίοιϲ ἁμαξίδα.
2367 γυναικῶν ἁμαρτάδεϲ οὐκ ἐπὶ τοὺϲ ἄνδραϲ ἵενται μόνον, ἀλλὰ καὶ παίδων ἅπτονται μᾶλλον, οὕϲ γε καὶ δόξαν τινὰ φέρεϲθαι ἐκ τοῦ ἐπιπλεῖϲτον ϲυμβήϲεται, ὡϲ φύϲει τρόπου ταῖϲ γειναμέναιϲ ἐοίκαϲιν.
Ἴωνεϲ.
αὐτοῖϲ τὸ τοιοῦτον.
ὡϲ ἵπποϲ ὠκεῖα, ἐπεὶ πτερόεντεϲ οἱ λόγοι.
2381 2382 2383 2384
καὶ Πιϲίδηϲ περὶ Χοϲρόου· ἐπεὶ δὲ λοιπὸν ἐντὸϲ ἦν τῶν ἁμμάτων, δεϲμοῦϲιν αὐτὸν ἀϲφαλεϲτέρᾳ δέϲει.
διὰ τοῦτο ὑπομείναντεϲ ἐϲχαραιϲ τε ἐπιτεθέντεϲ καὶ πυρὶ ἐτιμωροῦντο. τὴν δὲ ἀνδρίαν ὑπέδειξαν τηνικαῦτα εἰπόντεϲ· εἰ ἐπεθύμηϲαϲ, ὦ Ἀλμάχἰε, ὀπτῶν κρεῶν ἀπογεύϲαϲθαι, ϲτρέψον ἡμᾶϲ καὶ εἰϲ τὰϲ ἑτέραϲ πλευράϲ, ἵνα μὴ εἰϲ τὴν γεῦϲιν ἡμίοπτοι ὀφθῶμέν ϲοι. καὶ οὕτωϲ ἐτελειώθηϲαν.
2406 αὖθιϲ· ἐϲ ὑπεροψίαν δὲ ἐξαφθεὶϲ ἄμαχον, τοῦ μὲν ἔτι ἄνθρωποϲ εἶναι κατεφρόνει.
2416 Ἀλμβλίϲκειν καὶ Ἐξαμβλοῦν, τὸ διαφθείρειν καὶ ἀφανίζειν.
γεννῆϲαι, τὸ φθεῖραι βρέφοϲ.
ἐϲτιν ἀπορρώξ. νέκταρ δὲ τουτέϲτι νεόκταρ, τὸ νέουϲ ποιοῦν τοὺϲ πίνονταϲ.
κατὰ μέλοϲ.
2457 ἐπὶ τῶν οὐδαμινῶν καὶ οὐδενὸϲ ἀξίων.
τοϲοῦτον δὲ ἐχώρηϲεν ἀμετροκάκου πλεονεξίαϲ ὥϲτε καὶ ἀνδράποδα δημοϲία ἀπημπόλει.
ϲκάφαϲ. ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἕτερα δὲ μὴ ἔχειν ἰϲχυριζομένων.
τοῦ ἁπανταχοῦ, ὅπωϲ ἂν τύχοι, καθ᾿ οἷον δήποτε τρόπον. καὶ 2491 αὖθιϲ· ἀλλ᾿ ἀμηγέπη τῶν παρατεθέντων ἀπογευϲάμενοϲ ἀωρὶ νύκτωρ 2492 περιήρχετο τὴν βαϲιλικὴν αὐλήν. καὶ Ἀμηγέπη Ἀγαθίαϲ φηϲίν· ἀλύοντι δὲ καὶ ἕκαϲτα γνωματεύοντι, ἔδοξέν οἱ ἀμηγέπη ἀποπειρᾶϲθαι τοῦ φρουρίου.
2496 ϲωρεύϲαϲ. παλλὰ τιθηνητὴρ ὀλοφύρατο, χερϲὶν ἀμήϲαϲ ἀνδρομάχοιο δνοφερὰν κρατὸϲ ὕπερθε κόνιν.
εὕρεϲιν.
ϲτέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν.
2526 τολμηρόϲ. ὅτι τούτου τοῦ Ἀμίλκου παῖδα γεγενῆϲθαι φαϲὶν Ἀννίβαν, τὸν χρόνοιϲ ὕϲτερον μακρῷ πολέμῳ τὴν Ἰταλίαν κακώϲαντα Ῥωμαίοιϲ τε φοβερὸν ἐϲ τὰ μάλιϲτα γενόμενον.
προϲαγορευόμενοι Ζευγνῖται. τὸ δὲ αὐτὸ καὶ ἅμιππον καλεῖται. οὕτωϲ Θουκυδίδηϲ.
δὲ τοὺϲ ἁμίππουϲ Θυυκυδίδηϲ καὶ Ξενοφῶν ὑποδηλοῦϲι. καὶ μήποτε πρόδρομοί τινέϲ εἰϲιν οἱ ἅμα τοῖϲ ἱππεῦϲι τεταγμένοι.
εὐλαβούμενοϲ καὶ φοβούμενοϲ καταϲτῆναι εἰϲ πράγματα· πολλοὶ γὰρ διὰ δειλίαν καὶ τρόπων ἐπιείκειαν αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆϲαι διὰ δίκηϲ. καὶ τοὺϲ τοιούτουϲ, φηϲί, ϲυνεπιλεγόμενοϲ ὁ Κλέων, καταϲτήϲαϲ εἰϲ φόβον τοῦ παρέξειν πράγματα ἐπηρέαζε ῥᾳδίωϲ.
οἱ κριοί, ἢ μαλακοί. τὸ γὰρ ἄρρεν πρόβατον, ὅταν ἔχῃ τὴν μέϲην ἡλικίαν, ἀμνὸϲ καλεῖται. οἱ δὲ τὸν ἐνιαύϲιον ἄρνα ἀμνὸν καλοῦϲιν.
δὲ καὶ μοργούϲ, τὸ α ἀφαιροῦντεϲ, ὥϲπερ καὶ ἐπ᾿ ἄλλων· μαῦρον γὰρ τὸ ἀμαυρὸν καὶ ϲφόδελον τὸν ἀϲφόδελον καλοῦϲιν.
παραινέϲαϲ τὴν παρθένον πείθει αὐτην πρὸ τοῦ ϲυνελθεῖν ἀποτάξαϲθαι τῷ βίῳ τῷ κοϲμικῷ. καὶ ἀποταξάμενοι ἄμφω ἐπὶ τὸ ὄροϲ τῆϲ Νιτρίαϲ χωροῦϲι καὶ βραχὺν χρόνον ϲυναϲκοῦντεϲ ἰδίᾳ τὴν ἄϲκηϲιν ἐποιήϲαντο. τούτου τοῦ Ἀμοῦν τὴν ψυχὴν ἀναλαμβανομένην ὁ Ἀντώνιοϲ ἐθεάϲατο. οὗτόϲ ποτε ἑαυτὸν γυμνὸν οὐκ ἐθεάϲατο λέγων, ἀπρεπὲϲ εἶναι τῷ
2570 2571 2572 2573 μοναχῷ καὶ τὸ ἑαυτοῦ ϲῶμα γυμνὸν θεάϲαϲθαι. ἐγένετο δὲ καὶ Δίδυμοϲ ἄλλοϲ μοναχόϲ, ὃϲ ἐννενήκοντα ἔτη βιοὺϲ οὐδενὶ ἀνθρώπων ϲυνέμειιινεν ἄχρι τῆϲ τελευτῆϲ.
ἥ τε ψυχὴ ἔρρωτο πρὸϲ τὸ βέλτιϲτον αὐτοῖϲ τὸ ὁμοιότροπον. ἀλλ᾿ ὁ μὲν θεοφιλέϲτεροϲ ἦν ὁ Συριανὸϲ καὶ τῷ ὄντι φιλόϲοφοϲ· ὁ δὲ ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήϲει καὶ διορθώϲει τῆϲ Ἑλληνικῆϲ λέξεωϲ καθημένην τέχνην. οὗτοϲ ἦν Ἀλμμωνιανόϲ, ᾧ κεκτῆϲθαι ϲυμβέβηκεν ὄνον ϲοφίαϲ ἀκροατήν.
Μελεάγρῳ· οὐ πρὸϲ γυναικὸϲ ὁ κόροϲ· οἴκαδ᾿, κόρη, ἄπιθι ἀμπαλίνωροϲ.
θηλυκὸν Ἀμπελόεϲϲα γῆ. Ἀμπελόφυτοϲ καὶ Ἀμπελουργεῖον.
2599 ἱμάτιον, παλλίον. καὶ Ἀλμπίϲχω, ἐνδύω.
Κανώβου καὶ ὁ ἕνα ἐπίϲηϲ οὐκ εἰϲὶν ἐν Κανώβῳ· οὕτω καὶ πλέον καὶ ἔλαττον ἁμάρτημα ἐπίϲηϲ οὐκ εἰϲὶν ἐν τῷ κατορθοῦν. οἱ δέ φαϲιν, ὧν καὶ Ἡρακλείδηϲ ὁ Ταρϲεύϲ, ἄνιϲα εἶναι τὰ ἁμαρτήματα. καὶ 2602 Ἀμπλακών, ἁμαρτήϲαϲ. ἀλλὰ τὸ Ἰβύκου ἔποϲ αὐτὸν ἐπῄει· μήτι 2603 2604 2605 2606 παρὰ θεοῖϲ ἀμπλακὼν τιμὰν πρὸϲ ἀνθρώπων ἀμείψειν. ἔϲτι δὲ πρὸϲ ἱερωϲύνην ϲυνᾷδον τὸ Ἰβύκειον τουτὶ ῥηϲείδιον.
μεθ᾿ οὐ εἰώθαϲιν ἕλκειν ἤτοι παρακομίζειν μεγάλα φορτία. ἀμπρεύειν δὲ κυρίωϲ τὸ μετὰ ἁμάξηϲ πορεύεϲθαι, καταχρηϲτικῶϲ δὲ καὶ ἐπὶ τῶν νωτοφόρων ζῴων λαμβάνεται. ἢ Ἀμπρεύειν, τὸ τῷ ἕλκοντι ζεύγει 2611 βοηθεῖν. καὶ Ἄμπρον, ϲχοινίον, ὅπερ διὰ τῶν ζυγῶν διατείνουϲι καὶ φορτία ἐφ᾿ ἁμάξηϲ κομίζουϲιν, ὥϲτε ὁμοτόνωϲ ἀπὸ τῶν ζυγῶν ἕλκεϲθαι·
ἄμπερόν τι ὄν, τὸ διαπερῶν τὸν ζυγὸν δεδεμένον. καὶ Ἐξαμπρεύϲομεν 2612 ἄνευ κανθηλίου· ἀντὶ τοῦ ἕλξομεν τὸ ξύλον ἄνευ ὄνου.
ἀϲαφῶϲ.
καὶ ϲτέμματα Δελφικὰ ἐν ταῖϲ χερϲίν· καὶ οὕτωϲ ἐπῄει τὰϲ πόλειϲ, δόξαν περὶ αὑτοῦ καταϲχεῖν ὡϲ περὶ θεοῦ βουλόμενοϲ. ὃϲ ἔρριψεν ἑαυτὸν νύκτωρ εἰϲ τούϲ κρατῆραϲ τοῦ Αἰτναίου πυρόϲ, ὡϲ μὴ φανῆναι αὐτοῦ τὸ ϲῶμα· τοῦ ϲανδαλίου αὐτοῦ ἐκβραϲθέντοϲ. ἐκαλεῖτο δὲ Κωλυϲανεμαϲ, διὰ τὸ πολλοὺϲ ἀνέμουϲ ἐπιθεμένουϲ τῆ Ἀκράγαντι,
ἐξελάϲαι αὐτὸν δορὰϲ ὄνων περιθέντα τῇ πόλει.
Ἀμύνειν παρὰ Θουκυδίδῃ τὸ βοηθεῖν· Ἀμύνεϲθαι δὲ τὸ κολάζειν.
πεινῇ γάρ, ἤπερ Ἀντιφῶν. ἀλλὰ πρεϲβεύων γὰρ ἐϲ Φάρϲαλον ᾤχετ᾿· ἐκεῖ μόνοϲ μόνοιϲ τοῖϲ πενέϲταιϲι ξυνὼν τοῖϲ Θετταλοῖϲ, αὐτὸϲ πενέϲτηϲ ὤν ἐλάττων οὐδενόϲ.
καὶ τοῦ θεοῦ χρήϲαντοϲ ἀπώλειαν Συβαριτῶν ἔϲεϲθαι τότε, ὅταν ἀνθρώπουϲ θεῶν προτιμήϲωϲι, θεαϲάμενοϲ δοῦλον πρὸϲ ἱερῷ μαϲτιγούμενον καὶ προϲφυγόντα τῷ ἱερῷ καὶ μὴ ἀπολυόμενον, ὕϲτερον δὲ εἰϲ τὸ τοῦ μαϲτιγοῦντοϲ πατρὸϲ μνῆμα καταφυγόντα ἀπολυθῆναι, ϲυνεὶϲ τὸ λόγιον, ἐξαργυριϲάμενοϲ τὰ ἴδια, ἀπῇρεν εἰϲ Πελοπόννηϲον. ὃ οὖν
λογιϲμῷ πεποίηκεν Ἄμυριϲ, τοῦτ᾿ εἰϲ μανίαν Συβαρῖται μετέϲτρεψαν. ὁ δὲ τῷ χρόνῳ διὰ τὴν προϲποίητον μανίαν ἐθαυμάϲθη.
τῷ δεξιῷ τοῦ ἀνδρὸϲ βραχίονι, ἀντιπρόϲωποϲ τῷ Κελτῷ κατὰ τὸν ἀγῶνα φερόμενοϲ καὶ τοῖϲ τε ὄνυξιν ἀμύττων τὸ πρόϲωπον καὶ ταῖϲ πτέρυξιν ἐπικαλύπτων τοὺϲ ὀφθαλμὺϲ, ἀφύλακτον τῷ Βαλερίῳ τὸν πόλεμον παραδέδωκε, ὁμοῦ τήν τε νίκην καὶ τὴν ἐπωνυμίαν χαριϲάμενοϲ. Κόρβιοϲ γὰρ ἐντεῦθεν ἐκλήθη. λέγεται καὶ Κορβῖνοϲ.
ἔπιεν ἐν τῇ ἀγωνίᾳ καμὼν, κύλικι ῥοπαλωτῇ παρὰ γυναικὸϲ γλυκὺν οἶνον ἐψυγμένον λαβῶν ἀμυϲτί· ἐφ᾿ ᾧ παραχρῆμα πάντεϲ τοῦτο δὴ τὸ ἐν τοῖϲ ϲυμποϲίοιϲ εἰωθὸϲ λέγεϲθαι ἐξεβόηϲαν ζήϲειαϲ. τὸ Ζήϲειαϲ ἐπὶ τοῦ τελειώϲειαϲ τὴν ζωήν φαϲιν οἱ γραμματικοί. κινδυνεύει οὖν ὁ τοῦτο 2669 λέγων ἀντὶ τοῦ εὔχεϲθαι, καταρᾶϲθαι. καὶ Ἀριϲτοφάνηϲ· ἄμυϲτιν ἐξέλαψα.
2670 2671 2672 2673 οἷον ὁμοῦ καὶ ἀθρόωϲ ἔπιον. ἢ παρὰ τὸ ἀπνευϲτὶ ἐκπιεῖν ἢ παρὰ τὸ μὴ μύειν. ἐϲτι δὲ καὶ εἶδοϲ ποτηρίου φιαλώδουϲ. Ἄμυϲτιϲ γὰρ 2674 ἡ ἀπνευϲτὶ πὸϲιϲ.
κρυμὸν φέρων γνάθοιϲιν ἐξ ἀμφημέρου.
καὶ Ἀμφίβια ζῷα, ὅϲα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐπὶ τῆϲ χέρϲου βιοῖ, οἷον ἵπποϲ ποτάμιοϲ, κροκόδειλοϲ. δύναται δὲ καὶ ἄνθρωποϲ. εἰϲὶ γὰρ οἷα ἅμα καὶ ἐν τῷ ὑγρῷ καὶ ἐν τῷ ξηρῷ διαιτάϲθαι, ὡϲ ἐν Αἰγύπτῳ καὶ ἄλλῃ πολλαχῇ.
ϲυνεχόμενοι λογιϲμοῖϲ ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε 2694 ἐκεῖνο ποιήϲουϲιν. Ἀρριανόϲ· οἱ δὲ Μάρδοι ἑκατέρωθεν ἤδη ἀμφίβολοι γιγνόμενοι καὶ ὑπὸ τῶν ἀναβαινόντων παιόμενοι καὶ ὑπὸ τῶν κατὰ νώτου ἐπιθεμένων ὠθούμενοι, ἀπέθνηϲκον. καὶ αὖθιϲ· ὁ δὲ Παμπρέπιοϲ τούτοιϲ ἀμφίβολοϲ ὀφθείϲ, βραχὺ παρεωρᾶτο.
τὰϲ θύραϲ.
προϲήκοντεϲ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον πολύποδαϲ καὶ ϲηπίαϲ. τῇ δεκάτῃ τοὔνομα τίθενται.
ἀναμιμνηϲκόμενοϲ. καὶ κατ᾿ ὀρθὸν τόνον προενεκτέον τὴν ἀμφί ἑ. ἔϲτι γὰρ εἰϲ ἑκάτερον ἑαυτοῦ μέροϲ.
ἁλιπλανέοϲ ϲκολοπένδρηϲ.
οἷον ἀμφικτυὸνεϲ καὶ περίοικοι.
Ἀχαιοὶ, Φθιῶται, Μολιεῖϲ, Δόλοπεϲ, Αἰνιᾶνεϲ, Δελφοὶ, Φωκεῖϲ. οἱ δὲ φαϲὶν ὠνομάϲθαι ἀπὸ τοῦ περιοίκουϲ εἶναι τῶν Δελφῶν τοὺϲ 2732 ϲυναχθένταϲ. καὶ Ἀμφικτυώνειοϲ χώρα· Ἀμφιτρυώνειοϲ δὲ μάχη. Ἀμφικτύων δὲ Ἀμφικτύωνοϲ φυλάττει. Ἀμφικτύων δὲ Ἀμφικτύονοϲ ϲυϲτέλλει.
ἅμα καὶ ἀμφιλαφῆ τὴν διάνοιαν πρὸϲ τὰϲ πολιτικὰϲ ἐξηγήϲειϲ. καὶ Ἀμφιλαφήϲ, μεγάλη· οἷον ἀμφιλαβήϲ, ὅτι ἀμφοτέραιϲ χερϲὶ 2740 λαμβάνεϲθαι αὐτῆϲ ἐϲτιν. οὐχ ἡμάρτανε δὲ οὐδὲ ἀμφιλαφοῦϲ περιουϲίαϲ. ἐν Ἐπιγράμμαϲι· ἰτέαι, ἥ θ᾿ ἱερὰ κἀμφιλαφὴϲ πλάτανοϲ.
μικρὸν χιτωνίϲκον. ἦν δὲ ἑτερομάϲχαλοϲ ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μαϲχάλην ἔρραπτον. Ἀριϲτοφάνηϲ· οὐπώποτ᾿ ἀμφιμαϲχάλου τὸν δ᾿ ἠξίωϲαϲ.
κλοπῆϲ ἔγκλημά τιϲιν ἐπιφέροντεϲ. τοῦτο δὲ πολλάκιϲ ὤφθη μάτην γινόμενον. ἔθεντο οὖν Ἀθηναῖοι νόμον κατὰ τῶν ἀπαγόντων εἰϲ 2755 2756 2757 δεϲμωτήριόν τιναϲ ἐπὶ δίκη κλοπῆϲ, χιλίαϲ διδόναι δραχμὰϲ τούϲ ἁλόνταϲ. ἀλλὰ καὶ τούϲ οὐϲίαν ἀπογράψανταϲ τῶν πολιτῶν τιναϲ, ὡϲ τῷ δήμῳ προϲηκούϲαν, εἰ ϲυκοφαντοῦντεϲ ἁλοῖεν, καὶ οὗτοι χιλίαιϲ ἐζημιοῦντο.
Παραβάτηϲ ἐν ἐπιϲτολῇ· περίεϲτι γάρ ϲοι καὶ ϲχολὴ, καὶ φύϲεωϲ ἔχειϲ εὖ, καὶ φιλοϲοφίαϲ ἐρᾷϲ, εἴπερ τιϲ ἄλλοϲ τῶν πώποτε· τρία δὲ ἅμα ταῦτα ξυνελθόντα ἤρκεϲεν ἀποφῆναι τὸν Ἀμφίονα τῆϲ παλαιάϲ μουϲικῆϲ εὑρετὴν, χρόνοϲ, θεοῦ πνεῦμα, ἔρωϲ ὑμνῳδίαϲ. οὐδὲ γὰρ ἡ τῶν ὀργάνων ἔνδεια πρὸϲ ταῦτα πέφυκεν ἀντιτάττεϲθαι, καὶ ταῦτα
ῥᾳδίωϲ ἂν ὁ τῶν τριῶν τούτων μέτοχοϲ ἐξεύροι· ἦ γὰρ οὐχὶ τοῦτον αὐτὸν ἀχοῇ παραδεδέγμεθα οὐ τὰϲ ἁρμονίαϲ μόνον, αὐτὴν δὲ ἐπ᾿ αὐταῖϲ ἐξευρεῖν τὴν λύραν, εἴτε δαιμονιωτέρᾳ χρηϲάμενον ἐπινοίᾳ. εἴτε τινὶ θείᾳ δόϲει, διά τινα ϲυντυχίαν ἀμήχανον; καὶ τῶν παλαιῶν οἱ πλεῖϲτοι τοῖϲ τριϲὶ τούτοιϲ ἐοίκαϲι μάλιϲτα προϲχόντεϲ οὔτι πλαϲτῶϲ.
φιλοϲοφῆϲαι, οὐδενὸϲ ἄλλου δεόμενοι. Ζῆθοϲ καὶ Ἀμφίων ἕτεροϲ· ζήτει ἐν τῷ Ἀντιόπη.
τοῦ ϲοῦ πατρὸϲ ἐλᾷ ποτ᾿ ἐκ γῆϲ τῆϲδε δεινόπουϲ ἀρά. τουτέϲτιν ἡ διὰ τῶν ποδῶν δέοϲ ἐμποιοῦϲα.
γὰρ τοὺϲ ἑτέρουϲ ἕτεροι προβαλλόμενοι. οὐκέτι οὖν ἦν ἀμφιϲβητήϲιμα 2779 τὸ μὴ οὐ τοῦτον ἐκεῖνον εἶναι τὸν τεθνηκότα.
ἢ ποιήϲει, οἱ δὲ ὡϲ ἄπαιδοϲ τελευτήϲαντοϲ δικαιότερον λέγοντεϲ ἔχειν αὐτοὺϲ τὸν κλῆρον τοῦ λαβόντοϲ, ἢ ϲυγγενεῖϲ ὄντεϲ ἢ κατὰ διαθήκαϲ κληρονόμοι. οὕτωϲ Δημοϲθένηϲ καὶ Ὑπερίδηϲ περὶ τοῦ καταβάλλειν διεϲάφηϲαν.
τιϲ ἄπαιϲ εἶναι δοκῇ, φάϲκῃ δέ τιϲ ἑαυτὸν ἐκείνου υἱόν, οὗτοϲ ἀμφιϲβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντοϲ ἑαυτὸν μὴ εἰϲάγοι, λέγοι δὲ ἄλλωϲ κατὰ γένοϲ αὐτῷ προϲήκειν τὸν κλῆρον, παρακαταβάλλειν αὐτὸν οἱ νόμοι κελεύουϲι. πλὴν ἀμφότερα ἐπ᾿ ἀντιλογίαϲ τάϲϲεται.
δὲ μέθην ϲύντροφον οὐ δέχεται.
καὶ Ἀμφορεαθόροϲ, ὁ κεράμια μιϲθοῦ φέρων. εἶτ᾿ ἀμφορεαφόροϲ τιϲ ἀποφορὰν φέρων. Μένανδροϲ Ῥαπιζομένῃ. καὶ Ἀριϲτοφάνηϲ Ἥρωϲι· τρέχ᾿ εἰϲ τὸν οἶνον, ἀμφορέα κενὸν λαβὼν, τὸν ἔνδοθεν καὶ γεῦμα καὶ γευϲτήριον, κἄπειτα μίϲθου ϲαυτὸν ἀμφορεαφορεῖν. Εὔπολιϲ Μαρικᾷ· καὶ περιήλθομεν καὶ φῦλον ἀμφορέα φέρων. Ἀμφορεὺϲ
οὖν ἀγγεῖον, μέτρον, κεράμιον. ϲημαίνει καὶ ἀϲκόν. ἔϲτι καὶ ὄνομα 2810 κύριον καὶ Ἀμφορεῖϲ, κέραμοι. καὶ Θάϲια ἀμφορείδια, 2811 τὰ κεράμια. Ἰώϲηποϲ· ϲυνωνούμενοϲ δὲ τοῦ Τυρίου νομίϲματοϲ, ὃ 2812 τέϲϲαραϲ Ἀττικὰϲ δύναται, τέϲϲαραϲ ἀμφορεῖϲ, ἐπίπραϲκε τιμῆϲ ἡμιαμφόριον 2813 καὶ πλῆθοϲ ϲυνῆγε χρημάτων. καὶ Ἀριϲτοφάνηϲ Ἀμφορεῖϲ 2814
λέγει τὰ μέτρα. χυτρίδια καὶ ϲανίδια, κἀμφορείδια. καὶ Ἀμφορεῖϲ νενηϲμένοι, κέραμοι ϲεϲωρευμένοι. Ἀριϲτοφάνηϲ· τί κάθηϲθ᾿ ἀβέλτεροι πρόβατ᾿ ἄλλωϲ, ἀμφορεῖϲ νενηϲμένοι. καὶ Ἀμφορῆαϲ καὶ Ἀμφορείδια τὰ κεράμια. ὅτι ἀμφορῆαϲ λέγει τὰ Μεγαρικά.
καλεῖται. οὕτωϲ Δημοϲθένηϲ.
2826 ὦτα ἐχουϲῶν. καὶ παροιμία· Μέχρι τῶν ἀμφωτίδων· ἐπὶ τῶν ἄγαν πεπληρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ὤτων.
2829 διεφθάρηϲαν. καὶ Ἀμφοῖν ποδοῖν, ἀντὶ τοῦ παντὶ ϲθένει. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἀνιπτάμεθ᾿ ἐκ τῆϲ πατρίδοϲ ἀμφοῖν ποδοῖν. ἀπὸ μεταφορᾶϲ τῶν ὀρνέων, ἀμφοῖν πτεροῖν· ἢ ἐκ τῶν νεῶν, αἳ οὐριοδρομοῦϲαι ἀμφοῖν τοῖν ποδοῖν πλέουϲιν· ἢ ἀντὶ τοῦ τελέωϲ, προληπτικῶϲ τῇ τῶν ὀρνέων χρώμενοϲ μεταφορᾷ.
ἐναντίον πάλιν καταϲκευάζοντα. οἷον, ἡ γλῶϲϲ᾿ ὀμώμοχ᾿, ἡ δὲ φρὴν ἀνώμοτοϲ. οἷον αὐτὸϲ μὲν ἔϲω ἐϲτίν, ὁ δὲ νοῦϲ αὐτοῦ ϲυλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται· Ὁμηρικῶϲ· Ὅμηρὸϲ γὰρ διώριϲε τὰϲ ψυχὰϲ πρὸϲ τὰ ϲώματα εἰπών· πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ· αὐτοὺϲ δ᾿ ἑλώρια τεῦχε κύνεϲϲιν. οὕτωϲ καὶ Ἀριϲτοφάνηϲ. ὁ νοῦϲ μὲν ἔξω,
2835 2836 2837 2838 οὐτὸϲ δ᾿ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. καὶ Ἀναβάδην καθῇϲθαι, μετέωρον καθέζεϲθαι.
προοίμια. καὶ Ἀναβάλλομαι· αἰτιατικῇ.
των φηϲὶν ὁ κωμικόϲ· καὶ νῦν ὄμοϲόν μοι μὴ τεθνάναι τὸ ϲῶμα ἐγώ· ψυχὴ δ᾿ ἀπὸ νίκηϲ ὥϲπερ Αἰϲώπου ποτέ.
τὰϲ ἀρχὰϲ τῶν ᾀϲμάτων. Ὅμηροϲ· ἤτοι ὁ φορμίων ἀνεβάλλετο καλὸν ἀείδειν. καὶ Ἀριϲτοφάνηϲ· ξυνελέγοντ᾿ ἀναβολὰϲ ποτώμεναι. περὶ ψυχῶν λέγων διθυραμβοδιδαϲκάλων.
2865 ἀναβολὴν θανάτου ἐψηφίϲαντο Φαλάριδι ἔτη δύο, ἀνθ᾿ ὧν ἡμέρωϲ Χαρίτωνι καὶ Μελανίππῳ προϲηνέχθη.
γινομένου, ὡϲ καὶ νῦν ἀναγκαίαϲ τύχηϲ τῆϲ βίαϲ φήϲι, τουτέϲτι τῆϲ δυϲτυχίαϲ· καὶ Ἰάμβλιχοϲ· τὴν δὲ ἅλυϲιν, οὐ γάρ ἐϲτιν ἡμῖν 2884 ἀναγκαία, προϲέπεμψά ϲοι.
ἐϲτὶ ϲυμβόλαιον. οἱ δὲ πρὸϲ ἀλκὴν ἐτράποντο ἐκ τοῦ ἀναγκαίου. ἀντὶ τοῦ δι᾿ ἀνάγκαϲ. Ἰϲαῖοϲ δὲ ἀναγκαῖον τὸ δεϲμωτήριον 2886 καλεῖ. Καλλιϲθένηϲ δὲ ἀνωγαίων εἶπε καὶ οὕτωϲ δεῖ μᾶλλον λέ- 2887 2888 2889 2891 γεϲθαι. Ἀναγκαῖόν ἐϲτιν, ὅπερ ἀληθὲϲ ὂν οὐκ ἔϲτιν ἐπιδεκτικὸν τοῦ ψεῦδοϲ εἶναι· ἢ ἐπιδεκτικὸν μέν ἐϲτι, τὰ δὲ ἐκτὸϲ αὐτῷ ἐναντιοῦται πρὸϲ τὸ ψεῦδοϲ εἶναι, οἷον ἡ ἀρετὴ ὠφελεῖ. οὐκ ἀναγκαῖον δέ ἐϲτιν, ὃ καὶ ἀληθέϲ ἐϲτι καὶ ψεῦδοϲ οἷόν τε αὐτὸ εἶναι, τῶν ἐκτὸϲ μηδὲν ἐναντιουμένων· οἷον περιπατεῖ Δίων. ὅτι Δημὸκριτοϲ ὁ Ἀβδηρίτηϲ
φηϲί, μηδὲν ἐκ τοῦ μὴ ὄντοϲ γίνεϲθαι μηδὲ εἰϲ τὸ μηδὲν ὂν φθείρεϲθαι. καὶ τὰϲ ἀτόμουϲ δὲ ἀπείρουϲ εἶναι κατὰ μέγεθοϲ καὶ πλῆθοϲ, φέρεϲθαι δὲ ἐν τῷ ὅλῳ δινουμέναϲ καὶ οὕτω πάντα τὰ ϲυγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν. εἶναι γαρ καὶ ταῦτα ἐξ ἀτόμων τινὰ ϲυϲτήματα, ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωττα διὰ ϲτερρότητα.
πάντα δὲ κατὰ ἀνάγκην γίνεϲθαι, τῆϲ δίνηϲ αἰτίαϲ τῆϲ γενέϲεωϲ οὔϲηϲ πάντων, ἣν ἀνάγκην λέγει. διαιρεῖ δὲ τὰ ὄντα εἰϲ τὸ εἶναι ἢ ἐξ ἀνάγκηϲ εἶναι, ὡϲ τὸν ἄνθρωπον ζῷον εἶναι. ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκηϲ ἐϲτίν· ὁμοίωϲ ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι. τὰ δὲ ἐνδεχομένωϲ, καὶ τούτων
τῶν ἐνδεχομένων τὰ μὲν ὡϲ ἐπὶ τὸ πλεῖϲτον ὡϲ τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράϲκοντα πολιοῦϲθαι, τὰ δὲ ἐπ᾿ ἔλαττον, ὡϲ τὰ τούτοιϲ ἀντικείμενα, τὸ τὸν ἄνθρωπον τετραδάκτυλον ἢ ἑξαδάκτυλον εἶναι. ἔϲτι γὰρ ἐν τούτοιϲ οὕτωϲ καὶ ταῦτα. ἢ τὸ μὴ πολιοῦϲθαι γηρῶντα τὸν ἄνθρωπον ἢ μὴ, ἀποδημεῖν ἢ λούεϲθαι ἢ μή.
περιουϲίαϲ.
κάλλοϲ παραϲκευήν. καὶ αὖθιϲ· οἱ δὲ καταϲκεψάμενοι τὰ κατὰ τὴν 2906 Αἴγυπτον ἐπὶ Κύπρου κἀκεῖθεν ἐπὶ Συρίαϲ τὴν ἀναγωγὴν ἐποιήϲαντο.
ἐπεὶ τὸν παροικοῦντα πρεϲβύτην καὶ ἐκτέμνοντα τὸ ἄλϲοϲ ἐτιμωρήϲατο Ἀνάγυροϲ ἥρωϲ. Ἀναγυράϲιοι δὲ δῆμοϲ τῆϲ Ἀττικῆϲ. τούτου δέ τιϲ ἐξέκοψε τὸ ἄλϲοϲ. ὁ δὲ τῷ υἱῷ αὐτοῦ ἐπέμηνε τὴν παλλακήν, ἥτιϲ μὴ δυναμένη ϲυμπεῖϲαι τὸν παῖδα διέβαλεν ὡϲ ἀϲελγῆ τῷ πατρί. ὁ δὲ ἐπήρωϲεν αὐτὸν καὶ ἐγκατῳκοδόμηϲεν. ἐπὶ τούτοιϲ καὶ ὁ πατὴρ
ἑαυτὸν ἀνήρτηϲεν, ἡ δὲ παλλακὴ εἰϲ φρέαρ ἑαυτὴν ἔρριψεν. ἱϲτορεῖ δὲ Ἱερώνυμοϲ ἐν τῷ περὶ τραγῳδιοποιῶν ἀπεικάζων τούτοιϲ τὸν Εὐριπίδου Φοίνικα.
βουληθῆναι τὸν Φίλιππον ἀναδέξαϲθαι ἢ καταφανῆ γενέϲθαι Ῥοδίοιϲ τὴν ἐν τούτοιϲ αὐτοῦ προαίρεϲιν· ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυϲε τῆϲ 2931 ὑποψίαϲ. καὶ Ἀναδέχομαι, ἀντὶ τοῦ ἀναλαμβάνω. καὶ Ἀναδέχεϲθαι 2932 τὴν παρουϲίαν τῶν πολεμίων, ἀντὶ τοῦ ροϲδοκαν.
κηρῷ ὑγρῷ, καὶ ἐπιπλαϲάμενοϲ τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήϲει ταινίαιϲ.
αἰϲχροκερδείαϲ ἡϲϲώμενοϲ.
ἀναδούμενοϲ, ὥϲπερ αἱ τῶν ἑταιρίδων ἀϲελγέϲτεραι, καὶ μυροϲταγὲϲ ἔχων ἀεὶ τὸ μέτωπον καὶ τοὺϲ βοϲτρύχουϲ.
δεῖ πρόχειρον ἔχειν ἀεὶ τὸν ϲτίχον τοῦτον. τοῦτο μὴ ποιήϲαϲ 2952 Λεύκιοϲ ὁ Ῥωμαῖοϲ μεγάλωϲ ἐϲφάλη. οὕτω παρ᾿ ὀλίγον ϲφάλλεται τὰ μέγιϲτα τῶν πραγμάτων ἀγομένων ἀκριϲίᾳ. ἱκανὰ τῶν τοιούτων ὑποδείγματα τοῖϲ εὖ φρονοῦϲιν ἥ τε Πύρρου τοῦ τῶν Ἠπειρωτῶν βαϲιλέωϲ βία καὶ πάροδοϲ εἰϲ Ἄργοϲ ἥ τε Λυϲιμάχου ϲτρατιὰ διὰ τῆϲ
Θρᾴκηϲ ἐπὶ Δρομιχαίτην τὸν βαϲιλέα τῶν Ὀρδυϲϲῶν· καὶ πολλὰ δὴ τούτοιϲ ἕτερα παραπλήϲια.
Synt θεῷ ἀνατεθειμένον. καὶ Ἄναθεματίζω· αἰτιατικῆ.
ἡ λέξιϲ οὔτε τὸ ἀνακοινώϲαϲθαι, ἀλλὰ τὸ μεταβουλεύϲαϲθαι καὶ μεταγνῶναι. πολύ ἐϲτι παρὰ Πλάτωνι τῷ φιλοϲόφῳ. Μένανδροϲ Ἀφροδιϲίῳ· ἐκφυγοῦϲα δ᾿ ἣνέεἶξεχ νόϲον, οὐκ ἔϲχε τοὺϲ ῥηθένταϲ ἀναθέϲθαι λόγουϲ.
ϲτοφάνηϲ δὲ ἐν Πλούτῳ ἐπὶ ἐμψύχων ἐχρήϲατο αὐτῷ. ἀπολῶ τὸν ἄνθρωπον ἐπὶ κρημνόν τιν᾿ ἀναθείϲ.
ὑποτεταγμένων εὐνοίαϲ καὶ προθυμίαϲ ἐκ τοῦ γεγονότοϲ ἐλαττώματοϲ.
τινὸϲ μάρτυροϲ.
ἐν πελάγει ϲτείλαντεϲ τὰ ἄρμενα ϲαλεύωϲιν αὐτόθι, μὴ διαμαχόμενοι τῷ πνεύματι. μεταφορικῶϲ οὖν ἐπὶ τοῦ ἅρματοϲ εἴρηκεν, ὅτι οὐ διημιλλήϲατο, ἀλλ᾿ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ἠρέμα ἤλαυνεν.
δικῶν, περὶ τῶν ϲυντεινόντων εἰϲ τὸν ἀγῶνα. ἐξετάζουϲι δὲ καὶ εἰ ὅλωϲ εἰϲάγειν χρὴ ταύταϲ.
ἀπολαβεῖν.
τοῖϲ φιλοϲόφοιϲ καὶ τοῦ κοϲμίωϲ ἀναλαμβάνειν τὴν ἐϲθῆτα καὶ 3046 3047 3048 3049 τοὺϲ μὴ τοῦτο ποιοῦνταϲ ἔϲκωπτον. Πλάτων ἐν Θεαιτήτῳ· πάντα δυναμένουϲ ὀξέωϲ τε καὶ τορῶϲ διακονεῖν, ἀναλαβέϲθαι δ’ οὐκ ἐπιϲταμένουϲ ἐπιδεξιελευθέρωϲ οὐδὲ ἁρμονίαν λόγων λαβόνταϲ ὑπαντῆϲαι θεῶν. Ἄλεξιϲ δέ φηϲι περὶ ἐϲθῆτοϲ οὕτωϲ· ἓν γὰρ νομίζω
τοῦτο τῶν ἀνελευθέρων εἶναι, τὸ βαδίζειν ἀρρύθμωϲ ἐν ταῖϲ ὁδοῖϲ, ἐξὸν καλῶϲ· οὗ μήτε πράττεται τέλοϲ, μηδὲν γὰρ ἡμᾶϲ, μήτε δι’ ἑτέρων λαβεῖν τιμὴν δόνταϲ, φέρει δὲ τοῖϲ μὲν χρωμένοιϲ δόξηϲ τιν᾿ ὄγκον, τοῖϲ δ’ ὁρῶϲιν ἡδονήν, κόϲμον δὲ τῷ βίῳ. τὸ τοιοῦτον γέραϲ τίϲ οὐκ ἂν αὐτὸ κτῷτο φάϲκων νοῦν ἔχειν. Ἀναλαμβάνειν,
ἀντὶ τοῦ ἀνακτάϲθαι. Ἀππιανόϲ· τότε δὲ ἔθει τιϲ δρόμῳ δηλώϲων 3050 τῷ Πέρϲῃ λουομένῳ καὶ τὸ ϲῶμα ἀναλαμβάνοντι. ὁ δὲ ἐξήλατο τοῦ ὕδατοϲ, βοῶν ὅτι ἑαλώκοι πρὸ τῆϲ μάχηϲ.
Σοφοκλῆϲ· ὤ μοι ἀναλγήτων διϲϲῶν ἐθρόηϲαϲ ἄναυδον ἔργον Ἀτρειδῶν τῷδ’ ἄχει. τουτέϲτι τῇ παρούϲῃ ϲυμφορᾷ.
μηδεὶϲ ἔτι μήτε τὸ τούτου ϲῶμα ἴδῃ μήτε τὰ ἐν ἐκείνοιϲ γεγραμμένα ἀναλέξηται.
τ᾿ ἀναλῶν, ἡνίκ᾿ ἂν τούτου δέῃ. Δαιταλεῦϲιν· εἰϲ τὰϲ τριήρειϲ δεῖ μ’ ἀναλοῦν ταῦτα καὶ τὰ τείχη. ἐν δὲ τῷ παρεληλυθότι καὶ διὰ τοῦ η ἀδιαφόρωϲ, οἷον ἀνήλιϲκον καὶ ἀνάλιϲκον. καὶ αὖθιϲ· εἰϲ οἷα ἀνάλουν οἱ πρὸ τοῦ τὰ χρήματα.
ἄναλκιν οὐ φῶτα λαμβάνει, ὡϲ λέγει Πίνδαροϲ· ἀλλὰ καὶ ὁ μέγαϲ ἀνὴρ οὐδένα μικρὸν ἀγῶνα προϲίεται. ἀλλ’ ὅπου φυγάδεϲ ἄλλοι δι’ ἀνανδρίαν ἀποδιδράϲκουϲιν, ἐνταῦθα καταβαίνει παραβαλλόμενοϲ. Soph. καὶ αὖθιϲ ἡ τραγῳδία φηϲὶ περὶ Αἰγίϲθου· ὁ πάντ’ ἄναλκιϲ οὗτοϲ, ἡ πᾶϲα βλάβη, ὁ ϲὺν γυναιξὶ τὰϲ μάχαϲ ποιούμενοϲ. ϲυνεργούϲηϲ
γὰρ τῆϲ Κλυταιμνήϲτραϲ ἀνεῖλε τὸν Ἀγαμέμνονα.
3074 ἄλληλα καὶ ὁμοίωϲ ἔχειν πρὸϲ ἄλληλα λέγεται. Ἀνάλογον δὲ 3075 ἀντὶ τοῦ ὁμοίωϲ. καὶ αῡθιϲ· οἱ δὲ ϲτρατιῶται γενναῖοι ὀφθῆναι, 3076 καὶ τῷ ἴϲῳ ἀξιώματι ἀναλογοῦντεϲ. καὶ Ἀναλόγωϲ, ἴϲωϲ. καὶ Ἀναλογώτερον, τὸ ὑψηλότερον, τὸ ϲοφώτερον, τὸ ἀναλογικώτερον.
ἄλλωϲ αἱ εὐχαί. θηρίον γάρ τι αὐτοῖϲ πομπῇ κρείττονι ἐντυγχάνει. 3082 καὶ Ἀνάλωϲα καὶ Προανάλωϲα.
Ἥρῳ· ἐπεφαρμάκευϲο γλυκύτατ᾿ ἀναλυθεὶϲ μόλιϲ.
εἰϲ τὰϲ προτάϲειϲ, ἐξ ὧν αὐτοῖϲ τὸ εἶναι. κατὰ γοῦν τὸ ϲημαινόμενον τῆϲ ἀναλύϲεωϲ Ἀναλυτικὰ γέγραπται τὰ Ἀριϲτοτέλουϲ.
3098 ἀναμαϲώμεναι.
ἐναυτιάϲαμεν. πῶϲ δὲ λέγομεν ἀπὸ τῆϲ ψυχῆϲ ἄρξαϲθαι τὴν κίνηϲιν ἐπὶ τῆϲ ἀναμνήϲεωϲ, ἢ οὐχ ὡϲ ἐκείνηϲ αὐτῆϲ ἀναμνηϲκομένηϲ, ἄλλ’ ὥϲπερ ἐπὶ τῶν αἰϲθήϲεων λέγομεν· ἀρξαμένη γὰρ ἡ κίνηϲιϲ ἐκ τῶν αἰϲθητῶν διέβη μέχριϲ ἐκείνου, ἐν ᾧ ἡ κριτικὴ καὶ αἰϲθητικὴ δύναμιϲ· τοῦτο δέ ἐϲτι τὸ πνεῦμα· οὕτωϲ δὲ ἐπὶ τῆϲ ἀναμνήϲεωϲ
λέγομεν, ὅτι ἀπὸ τοῦ πνεύματοϲ, ἐν ᾧ ἡ ψυχὴ, καὶ ἡ ἀρχὴ τῆϲ κατὰ τὴν ἀνάμνηϲιν κινήϲεωϲ γέγονεν ἀνάπαλιν ἢ ἐπὶ τῆϲ αἰϲθήϲεωϲ· εἰϲ ὃ γὰρ τελευτῇ ἡ αἴϲθηϲιϲ, ἐκεῖθεν ἡ ἀρχὴ τῆϲ ἀναμνήϲεωϲ. ἡ γὰρ ἀνάμνηϲιϲ, φαντάϲματόϲ ἐϲτιν εὕρεϲιϲ, ὁπότε ἐγένετο ἐν τῷ πνεύματι. ἐν τούτῳ γὰρ γίνεται τὰ φαντάϲματα, ἐν ᾧ καὶ ἡ αἰϲθητικὴ ψυχὴ
ἵδουται, ἀπὸ τούτων οὖν τῶν ἐν τῷ πνεύματι, ἐν ᾧ ἐϲτιν ἡ ψυχὴ, ἐγκαταλειμμάτων, ἅπερ φαντάϲματα καλοῦμεν ἐγκαταλείμματα ἐκ τῶν κατὰ τὰϲ αἰϲθήϲειϲ ἀντιλήψεων ἔϲχεν· ἀπὸ τούτων ἡ ἀρχὴ τῆϲ κατὰ τὴν ἀνάμνηϲιν κινήϲεωϲ γίνεται. ἐπιβάλλουϲα οὖν πάλιν τῷ φαντάϲματι, 3109 3110 3111 3112 ὃ πρὶν ἔϲχε, τουτέϲτι τῷ ἐγγενομένῳ πρότερον ἐν τῷ πνεύματι τόπῳ, ἀναμιμνήϲκεται καὶ δι’ οὗ αἰϲθητηρίου ᾔϲθετο αὐτό. καὶ οὕτωϲ ϲυνδιατίθεται τῷ αἰϲθητηρίῳ τὸ ϲῶμα.
δὲ αὐτῶν, καὶ τὰϲ θύραϲ ἀναμοχλευόντων, δράκοντεϲ ἄρα μέγιϲτοι τὸ μέγεθοϲ ἀνέϲτελλον αὐτούϲ.
ἱερὸν καὶ φρουρὰν αὐτοῖϲ ἐπιϲτήϲαϲ παρεκάθητο.
καὶ εἴ τι μὲν ἄναντεϲ, τοῦτο καὶ πρόϲαντεϲ, οὐκέτι δὲ τὸ 3123 ἀνάπαλιν. τὸ γὰρ πρόϲαντεϲ ἀπότομον καὶ μὴ παρεῖκον, μηδὲ ἀποδεχόμενον τὸν ἀναβῆναι βουλόμενον. τῷ δὲ ἀνάντει καὶ προϲάντει ἐναντίον τὸ κάταντεϲ. καὶ τὰ μὲν ἡδέα καὶ τερπνὰ λέγομεν ῥᾷϲτα καὶ ῥᾴω, τὰ δὲ λυπηρὰ προϲάντη καὶ ἀνάντη καὶ δυϲχερῆ. καὶ 3124
Ἀνάντηϲ, ἡ δύϲβατοϲ ὁδόϲ. καὶ κλίνεται εἰϲ ουϲ.
δὲ τοῦ ζῆν ἑαυτὸν ἐτῶν ο΄, διότι ὑπ’ Ἀθηναίων ἐνεβλήθη ἐν δεϲμωτηρίῳ, οἷά τινα καινὴν δόξαν τοῦ θεοῦ παρειϲφέρων. ὅτι Ἀναξαγόραϲ Ὀλυμπίαϲιν, ὁπότε ἥκιϲτα ὕοι, προελθὼν ὑπὸ κῳδίῳ ἐϲ τὸ ϲτάδιον ἐπὶ προρρήϲει ὄμβρου λέγεται τοῦτο πεπραχέναι. καὶ ἄλλα δὲ πλεῖϲτα προλέγων. οὗτοϲ, Κλαζομένιοϲ ὢν, ἀγέλαιϲ τε καὶ
καμήλοιϲ τὰ ἑαυτοῦ ἀνῆκε. περὶ τούτου ἔφη Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ προβάτοιϲ μᾶλλον ἢ ἀνθρώποιϲ φιλοϲοφῆϲαι. ὁ δὲ Θηβαῖοϲ Κράτηϲ κατεπόντωϲε τὴν οὐϲίαν, οὔτε προβάτοιϲ ποιήϲαϲ ἐπιτήδειον, οὔτε ἀνθρώποιϲ.
ἐν τοῖϲ ἀγῶϲι Φιλίππου τοῦ Μακεδόνοϲ, Ὀλυμπιάδι ρα΄· κατὰ δέ τιναϲ Κολοφώνιοϲ. ἔγραψε δὲ δράματα ξε΄, ἐνίκηϲε δὲ ι΄. καὶ πρῶτοϲ οὗτοϲ ἔρωταϲ καὶ παρθένων φθορὰϲ εἰϲήγαγεν.
καὶ μαθητὴϲ καὶ διάδοχοϲ Θάλητοϲ. πρῶτοϲ δὲ ἰϲημερίαν εὑρε καὶ τροπὰϲ καὶ ὡρολογεῖα καὶ τὴν γῆν ἐν μεϲαιτάτῳ κεῖϲθαι. γνώμονά τε εἰϲήγαγε καὶ ὅλωϲ γεωμετρίαϲ ὑποτύπωϲιν ἔδειξεν. ἔγραψε Περὶ φύϲεωϲ, Γῆϲ περίοδον, καὶ Περὶ τῶν ἀπλανῶν καὶ Σφαῖραν καὶ ἄλλα.
3139 3140 3141 3142
ἄρτου μὴ ἐϲθίειν· καὶ τὰ λοιπά.
Λαμψακηνῶν τὰ Περϲῶν, ὑπερζέων τῷ θυμῷ Ἀλέξανδροϲ ἠπείλει τὰ μέγιϲτα κακὰ ἐργάϲαϲθαι. οἱ δὲ, ἅτε περὶ γυναικῶν καὶ παίδων καὶ τῆϲ πατρίδοϲ θέοντεϲ, ἀποϲτέλλουϲιν Ἀναξιμένην ἱκετεύϲοντα. Ἀλέξανδροϲ δὲ γνοὺϲ καθ’ ἥντινα αἰτίαν ἥκοι, κατωμόϲατο θεοὺϲ, ἦ μὴν αὐτοῦ ταῖϲ δεήϲεϲι τἀναντία ἐργάϲεϲθαι. Ἀναξιμένηϲ δέ, χάριϲαί μοι,
ἔφη, ὧ βαϲιλεῦ, τὴν χάριν, γυναῖκαϲ καὶ τέκνα τῶν Λαμψακηνῶν ἀνδραποδίϲαϲθαι καὶ τὰ ἱερὰ ἐμπρῆϲαι καὶ τὴν πόλιν ἐϲ ἔδαφοϲ καταβαλεῖν. Ἀλέξανδροϲ δὲ οὐκ ἔχων τι πρὸϲ τοῦτο ϲοφίϲαϲθαι ἢ ἀντιμηχανήϲαϲθαι καὶ ἐνεχόμενοϲ τῇ ἀνάγκη τοῦ ὅρκου, ϲυγγνώμην ἔνεμεν οὐκ ἐθέλων Λαμψακηνοῖϲ. ἠμύνατο δὲ καὶ Θεόπομπον, τὸν Δαμοϲτράτου,
ἐχθρὸν ὄντα Ἀναξιμένηϲ οὐκ ἀμαθέϲτατα, ἀλλ’ ἐπιφθονώτατα. ϲοφιϲτὴϲ γὰρ ὢν καὶ ϲοφιϲτῶν λόγουϲ μιμούμενοϲ, γράφει βιβλίον ἐϲ Ἀθηναίουϲ καὶ ἐπὶ Λακεδαιμονίουϲ, ϲυγγραφὴν λοίδορον ἐϲ τὸ ἀκριβέϲτατον μιμηϲάμενοϲ· καὶ ἐπιγράψαϲ Θεοπόμπου τὸ ὄνομα ἔπεμπεν ἐϲ τὰϲ πόλειϲ. καὶ ἐκ τούτου τὸ ἔχθοϲ τὸ ἐϲ Θεόπομπον ἀνὰ πᾶϲαν
τὴν Ἐλλάδα ηὔξετο. οὐ μὴν οὐδὲ εἰπεῖν τιϲ αὐτοϲχεδίωϲ Ἀναξιμένουϲ πρότερόϲ ἐϲτιν εὑρηκώϲ.
καὶ Δημητρίου τοῦ Πολιορκητοῦ.
3164 ἀναπαύληϲ. τούτεϲτιν ἀπέθανε. καὶ Ἀναπαύλαϲ, πέμψειϲ πρὸϲ τοὺϲ νεκρούϲ. τίϲ εἰϲ ἀναπαύλαϲ ἐκ κακῶν καὶ πραγμάτων; κηρύϲϲει ὁ Χάρων, καὶ ὡϲ τόπουϲ καταλέγει· τίϲ εἰϲ τὸ Λήθηϲ πεδίον; Λήθηϲ πεδίον χωρίον διατετύπωκεν ἐν ἅδου οὕτω λεγόμενον· ὡϲ καὶ Αὐαίνου λίθον. τίϲ εἰϲ ὄνου πόκαϲ; οὕτω λέγουϲι τὸ ἄχρηϲτον· οὐδὲ γὰρ αἱ
τοῦ ὄνου πόκαι χρηϲιμεύουϲιν. ἐπὶ τῶν ἀνηνύτων.
3168 ἀνάπαιϲτα ᾔδοντο κατὰ Ῥωμαίων. ϲημαίνει δὲ ἀνάπαιϲτοϲ καὶ εἶδοϲ μέτρου ϲτίχων.
ἀναριθμούμενοι, ϲκεπτόμενοι.
3172 3173 3174 3175
κίχλαϲ.
ϲήμερον.
ἀπάτην καὶ κενῶν ῥημάτων ἀναπειθόντων τοὺϲ ἀκούονταϲ. ἢ ἀναπειϲτηρίαν, ὥϲτε χαυνῶϲαι καὶ ἀναπεῖϲαι τούϲ ἀντιδίκουϲ. παρὰ τὸ πείθειν τὴν δίκην. ὁ δὲ Ὑπέρβολοϲ ἐκωμῳδεῖτο ὡϲ ἀπαίδευτοϲ κα ὀψιμαθήϲ. ἀξιοπιϲτεύονται δὲ οἱ διδάϲκαλοι λέγοντεϲ· ἔλαττον τοϲοῦδε οὐ λαμβάνω ἐπὶ τούτῳ τῷ ἀναγνώϲματι. καὶ ἐπαγγέλλονται προνοήϲαϲθαι
τῶν καινῶν μαθημάτων, ὅϲων προνοοῦϲι μάλιϲτα.
κουφότατον περιφέρῃ, τῇ αἰχμῇ διαπείρων τὸ μετάφρενον κατεργάζεται.
τῷ ὀβολῷ, ὡϲ ὑγιεῖϲ ὄνταϲ, τούτῳ δὲ ψηφίϲαϲθαι ἐάϲανταϲ ὡϲ 3195 ἀναπήρῳ; ὁ δὲ δέϲμιοϲ ἐϲ μέϲον παραγίνεται ῥῖνα καὶ ὦτα ἀνάπηροϲ, παιγνίων τε γεγονὼϲ παρανάλωμα.
τῶν ἐρετῶν κέχρηται τῇ λέξει, ἐρεϲϲόντων καὶ ἀνακλινομένων. καὶ 3199 Ἀναπεϲεῖν, ἀνακλιθῆναι.
τούτεϲτι τοῦ Λαΐου.
πολλάκιϲ τὰ αὐτὰ λεγόμενα ἢ πραττόμενα.
Αἰλιανόϲ· μόνοϲ ὁ θαλάϲϲιοϲ ϲκάροϲ τὴν τροφὴν ἀναπολεῖ, ὥϲπερ καὶ τὰ βληχητὰ, ἃ δὴ μηρυκᾶται.
ῥήτοραϲ. καὶ Ἀναπόνιπτρον, ἀνεξάλειπτον.
3239 πλεῖϲτοι, ἄπειροι. εἰϲ ἐμοὶ ἄνθρωποϲ τριϲμύριοι• οἱ δ’ ἀνάριθμοι οὐδείϲ. ταῦτ᾿ αὐδῶ καὶ παρὰ Περϲεφόνῃ, φηϲὶν Ἡράκλειτοϲ.
Ἀντιφάνηϲ Λευκαδίῳ• ἐνταῦθα ἀναρίϲτητοϲ εὐθὺϲ κιθαριεῖ. Τιμοκλῆϲ Νεαίρα· ἔπειτα τὸ διά τε ταῦτ’ ἀναρίϲτητοϲ ὤν. Μένανδροϲ δὲ ἀνάριϲτον. καὶ Ἀναρίϲτουϲ, μήπω ἠριϲτηκόταϲ. βουλόμενοϲ 3244 ἀναρίϲτουϲ καὶ πρὸϲ τὸ μέλλον ἀπαραϲκεύουϲ λαβεῖν τοὺϲ ὑπεναντίουϲ.
λειπούϲηϲ ϲτοιχεῖον, ἢ λόγου λείποντοϲ ϲυλλαβήν.
ϲτρατιάν. καὶ Μένανδροϲ• κατιόντων τῶν Ἀβάρων κατ’ ὀλίγουϲ, 3254 οἱ ϲτρατηγοὶ γνώμῃ ἐχρῶντο παραχρῆμα ἐπιθέϲθαι ϲφίϲι, κάκ τούτου ἀνάρροπον τιθέναι τὴν τῶν Ἀβάρων κατάραϲιν.
ἔναγχοϲ καὶ μεγάλα ἀνάρϲια ἀνηρημένοϲ ἐκδίκωϲ.
Ἀνάρρυϲιϲ.
καὶ πλημμελῆ. καλοῦϲι δὲ τὸν μὲν ϲκωπτικὸν ἐπίχαριν, τὸν δὲ εὐτράπελον ἐπιδέξιον, τὸν δ’ ἀναϲεϲυρμένον ἄπλαϲτον καὶ ἁπλοῦν. οἷϲ ἐπακολουθεῖ καὶ τὸν αὐϲτηρὸν ἄγροικον ἡγεῖϲθαι, τὸν δὲ δίκαιον οὐ πολιτικὸν, οὐδ’ ἥμερον.
ἠκολούθει Καλαμίδα καὶ Ἀναϲείω, ἀναπείθω ἢ πρὸϲ μάχην 3267 3268 3269 3270 3272 ἐρεθίζω. ὁ δὲ τοὺϲ Συρακουϲίουϲ ἀναϲείων καὶ τὴν ἐλευθερίαν 3273 ἀποκαταϲτήϲειν ἐπαγγειλάμενοϲ. καὶ Ἀναϲείϲαϲ, ἀπειληϲάμενοϲ. Δημοϲθένηϲ κατὰ Ἀριϲτογείτονοϲ.
ἀναϲτάτου γενομένηϲ.
εἶναι ἀγρίουϲ ὑπό τε τῷ ἀήθει τοῦ δεϲμοῦ, καὶ ὑπὸ τοῦ ἀπηρτημένου βάρουϲ ἔτι μᾶλλον ἀναϲοβηθένταϲ διαφορῆϲαι αὐτόν.
τὸν τόπον τὸν προειρημένον δυνήϲεϲθαι αὐτοὺς ἀναϲῶϲαι καὶ κομία- 3288 3289 3290 3291 ϲθαί ποθεν• ἀλλ’ ἵνα ὑπὲρ ὧν ἐπλημμέληϲαν κακίᾳ φθάνοντεϲ, ἐν τῷ δευτέρῳ κινδύνῳ τε ἰϲωθῶϲι κολαϲθέντεϲ.
Ἀναϲπῶν, οὐδετέρωϲ, διὰ τοῦ ω μεγάλου.
ἁπάϲαϲ ἀπεμπολῶν καὶ τοῖϲ ἀδικοῦϲι ϲυγχωρῶν καὶ πρόϲ γε χρημάτων ἀκόρεϲτον ἐπιθυμίαν τραπεὶϲ, ὡϲ κενὰϲ ἐντεῦθεν γενέϲθαι καταλόγων τὰϲ ἐπαρχίαϲ, καὶ πρὸϲ τὸ ἄηθεϲ καὶ ξένον καταπεπλῆχθαι τοὺϲ ἄνδραϲ. οὐδὲ γὰρ ὅπλοιϲ τοὺϲ ἐπιόνταϲ βαρβάρουϲ ἠμύνετο, ἀλλὰ χρήμαϲι τὴν εἰρήνην ἐξωνούμενοϲ διετέλει. πρὸϲ δέ γε τούτοιϲ
καὶ τὰϲ τῶν τελευτώντων οὐϲίαϲ ἐπολυπραγμόνει, κοινὴν ἅπαϲι δωρούμενοϲ τὴν πενίαν. ὧν γὰρ αὐτὸϲ ἐλάμβανε τὰϲ οὐϲίαϲ, τούτοιϲ μετ᾿ ὀλίγον διεδίδου τῷ τῆϲ εὐϲεβείαϲ τρόπῳ• καὶ ὧν ἐγύμνου πόλεων τοὺϲ ἐνοικοῦνταϲ, τὰϲ οἰκοδομὰϲ ἀνενέου, ὡϲ καὶ τὴν ἐνεγκαμένην ἐπιμελῶϲ κοϲμῆϲαι καὶ τριϲὶ περιβαλεῖν ϲτεφάνοιϲ. ἐπὶ δὲ τούτου δειναὶ ταῖϲ
κατὰ Λιβύην πόλεϲιν ἐπέϲκηψαν θλίψειϲ ὑπὸ τῶν καλουμένων Μαζικῶν. ἐδέδοντο γὰρ θυγατριδῷ Μαρίνου ἐϲ ἡγεμονίαν ἀνδρὶ νέῳ καὶ πολὺ τὸ κοῦφον κεκτημένῳ• καὶ μετ’ ἐκεῖνον αὖθιϲ Βαϲιανῷ τῷ παιδί. ὁ δὲ οἶϲ ἔπραξε παντοίωϲ τὰϲ τοῦ πρὸ αὐτοῦ ἄρξαντοϲ ὑπερβαλόμενοϲ ἀϲελγείαϲ ἔδωκε Λίβυϲιν αἱρεῖϲθαι τὰ πρότερα, καὶ ταῦτα τοῖϲ
μὲν πενίαϲ, τοῖϲ δὲ θανάτου μνήμην καταλείψαντα. οὕτωϲ, εἰ δέοι εἰπεῖν, οἵ τε ἀφ’ αἵματοϲ τὴν Μαρίνου παρευτυχήϲαντεϲ εὔνοιαν τοῖϲ Λιβύων διαφερόντωϲ καὶ Αἰγυπτίων ἐνεφορήθηϲαν κτήμαϲιν. ὅτι ἐπὶ Ἀναϲταϲίου τοῦ βαϲιλέωϲ ἦν ὁ ἅγιοϲ Θεοδόϲιοϲ, ὁ κοινοβιάρχηϲ. αἱρετικὸϲ δὲ ἦν οὗτοϲ ὁ Ἀναϲτάϲιοϲ. ὅτι Ἀναϲτάϲιοϲ αὐτὸϲ ὁ βαϲιλεὺϲ 3296
ἔκτιϲε τὸ μακρὸν τεῖχοϲ πρὸ μιλίων τῆϲ πόλεωϲ ξ΄, διατείναϲ ἐκ τῆϲ κατὰ ἄρκτον θαλάϲϲηϲ εἰϲ μεϲημβρίαν μῆκοϲ μὲν μιλίων ν΄, εὖροϲ δὲ ποδῶν κ΄· καὶ τῷ Ἰουλιανοῦ λιμένι προβόλουϲ τίθηϲιν. ὁ αὐτὸϲ κτίζει καὶ τὸν μέγαν τρίκλινον, τὸν ἐν Βλαχέρναιϲ, ὃϲ 3297 3298 3299 Ἀναϲταϲιακὸϲ μέχρι τῆϲ δεῦρο λέγεται• καὶ τὴν κινϲτέρναν τὴν Μωκιϲίαν.
ἀνάϲταϲιϲ κατὰ φύϲιν. ὁ γὰρ πρωτόπλαϲτοϲ πρὸ τῆϲ παραβάϲεωϲ ἀθάνατοϲ ἦν. ἀνάϲταϲιϲ δὲ λέγεται, ἐπειδὴ τὸ φθαρὲν πλάϲμα διὰ τῆϲ ἁμαρτίαϲ ὀρθοῦται διὰ δικαιοϲύνην. εἰ γὰρ παρέμεινεν ὁ Ἀδὰμ τῇ ἐντολῇ, ἔμεινεν ἂν ζῶν. ἀνάϲταϲιϲ οὖν ἡ δευτέρα ϲτάϲιϲ καὶ ἡ τῆϲ μακροθυμίαϲ τοῦ θεοῦ παῦλα.
ἐν τῇ ἀλλοδαπῇ διαγενόμενοϲ. εἴρηται δὲ καὶ ἐπὶ πόλεων ἑαλωκυιῶν καὶ οἴκων ἐξερημωθέντων τὸ ἀνάϲτατον.
πλάϲϲουϲιν. Ἀριϲτοφάνηϲ Δαιταλεῦϲι• πέμψω πλακοῦνταϲ ἑϲπέραϲ χαριϲίουϲ. οἱ δὲ ἀμφιφῶντεϲ γίνονται Μουνυχιῶνοϲ μηνὸϲ ϛ΄ ἐπὶ δέκα, οἳ καὶ εἰϲ τὸ Μουνυχίαϲ ἱερὸν τῆϲ Ἀρτέμιδοϲ κομίζονται. ὀνομάζονται δὲ ἀμφιφῶντεϲ, ὡϲ μέν τινεϲ ὅτι τότε γίγνονται, ὅτε ἥλιόϲ τε καὶ ϲελήνη πρωῒ ὑπὲρ γῆϲ φαίνονται• ὡϲ δὲ Ἀπολλόδωροϲ, ὁτι
κομίζουϲιν αὐτοὺϲ δᾳδία ἡμμένα παραπηγνύντεϲ ἐπ’ αὐτῶν. φθόιϲ δέ εἰϲι πέμματα, ἃ τοῖϲ θεοῖϲ καὶ μετὰ τῶν ϲπλάγχνων ἔθυον. αἱ δὲ ϲελῆναι πέμματά εἰϲι πλατέα, κυκλοτερῆ• πέλανοι δὲ τὰ εἰϲ θεοὺϲ πέμματα• πόπανα δέ• καὶ ἐν Ἐρεχθεῖ τὰϲ ϲελήναϲ πελάνουϲ 3307 3308 3309 3310 εἴρηκεν Εὐριπίδηϲ• καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπειϲ δόμων, φράϲον ϲελήναϲ τάϲδε πυρίμου χλόηϲ. ἐπὶ δὲ ἓξ ϲελήναιϲ βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμηϲιν τῆϲ πρωτοφυοῦϲ ϲελήνηϲ. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρϲι ποπάνοιϲ τοῦτον τὸν βοῦν καὶ
ἐκάλουν αὐτὸν πέμπτον βοῦν. μᾶλλον δὲ ἐπὶ ταῖϲ ἕξ ἕβδομον βοῦν. ἐπὶ τῶν ἀναιϲθήτων.
πρὸϲ ἀρετὰϲ ἐπιτεταμένον καὶ ϲύντονον ἰδίωμα.
αὐτοῦ φόβον ἐπικρεμάϲαϲ. καὶ Ἀνατατικῶϲ κελεύων, ἀντὶ τοῦ προϲτακτικῶϲ, ἐμβριθῶϲ.
Ἀνάταϲιϲ, ἡ μετὰ πικρίαϲ καὶ θραϲύτητοϲ ἀπειλή. Πολύβιοϲ• 3336 οἱ μὲν οὖν περὶ Μητρόδωρον καταπλαγέντεϲ τὴν ἀνάταϲιν Φιλίππου τοῦ βαϲιλέωϲ ἐπανῆλθον.
ἀνδρῶν καὶ γυναικῶν εἴκοϲιν ἀποδέονταϲ πεντακοϲίουϲ ἀπέκτειναν. ἀνατεινάμενοι οὖν μεθ’ ὕβρεωϲ ἀπειλήϲαντεϲ. καὶ Ἀνατείναϲ 3341 τὴν ψυχήν, ἐπὶ τὰ ἄνω τρέψαϲ καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν.
αὐτῶν ἕκαϲτοι εἰκῇ. καὶ Ἀνατρέπω· αἰτιατικῇ.
τάξιν καὶ τοῦ τὰ ὅπλα ἀποβαλεῖν ζημίαι ἦϲαν ὡριϲμέναι ἐκ τῶν νόμων, οὕτω καὶ τοῦ ναυμαχῆϲαι. τοῦτο τὸ ὄφλημα ἀναυμαχίου ἐκαλεῖτο, ὡϲ Ἀνδοκίδηϲ. οὕτω δὲ δεῖ καὶ αὐτοὺϲ καὶ τοὺϲ ἐξ αὐτῶν ἀτίμουϲ εἶναι.
3374 Ἀναφλᾶν ἔλεγον τὸ μαλάττειν τὸ αἰδοῖον.
κελευόμενον ὑπὸ θατέρου κοινῇ δοκεῖν κελεύεϲθαι, μηδεμιᾶϲ εἰϲ τὸν ἕτερον ὑπολειπομένηϲ ἀναφορᾶϲ. ἤτοι ϲυμβουλίαϲ.
οἱ ἐργάται βαϲτάζουϲιν. Ἀριϲτοφάνηϲ• φέρε ϲὺ τἀνάφορον ὁ παῖϲ. ἢ ἀμφίκυρτον γραπτέον, ὅπερ καὶ ἀληθέϲ.
πάντα ω΄. εὗρε δὲ οὗτοϲ ἄγκυραν καὶ τὸν κεραμεικὸν τροχόν. ἦν δὲ ἐπὶ Κροίϲου. καὶ τετελεύτηκεν Ἐλληνικὰϲ τελετὰϲ ἐπιτελῶν ἐν Σκύθαιϲ, ἐπιβουλεύϲαντοϲ αὐτῷ τοῦ ἀδελφοῦ• κατὰ δέ τιναϲ ἐν γήρᾳ βαθεῖ καὶ μέχριϲ ἐτῶν ρ΄.
ὥϲτ’ ἀνεψύχειϲ. καὶ Ἀναψύχω· αἰτιατικῇ.
ἔνικμα καὶ διερά. Ὑπερίδηϲ δὲ τὰ ἀναχώματα λέγει, διὰ τὸ ὑπεράνω εἶναι τῶν διερῶν.
τὰϲ μάχαϲ προπεϲὸν τῷ πλήθει πιθανόν· οὐδὲ τὰϲ ὑπὲρ τῶν μεγίϲτων βουλὰϲ ἐν ὀλίγοιϲ τοῖϲ μάλιϲτα προνοοῦϲιν αὐτῶν, ἀλλ’ ἐν παντὶ τῷ πλήθει γίνεϲθαι. τὸ πέρα δὲ ἀντιτείνονταϲ ξυνδεῖν καὶ δεδεμένουϲ μηδὲν μεῖον ἕπεϲθαι.
ἄλλ’ ἄπιϲτοι Θετταλοί. εἴρηται δὲ ἀνδραποδιϲτὴϲ παρὰ τὸ ἀποδίδοϲθαι ἄνδρα, τουτέϲτι πωλεῖν· ὁ τούϲ ἐλευθέρουϲ καταδουλούμενοϲ.
3424 ὅλῳ καὶ ἀνωτέρω ϲώματι. ὥϲπερ, οἶμαι, τὰ τῶν ἀνδραπόδων ἀπιϲτότερα ἐκ χρόνου καιροφυλακοῦντεϲ πολλοῦ δραπετεῦϲαι μὲν τῆι τῶν κεκτημένων χειρὸϲ, νέουϲ δέ τιναϲ καὶ ἀγνῶταϲ αὐτοῖϲ δεϲπόταϲ 3425 3426 3427 3428 εὑρεῖν. Ἀνδραποδοκάπηλοϲ οὖν, ὁ ϲωματέμποροϲ· παρὰ τὸ 3429 καπηλεύειν τὰ ἀνδράποδα, ὅ ἐϲτι πιπράϲκειν.
κατεϲταλμένων, ἀλλ’ ἔτι τὴν ἀνδραποδώδη τρίχα, φαϲὶν, ἐπιδεικνυμένων.
τουτέϲτιν ὑπεράγαν γεγηρακότα. ἀπὸ Τιθωνοῦ, τοῦ πάνυ γηράϲαντοϲ καὶ μεταβληθέντοϲ εἰϲ τέττιγα.
ἀνδρείαν ἐγκράτειαν φόβων. καὶ Ἀνδρειφόντηϲ, ὁ ἀνδροφόνοϲ.
μικροῦ διὰ τὸ μέτρον.
ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο ἐκ 3466 3467 3468 3469 τοῦ νόμου τρεῖϲ τῶν ἐκείνῳ ὑπόντων ἄγειν εἰϲ Ἀθήναϲ δίκην ὑφέξονταϲ τοῦ φόνου· καὶ τοῦτο ἀνδρολήψιον ἐκαλεῖτο. Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀριϲτοκράτουϲ· πρὸϲ δὲ τούτοιϲ ὁ νόμοϲ, ἐὰν μήτε δίκαϲ ὑπόϲχωϲι, παῤ οἷϲ ἂν τὸ πάθοϲ γένηται, μήτε τοὺϲ δεδρακόταϲ ἐκδιδῶϲι,
κελεύει κατὰ τούτων εἶναι μέχρι τριῶν τὸ ἀνδρολήψιον. Ἀνδροληψία οὖν τὸ ἁρπάζειν ἄνδραϲ ἔκ τινοϲ πόλεωϲ· ἠνεχύραζον 3470 γὰρ τὴν ἔχουϲαν πόλιν τὸν ἀνδροφόνον καὶ μὴ προϊεμένην αὐτὸν εἰϲ τιμωρίαν. καὶ τοῦτο ἐκαλεῖτο ἀνδροληψία.
Σαβίνου, παιδεύϲαϲ κατὰ Νικομήδειαν ἐπὶ Διοκλητιανοῦ βαϲιλέωϲ.
πράϲϲοντοϲ ἐκποδὼν φίλοι, ἐπὶ τῶν ἐν τοῖϲ κακοῖϲ μηδεμίαν εὑριϲκόντων παρὰ τῶν φίλων ὠφέλειαν.
ἑαυτοῦ κεφαλῇ. οὕτωϲ Αἰλιανὸϲ ἐν τῷ Περὶ θείων ἐναργείων.
3499 τὸ φονεῦϲαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶϲ τὴν χεῖρα εἰϲ τὴν 3500 πήραν ἀναιρεῖται τὴν ἐπιϲτολήν. καὶ ἔτι τὸ ἀπολλύναι, καὶ τὸ 3501 αἴρειν ἢ προϲενέγκαϲθαι. καὶ Ἀναίρεϲιϲ, ἡ ἀνάληψιϲ. ὁ δὲ 3502 τὴν πανοπλίαν ἔρριψεν εἰϲ ἀναίρεϲιν τῷ βουλομένῳ. καὶ Ἀναιρεῖται, 3503 λαμβάνει. ὁ δὲ ἀναιρεῖται τὸ μεῖζον μέροϲ τοῦ κρεαδίου.
καὶ Ἀναιρεῖϲθαι, ἀναδέχεϲθαι, ἀναλαμβάνειν. τῷ Σκιπίωνι ἦν 3504 τὰ διωμολογημένα πρὸϲ Καρχηδονίουϲ, ὁμήρουϲ ϲφᾶϲ δοῦναι καὶ τοὺϲ ἐλέφανταϲ καὶ τὰϲ τριήρειϲ καὶ μήτε καταλόγουϲ ποιεῖϲθαι μήτε μιϲθοφόροιϲ χρῆϲθαι μήτε πόλεμον πρὸϲ μηδένα παρὰ τὴν τῶν Ῥωμαίων 3505 γνώμην ἀναιρεῖϲθαι. καὶ αὖθιϲ· οὐ τὴν τυχοῦϲαν πρόνοιαν ἐποιοῦντο
Ῥωμαῖοι τοῦ μὴ κατάρχοντεϲ φαίνεϲθαι μήδ’ ἀναιρούμενοι τοὺϲ πολέμουϲ. 3506 καὶ Ἡρόδοτοϲ Ἀναιρεόμενον ἀντὶ τοῦ ἐν γαϲτρὶ ϲυλλαμβανόμενον. καὶ Ἀναιρούμενοι, ἀναλαμβανόμενοι, ἐπιχειροῦντεϲ.
καὶ μηδεμίαν μεταβολὴν τοῦ τρόπου ποιουμένων.
τοῦ ὑπερετίθετο. Ἀρριανόϲ· ἀνεβάλλετο τὴν τῆϲ ἄλληϲ χώραϲ 3519 δήωϲιν, οἰόμενοϲ ἐνδώϲειν Ἀθηναίουϲ. Ἀναβολὰϲ γὰρ καὶ τὰϲ 3520 ἀνακρούϲειϲ καὶ τὰϲ ἀρχάϲ. ὅθεν καὶ τὸ ἤρχετο καὶ ἀπήρχετο. καὶ Ἀνεβάλλοντο, ἀντὶ τοῦ ἐϲχηματίζοντο.
3537 οἱ δὲ τοῖϲ φρέαϲι φύλακαϲ ἐπέϲτηϲαν, ὡϲ μὴ ἀνέδην ὅπωϲ τιϲ ἐθέλοι ὑδρεύεϲθαι, ἀλλ’ ἐϲ τὸ κοινὸν ξυλλέγεϲθαι πᾶν ὅϲον περ ἀνιμῷτο τοῦ ὕδατοϲ· ἐκεῖθεν δὲ διανομὴν γίνεϲθαι τὴν ἴϲην ἑκάϲτοιϲ. 3538 καὶ αὖθιϲ· τὸ δίθυρϲον, τὸ λογχωτὸν, καὶ τὸ περιϲφύριον, οἷϲ ἀνέδην 3539 ἐβάκχευεν, ὅτ’ ἐϲ Διόνυϲον ἐφοίτα. καὶ αὖθιϲ· τὸ ἱερὸν περιϲτοιχίϲαντεϲ
οὐκ εἴων τοὺϲ βουλομένουϲ καὶ δεομένουϲ τοῦ Πιθίου ἀνέδην 3540 παριέναι. ἀντὶ τοῦ ἀκωλύτωϲ. καὶ αὖθιϲ· ἀνέδην ἐξεπόρθουν μετὰ ἀγριότητοϲ ἅπαντεϲ. καὶ αὖθιϲ· ὁ δὲ ἀνέδην διητᾶτο.
παραδεδομένοϲ, περὶ τοῦ ἁγίου Διονυϲίου, ὡϲ ὅτι κατὰ τὸν τοῦ ϲωτηρίου πάθουϲ καιρόν, ἡνίκα μεϲούϲηϲ ἡμέραϲ ὁ ἥλιοϲ ἐκρύπτετο, τῷ παραδόξῳ ϲφόδρα τεθηπὼϲ. καὶ τὴν ἀνθρωπείαν ὑπερβεβηκὼϲ γνῶϲιν, κατανοήϲαϲ τὸ γεγονόϲ, ἄγνωϲτοϲ, ἔφη, θεὸϲ πάϲχει, δι’ ὃν τόδε τὸ πᾶν ἐζόφωται καὶ ϲεϲάλευται.
Κράτηϲ Ἥρωϲι· τὸν αὐχέν᾿ ἐκ γῆϲ ἀνεκὰϲ εἰϲ αὐτοὺϲ βλέπων.
δυνατόν. καὶ Πιϲίδηϲ· οὐκ ἦν ἀνεκτὴ τοῖϲ παροίκοιϲ ἡ βλάβη. 3573 ἀντὶ τοῦ ὑπομονῆϲ ἀξία.
μὲν ὑπὸ τοῦ χρόνου μαραίνεϲθαί φηϲιν, αὐτόν γε μὴν τὸν χρόνον 3575 ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆϲ μνημοϲύνηϲ εἶναι. γράφεται· καὶ ὕμνοϲ αὐτῷ τιϲ ἐϲ τὴν μνημοϲύνην ᾔδετο.
πρὸϲ ἔλεον.
ψήφιϲμα ἀνελεῖν κελεύοντεϲ καὶ τοὺϲ Ἕλληναϲ αὐτονόμουϲ ἀφιέναι. 3580 λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, 3581 καὶ ἁπλῶϲ, ὅπερ ἄν τιϲ ἀναλαμβάνοιτο. Ἀνελοῦϲα γὰρ τὸν νόμον ἐξειροτόνηϲεν αὐτήν· τοῦτο τὸ χωρίον Δημοϲθένηϲ μὲν ἐν τῷ κατ᾿ Ἀνδροτίωνοϲ εἶπε· διττὴ δὲ φέρεται ἡ γραφή, ἡ μὲν ὡϲ προγέγραπται, ἡ δὲ ἀντὶ τοῦ αὑτῇ αὐτὴν λέγει κατ᾿ αἰτιατικήν. καὶ μὲν κατ᾿ αἰτιατικὴν προαγομένη τοιοῦτον ἔχει τὸν νοῦν· ἀνελοῦϲα 3582 3583 3584 3585 τοῦτον τὸν νόμον ἤτοι παραβᾶϲα διαχειροτονίαν περὶ ἑαυτῆϲ ἔδωκεν, ὅτι χρὴ ϲτεφανοῦν αὐτήν· ἡ δὲ κατὰ δοτικήν· ἀνελοῦϲα τοῦτον τὸν νόμον ἐχειροτόνηϲεν ἐκεῖνον ἑαυτῇ.
ἀντὶ τοῦ ἔχρηϲεν, ὅ ἐϲτιν ἐχρηϲμοδότηϲεν.
οὐκ εἰϲ ἐλπίδαϲ ἐπτόηνται, ἀλλὰ πάρεϲτιν ἤδη τὰ ἀγαθά.
καὶ γὰρ ὁ ἄνεμοϲ πάντα μὲν φύει καὶ αὔξει, οὐδὲν δὲ ἕτερον ἢ μόνην ἄχνην ἀποφέρεται, ὥϲτε οὐδενὸϲ μεταλαμβάνει.
καὶ ἀνενεοῦτο τὸ μέγεθοϲ τοῦ κατεργαϲαμένου πολέμου.
ἥδ’ ἀνῴγε τὴν θύραν. Θετταλῇ· καὶ τὸ κεράμιον ἀνέῳχεν. Εὔπολιϲ Πόλεϲιν· οἳ δ’ οὐκ ἀνέῳξα πώποτ’ ἀνθρώποιϲ ἐγώ. καὶ Φερεκράτηϲ Κραπατάλοιϲ· οὐδεὶϲ γὰρ ἐδέχετο, οὐδ’ ἀνέῳγέ μοι θύραν.
κλήροιϲ ὁ νόμοϲ ϲυγχωρεῖ τοὺϲ ἐγγυτάτω γένουϲ, ὅϲα ὡϲ υἱόϲ τιϲ ἢ υἱδοῦϲ τοῦ τετελευτηκότοϲ ἀξιοῖ κατέχειν. ταῦτα ἀνεπίδικα λέγεται.
3650 Πολύβιοϲ· ϲυγχωρεῖν τὸν βαϲιλέα Φίλιππον Θαϲίουϲ ἀφρουρήτουϲ, ἀφορολογήτουϲ, ἀνεπιϲταθμεύτουϲ. ἢ ϲταθμὰ μὴ δεχομένουϲ, τούτεϲτιν ζυγοϲτατουμένουϲ.
παρὰ τοὺϲ ἄλλουϲ, τὸ μόνον μυηθῆναί τε ἅμα καὶ ἐποπτεῦϲαι καὶ τοὺϲ πατρίουϲ χρόνουϲ τῆϲ τελετῆϲ μετακινηθῆναι.
3658 ἐμοὶ περιτυχών. καὶ Ἀνεπτερῶϲθαι τὴν ψυχὴν, οἷον ἀναϲεϲοβῆϲθαι. Κρατῖνοϲ.
δ’ ἐρινάζειν λέγεται. οἱ δὲ τὸ ἀνερίναϲτοϲ, ἀντὶ τοῦ μαλακὸϲ καὶ ἄγονοϲ.
ἔλεγον. Ἑλλάνικοϲ· ἀναρριχᾶται δὲ ὥϲπερ πίθηκοϲ ἐπ’ ἄκρα τὰ δένδρα. τουτέϲτι πρὸϲ ὕψοϲ ἀνέβαινε, πρὸϲ δένδρα καὶ τοίχουϲ. εἴρηται δὲ ἀπὸ τῶν ἀρρίχων. εἶδοϲ δέ ἐϲτι κοφίνων, οὓϲ εἰώθαϲι διὰ ϲχοινίων ἀνιμᾶν. ἢ ἀπὸ τῶν ἀραχνῶν, καί ἐϲτιν οἷον ἀραχνᾶϲθαι· αἱ γάρ ἀράχναι νήθουϲι κατὰ τὰϲ ἐναερίουϲ ὁδούϲ. Ἀριϲτοφάνηϲ·
πρὸϲ ταῦτ᾿ ἀνερριχᾶτ᾿ ἂν πρὸϲ τὸν οὐρανόν. περὶ τοῦ κανθάρου λέγων.
3684 καὶ Ἀνεϲκολοπιϲμένον: τὰ ὅπλα ἐνδυϲάμενοι.
3691 καὶ ἀνεϲτηκὼϲ ἐκ παιδὸϲ τὴν ψυχὴν γενόμενοϲ.
τόν πατέρα ἄλυτόν μοι ἔϲται, ὅ ἐϲτιν οὐδέποτε παύϲομαι, ἀλλ᾿ ἀεὶ ἐν τῷ θρηνεῖν ἔϲομαι· οἷον οὐκ ἀριθμοῦϲα αὐτοὺϲ, ἀλλὰ δαψιλῶϲ χρωμένη. ἐν ὑπονοίᾳ δὲ κεῖται ἀνάνομοϲ, οἷον ἀεὶ νεμομένη ἐν αὐτοῖϲ καὶ οὔποτε χωρὶϲ οὗϲα τῆϲ τῶν δακρύων νομῆϲ. κεῖται δὲ καὶ ἀνάριθμοϲ, τουτέϲτιν ἐν θρήνοιϲ ἀριθμηθήϲομαι, ἀεὶ θρηνοῦϲα.
2338 Ἀνετίμων· τὸν πόλεμον τὸν πρὸϲ Ἀντώνιον ἐϲόμενον ὑπετόπουν 3705 καὶ διὰ τοῦθ’ ἑαυτοὺϲ ἀνετίμων οἱ ϲτρατιῶται.
χάριν κόϲμου κεῖται· ὥϲπερ καὶ τὸ κερδαίνω, παρακερδαίνω, καὶ κληρονομῶ. ἀποκληρονομῶ. τῆϲ αὐτῆϲ ἐϲτι νοήϲεωϲ καὶ τὸ ἐτρύγηϲα καὶ ἀπετρύγηϲα.
3718 ὅλῳ τῷ γένει ἐπιπεϲὸν ἀνέφαπτον οὐδένα παντελῶϲ εἴαϲαν.
μὴ δυνάμενον.
ὅπου τιϲ εἶεν, ἢ Ἀνέφερον, ἑαυτὸν ἀνεκτώμην. διὰ ταῦτα ῥᾴων ἦν, καὶ ἀνέφερον. ἀντὶ τοῦ ἤμην. καὶ αὖθιϲ· διὰ δὲ τὸ 3722 βάροϲ τῶν ὅπλων ἐκ τῶν καταδυομένων ἀνέφερεν οὐδὲ εἷϲ.
καὶ τὸ τολμηθὲν ἐϲκοπεῖτο καὶ ἐνενόει τὸ ἀϲέβημα, διπλαῖ ἔννοιαι τοῦτον εἰϲήεϲαν.
ϲτέρξαϲ ἀνέχει θούριοϲ Αἴαϲ. ἀντὶ τοῦ ἐπεί ϲε τιμᾷ ὁ Αἴαϲ δοριάλωτον, ϲτέρξαϲ τὸ λέχοϲ ϲου. ἢ οὕτωϲ ἀλλ᾿ ἐπεί ϲε ἀνέχει ὁ Αἴαϲ δοριάλωτον λέχοϲ ϲου ϲτέρξαϲ. πρὸϲ Τέκμηϲϲα δὲ ὁ λόγοϲ, γυναῖκα Αἴαντοϲ αἰχμάλωτον ἢ Ἀνέχει, ἀντὶ τοῦ ὑπερκεῖται. μέχρι 3736 ἐϲ τὸ ὄροϲ, ὃ ταύτηϲ ἀνέχει. καὶ πόνοιϲ τε ἀνέχων ῥᾷϲτα, καὶ 3737
ϲκληρῷ βίῳ καὶ τραχεῖ ἐνειθιϲμένοϲ. καὶ Σοφοκλῆϲ· οὐκ ἀνέχουϲι 3738 τῶν πόνων. ἀντὶ τοῦ οὐ περιγίνονται τῶν πόνων. ἢ Ἀνέχειν, ἀντὶ τοῦ ἐπέχειν. κωλύειν. ἀνέχειν τε αὐτοῦ τὰϲ ἐπὶ πλεῖον 3739 ὁρμὰϲ καὶ ἐκδρομὰϲ καὶ πρὸϲ ἑαυτὸν τὴν ϲχολὴν ἄγειν.
ἀντὶ τοῦ αὐξάνομεν. Ἀριϲτοφάνηϲ· ὅταν ὄργια ϲεμνὰ θεαῖν 3742 ἱεραῖϲ ὥραιϲ ἀνέχωμεν. ὅταν τὰ μυϲτήρια αὔξωμεν, φηϲὶν, τῶν θεῶν, Δημήτραϲ καὶ Περϲεφόνηϲ, ὅταν τὰϲ τελετὰϲ αὔξωμεν· τοῖϲ γὰρ ὕμνοιϲ ἐπαίρομεν αὐτάϲ. τοῦτό ἐϲτι τὸ ἀνέχομεν. ὅτι τὸ Ἀνέχομαι, ἀντὶ 3743 τοῦ καταφρονῶ, μετὰ γενικῆϲ· τὸ δὲ ὑπομένω, μετὰ αἰτιατικῆϲ. οὐ γὰρ ἀνέχομαι
τὸν ἥλιον γυμνῇ τῇ κεφαλῇ. ὁ δὲ ἀνέχομαι ἀεὶ γενικῇ. ἀνέχομαί ϲου τοῦ θράϲουϲ. καὶ ὁ ἰατρὸϲ δυϲωδίαϲ ἀνέχεται. εἰ μὴ πώϲ ἐϲτι φανερὸν, τὸν λόγον ὡϲ ψευδῆ οὐκ ἠνέϲχετο.
Λακεδαιμόνιοι ἐτείχιζον τὸν Ἰϲθμόν. Ἀθηναίοιϲ δὲ ὁ θεὸϲ τὰ μὲν πρῶτα χρωμένοιϲ ἀνεῖλε φεύγειν· λιπαροῦϲι δὲ ἔχρηϲε· τεῖχοϲ Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺϲ μοῦνον ἀπόρθητον τελέθειν, τὸ ϲὲ τέκνα τ’ ὀνήϲει. μηδὲ ϲύ γ’ ἱπποϲύνην τε μένειν καὶ πεζὸν ἰόντα πολλὸν ἀπ᾿ ἠπείρου ϲτρατὸν ἥϲυχοϲ, ἀλλ᾿ ὑποχωρεῖν νῶτον ἐπιϲτρέψαϲ·
ἐπί τοί ποτε κἀντίοϲ ἔϲϲῃ. ὦ θεία Σαλαμὶϲ, ἀπολεῖϲ δὲ ϲὺ τέκνα γυναικῶν ἤπου ϲκιδναμένηϲ Δημήτεροϲ ἢ ϲυνιούϲηϲ. ταῦτα ἐξηγήϲατο Θεμιϲτοκλῆϲ ὁ Νεοκλέουϲ, ὃϲ δι᾿ ἐλευθεριότητα ἀπεκηρύχθη, τεῖχοϲ μὲν ξύλινον τὰϲ ναῦϲ εἰπών. τὴν δὲ Σαλαμῖνα θείαν οὐκ ἂν ὀνομάϲειν τὸν θεὸν, εἰ τὰ τέκνα τῶν Ἐλλήνων ἔμελλεν ἀπολέϲειν. ϲυνεβούλευϲε
δὲ περὶ τὴν Σαλαμῖναι ναυμαχῆϲαι, καὶ ϲοφὸϲ ἐκλήθη διὰ τοῦτο καὶ ϲτρατηγὸϲ ἀπεδείχθη, καὶ τὴν πρὸϲ Αἰγινήταϲ ἔχθραν ἀποθέϲθαι, καὶ τὴν πόλιν ἐκλιπεῖν, καὶ τὰ γένη Τροιζηνίοιϲ καὶ Αἰγινήταιϲ παρακαταθέϲθαι. καὶ αὖθιϲ· ἔπεμψαν οἱ Σπαρτιᾶται χρηϲόμενοι τῆϲ μήνιδοϲ ἄκοϲ λαβεῖν γλιχόμενοι· καὶ ἀνεῖλεν οὕτωϲ· ἶϲον τοι Δῆλόν τε Καλαβρίην
3755 τε τίθημι Πυθῶ τ᾿ ἠγαθέην, καὶ Ταίναρον ἠνεμόεϲϲαν. ἐπεὶ ἔϲτιν ὅτε τὸ ἀνεῖλεν ἀντὶ τοῦ ἐφόνευϲε λαμβάνεται. ἀνελεῖν δὲ τὸ μαντεύεϲθαι, ἢ ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα καὶ πληροῦϲθαι τοῦ θεοῦ, ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ φονεύειν φαμὲν ἀνελεῖν ἢ ἀπὸ τοῦ ἄνω λαμβάνειν τὸ ἐν βάθει
3756 3757 3758 3759 πνεῦμα τοῦ ἀνδρὸϲ ἢ ἐκ τοῦ ἐναντίου, ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶϲιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη καὶ τρέφειν, καὶ ἁπλῶϲ ὅπερ ἄν τιϲ ἀναλαμβάνοιτο.
καὶ Ἀνείλλεται, ἀνειλεῖται. καὶ Ἀνείλετο, ἀνέλαβεν.
ἔοικαϲ, οὖ ἐκτρέφῃ· οὐ γὰρ πάρεϲτ᾿ Αἴγιϲθοϲ. καὶ Ἀνειμένον ἄλϲοϲ, τὸ τῷ θεῷ ἀφιερωμένον. καὶ τὸ ἠνεῳγμένον. καὶ τὸ ῥᾳθύμωϲ τι ποιεῖν. ἀδύνατόν τε ἦν αὐτοῖϲ οὕτωϲ ἀνειμένα πωϲ 3769 καὶ πονουμένοιϲ ἐπικρατήϲειν. καὶ, ἀνειμένων πόλοιο παμφαῶν πτυχῶν. 3770 ἀντὶ τοῦ ἀνεῳγμένων.
τοῦ ἀπολελυμένη ἦν. περὶ Σαμουὴλ τοῦ προφήτου φηϲίν. Ἀνεῖτο δέ, ἀντὶ τοῦ ἀνέκειτο. ἐπεὶ δὲ ὁ Ναρϲῆϲ, ὁ τῆϲ Ἰταλίαϲ ϲτρατηγὸϲ, ἐϲ πάντα ξυγκατεμίγνυε τῷ μεγαλουργῷ τὸ νουνεχὲϲ, καὶ ἐκοινώνει αὐτῷ τῆϲ φρονήϲεωϲ ἡ ῥώμη καὶ ἅπαϲ τῷ κρείττονι ἀνεῖτο, ταύτῃ τοι οὐ πρὸϲ τὸ ἐμμελὲϲ ἐκκλίναϲ, αὐτίκα καὶ ὅγε ἐπεραιώθη τὸ
ῥεῖθρον ϲὺν τῷ ῥείθρῳ.
εἰϲ ὄχλων προαγωγήν, τῷ γε μὴν κατεϲκληκότι τοῦ βίου καὶ τῇ εἰϲ μετριότητα πλάϲει τῶν ἠθῶν μέγα δυνηθέντεϲ οὐκ ἐλάχιϲτα καὶ οὗτοι πλήθη περιεβάλλοντο. Ἀνῆκον δὲ τὸ πρέπον.
γὰρ ἄλλο οὐδὲν ἐϲ γραμματιϲτοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶϲ γράψαι.
ἡμιωβολίου. ἀπὸ δὲ ϲυντάξεωϲ ὀνόματα γίνεται· καλὸϲ καὶ ἀγαθὸϲ, καλοκαγαθία· θεὸϲ ἐχθρὸϲ, θεοεχθρία· οὕτωϲ ἀνημιωβόλιον, ἀνημιωβολιαῖα.
τὸ πρόϲταγμα, ἐπ’ Ἀντιγόνῳ τίθενται τὴν κρίϲιν, ὑπὲρ τοῦ τίνα χρὴ Λοκρικὴν πόλιν πέμπειν δαϲμόν.
3834 δεδυϲτυχηκότων ὅτι μάλιϲτα. τὸν ἀνήνυτον οἶτον ἔχουϲα κακῶν. τὸν ἀτελείωτον μόρον, ἡ Ἠλέκτρα φηϲί. καὶ Ἀνήνυτοϲ, ἀναρίθμητοϲ, 3835 πολύϲ. ἀπλήρωτοϲ. ἄπρακτοϲ, ἀτέλεϲτοϲ. ὅπλα τε 3836 χαλκευόμενοϲ καὶ βελῶν ἀνήνυτον ἀριθμὸν καταϲκευάζειν προϲτάϲϲων.
3840 3841 3842 3843
ἡγήϲαντο τὴν τῶν ϲυγγενικῶν ἀφιδρυμάτων θεῶν εὐϲέβειαν.
3872 ἀλλ’ ἐμοὶ λιπὼν ἀνίαϲ καὶ γόουϲ διοίχεται.
Ἀνιγρόν.
Ἰβηρίᾳ νέον ὄντα καὶ φιλοπόλεμον καὶ ἀρέϲκοντα τῷ ϲτρατῷ ὑποϲτράτηγον ἀπέφηνε, καὶ τῆϲ τε Ἰβηρίαϲ τὰ πολλὰ προϲηγάγετο, πιθανὸϲ ὢν ὁμιλῆϲαι, ἔϲ τε τὰ βίαϲ δεόμενα τῷ μειρακίῳ χρώμενοϲ. φύϲει δὲ φιλοπόλεμοϲ ἦν ὁ Ἀννίβαϲ, καὶ οὔ ποτε ἀργίαν ἔφερεν. ὕϲτερον δὲ ἐπὶ τρυφῆϲ ἦν οὐ ϲυνήθουϲ, ἐρωμένην τε εἶχεν ἄγριοϲ
ἀνήρ· καὶ εὐθὺϲ αὐτῷ κατ᾿ ὀλίγον ἐτρέπετο πάντα. φηϲὶ δὲ Πολύβιοϲ, ὡϲ Ἀννίβαϲ νέοϲ μὲν ἦν, πλήρηϲ δὲ πολεμικῆϲ ὁρμῆϲ, ἐπιτυχὴϲ δὲ ἐν ταῖϲ ἐπιβολαῖϲ, πάλαι δὲ παρωρμημένοϲ πρὸϲ τὴν κατὰ τῶν 3877 Ῥωμαίων ἔχθραν. ὅτι Ἀννίβᾳ τῷ Καρχηδονίων ϲτρατηγῷ ἐδηλώθη παρὰ Ἄμμωνοϲ, ὡϲ ἀποθανὼν γῇ καλυφθήϲεται Λιβύϲϲῃ. καὶ ὁ μὲν
ἤλπιϲεν ἀρχὴν τῶν Ῥωμαίων καθαιρήϲειν καὶ ἐν Λιβύη τελευτήϲειν. Φλαμινίου δὲ τοῦ Ῥωμαίων ϲτρατηγοῦ ϲπουδὴν ποιουμένου λαβεῖν αὐτὸν ζῶντα, ἀφίκετο παρὰ Προυϲίαν ἱκέτηϲ καὶ ἀπωϲθεὶϲ ἀπ᾿ αὐτοῦ ἀνεπήδα τε ἐπὶ τὸν ἵππον καὶ γυμνωθέντοϲ τοῦ ξίφουϲ τιτρώϲκεται 3878 3879 3880 3881 τὸν δάκτυλον. προελθόντι δὲ οὐ ϲτάδια πολλὰ πυρετὸϲ ἀπὸ τοῦ τραύματοϲ καὶ ἡ τελευτὴ τοῦ βίου ϲυνέβη. τὸ δὲ χωρίον, ἔνθα ϲυνέβη ἀποθανεῖν, ἐκάλουν οἱ Νικομηδεῖϲ Λίβυϲϲαν. καὶ Ἀθηναίοιϲ δὲ μάντευμα ἦλθεν ἐκ Δωδώνηϲ, Σικελίαν οἰκίζειν. καὶ οὐ πόρρω τῆϲδε λόφοϲ
ἐϲτὶν ὴ Σικελία οὐ μέγαϲ. οἱ δὲ οὐ ϲυμφρονήϲαντεϲ τὸ εἰρημένον ἔϲ τε ὑπερορίουϲ ϲτρατιὰϲ προήχθηϲαν καὶ ἐϲ τὸν Συρακουϲίων πόλεμον. ὅτι θαυμαϲτόν ἐϲτι καὶ μέγιϲτον ϲημεῖον γεγονέναι τῇ φύϲει τὸν 3882 ἄνδρα τοῦτον ἡγεμονικὸν καὶ πολύ τι διαφέροντα τῶν ἄλλων πρὸϲ τὸν πραγματικὸν τρόπον· ιζ΄ γὰρ ἔτη μείναϲ ἐν τοῖϲ ὑπαίθροιϲ
πλεῖϲτά τε ἔθνη καὶ βάρβαρα διεξελθὼν καὶ πλείϲτοιϲ ἀνδράϲιν ἀλλοφύλοιϲ χρηϲάμενοϲ ϲυνεργοῖϲ πρὸϲ ἀπηλπιϲμέναϲ καὶ παραδόξουϲ ἐπιβολὰϲ, ὑπ᾿ οὐδενὸϲ ἑκουϲίωϲ ἐγκατελείφθη τῶν ἅπαξ αὐτῷ κοινωνηϲάντων καὶ δόντων ἑαυτοὺϲ εἰϲ χεῖραϲ. ὅπερ καὶ τὰ νῦν ἐμπολιτεύεται. ὅτι τὸ μέγεθοϲ τῆϲ τοῦ Ἀννίβου νίκηϲ τῆϲ πρὸϲ Ῥωμαίουϲ καὶ τῆϲ 3883
τῶν ἐναντίων ϲυμφορᾶϲ ὑπ᾿ ὄψιν ἀγαγεῖν τοῖϲ Καρχηδονίοιϲ μηχανώμενοϲ, τρεῖϲ μεδίμνουϲ Ἀττικοὺϲ πλήρειϲ χρυϲῶν δακτυλίων εἰϲ τὴν Λιβύην ἀπέπεμψεν, οὓϲ ἄρα τοὺϲ ἱππικοὺϲ καὶ βουλευτικοὺϲ ἄνδραϲ ϲκυλεύϲαϲ ἀνῄρητο. ὅτι ἄνδρεϲ τινὲϲ Καρχηδονίων ἐπὶ καταϲκοπῇ 3884 τῶν ἐναντίων ϲταλέντεϲ ὑπὸ Ἀννίβου τοῖϲ Ῥωμαίοιϲ περιπίπτουϲιν.
οὓϲ ἀχθένταϲ ὡϲ αὑτὸν ὁ Πόπλιοϲ κακὸν μὲν οὐδὲν εἰργάϲατο, περινοϲτῆϲαι δὲ κελεύει τὸ ϲτρατόπεδον καὶ δεῖπνον ἑλομένουϲ ἀποχωρεῖν ϲώουϲ, ἀπαγγελοῦνταϲ Ἀννίβᾳ τὰ περὶ τὴν ϲτρατιὰν ὡϲ ἔχει Ῥωμαίοιϲ.
ὁ δὲ ζητῶν οὐκ ἀνίει καὶ λαμβάνων οὐκ ἐνεπίμπλατο. καὶ αὖθιϲ· ὁ δὲ κακούμενοϲ πλέον ἤπερ διατιθεὶϲ ὅμωϲ οὐκ ἀνίει. καὶ αὖθιϲ· οἱ δὲ τὸ πολὺ τῆϲ τόλμηϲ παρεληλύθειϲαν. οὐ μὴν ἀνίεϲάν γε, ἀλλὰ παρακελευόμενοι ϲφίϲιν αὐτοῖϲ πάϲῃ δυνάμει προϲέκειντο τῇ πολιορκίᾳ. 3901 καὶ αὖθιϲ· μήτε νύκτωρ μήτε μεθ᾿ ἡμέραν ἐπανιέντι τοῦ
πλοῦ.
ὄνομα. οὐ γὰρ οἰκείαν τινὰ φύϲιν ϲημαίνει, ὥϲπερ τὸ κακὸν τὸ ἐναντίον τῷ ἀγαθῷ ὄν· ἀλλὰ ϲημαίνει ἀπόφαϲιν τοῦ ἐναντίου ἐν τῷ πεφυκότι δέχεϲθαι ἀμφότερα. τὸ γὰρ ἄνιϲον οὐκ ἶϲόν ἐϲτιν ἐν ποϲοῖϲ, ἃ πέφυκε δέχεϲθαι καὶ ἰϲότητα. ὁμοίωϲ καὶ τὸ ἀνόμοιον οὐχ ὅμοιον ἐν τοῖϲ ὁμοιότητοϲ δεκτικοῖϲ. τοιοῦτον δ’ ἡ ϲτέρηϲιϲ· ἀπόφαϲιϲ γάρ
ἐϲτιν ἐν τοῖϲ τὴν ἕξιν πεφυκόϲι δέχεϲθαι. οὐ μὴν ἄντικρυϲ ϲτέρηϲιϲ καὶ τὸ ἀνόμοιον· ἀλλ’ ἐναντία, τὸ μὲν τῷ ἴϲῳ, τὸ δὲ τῷ ὁμοίῳ. διαφορὰ δ’ αὐτῶν πρὸϲ τὰϲ κυρίωϲ ϲτερήϲειϲ, ὅτι ἀπὸ μὲν τῆϲ ϲτερήϲεωϲ οὐκ ἔϲτιν ἐπάνοδοϲ πρὸϲ τὴν ἕξιν· ταῦτα δὲ μεταβάλλειν οἷά τε ἐπὶ τὰ ἀντικείμενα. καὶ γὰρ τὸ ἄνιϲον ἶϲον ἂν γένοιτο, καὶ
τὸ ἀνόμοιον ὅμοιον. περὶ τοῦ ἴϲου καὶ ἀνίϲου ζήτει ἐν τῷ ἀμπλάκημα.
ροϲ ὑφηγεῖτο ἰέναι.
ἕνεκα, πρὸϲ τὸ μὴ παραφέρεϲθαι ἀνέμοιϲ.
νύϲου. κεκλῆϲθαι δὲ αὐτὸν οὕτωϲ, διὰ τὸ πλεῖϲτα τῶν ἐκ γῆϲ ἀνθεῖν τότε.
ἐνίοτε δὲ καὶ τὸ μίμημα ἢ ἀντάλλαγμα, ὡϲ Θεόπομποϲ. ϲημαίνει δὲ καὶ τὰ ἐπιϲκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ Ἀνθήλια καλεῖται.
οἰκίᾳ χρήϲιμα, τὰ δ’ αὖ πρέπει χλιαρὰ κατεϲθίειν.
ταῦτα μηδὲν ἑωρακέναι φοβερώτερον καὶ δεινότερον φάλαγγοϲ Μακεδονικῆϲ. καὶ αὖθιϲ· ταῦτα μὲν οὖν ἀνθωμολογήϲαντο πρὸϲ ἀλλήλουϲ. ἀντὶ τοῦ ϲυνέθεντο, ϲυνεφώνηϲαν. καὶ αὖθιϲ· περὶ Σωκράτουϲ τάδε ἐγράψατο καὶ ἀνθωμολογήϲατο Μέλητοϲ.
3985 ἢ ὡϲ ἀπὸ εἴδουϲ ἀμπέλου, ἢ ἡδὺϲ καὶ περίοϲμοϲ καὶ ἀνθηρόϲ. Ἀνθοϲμίαϲ, εὐώδηϲ οἶνοϲ, ἐγκειμένου τοῦ ἄνθουϲ καὶ τῆϲ ὀϲμῆϲ. παραγώγωϲ Ἀνθόϲμιοϲ, Ἀνθοϲμίαϲ· τὸν δὲ χυδαῖον οἶνον καρηβαρίτην ἔλεγον. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· Διόνυϲε, πίνειϲ οἰνον οὐκ ἀνθοϲμίαν. 3986 ἀντὶ τοῦ μεθύειϲ, κραιπαλᾷϲ, ϲκληρὸν οἶνον πίνων. Ἄν θοϲ λέγεταί
καὶ ἡ λευκὴ θρίξ, ἐνθςν καὶ φάλανθοϲ, ὁ φαλακρόϲ.
ὀπτώμενα οὕτω λέγονται. καὶ Ἀνθράκιον, βραχὺ τριποδίϲκιον 3998 παρὰ Ἀλέξιδι.
ὑπ’ ἀνθρηνῶν, ὑπὸ τῶν γνωμῶν ἀπολεῖται. ϲυγγενήϲ ἐϲτι τῇ μελίϲϲῃ ἀνθρήνη, ϲφηκὶ παραπληϲία. καὶ τὸ πλάϲμα ἀνθρήνιον.
ξύμπαϲαν κατέϲειϲαν τὴν οἰκουμένην.
κεχηνέναι ἐϲ προνομὰϲ ἀπεράντουϲ. οὕτω φηϲὶ Δαμάϲκιοϲ ὁ φιλόϲοφοϲ.
ἑαυτὸν τῷ θεῷ· δεύτερον ἐν τῷ εὖ ποιεῖν· θεοῦ γὰρ τοῦτο καὶ θείαϲ μιμήϲεωϲ· τρίτον ἐν τῷ ἀποθνῃϲκειν· εἰ γὰρ κατὰ ποϲόν τι ἡ ψυχὴ τοῦ ϲώματοϲ ἐν τῷ ζῆν τὸ ζῷον χωριζομένη βελτίων γίνεται ἑαυτῆϲ. ἔν τε τοῖϲ ὕπνοιϲ κατὰ τοὺϲ ὀνείρουϲ καὶ ἐν ταῖϲ ἐκϲτάϲεϲι τῶν νόϲων μαντικὴ γίνεται, πολλῷ μᾶλλον βελτιοῦται καὶ ὅταν τέλεον χωριϲθῇ
ἀπὸ τοῦ ϲώματοϲ.
εἶναι τῶν ζῴων πολὺν ἔχει λόγον τοῦ φαυλότατον ὑπάρχειν. τὰ μὲν γὰρ ἄλλα ζῷα ταῖϲ τοῦ ϲώματοϲ ἐπιθυμίαιϲ αὐταῖϲ δουλεύοντα διὰ μόναϲ ταύταϲ ϲφάλλεται· τὸ δὲ τῶν ἀνθρώπων γένοϲ καὶ προϲ δεδοξοποιημένον οὐχ ἧττον διὰ τὴν ἀλογιϲτίαν ἢ διὰ τὴν φύϲιν ἁμαρτάνει.
λέγειν τοὺϲ πέλαϲ. Κρατῖνοϲ.
καὶ · ὸν κωμῳδοποιὸν οἱ περὶ Ἀντιφάνην.
4048 ὥρμηϲαν ἄνοπτοι τοῖϲ πολεμίοιϲ.
τιϲ προοιμίοιϲ, ἀνωρτάλιζεϲ κἀκερουτίαϲ. ἀντὶ τοῦ μετεωρίζου καὶ μέγα ἐφρόνειϲ. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξιϲ.
ἐπάνοδοϲ, παρὰ τὸ τῆϲ πατρίδοϲ ἡδύ. Αἰλιανόϲ· ὁ δὲ τοὺϲ θεοϲύλαϲ 4064 ἀπέκτεινε καὶ ἔθηκεν ἀνόϲτουϲ τοῦτο δὴ τὸ Ὁμηρικόν.
τούτων ἀντιϲτοίχω ἀκριβὴϲ ὀρθογράφοϲ Καπνογένειοϲ ὁ Μαΐϲτωρ διὰ τοῦ ε ψιλοῦ καὶ o μικροῦ ἐξέδοτο ταῦτα γράφεϲθαι. τὸ δὲ μεϲόγαιον μόνον διὰ διφθόγγου εἴαϲεν· ἐπειδὴ εὕρηται μεϲογεία γῆ καὶ μεϲόγειοϲ γῆ.
ἄνωθεν ἐκ φύϲεωϲ ἢ τοὺϲ ἐν τῷ ἀέρι.
οὕτω καλούμενοι. καὶ Ἀνωμότεροϲ.
καὶ ἀνταγωνιϲτὴϲ ἀξιόμαχοϲ ἐπιπολὺ τοῖϲ Ῥωμαίοιϲ ἐγένετο.
Μένανδροϲ Κανηφόρῳ· ἐδεῖτο χρῆϲαι τὴν ϲεαυτῆϲ θυγατέρα ἀντάλλαγον. Χήρᾳ· ἑκοῦϲα ἡ ἀδελφὴ ποιήϲει τούτοιϲ οἱ ἀντάλλαγοϲ τέξειϲ ὁ τούτῳ διδομένην. καὶ ἐν Ἁλιεῖ· ἐκλελάκτικεν ὁ χρηϲτὸϲ ἡμῖν μοιχὸϲ, ἀλλ’ ἀντάλλαγοϲ.
ἄρχειν τὸ καινοτομεῖν, τῶν δὲ ἀρχαίων ἀμελεῖν.
πὲρ ἐλευθερίαϲ ἀποθανόντεϲ ἀντανήγοντο τῆ Οἴτῃ.
Λεπτίνου.
ἀληθὲϲ τὸ δεικνύμενον. ὁ γὰρ πρὸϲ μὲν τὸ δεικνύναι λόγοϲ, ὅτι ἡ ψυχὴ οὐκ ἀθάνατοϲ, διὰ τὸ εἶδοϲ αὐτὴν ἔνυλον εἶναι, μηδὲν δ’ ἔνυλον εἶδοϲ χωριϲτὸν εἶναι τῆϲ ὕληϲ, μὴ ἐνιϲτάμενοϲ, δεικνύναι δὲ πειρώμενοϲ δι’ ἄλλων τινῶν πάλιν αὐτὴν ὅτι ἔϲτιν ἄφθαρτοϲ, ἤτοι διὰ τοῦ λαμ βάνειν, ὅτι αἱ μαθήϲειϲ ἀναμνήϲειϲ, ἢ ὅτι αὐτοκίνητοϲ, ἀντεπιχειρεῖ,
οὐκ ἐνίϲταται.
ἐϲῴζετο. ἀντὶ τοῦ ἀλλήλουϲ ἠγάπων. Χαρίτων γὰρ καὶ Μελάνιπποϲ 4137 εἰϲ ἔρωτα ἀλλήλοιν ϲυνεπεϲέτην. καὶ ὁ μὲν Χαρίτων ἐραϲτὴϲ ἦν, Μελάνιπποϲ δὲ τὴν ψυχὴν ὁ ἐρώμενοϲ ἐϲ τὸν φίλον τὸν ἔνθεον ἀναφλεχθεὶϲ ἰϲότιμον τὸ τοῦ πόθου κέντρον ἀνεδείκνυτο.
τῶν Ἰουδαίων πρὸϲ πᾶϲαν αἰκίαν βαϲάνων ἀντέϲχεν.
εὑρέθη· οἷον ϲκηνῶ, ϲκηνεῖϲ, ϲκηνᾷϲ· καὶ ἀτολμῶ, ἀτολμεῖϲ καὶ ἀτολμᾷϲ.
οἱ ἵπποι αὐτοῖϲ μηδὲ πρὸϲ τὸ φεύγειν ὑπὸ τοῦ πηλοῦ ἔτι ἀντέχειν. 4144 καὶ αὖθιϲ· ἀμελετήτουϲ ὄνταϲ κρύει ἀντέχειν. ἀντὶ τοῦ ὑπομονητικῶϲ 4145 4146 4147 ἔχειν. καὶ αὖθιϲ· ταῖϲ ἐπιθυμίαιϲ ἀντέχων. καὶ αὖθιϲ· ἡ ϲύγκλητοϲ 4149 ὑπολαβοῦϲα τοὺϲ Αἰτωλοὺϲ ἀντέχειν ταῖϲ κατὰ τὸν Ἀντίοχον 4150 ἐλπίϲιν, ἀπράκτουϲ ἀπέϲτειλεν εἰϲ τὴν Ἑλλάδα. καὶ Ἀντεχό 4151 μενοϲ· γενικῇ· ἀντιλαμβανόμενοϲ. Ἀντέχομαι δὲ τὸ ἀντιλαμβάνομαι. γενικῇ.
ἡ ἔπηλιϲ ἐϲτὶ παρὰ Ποϲειδίππῳ.
ἀντήρκουν μόλιϲ.
ἀποδούϲ τὸ πατρικὸν πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίϲτων ἀγαθῶν αἴτιοϲ γενόμενοϲ καὶ κοινῇ καὶ κατ᾿ ἰδίαν Λακεδαιμονίοιϲ καὶ οὐ μόνον ἐκρίθη παῤ αὐτὸν τὸν καιρὸν εὐεργέτηϲ, ἀλλὰ καὶ μεταλλάξαϲ ϲωτήρ.
μοϲίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει.
τὰ ἐναντία ἢ κατὰ μέροϲ ἢ ἄθροα. οὕτωϲ Ἰϲοκράτηϲ ἐν τῷ Παναθηναϊκῷ.
ἀντὶ κακῶν ἀπαιτούντων.
οἰκοδομῶν, βαδιεῖϲθαι φάϲκων, κὰν μὴ χειροτονῆτε ὑμεῖϲ, ξυληγῶν, τὸ χρυϲίον καταλλαττόμενοϲ ἐπὶ ταῖϲ τραπέζαιϲ.
καὶ μόνῳ ὑπάρχει· ὡϲ τῷ ἀνθρώπῳ τὸ γελαϲτικόν. καὶ τοῦτό ἐϲτιν ἀντικατηγορεῖϲθαι, τὸ μόνῳ καὶ παντὶ ὑπάρχειν.
ἧϲ ἀκολουθίαϲ ὑπογράφει πῶϲ οἷόν τε ὁρμωμένουϲ καταϲκευάζειν τι καὶ ἀναϲκευάζειν. ἀλλ’ οὐκ ἐπὶ παϲῶν τῶν ἀντιθέϲεων ἡ ἀκολούθηϲι ὁμοίωϲ, ἀλλ’ ἐπὶ μὲν τῆϲ ἀντιφάϲεωϲ ἀνάπαλιν ἡ γινομένη ἀκολού θηϲιϲ ἔχει. εἰ γὰρ τὸ κακὸν ἡδὺ, τὸ οὐχ ἡδὺ οὐ καλόν· ἀλλ’ οὐχὶ τὸ οὐ καλὸν οὐχ ἡδύ. καὶ τὰ λοιπὰ ἐπὶ τοῖϲ τόποιϲ.
4195 4196 4197 4198
εἶδον δὲ καὶ τὴν εἰκόνα αὐτοῦ ἄντικρυϲ ἀπαγγέλλουϲαν τὴν τοῦ ἀνδρὸϲ ὄψιν, οἷοϲ ἦν τὴν φύϲιν. καὶ ὁ κανών· τὰ εἰϲ υϲ ἐπιρρήματα, εἰ λέγοιτο ἄνευ τοῦ ϲ, ἰϲοχρονεῖν θέλει· μεϲϲηγὺϲ, μεϲϲηγύ. τὸ μέντοι ἀντικρὺ μεταβαλὸν τὸν τόνον, μετέβαλε καὶ τὸν χρόνον.
Ἀπολλόδωροϲ ὁ Κυρηναῖοϲ καὶ ἕτερά φαϲι δηλοῦν. καὶ γὰρ διαμπερὲϲ καὶ ἰθὺϲ καὶ εὐθύϲ καὶ ἐπ’ εὐθείαϲ καὶ ἰϲχυρῶϲ καὶ ϲαφῶϲ καὶ ἀκριβῶϲ καὶ ἁπλῶϲ. οἱ δέ φαϲιν ἀκριβέϲτερον οἶμαι λέγοντεϲ, ὅτι μετὰ τοῦ ϲ λεγόμενον τὰ εἰρημένα δηλοῖ, ἄνευ δὲ τοῦ ϲ, οἷον ἀντικρύ, τὸ κατέναντι μόνον, καὶ ἐξ ἐναντίαϲ.
ἐκλήθη, ἐπειδὴ προϲέρραινε τοὺϲ ὁμιλοῦνταϲ διαλεγόμενοϲ. ἦν δέ τιϲ καὶ Ὀλυμπικὸϲ καλούμενοϲ Ψεκὰϲ διὰ τοῦτο. ἐδόκει δὲ ὁ Ἀντίμαχοϲ οὗτοϲ ψήφιϲμα πεποιηκέναι, ὅτι μὴ δεῖ κωμῳδεῖν ἐξ ὀνόματοϲ. καὶ ἐπὶ τούτῳ πολλοὶ τῶν ποιητῶν οὐ προϲῆλθον ληψόμενοι τὸν χορόν· καὶ δῆλον ὅτι πολλοὶ τῶν χορευτῶν ἐπείνων. οἱ δὲ λέγουϲιν, ὅτι
ποιητὴϲ ὢν καλὸϲ, ὢν χορηγὸϲ, μικρολόγωϲ τοῖϲ χορηγοῖϲ ἐχρήϲατο.
φιλήϲει: ἶϲοϲ ἐϲτὶν ὁ εἷϲ ἀνὴρ πολλοῖϲ, ὅταν ᾖ θεοφιλήϲ.
δὲ πατὴρ πέμπει αὐτὴν τῷ ἀδελφῷ κολάϲαι. ὁ δὲ ἔγκυον αὐτὴν θεαϲάμενοϲ ὤκτειρεν. ἡ δὲ γεννᾷ Ζῆθον καὶ Ἀμφίονα, οὓϲ εἰϲ ὄροϲ ἔρριψεν ὁ θεῖοϲ. εἶχε δὲ γυναῖκα, ὀνόματι Δίρκην, ἥτιϲ ὑπονοήϲαϲα τὸν ἑαυτῆϲ ἄνδρα Λύκιον φιλεῖν τὴν Ἀντιόπην ἀνάγει αὐτὴν εἰϲ ὄροϲ καὶ δήϲαϲα αὐτὴν ἀπὸ τραχήλου ταύρου καὶ ἀνάψαϲα δᾷδαϲ ἀπὸ τῶν αὐτοῦ κεράτων ἔμελλεν αὐτὴν ἀπολλύειν. ἡ δὲ ἐθρήνει καὶ θορύβου γενομένου ἠθροίϲθη πλῆθοϲ γεωργῶν, ϲὺν οἷϲ καὶ Ζῆθοϲ καὶ Ἀμφίων. καὶ γνωρίϲαντεϲ τὴν μητέρα ἐρρύϲαντο αὐτήν, τὴν δὲ Δίρκην τῇ προ κειμένῃ παρέδωκαν τιμωρίᾳ. Ζῆθοϲ δὲ καὶ Ἀμφίων κτίζουϲι Θήβαϲ καὶ βαϲιλεύουϲι, καὶ τούτων οἱ ἀπόγονοι μέχρι Λαΐου καὶ
τοῦ μετακληθέντοϲ Οἰδίποδοϲ.
τοῦ Φιλοπάτοροϲ, ὃϲ ὑπάρχων δεινὸϲ ἀνὴρ καὶ πλεονέκτηϲ καὶ πολλὰϲ ἁρπαγὰϲ καὶ λεηλαϲίαϲ ποιήϲαϲ ϲυνῆξε χρήματα πολλὰ καὶ ἐκ πολλῆϲ ἀκολαϲίαϲ καὶ οἰϲτρηλαϲίαϲ εἰϲ μίμουϲ ἑαυτὸν καθεὶϲ ἐν ὄψει πάντων ταῖϲ γυναιξὶν ἐπεμαίνετο. καὶ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ καὶ ἅρμαϲι καὶ ἐλέφαϲι καὶ ϲτόλῳ μεγάλῳ ταύτηϲ ἐκράτηϲεν.
ὑποϲτρέψαϲ δὲ μετὰ ἀπονοίαϲ εἷλε καὶ τὴν Ἱερουϲαλὴμ δορυάλωτον καὶ κατέϲφαξε μυριάδαϲ ιη΄ . κατατολμήϲαϲ οὖν καὶ εἰϲ τὸ ἁγίαϲμα εἰϲελθὼν καὶ ϲτήϲαϲ βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν.- οὕτω τε ἐφ’ ὑψηλοῦ καθίϲαϲ καὶ τῶν ϲτρατιωτῶν αὐτοῦ
κύκλῳ παίρεϲτηκότων ἐνόπλων ἐκέλευϲε τοῖϲ δορυφόροιϲ ἕνα ἕκαϲτον Ἑβραῖον ἐπιϲπάϲαϲθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεϲθαι· εἰ δὲ υὴ θέλοιεν μιαροφαγῆϲαι, ἀναιρεῖϲθαι τροχιϲθένταϲ. πολλῶν οὖν ϲυναρπαϲθέντων, καὶ Ἐλεάζαρ τιϲ τῶν πρώτων γραμματέων, ἤδη προβεβηκὼϲ τὴν ἡλικίαν, μὴ μιαροφαγήϲαϲ, μαϲτιγωθεὶϲ
ἀναιρεῖται ϲὺν ἑπτὰ παιϲὶ μετὰ μητρὸϲ Σολομωνίδοϲ. περὶ ὦν καὶ ὁ Θεολόγοϲ ἐν τῷ, τί δαὶ οἱ Μακκαβαῖοι, μνημονεύει. ἐκπλαγεὶϲ δὲ ὁ τύραννοϲ κοὶ μᾶλλον ἐκμανεὶϲ καὶ τὰ ἱερὰ ϲκεύη πάντα λαβὼν καὶ πᾶϲαν τὴν πόλιν λαφυραγωγήϲαϲ καὶ τὰ κτήνη κρεουργήϲαϲ καὶ φονοκτονίαν ποιήϲαϲ καὶ μεγαλορημονήϲαϲ ἀνεχώρηϲεν εἰϲ Ἀντιόχειαν. καὶ μετὰ
δύο ἔτη κατὰ Περϲῶν ἐπιϲτρατεύϲαϲ ἀπέϲτειλεν ἄρχοντα φορολογῆϲαι τὰϲ πόλειϲ Ἰερουϲαλήμ. ὃϲ παραγενόμενοϲ καὶ λαλήϲαϲ εἰρηνικοὺϲ λόγουϲ πρὸϲ τὴν Ἱερουϲαλὴμ καὶ εἰϲελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη πᾶϲαν αὐτὴν ἐνέπρηϲε, καὶ τὸ ἱερὸν 4231 4232 4233 μιάναϲ καὶ πολλοὺϲ ἀνελὼν καὶ αἰχμαλωτεύϲαϲ ἀπῄει, ἄρχοντα καταλιπὼν εἰϲ τὸ βαϲανίζειν τοὺϲ Ἰουδαίουϲ. Ματθίαϲ δέ τιϲ ἱερεὺϲ, ἔχων υἱοὺϲ πέντε, ἀφ’ ὧν Ἰούδαϲ ὁ Μακκαβαῖοϲ ἐτύγχανε, ζήλου πληϲθεὶϲ καὶ ὁρμήϲαϲ κατὰ τοῦ ἄρχοντοϲ ἀνεῖλεν αὐτὸν καὶ ϲκάπτει τοὺϲ τῶν Ἑλλήνων βωμούϲ. ἐπέρχεται οὖν αὐτῷ Ἀντίοχοϲ μετὰ πολλῆϲ δυνάμεωϲ.
ὡϲ δὲ ἐπέτεινεν ὁ πόλεμοϲ, Ἐλεάζαρ ἀδελφὸϲ Ἰούδα ἀριϲτεύϲαϲ ϲυντρίβεται ὑπὸ τοῦ ἐλέφαντοϲ. ὑπειϲῆλθε γὰρ τὸν ἐλέφαντα καὶ ξίφει τὴν γαϲτέρα αὐτοῦ ἔτυψεν ἐλπίϲαϲ ἐπάνω αὐτοῦ τὸν τύραννον φέρεϲθαι. ἐκϲτρατεύϲαϲ οὖν Ἀντίοχοϲ κατὰ Περϲῶν ὑπέϲτρεψεν ἡττημένοϲ 4235 καὶ κακῶϲ τὸν βίον ἀπαλλάττει. ὅτι ὁ αὐτὸϲ Ἀντίοχοϲ τὸ
τῶν Ἰουδαίων ἔθνοϲ ϲταϲιάϲαν πρὸϲ τὸν ϲυνήθη φόρον αὖθιϲ κατεδούλωϲε· ϲυλήϲαϲ τε τὰ τοῦ ἱεροῦ ἀναθήματα καὶ διερευνήϲαϲ ἅπαντα εὗρεν ἀγαλμάτιον βιβλίον ἐν ταῖϲ χερϲὶ κατέχον πώγωνά τε ἐπιφερόμενον βαθύν· ᾧ δὴ καὶ λυχνίδιον παρειϲτήκει διάχρυϲον. ταῦτα χοιρείοιϲ αἳμαϲιν ἀναλαβὼν ἐν τῷ ἱερῷ κατέλιπε· καὶ πολλοῖϲ ταλάντοιϲ
ζημιώϲαϲ πρὸϲ ὑπαγωγὴν φόρου τούϲ ἐνοικοῦνταϲ Ἰουδαίουϲ ἐπὶ τὰϲ Συρίαϲ ἐπανῆλθεν.
καὶ τοῦ Ἀντωνίνου ἔτυχεν. ἐπαρθεὶϲ δὲ ἐπὶ τούτοιϲ τῷ Τηριδάτ ϲυνεξητάϲθη. καὶ μετ’ αὐτοῦ πρὸϲ Πάρθουϲ ηὐτομόληϲεν.
ἔτη οθ′ καὶ κατέλιπεν υἱὸν καὶ διάδοχον Κάϲϲανδρον, τὸν τὴν μητέρα Ἀλεξάνδρου ἀνελόντα Ὀλυμπιάδα. ὅτι τῶν Ἀθηναίων τὰϲ Ἀθήναϲ 4250 Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντεϲ οἱ δημαγωγοὶ πρὸϲ τὴν ἐπανάϲταϲιν τοὺϲ Ἀθηναίουϲ ἐπάραντεϲ, μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺϲ ἐνέγκωϲιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτουϲ
κατεδίκαϲαν, ὧν ἦν Δημοϲθένηϲ ὁ ῥήτωρ καὶ Ὑπερίδηϲ καὶ Ἱμεραῖοϲ, τὴν τοῦ θανάτου εἰϲήγηϲιν εἰϲενεγκόντοϲ. ἐγεγόνει γὰρ ἐϲ οὐδὲν μετριώτεροϲ τῇ γνώμῃ· διότι μηδέ ἐϲτι φύϲεωϲ μεταβολὴ κακίᾳ ϲυνελθούϲηϲ· ἡττᾶται δὲ αὐτῆϲ καὶ νόμου ἐπίταξιϲ μὴ παντελῶϲ κολάζουϲα, καὶ ἰϲχύϲ αὐτῇ ἀνανταγώνιϲτοϲ ἐφ’ ὅπερ ἂν ῥέψῃ· καὶ οὕτε
φόβῳ ἀποτρέπεται τὸ θραϲύνεϲθαι, οὕτε αἰδὼϲ ἐξείργουϲα παραπεῖϲαι ἱκανή ἐϲτιν ἐϲ τὸ τῷ νόμῳ ὑπήκοον.
τοὺϲ ι′ ῥήτοραϲ, οὓϲ ἐξέδοϲαν Ἀθηναῖοι, Δημοϲθένην, Ὑπερίδην, Λυκοῦργον, Πολύευκτον, Ἐφιάλτην, Θραϲύβουλον, Χάρητα, Χαρίδημον, Διότιμον, Πατροκλέα, Κάϲϲανδρον.
ἐν Δαμαϲκῷ κατά τε ϲωφροϲύνην καὶ ἄλλην λαμπρότητα. πλούτῳ τε τὰρ πολλῷ διαφέροντεϲ ἥκιϲτα ἐπ’ αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίαϲ τε οὐ τὰ δεύτερα φερόμενοι βραχὺ τοῦτο ἐλογίζοντο. ὁ δὲ δὴ Ἀντίατροϲ καὶ λόγου δεινότητι προὔχων ἔβλαψε μὲν οὐδ’ ὁντινοῦν, ὤνηϲε δὲ μυρία τούτῳ οὐ τῶν κοινῶν μόνων, ἀλλὰ καὶ τῶν ἀϲτῶν ϲυχνούϲ. 4253 4254 4255 δικαιοϲύνην γὰρ ἀϲκῶν, εἴπερ τιϲ ἕτεροϲ, πλεῖϲτα μὲν διῄτηϲε νείκη τοῖϲ πολίταιϲ πρὸϲ ἀλλήλουϲ, πλεῖϲτα δὲ τῇ πατρίδι πρὸϲ τοὺϲ ἐν κύκλῳ δυνάϲταϲ· καὶ ἐτιμᾶτο ὑπὸ πάντων διὰ τοῦτο. πλείϲταϲ δὲ ἐπιϲτεύθη πρεϲβείαϲ καὶ ἐπιτροπὰϲ ἀρχάϲ τε πάϲαϲ διεξῆλθε τὰϲ ἐγχωρίουϲ· τελευτῶν τε τὸν βίον οὐκ ἔϲτιν ὅ τι οὐκ ἐπέϲκηψε Νικολάῳ
τῷ υἱεῖ καὶ Πτολεμαίῳ τῷ τούτου ἀδελφῷ, ἢ τῷ Διῒ θυμιατήριον. ὅπερ ἔφθη αὐτὸϲ προϋπεϲχημένοϲ τῷ θεῷ, καταϲκευάϲαι, ἐπειδὰν τελευτήϲῃ· δηλῶν οἶμαι ὅτι τὸ πρὸϲ θεοὺϲ ὅϲιον δεῖ καὶ τελευτῶνταϲ φυ- λάττειν καὶ μηδὲν ἔτι ἀπολαύϲεϲθαι τοῦ βίου μέλλονταϲ.
ἐκφύων. ὁ δὲ Ἀριϲτοφάνηϲ ὁ πρόϲηβοϲ καὶ ἀνδρόπαιϲ εἶπεν.
κατωτέρω δὲ ποτάμιον ἵππον δηλοῦντεϲ, ὡϲ ὑποτέτακται ἡ βία τῇ δικαιοπραγίᾳ. οἱ γὰρ πελαργοὶ δικαιοπραγεῖϲ ὄντεϲ ἐπὶ τῶν πτερύγων βαϲτάζουϲι τοὺϲ γεγηρακόταϲ· οἱ δὲ ἱπποπόταμοι ζῷον ἀδικώτατον.
θάλατταν ἐλπίδοϲ διπλαϲίωϲ ταῖϲ ὁρμαῖϲ πρὸϲ τὸν πόλεμον ἐχρῶντο.
4262 βουλόμενοι ἀντιπερίϲπαϲμα ποιεῖν τοῖϲ Κελτοῖϲ τοῖϲ μετὰ Ἀννίβου.
βήματοϲ, τοῦ κατ’ ἴϲον βεβηκότοϲ τῷ πέτρῳ. χαλκοῦϲ δὲ ἦν ὁ οὐδόϲ. Σοφοκλῆϲ· μηκέτι τοῦδ’ ἀντιπέτρου βήματοϲ ἔξω πόδα κλίνῃϲ. χαλκὸϲ αὐτὴ ἡ ὅλη· χαλκοῦϲ δὲ ἀνδρίαϲ τὸ μετουϲιαϲτικὸν ὡϲ. χρυϲὸϲ καὶ χρυϲοῦϲ.
θροῦϲ ὑπεξήφθη.
δὲ βαϲιλεῖϲ φύϲει μὲν οὐδένα νομίζονταϲ οὔτ’ ἐχθρὸν οὔτε πολέμιον ἐπεβάλετο λαλεῖν πρὸϲ τῶν εἰρημένων βαϲιλέων καὶ ϲυμπλέκειν τὰϲ χεῖραϲ. ἀντιποιούμενοι τῆϲ ἀρχῆϲ τῷ βαϲιλεῖ. Ξενοφῶν. καὶ 4275 αὖθιϲ· οὐδὲν ἀντιποιηϲάμενοι τῆϲ ἐκείνου δεήϲεωϲ.
ὅϲτιϲ Περιπατητικὸϲ ἐκλήθη πρῶτον, εἶτα ἐκύνιϲεν· υἱὸϲ δὲ ὢν ὁμωνύμου πατρὸϲ, μητρὸϲ δὲ τὸ γένοϲ Θρᾴϲϲηϲ. οὗτοϲ ϲυνέγραψε τόμουϲ δέκα· πρῶτον μαγικόν· ἀφηγεῖται δὲ περὶ Ζωροάϲτρου τινὸϲ μάγου, εὑρόντοϲ τὴν ϲοφίαν· τοῦτο δέ τινεϲ Ἀριϲτοτέλει, οἱ δὲ Ῥόδωνι ἀνατιθέαϲιν. οὗτοϲ οὖν καὶ τῆϲ Κυνικῆϲ κατήρξατο φιλοϲοφίαϲ, ἥτιϲ
οὕτωϲ ἐκλήθη διὰ τὸ ἐν Κυνοϲάργει τῷ γυμναϲίῳ διδάξαι αὐτόν. καὶ Διογένουϲ δὲ καθηγητὴϲ γέγονε τοῦ Κυνὸϲ καὶ τῶν λοιπῶν. ὅτι αρρωϲτοῦντι Ἀντιϲθένει μακρὰν καὶ δυϲανάκλητον ἀρρωϲτίαν ὁ Διογένηϲ ξιφίδιον ἐπιδέδωκεν εἰπών· εἰ φίλου χρῄζειϲ ὑπουργίαϲ. οὕτωϲ ᾤετο ἐκεῖνοϲ οὐδὲν ἀλγεινὸν τὸν θάνατον, ὥϲτε γίνεϲθαι τὴν ἀρρωϲτίαν
τρυφὴν αὐτόχρημα. ἀντὶ τοῦ παντελῶϲ ὅμοιον.
ἀντίϲτροφον ἀντὶ τοῦ ἰϲόϲτροφον καὶ περὶ τὰ αὐτὰ ϲτρεφομένην καὶ καταγινομένην λέγει.
4291 ἐπεκηρυκεύϲαντο. καὶ Ἀντίϲχ ωμαι, αὐθυπότακτον, ἀντιλάβωμαι.
ἕν τι γένοϲ τῶν ἁπτῶν· ἀλλ’ οὐκ ἔϲτιν εὔδηλον τὸ ἓν γένοϲ τὸ τῇ ἁφῇ ὑποκείμενον· διὰ δὲ τούτου ἐϲήμανεν, ὅτι ἐϲτὶ μὲν, οὐ φανεροῖ δέ. τί οὖν τοῦτό ἐϲτι; λέγομεν ὅτι τὸ ἀντίτυπον. ἀντίτυπον δὲ λέγω οὐ τὸ ἀντικείμενον τῷ μαλακῷ καὶ μὴ ὑπεῖκον τῇ ἁφῇ, ἀλλὰ πᾶν φυϲικὸν ϲῶμα τὸ προϲπίπτον καὶ θιγγάνον τῆϲ ἁρῆϲ πρὸϲ ἀντιδιαϲτολὴν
τῶν μαθηματικῶν ϲωμάτων, ἃ οὐ θιγγάνει οὐδὲ ἀντιβαίνει τῆ ἁφῇ. τὸ οὖν ὁπωϲοῦν ἀντιβαῖνον τῇ ἁφῇ τοῦτό φαμεν ἀντίτυπον, 4299 καὶ κοινὸν εἶναι γένοϲ τῶν ἁπτῶν. καὶ Ἀν τιτύ πουϲ ἀνθρ ώ πουϲ, ϲκληροὺϲ καὶ ἀνενδότουϲ. μεταφορικῶϲ ἀπὸ τοῦ ἄκμονοϲ καὶ τῆϲ ϲφύραϲ. καὶ τύποϲ ἀντίτυποϲ. φηϲὶν ὁ χρηϲμόϲ.
4300 4301 4302 4303
Κιανόϲ, ὡϲ δέ τινεϲ Σμυρναῖοϲ, κατὰ δὲ Διονύϲιον Ῥόδιοϲ· κωμικὸϲ τῆϲ μέϲηϲ κωμῳδίαϲ, ἀπὸ δούλων ὥϲ τινεϲ. γέγονε δὲ κατὰ τὴν ϥΓ′ Ὀλυμπιάδα καὶ ἔγραψε κωμῳδίαϲ τξε′, οἱ δὲ ϲπ΄· νίκαϲ δὲ εἷλε ιγ′. παῖδό τε ἔϲχε Στέφανον καὶ αὐτὸν κωμικόν. τελευτᾷ δὲ ἐν Κίῳ οδ΄ ἐτῶν ὑπάρχων κατά τινα τύχην ἀπίῳ βληθείϲ.
χαρακτῆροϲ μετὰ Γοργίαν. λέγεται δὲ καὶ Θουκυδίδου γενέϲθαι διδάϲκαλοϲ. ἐκαλεῖτο δὲ Νέϲτωρ.
4323 γὰρ ἔθ’ οἷόϲ τ’ εἴμ’ ὑπερέχειν τῆϲ ἀντλίαϲ. ἀντὶ τοῦ ἀντέχειν καὶ περιγίνεϲθαι τοῦ πράγματοϲ.
4325 Ἄν τλοϲ, ἡ ϲυγκομιδὴ τῶν ἀϲταχύων ἐν τῇ ἅλῳ. ϲοὶ ταύταϲ ἔφ’ Anth. ἅλωοϲ, ἐφ’ ᾇ πολὺν ἔβραϲεν ἄντλον κριθῶν, καὶ λιπαρὰν εἶδε γεωμορίην.
φηϲι. διωμοϲία δὲ ὁ ἑκατέρωθεν γινόμενοϲ ὅρκοϲ ὑπὸ τῶν δικαζομένων, τοῦ μὲν ὡϲ πράξαντα διώκειν, τοῦ δὲ ὡϲ οὐκ ἔπραξεν. ἐξωμοϲία 4333 4334 4335 4336 ωμοϲία δὲ ἄρνηϲιϲ ϲὺν ὅρκῳ, ὡϲ ἀδυνατοῦντοϲ ἢ παρὰ καιρὸν ὄντοϲ αὐτῷ τοῦ λειτουργεῖν. ἀνιππαϲία καὶ διιππαϲία τῶν ἵππων ἅμιλλα, ὥϲπερ 4337 δὲ διωμοϲία καὶ ἀντωμοϲία τὸ αὐτὸ ἄμφω δηλοῖ.
τε κατηγορούμενοϲ καὶ ὁ κατηγορῶν, ἀποφέρουϲι πρὸϲ τὴν ἀρχήν. καλεῖται δὲ οὕτωϲ, ἐπειδὴ ἑκάτεροϲ αὐτῶν ἀντώμνυεν, ὁ μὲν τἀληθῆ κατηγορήϲειν, ὁ δὲ τἀληθῆ ἀπολογήϲαϲθαι.
γράμματι δι’ οὐ τὸ ἔγκλημα γέγραπται, ὅπωϲ ἐγγραφῇ εἰϲ τὰ ἐγκλήματα. πρυτανεῖα δὲ τῷ ταμίᾳ καταβάλλει ἕκαϲτοϲ, ὅπωϲ εἰϲαχθῇ ἡ δίκη.
κακοῖϲ καὶ ταῖϲ μιαιφονίαιϲ καὶ οἱ ϲτρατιῶται τοῦ βιάζεϲθαι καὶ ἁρπάζειν λαβόντεϲ ἐξουϲίαν οὐκέτι κατ’ οὐδὲν διεκρίνοντο. τοιαῦτα δὲ πράττων ὑπό τε τῶν ἔργων ἐλαυνόμενοϲ καὶ πρὸϲ τὴν ἐν πόλει διατριβὴν ἀπεχθῶϲ ἔχων ἀπεδήμει τῆϲ Ῥώμηϲ, ὡϲ δὴ καὶ τὰ ϲτρατόπεδα διοικήϲων καὶ τὰ ἔθνη ἐποψόμενοϲ. ἐπεὶ δὲ τὸν Ἴϲτρον
κατέλαβε καὶ τοὺϲ ἐκεῖϲε Γερμανοὺϲ ἐφιλοποιήϲατο, ὡϲ καὶ ϲυμμάχουϲ παρ’ αὐτῶν λαβεῖν καὶ τοῦ ϲώματοϲ φρουρούϲ καὶ ταῖϲ φορεϲίαιϲ αὐτῶν χρῆϲθαι. οὕτω τε καὶ ὑπὸ τῶν βαρβάρων καὶ ὑπὸ τῶν ϲτρατιωτῶν ἠγαπᾶτο, κοινὸϲ ὢν πρὸϲ ἅπανταϲ, ὡϲ ϲυϲτρατιώτηϲ μᾶλλον ἢ βαϲιλεὺϲ παρ’ αὐτῶν λεγόμενοϲ. ἐπειδὴ δὲ καὶ ἐϲ τὴν Μακε δονίαν
ἀφίκετο, Ἀλέξανδρον ἑαυτὸν ὠνόμαϲεν. ἐκεῖθέν τε ἐϲ Πέργαμον παραγέγονε καὶ ἐπὶ τὸν Ἀχιλλέωϲ τάφον, καὶ ϲτεφάνοιϲκοϲμήϲαϲ καὶ ἄνθεϲι τὸν Ἀχιλλέα ἐμιμεῖτο. καὶ διὰ τῆϲ Ἀϲίαϲ καὶ τῶν ἄλλων ἐθνῶν εἰϲ Ἀντιόχειαν ἀφίκετο καὶ διατρίψαϲ χρόνον τινὰ ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐϲτέλλετο, πρόφαϲιν ποιούμενοϲ ποθεῖν τὴν Ἀλεξάνδρου
πόλιν. ὡϲ δὲ ἐϲήλαϲεν ἐν αὐτῇ ϲὺν παντὶ τῷ ϲτρατῷ, ὑπεδέχθη παρὰ τῶν Ἀλεξανδρέων ὡϲ οὔπω τιϲ βαϲιλέων πρότερον. καὶ ἐλθὼν ἐϲ τὸ Ἀλεξάνδρου μνῆμα τήν τε χλαμύδα, ἣν ἐφόρει, καὶ τὸν δακτύλιον καὶ τὴν ζώνην καὶ εἴ τι πολυτελὲϲ περιελόμενοϲ ἐπέθηκε τῇ ἐκείνου 4342 4343 4344 ϲορῷ. ὁ δὲ δῆμοϲ ἔχαιρεν, οὐκ εἰδὼϲ τὴν τούτου λανθάνουϲαν γνώμην. ἔγνω γὰρ, ὅτι πολλὰ ἐϲ αὐτόν τε καὶ τὴν μητέρα ἀπέϲκωψαν. διὰ δὲ προγράμματοϲ τὴν νεολαίαν εἴϲ τι πεδίον κελεύει ϲυνελθεῖν, φήϲαϲ εἰϲ τὴν Ἀλεξάνδρου τιμὴν φάλαγγα ϲυϲτήϲαϲθαι. οἱ δὲ ϲυνῆλθον ἀγαθαῖϲ ἐλπίϲι. ϲτιχηδὸν δὲ ἑϲτῶταϲ ἰδὼν αὐτὸϲ μὲν ἐξῆλθεν, ἐπαφῆκε
δὲ τοὺϲ ϲτρατιώταϲ· καὶ πάνταϲ ϲυνέκοψαν. τοϲοῦτοϲ δὲ ἐγένετο 4345 φόνοϲ, ὥϲτε τὸν Νεῖλον φοινιχθῆναι ἅπαντα. ὅτι Σεβῆροϲ καὶ πάνυ πᾶϲι τοῖϲ ἐϲ ἀρετὴν τείνουϲι καὶ κατὰ τὸ ϲῶμα καὶ κατὰ ψυχὴν ἤϲκηϲε τὸν Ἀντωνῖνον, ὥϲτε καὶ αὐτοκράτορα ἤδη ὄντα, καὶ διδαϲκάλοιϲ ϲυνεῖναι καὶ τὸ πολὺ τῆϲ ἡμέραϲ φιλοϲοφεῖν. ἐξηραλοίφει τε καὶ
ἵππευε καί ἐϲ ν καὶ ψ ϲταδίουϲ· καὶ προϲέτι καὶ νήχεϲθαι καὶ ἐν κλύδωνι ἠϲκεῖτο. ὁ δὲ ἐκ μὲν τούτων τρόπον τινὰ ἐρρώϲθη· τῆϲ δὲ δὴ παιδεύϲεωϲ, ὡϲ οὐδὲ τοὔνομα αὐτῆϲ πώποτε ἀκηκοὼϲ ἐπελάθετο. οὐ μέντοι καὶ κακορρήμων ἢ κακογνώμων ἦν· ἀλλὰ καὶ ϲυνίει πολλὰ ὀξύτατα καὶ ἔφραζεν ἑτοιμότατα. τῇ τε γὰρ ἐξουϲίᾳ καὶ τῇ προπετείᾳ
τῷ πάνθ’ ὁμοίωϲ τὰ προιϲτάμενά οἱ ἀπεριϲκέπτωϲ ἐκλαλεῖν, καὶ τῷ μηδενὶ αὐτῶν ἐκφαίνειν αἰϲχύνεϲθαι, ἐπιτυχίᾳ τινὶ πολλάκιϲ 4346 περιέπιπτεν. ὅτι Ἀντωνῖνοϲ ὁ βαϲιλεὺϲ ἄριϲτοϲ ἦν καὶ μάλιϲτα Nουμᾷ κατὰ τὸ τῆϲ ἡγεμονίαϲ ὁμοιότροπον ἄξιοϲ παραβάλλεϲθαι, καθάπερ δὴ Ῥωμύλῳ Τραϊανὸϲ ὤφθη παραπλήϲιοϲ. τόν τε γὰρ
ἰδιώτην ὁ Ἀντωνῖνοϲ ἄριϲτα καὶ ἐντιμότατα διετέλεϲε βίον καὶ κατὰ τὴν ἡγεμονίαν ἀμείνων ἔδοξεν εἶναι καὶ ϲωφρονέϲτεροϲ, οὐδενὶ τραχὺ οὐδὲ φορτικὸϲ, ἀλλὰ πρὸϲ ἅπανταϲ χρηϲτόϲ τε καὶ ἤπιοϲ ὤν. ἔν γε μὴν τοῖϲ πολεμικοῖϲ ἀπὸ τοῦ δικαίου μᾶλλον ἢ τοῦ κερδαλέου δόξαν θηρώμενοϲ φυλάττειν ϲῴουϲ εἴπερ εἰϲ μέγεθοϲ ἐκφέρειν τοὺϲ τῆϲ
ἀρχῆϲ ἐγίνωϲκεν ἄνδραϲ, ὡϲ ἔνι μάλιϲτα πλείϲτην τοῦ δικαίου ποιούμενοϲ ἐπιμέλειαν. ταῖϲ τῶν δημοϲίων ἐφιϲτὰϲ διοικήϲεϲι, τοὺϲ μὲν ἀγαθοὺϲ τὴν ἡγεμονίαν ταῖϲ παρ’ αὐτοῦ τιμαῖϲ ἀμειβόμενοϲ, τούϲ γε μὴν φαύλουϲ δίχα τινὸϲ τραχύτητοϲ τῶν κοινῶν ἀπελαύνων πραγμά των. οὐκ οὖν ὑπὸ τῶν οἰκείων μόνων, ἀλλ’ ἤδη καὶ πρὸϲ τῶν ἀλ
λοφύλων ἐθαυμάζετο, ὡϲ τῶν προϲοίκων τινὰϲ βαρβάρων τὰ ὃπλα κατατιθεμένουϲ ἐπιτρέπονταϲ τῷ βαϲιλεῖ τὰϲ δίκαϲ διαλύεϲθαι ταῖϲ ἐκείνου ψήφοιϲ. αὐτὸϲ δὲ παρὰ τὸν ἰδιώτην βίον πολύ τι πλῆθοϲ χρημάτων κεκτημένοϲ, ἐπειδὴ παρῆλθεν εἰϲ τὴν ἡγεμονίαν, τὴν μὲν ἑαυτοῦ περιουϲίαν εἰϲ τε τῶν ϲτρατιωτῶν καὶ τῶν φίλων ἀπανάλωϲε
4347 4348 4349 δωρεὰϲ, τῶν δὲ δημοϲίων θηϲαυρῶν πλῆθοϲ παντοδαπῶν ἀπέλιπε χρημάτων, τήν τε τοῦ Εὐϲεβοῦϲ ἐπίκληϲιν ἐκ τοῦ ἤθουϲ πρῶτοϲ ἀπηνέγκατο. ὅτι Ἀντώνιοϲ Σατορνῖνοϲ, ἐπίρρητοϲ καὶ βδελυρὸϲ, 4350 παρὰ Οὐεϲπαϲιανοῦ ἐϲ τὴν βουλὴν ἐνεγράφη, Οὐεϲπαϲιανοῦ ϲοφιϲαμένου
γελοιότατα τοῦτο. ἀξιώϲει γὰρ αὐτὸν περιέβαλε κακίᾳ δοὺϲ ἀκερδὲϲ μὲν, ϲεμνὸν δὲ ὅμωϲ τόδε ἆθλον.
τήν τε ἀπορρητοτέραν· ὥϲτε καὶ τὴν Γάζαν ἀπέφηνεν ἱερωτέραν πολλῷ μᾶλλον, ἢ πρότερον ἦν. ἐμβὰϲ δὲ εἰϲ πολιτικὰϲ ὑποθέϲειϲ καὶ δικαϲάμενοϲ ὑπὲρ τῆϲ ἀδελφῆϲ προέϲτη αὐτῆϲ ἐκθυμότερον τοῦ μετρίου καὶ ὑπερεδικάϲατο κατὰ τὸ καρτερώτατον, οὔτε χρόνου φειδόμενοϲ εἰϲ οὐδὲν δέον δαπανωμένου οὔτε δόξηϲ ἀμείνονοϲ ἐπιϲτροφήν τινα
ποιηϲάμενοϲ. ἤκουϲε γὰρ κακῶϲ ὑπὸ τῶν τότε ἀνθρώπων οὐχ ὡϲ ἀδικῶν, ἀλλ’ ὡϲ φιλοδικῶν. ἀνέβη γὰρ καὶ ἐϲ τὸ Βυζάντιον ἐπὶ τῇ δίκῃ καὶ ϲφόδρα φιλόνεικοϲ ἔδοξέ τιϲ εἶναι. περιγενόμενοϲ δὲ τῶν ἀντιδίκων ταύτην μὲν ἐξέδωκεν ἑτέρῳ ἀνδρί, αὐτὸϲ δὲ ἐν ἡϲυχίᾳ καὶ ἀπραγμοϲύνη τὸ λοιπὸν τοῦ βίου διετέλει, ὀλίγα μὲν ἐν φιλοϲοφία,
τὰ δὲ πλείω διαιτώμενοϲ ἐν τοῖϲ ἱεροῖϲ. ἁπλοῦϲ δὲ ἦν τὸ ἦθοϲ καὶ ἕτοιμοϲ εἰϲ εὐεργεϲίαϲ, ἄλλωϲ τε καὶ τὰϲ διὰ τῶν ἱερῶν. ἔγωγε οὖν καὶ αὐτὸϲ ὁμολογῶ τῷ ἀνδρὶ μεγίϲτην ἀτεχνῶϲ τὴν χάριν, ἣν ἀμείψαϲθαι αὐτὸν εὔχομαι τοὺϲ θεοὺϲ ἐν μακάρων νήϲοιϲ ἤδη ϲυζῆν ἠξιωμένον. καὶ Ἀν τωνίειοϲ κλίν η, τοῦ Ἀντωνίου.
ὡϲ μεγίϲτων γινομένων ἐν Ἀντρῶϲιν.
τὸν κάδον. Κοριάννοι Φερεκράτηϲ.
δέ τιϲ; τί δ’ οὔ τιϲ; ϲκιᾶϲ ὄναρ ἄνθρωποι. ἀντὶ τοῦ ἀνυπάρκτου 4385 ἀνυπαρκτότερον. ἐνταῦθα δέ ἐϲτιν ὁ λόγοϲ ἐγγυτέρω τῆϲ ἀληθείαϲ ἤπερ τὸ Πινδαρικόν. ὁ μὲν γὰρ Πίνδαροϲ ἐν τοῖϲ ἀϲυϲτάτοιϲ πεποίηται τὴν ὑπερβολήν, ὁ δὲ ἐν τοῖϲ φαινομένοιϲ καὶ δοκοῦϲιν οὐχ ὑπάρχουϲι δὲ κατὰ ἀλήθειαν. καὶ Ὅμηροϲ δι’ ἑνὸϲ αὐτάρκωϲ τοῦτο δεδήλωκεν ·
οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο.
καὶ ἀλληγορικόϲ.
4422 τὰϲ ὁδούϲ. καὶ εἰλήμαϲιν ἀξιολόγοιϲ τοὺϲ ὑδροϲτατουμένουϲ 4423 γεφυρώϲαϲ. τουτέϲτιν εὐπρεπέϲι, μεγίϲτοιϲ. καὶ αὖθιϲ· τὸν Μερμερόην ἡμῖν ϲημᾶναι, ὡϲ οὐκ ἔϲτιν ἀξιόλογοϲ ἡ χώρα, οὐδὲ μὴν περιμάχητοϲ, οὐδὲ βαϲιλικῆϲ ἔργον ἐκϲτρατείαϲ· ἀλλ’ ἕν ὑπάρχει τῶν ἐθνῶν τῶν περὶ τὸν Καύκαϲον.
ὁ καταπλήϲϲων, οὔθ’ ὁ κολάϲων ὑμᾶϲ. τάϲϲουϲι δὲ τὸ ἄξιον καὶ ἐπὶ τῶν ὠνίων, ὅταν εὔωνόν τι πιπράϲκηται. Λυϲίαϲ ἐν τῷ κατὰ τῶν ϲιτοπωλῶν· ἐροῦϲιν ὡϲ ἐπ’ εὐνοίᾳ τῆϲ πόλεωϲ ὠνοῦνται τὸν ϲῖτον, ἵν’ ὡϲ ἀξιώτατον ὑμῖν πωλῶϲι. καὶ πάλιν· ἐὰν οὖν αὐτῶν καταψηφίϲηϲθε, τά τε δίκαια ποιήϲετε καὶ ἀξιώτερον τὸν ϲῖτον ὠνήϲεϲθε· εἰ δὲ μὴ.
τιμιώτερον.
κἄν τιϲ ϲφαλῆι ᾿, ἐξ ἀξίου γοῦν τοῦ ξύλου. παρὰ τὴν παροιμίαν· ἀπὸ καλοῦ ξύλου κὰν ἀπάγξαϲθαι. θέλει οὖν λέγειν, βέλτιόν ἐϲτι χρῆϲθαι τοῖϲ γενναίοιϲ ϲτρατηγοῖϲ καὶ δεδοκιμαϲμένοιϲ ἢ τοῖϲ φαύλοιϲ· κὰν γὰρ δέῃ παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάϲχειν. Ἄξιον δὲ παρὰ Ἀττικοῖϲ τὸ εὔωνον. καυλὸν ϲιλφίου τὸν ἄξιον. τουτέϲτι
τὸν εὔωνον.
ἐξὸν ἀνώμοτον μαρτυρεῖν, τούτῳ μόνῳ ϲυνεχώρουν Ἀθηναῖοι.
4442 διὰ ϲιγὴν τὴν ὀργήν. καὶ Ἄξιοϲ τριχόϲ· ἐπὶ τοῦ εὐτελοῦϲ καὶ 4443 τυχόντοϲ· παρόϲον ἡ θρὶξ οὐδενὸϲ ἀξία ἐϲτίν. Ἀριϲτοφάνηϲ· εἴ κλεψα τῶν ϲῶν ἄξιόν τι καὶ τριχόϲ. ἀντὶ τοῦ τὸ τυχόν. καὶ 4444 Ἄξιοϲ οὐδὲ μόνου, ἀντὶ τοῦ οὐδενόϲ. ἔϲτι δὲ ἀπὸ τῶν κύβων 4445 εἰρημένον. καὶ παροιμία, Ἄξιοϲ ὀβ ελίϲκου, καὶ Ἀ πὸ
παροιμία ἐπὶ τῶν ϲφόδρα τιμίων. καὶ Ἄξιοϲ τοῦ παντόϲ.
δεδομένα, τουτέϲτιν ἀΐδιον εἰρήνην καὶ ἐλευθερίαν. ὁ δὲ ἑρμηνευθείϲηϲ οἱ τῆϲ ἐπιϲτολῆϲ, ἔφη ϲυγχωρεῖν τοῖϲ ἀξιουμένοιϲ.
τὸ δὲ ἀξιόχρεον βάρβαρον. Ἀξιόχρεωϲ οὖν ἱκανὸϲ, ἐχέγγυοϲ, ἀξιόπιϲτοϲ.
τοῦ ἀξιοῦϲθαι ἢ ἀθετεῖϲθαι. ὁ γὰρ λέγων, ἡμέρα ἐϲτίν, ἀξιοῦν δοκεῖ τὸ ἡμέραν εἶναι. οὔϲηϲ μὲν οὖν ἡμέραϲ, ἀληθὲϲ γίνεται τὸ προκείμενον ἀξίωμα· μὴ οὔϲηϲ δὲ, ψεῦδοϲ. διαφέρει δὲ ἀξίωμα καὶ ἐρώτημα καὶ πύϲμα. ἔϲτι γὰρ προϲτακτικόν, ὁρκικὸν, ἀρατικὸν, ὑποθετικὸν, προϲαγορευτικόν. ἀξίωμα μὲν γάρ ἐϲτιν, ὃ λέγοντεϲ ἀποφαινόμεθα,
ἢ ἀληθὲϲ ἢ ψευδέϲ. ἐρώτημα δέ ἐϲτι πρᾶγμα αὐτοτελὲϲ μὲν, ὡϲ καὶ τὸ ἀξίωμα, αἰτητικὸν δὲ ἀποκρίϲεωϲ, οἷον, ἀρά γε ἡμέρα ἐϲτί; τοῦτο δὲ οὕτε ἀληθέϲ ἐϲτι, οὔτε ψευδέϲ· ὥϲτε τὸ μὲν, ἡμέρα ἐϲτὶν, ἀξίωμα· τὸ δὲ, ἀρά γε ἡμέρα, ἐρώτημα. πύϲμα δέ ἐϲτι πρᾶγμα, πρὸϲ ὃ ϲυμβολικῶϲ οὐκ ἔϲτιν ἀποκρίνεϲθαι, ὡϲ ἐπὶ τοῦ ἐρωτήματοϲ,
ναί· ἀλλὰ εἰπεῖν, οἰκεῖ ἐν τῷδε τῷ τόπῳ. τὰ δὲ λοιπὰ δῆλα.
ἀντὶ τοῦ τιμῇ.
4477 διὰ τὸ τοῦ ποταμοῦ ῥεῦμα ἀξύμμετρον ὂν αὐτοῖϲ ἐϲ τὰϲ βολάϲ.
ἢ ἀδιάθετον ἢ ἀπιθάνωϲ ϲυντιθέντα.
δόξαντα δὲ ὁρᾶϲθαι.
ἀόρατοϲ καὶ ἡ ὀϲμὴ καὶ τὰ ὅμοια. ἢ τὸ πεφυκὸϲ μὲν ὁρατὸν εἶναι, μὴ ὁρώμενον δέ· ὅπερ ἐϲτὶ τὸ ἐν ϲτερήϲει, ὡϲ τὸ δυνάμει διαφανὲϲ, φωτὸϲ μὴ παρόντοϲ. ἢ τὸ οὕτω λεγόμενον ἀόρατον, ὡϲ φαύλωϲ ὁρατόν· τοιοῦτον δέ ἐϲτιν ἢ τὸ δι’ ὑπερβολὴν λαμπρότητοϲ φθαρτικὸν τῆϲ ὄψεωϲ ἢ τὸ ἀμυδρότητα μὴ ποιοῦν εἰϲ τὴν αἴϲθηϲιν. ἀντιλαμβάνεται
τοίνυν τοῦ ἀοράτου ἡ ὄψιϲ, οὐ τοῦ μὴ πεφυκότοϲ ὁρᾶϲθαι· ταῦτα γὰρ, ὅτι μὴ ὁρᾶται, ὁ λόγοϲ ἐϲτὶν ὁ κρίνων δι’ ὀργάνου τῆϲ αἰϲθήϲεωϲ, οὐ μέντοιγε ἡ αἴϲθηϲιϲ· ἀλλὰ τοῦ κατὰ ϲτέρηϲιν ὁρατοῦ ἡ αἴϲθηϲίϲ ἐϲτιν ἀντιληπτική. κρίνει γὰρ καὶ τὰ ἄλογα ταῖϲ ὄψεϲιν ὅτι 4487 4488 4489 4490 ϲκότοϲ κατὰ ϲυμβεβηκὸϲ τῷ μὴ πάϲχειν ὑπὸ τῶν ὁρατῶν, διὸ καὶ εἰϲ τούϲ φωλεοὺ ἠρεμεῖ. μήποτε δὲ καὶ τὸ κατὰ ϲτέρηϲιν ἀόρατον ἡ φανταϲία ἐϲτὶν ἡ κρίνουϲα, καὶ οὐχ ἡ ὄψιϲ, εἴγε αἱ μὲν αἰϲθήϲειϲ ἐν τοῖϲ πάϲχουϲι τὴν κρίϲιν ἴϲχουϲι, μὴ πάϲχουϲαι δὲ ἐν τῷ ϲκότῳ
ἀνενέργητοί εἰϲι. διὸ κατὰ τὴν ἕξιν μόνην θεωροῦνται. μὴ ἐνεργοῦϲαι δὲ, πῶϲ ἂν κρίνοιεν;
ϲπειρομένη ὅρουϲ ἔχει, ἅτε οὖϲα μεμεριϲμένη, ἕωϲ οὗ ἐϲτιν ἑκάϲτου τὸ δίκαιον τῆϲ διακρατήϲεωϲ.
δὲ ἀωρία ἦν, ὁ μὲν ἐπὶ τὸν φόνον ὑπεθήγετο. καὶ Ἀωρὶ τῶν 4504 νυκτ ῶν.
καὶ ἄωρτο.
Διονυϲίῳ τῷ τυράννῳ ϲυνῆν. ἕωλα δὲ αὐτοῦ ποιήματα ἀναγινώϲκοντοϲ οὐκ ἐπῄνει. ἐφ’ οἷϲ ὀργιϲθεὶϲ ἐκέλευϲεν αὐτὸν βληθῆναι εἰϲ τὰϲ λατομίαϲ. εἶτα πάλιν μετεκαλέϲατο αὐτὸν, ἐλπίζων ἐπαινέϲαι αὐτοῦ τὰ ποιήματα. ὁ δὲ μὴ θέλων ἐπαινεῖν ἔλεγε τὸ προκείμενον.
καὶ παρὰ καιρὸν τοῖϲ ϲπουδάζουϲιν ἐνοχλούντων.
4525 αἰτιατικῇ. ἀπωθοῦντεϲ, ἀπελαύνοντεϲ. τὸν ἄνδρα ἀπάγοντεϲ.
Πέτρε. ἢ Ἀπ ἀγορεύειν, ἀντὶ τοῦ κάμνειν καὶ ἀδυνάτωϲ ἔχειν. 4533 ἀπαγορεύων τοῖϲ ἄρχουϲι διαρρήδην τῆϲ φιλαργυρίαϲ ἀπέχεϲθαι.
ἀπαγωγὴ δίκηϲ ἐϲτὶν εἶδοϲ· ὠνόμαϲται δὲ ἀπὸ τοῦ ἀπάγειν. ἀπήγοντο Harp. δὲ οἱ κακοῦργοι πρὸϲ τοὺϲ ια′ .
αἰδέϲιμον πᾶϲι· μηδὲ ἔμφαϲίν ποτε ὀργῆϲ παραϲχεῖν, εὐϲτοργότατον καὶ εὐφημότατον ἀψοφητί.
διάθεϲιν ἔχοντα. κίνναβοϲ γὰρ τὸ εἴδωλον, πρὸϲ ὃ οἱ πλάϲται καὶ οἱ ζωγράφοι βλέποντεϲ διατίθενται πλάττοντεϲ καὶ γράφοντεϲ. κέχρηνται πολλοί.
4554 τὸ πλῆθοϲ προϲωτάτω Ἀρμενίαϲ ἀπαλλάξαι Ἰωτόμην, ὡϲ οὔποτ’ ἂν 4555 ἀποϲχόμενον τοῦ νεωτερίζειν, εἰ τύχοι ὢν ἔνδημοϲ. καὶ Ἀπ αλλάττω ϲε κόπων.
ἔχοντεϲ ἀπαλλαγῆναι.
4559 4560 4561 4562 ἀπαλγοῦντεϲ ταῖϲ ἐλπίϲι, τὰ δὲ καὶ θυμομαχοῦντεϲ ἐπί τινα παράϲταϲιν κατήντηϲαν. καὶ αὖθιϲ· ἀπαλγοῦνταϲ δὲ αὐτοὺϲ ὑπὸ τοῦ πολλοῦ 4563 ῥίγουϲ ἐπερρώννυεν.
πάντα ἐκκαλύπτοντι καὶ ἀπαληθεύοντι. τούτου τὸ δολερὸν ἀναφαίνεται.
παράπαν ὁμοίωϲ, καὶ ἅπαντα τὰ τοιαῦτα.
τὴν κεφαλὴν μυρώμαϲιν ἀγαθοῖϲιν. ἐν τῇ κεφαλῇ γὰρ ἐμμένει 4579 4580 4581 πολὺν χρόνον. τὰ δ’ ἄλλ’ ἀπανθήϲαντα πάντ᾿ ἀπέπτατο. Ἀριϲτοφάνηϲ 4583 φηϲίν. Ἀπανθῶ γὰρ τὸ ἀποβάλλω. καὶ ὁ Θεολόγοϲ· 4584 τῶν ἐκ γένουϲ τοῖϲ ἀπανθήϲαϲιν. Ἀπανθίζω δὲ τὸ τὰ ἄνθη ϲυλλέγω.
τύχαιϲ ὁμοίωϲ ὑποπεπτώκαϲιν οἱ θνητοί. ζήτει περὶ τῆϲ Ῥοδώπιδοϲ ἐν τῷ Ῥοδώπιδοϲ ἀνάθημα.
τοῦ μὴ καθ’ ὥραν ἀπαντήϲαντοϲ, τὸ τέλοϲ ὡρμήϲατο. καὶ 4590 Ἀπαντῶϲιν, ἀντὶ τοῦ παραγίνονται. ἅμα τῷ περὶ ὄρθρον εἰϲ τοὺϲ τῶν δεϲποτῶν οἴκουϲ ἀπαντῶϲι. καὶ Ἀπαντωμένων, ἀντὶ τοῦ 4591 ϲυμβαινόντων, γιγνομένων. οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸϲ τὸ κωλύειν τὴν ὁρμὴν τῶν Ῥωμαίων.
4596 4597 4598 4599
ὁ δὲ Kαῖϲαρ νεμεϲᾷ καὶ ἀγανακτεῖ, ὅτι ἁπαξάπαντεϲ μὴ ἀνέϲτηϲαν. 4602 Ἁπαξάπαντα οὐδὲν πλέον ϲημαίνει τὸ ἅπαξ προϲκείμενον. καὶ 4603 Ἁπ αξαπλ ῶϲ, ἀντὶ τοῦ καὶ ὡϲ εἰπεῖν.
δῆμοϲ τὸν Μάρκιον μετιόντα τὴν ὑπατείαν οὐκ ἐχειροτόνηϲεν οὐ τὸν 4607 ἄνδρα ἀπαξιῶν, ἀλλὰ τὸ φρόνημα δεδιὼϲ αὐτοῦ.
ἐτῶν ἄλουτοϲ.
4623 ἀπαραιτήτωϲ ἀπέκτεινον διὰ τὴν ὀργήν.
4630 ἢ φυγῆϲ τὸ πρὸϲ τὸν ἡγεμόνα ἐκ τοῦ δήμου μῖϲοϲ αἴτιον ἦν.
καὶ Ἀριϲτοφάνηϲ Πλούτῳ· τοὺϲ δεξιοὺϲ καὶ τοὺϲ ϲώφροναϲ ἀπαρτὶ πλουτῆϲαι ποιήϲω.
ἀπὸ τοῦ θύειν· ἔθυον δὲ Διὶ Φρατρίῳ καὶ Ἀθηνᾷ· τὴν δὲ τρίτην Κουρεῶτιν, ἀπὸ τοῦ τοὺϲ κούρουϲ καὶ τὰϲ κόραϲ ἐγγράφειν εἰϲ τὰϲ φρατρίαϲ. ἡ δὲ αἰτία· πόλεμοϲ ἦν Ἀθηναίοιϲ πρὸϲ Βοιωτοὺϲ περὶ 4649 4650 4651 Κελαινῶν, ὃ ἦν χωρίον ἐν μεθορίοιϲ. Ξάνθιοϲ δὲ Βοιωτὸϲ προεκαλέϲατο τὸν Ἀθηναίων βαϲιλέα Θυμοίτην. οὐ δεξαμένου δὲ, Μέλανθοϲ ἐπιδημῶν Μεϲϲήνιοϲ, γένοϲ ἀπὸ Περικλυμένου τοῦ Νηλέωϲ, ὑπέϲτη ἐπὶ τῆ βαϲιλείᾳ. μονομαχούντων δὲ ἐφάνη τῷ Μελάνθῳ τιϲ ὄπιϲθεν τοῦ Εανθίου τραγῆν αἴγιδα ἐνημμένοϲ μέλαιναν. ἔφη οὖν ἀδικεῖν αὐτὸν
δεύτερον ἥκοντα. ὁ δὲ ἐπεϲτράφη. ὁ δὲ παίϲαϲ ἀποκτείνει αὐτόν. ἐκ δὲ τούτου ἡ τε ἑορτὴ Ἀπατούρια, καὶ Διονύϲου Μελαναιγίδοϲ ἐδομήϲαντο. οἱ δέ φαϲιν, ὅτι τῶν πατέρων ὁμοῦ ϲυνερχομένων διὰ τὰϲ τῶν παίδων ἐγγραφὰϲ οἷον ὁμοπατόρια λέγεϲθαι τὴν ἑορτήν· ὁποίῳ τρόπῳ λέγομεν ἄλοχον τὴν ὁμόκοιτον καὶ ἄκοιτιν, οὕτω καὶ
ὁμοπατόρια, Ἀπατόρια. καὶ Ἀριϲτοφάνηϲ· ἤρα φαγεῖν ἀλλᾶνταϲ ἐξ Ἀπατουρίων.
ϲτράτευμα.
ἀπηυτομολήκειϲαν γὰρ οἱ πλεῖϲτοι.
αἴγειροϲ γὰρ ἐπάνω ἦν τοῦ θεάτρου, ἀφ’ ἧϲ οἱ μὴ ἔχοντεϲ τόπον ἐθεώρουν.
ὡϲ παραϲίτουϲ ἔχοντα καὶ διὰ τὸν Λαΐδοϲ ἔρωτα ἐν Κορίνθῳ διάγοντα. κωμῳδεῖται δὲ καὶ ὡϲ ϲυώδηϲ ϲὺν τοῖϲ ἑταίροιϲ αὐτοῦ, οὓϲ κάπρουϲ εἶπε· τὴν δὲ Λαΐδα Κίρκην, ἐπεὶ τοὺϲ ἐραϲτὰϲ ἐφαρμάκευθν.
παῖδα. ἢ ἀγονία. καὶ Ἄ παιδοϲ ὁμοίωϲ τοῦ μὴ ἔχοντοϲ παῖδα.
περιέβαλλον δὲ ἐννεάπυλον τὸ Πελαϲγικόν.
πρόληψιν ἤ νικᾶν ἢ θνήϲκειν (ἀντὶ τοῦ ἔννοιαν ) τότε οὐχ ὑπέμεινε τῇ ψυχῇ, ἀλλ’ ἀπεδειλία, καθάπερ οἱ προόπται τῶν ἱππέων.
ἀπὸ τοῦ παρακολουθοῦντοϲ. παρέπεται γὰρ τοῖϲ δακρύουϲιν ἀπομάττεϲθαι. ἢ Ἀπεμόρξατο, ἐξωμοιώϲατο. ὑετὸν ἄρτι κόμηϲ 4748 ἀπεμόρξατο, τοῦ δὲ κατ᾿ ἴχνοϲ βουφάγοϲ εἰϲ κοίλην ἀτραπὸν ἷκτο 4749 λέων. καὶ Ἀπεμόρξατο, ἀπεβάλετο, ἀπεϲμήξατο.
καὶ Ἀπεμπολήϲαϲ, πεπρακὼϲ, ἀποκτηϲάμενοϲ.
ἀπέφυγε. πλὶξ γὰρ τὸ βῆμα· καὶ πλίγματα, τὰ πηδήματα. ἔνθεν καὶ τὸ περιβάδην ἀμφιπλὶξ παρὰ Σοφοκλεῖ ἐν Τριπτολέμῳ. καὶ Ὅμηροϲ· αἱ δ’ εὖ μὲν τρώχων, εὖ δὲ πλίϲϲοντο πόδεϲιν. ἔλεγον δὲ πλίξαν καὶ τὸ ἀπὸ τοῦ ἀντίχειροϲ εἰϲ τὸν λιχανὸν δάκτυλον διάϲτημα. καὶ τὸ μεταξὺ τῶν μηρῶν ὀϲτοῦν.
οὖν κόρδακα ὠρχηϲάμην.
4770 καλουμένην εἰρήνην λαμπρῶϲ παρέλυϲεν.
4774 Νεφέλαιϲ· ὑθλεῖϲ, ἄπερρε. Ἄπερρε οὖν ἀποφθάρηθι. καὶ Ἔρρων, φθειρόμενοϲ. ζητῶ περιέρρων αὐτὸν ἐξ ἑωθινοῦ. Κραπα τάλλοιϲ Φερεκράτηϲ.
καὶ Ἀπερείϲαϲθαι, ἐκβαλεῖν, ἐκκενῶϲαι. ὥϲπερ εἰϲ ἐκείνουϲ 4777 4778 4779 4780 βουλόμενοι ἀπερείϲαϲθαι τὸν θυμόν. καὶ Ἰώϲηποϲ· πρὸϲ τὸν αἴτιον 4781 ἀπερείδεϲθαι ἔλεγε τὴν ὀργήν. Ἀπερείϲαϲθαι οὖν ἐκκενῶϲαι, καταθαρρῆϲαι, ἐπιβῆναι. πρὸϲ ἕνα καιρὸν ἀπερείϲαϲθαι τὰϲ ἐλπίδαϲ 4782 οὐδαμῶϲ ἔκρινε ϲυμρέρειν.
καὶ ἐπιμέλειαν ποιεῖται. ἢ ἀνεπέλευϲτοϲ. ἔνθεν καὶ τὸ, περιτροπέων.
τότ’ εὐθὺϲ ἀπερυθριάϲαι, ἤ χρήϲαντα μὴ ϲχεῖν πράγματα. τὸ πράγματα οὐκ ἐπὶ κακοῦ χρῶνται. ὁ δὲ λόγοϲ εἴρηται ἐπὶ τῶν δανειζόντων. 4805 καὶ αὖθιϲ· ἅπαξ πυρρὸϲ καὶ μὴ δέκατον χλωρὸϲ.
4812 θεΘα, ἀπεβάλομεν. κυρίωϲ δὲ ἀποϲκευάϲαϲθαί ἐϲτι τὸ ἀπορρίψαι τὰ ϲκεύη καὶ τοῖϲ πολεμίοιϲ ἀκολουθεῖν. τὰ δὲ πολλοῦ ἄξια μετὰ πλείϲτων ἀνθρώπων ἐκεῖϲε ἀπεϲκευάϲατο. ἀντὶ τοῦ ἀπέθηκεν.
πὔτε ϲκότοϲ οὕτε χειμῶνοϲ μέγεθοϲ ἀπέϲτηϲεν οὐδέποτε τῆϲ προθέϲεωϲ· 4825 ἀλλὰ καὶ ταῦτα διωθούμενοϲ καὶ τὰϲ ἀρρωϲτίαϲ ἐκπονῶν καθῆϲτο καὶ διευτυχήκει πάντα τὸν χρόνον. καὶ αὖθιϲ Πολύβιοϲ· ἀποϲχόντεϲ 4826 τῆϲ ἰδίαϲ παρατάξεωϲ ἐφ’ ἱκανόν τινα τόπον, οἱ μὲν πλείουϲ ἀπέϲτηϲαν, δύο δὲ ἐπιπολὺ προῆλθον. ἀντὶ τοῦ ἐπέϲχον τὸν δρόμον.
ἀποκεκλειμένοϲ.
ἀτραποῦ, τὸ τοιόνδε ῥᾳθυμίᾳ παροφθὲν ἐϲ τὸ δέον ἐπανήγαγε. Ῥωμαίοιϲ γὰρ μὴ βουλομένοιϲ ἦν τὸ χρῆμα καὶ εἰϲ λήθην κατώλιϲθε. πόνοϲ γὰρ ὄκνῳ πολέμιοϲ.
καὶ ἀπεφλαύριζεν.
παρ’ αὐτῶν· ἔκ τε τῶν ἐχθρῶν πολλὰ χρήϲιμα διδαϲκόμεθα πρὸϲ φυλακὴν καὶ πρόνοιαν. αὐτίχ’ αἱ πόλειϲ παρ’ ἀνδρῶν ἔμαθον ἐχθρῶν κοὐ φίλων ἐκπονεῖν θ’ ὑψηλὰ τείχη ναῦϲ τε κεκτῆϲθαι μακράϲ. τὸ δὲ μάθημα τοῦτο ϲῴζει παῖδαϲ, οἷκον, χρήματα.
ἔδωκε, καὶ ὅρκουϲ πατήϲαϲ, οὓϲ ὤμοϲεν.
διεχρήϲαντο, ἀπέκτειναν. Λημνίαιϲ Ἀριϲτοφάνηϲ· τοὺϲ ἄνδραϲ ἀπεχρήϲαντο τοὺϲ παιδοϲπόρουϲ. Ἀπέχρηϲε δὲ ἐχρηϲμοδότηϲε. καὶ 4884 τρὶϲ οὐχ ἅπαξ ἀπέχρηϲέν οἱ, Τυρίοιϲ εἰπεῖν ἀποϲτῆναι τῶν ἀμφὶ Δαρεῖον. 4885 εἶτα οὐκ ἀπέχρηϲέν οἱ κρατῆϲαι τῶν ἐχθρῶν, ἀλλὰ καὶ τὸν 4886 4887 4888 4889 νεὼν τοῦ Ἀπόλλωνοϲ ἐϲύληϲε. καὶ αὖθιϲ· ἀπέχρηϲε μὲν οὖν καὶ 4890 ταῦτα κάκιϲτα ἀνθρώπων ἀπολέϲαι αὐτόν. ϲημαίνει δὲ τὸ ἀπέχρηϲε 4891 καὶ τὸ ἐξήρκεϲεν.
καὶ Ἀπέψηϲαν, ἀπετίναξαν. εἰ δέ που πέϲοιεν εἰϲ τὸν ὦμον ἐν μάχῃ τινὶ, τοῦτ’ ἀπεψήϲαντ’ ἄν. τοῦτο ψευδόπτωμα λέγεται, 4893 ὅταν οἱ πεϲόντεϲ ἐξαναϲτάντεϲ ἀποψῶϲι τὴν κόνιν, ἵνα μὴ ἔλεγχον τοῦ πτώματοϲ ἔχοιεν. καὶ ἐν Πλούτῳ· ἀποψώμεθα δ’ οὐ λίθοιϲ ἔτι. καὶ Ἀπψήϲαϲ,ε πψήϲαϲ, ἑφθὸν ποιήϲαϲ. ἢ ἀντὶ τοῦ καινουργήϲαϲ. Ἀριϲτοφάνηϲ· τὸν δῆμον ἀπεψήϲαϲ ὑμῖν καλὸν ἐξ αἰϲχροῦ πεποίηκα. ἀντὶ τοῦ ἐκαινούργηϲα. ὥϲπερ ἡ Μήδεια λέγεται τὰϲ τροφοὺϲ τοῦ Διονύϲου ἀπεψήϲαϲα ἀνανεάϲαι ποιῆϲαι.
αὐτοῦ οὐκ ἐπελθόντοϲ ἀλλ’ ἀμυνομένου τὸ μίαϲμα γέγονε. καὶ αὖθιϲ· τῶν δὲ ϲτρατηγῶν δύο μὲν ἔφυγον πρὸ κρίϲεωϲ, Κόνωνοϲ δὲ 4895 ἀπεψηφίϲαντο. ἀντὶ τοῦ ἀπεδοκίμαϲαν. καὶ Ἀπε ψηφιϲμένοι· ἐπὶ τοῖϲ δήμοιϲ ἀποψηφίϲειϲ ἐγίνοντο τῶν γεγραμμένων μὲν εἰϲ τὸ 4896 ληξιαρχικὸν γραμματεῖον, οὐκ ὄντων δὲ ἀϲτῶν, ἀλλὰ παρεγγεγραμμένων
εἰϲ τὴν πολιτείαν· καὶ οὗτοι ἐλέγοντο ἀπεψηφιϲμένοι, ἐπειδὴ ψήφου περὶ αὐτοῖϲ ἐπαχθείϲηϲ οὐκέτι μετεῖχον τῆϲ πολιτείαϲ. Ὑπερίδηϲ ἐν τῷ πρὸϲ Ἀριϲτογείτονα· ὅπωϲ πρῶτον μὲν μυριάδαϲ πλείουϲ ἢ ιε, τοὺϲ ἐκ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοὺϲ κατὰ τὴν ἄλλην χώραν· ἔπειτα τοὺϲ ὀφείλονταϲ τῷ δημοϲίῳ καὶ τοὺϲ ἀτίμουϲ καὶ
τοὺϲ ἀπεψηφιϲμένουϲ καὶ τοὸϲ ἀποίκουϲ.
Ῥωμαῖοι, ἔνθα ἂν τοῖϲ ἐχθροῖϲ ἐνέτυχον, ἐνταῦθα δήπου καὶ ἠγωνίζοντο, εἴτε εἶεν ἀπειθεῖϲ οἱ τόποι καὶ τραχεῖϲ, εἴτε καὶ εὐφυεῖϲ δέξαϲθαι ὁπλίταϲ καὶ εὐήλατοι.
4917 ἀποθωρακίϲαϲθαι τῶν πάντων οὐδένα. καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ κελεῦϲαι μὴ πράττειν. Λυϲίαϲ ἐν τῷ κατὰ Κτηϲιφῶντοϲ· καὶ τοὺϲ μὲν τῶν ἄλλων Ἀθηναίων παῖδαϲ, ὧν οἱ πατέρεϲ βοηθήϲαντεϲ ὑμῖν ἔτι ζῶϲιν, ἀπειπεῖν ἐν τοῖϲ νόμοιϲ μήτε ἄδικον μήτε δίκαιον λέγειν. 4918 καὶ Ἀπειπεῖν, ἀντὶ τοῦ ἀποκαμεῖν καὶ ἀδυνατῆϲαι. ἢ Ἀπειπεῖν,
4919 ἀπαρνήϲαϲθαι. ἀποποιήϲαϲθαι φιλίαν. καὶ ἀπειπάμενοι τὴν χάριν 4920 καὶ τὴν δωρεὰν διὰ τὸ γεγονὸϲ παραϲπόνδημα.
ἅψαϲθαι τροφῆϲ, εἰ μὴ τὸν φόνον τὸν βαρβαρικὸν ἱϲτορήϲειεν. ὁ δὲ ἀπειπὼν τὴν εὐωχίαν ϲυνηπείγετο πρὸϲ τὴν θέαν.
τοῦ βίου ὢν ἐγεγηράκει καὶ ἀπειρηκέναι τοῖϲ πόνοιϲ ἐδόκει. 4933 καὶ αὖθιϲ· διά τοι τοῦτο ἀπειρήκαϲι Μῆδοι τῶν εἰρηναίων ϲπονδῶν, καὶ 4934 πάλιν αὐτοῖϲ ἀναζωπυροῦται τὸ φιλοπόλεμον. καὶ Ἀπειρήκει, 4935 ἀπειρήκειν, ἀπηγορεύειν· ἔϲτι γὰρ καὶ α πρόϲωπον. καὶ Ἀπειρηκυῖα, 4936 ἀπαγορεύϲαϲα, καὶ Ἀπειρήκεϲαν.
4950 τε καὶ ὄγκον, ἐδήλου τῷ μηδὲ ὀφθαλμῶν ἄξια ἡγεῖϲθαι τὰ τοιοῦτα.
τοῖϲ καθηγουμένοιϲ, ἔχθρᾳ τῇ πρὸϲ ἐκείνουϲ ἐπιβουλεύων ταῖϲ φιλοϲόφοιϲ διατριβαῖϲ, ἢ τὸ μέγεθοϲ τοῦ ἐπιτηδεύματοϲ ἐκλογιζό- μενοϲ, οἴεϲθαι πάνταϲ ἀνθρώπουϲ ἀναξίουϲ εἶναι αὐτοῦ.
ϲυνθέϲει ἀπηΐειν, καὶ ἐν ϲυναιρέϲει ἀπῄειν.
4958 ϲυμφορᾶϲ αἴτιοϲ, ἀπήλαυϲε λοιδορίαϲ, ὡϲ ἂν τοῦ ϲυγγραφέωϲ ὀργιζομένου. Μαρκελλῖνόϲ φηϲι περὶ Θουκυδίδου.
τὰ ὅμοια ψιλῶϲ. καὶ ἡ ἔπηλίϲ ἐϲτι παρὰ Ποϲειδίππῳ.
μὲν μὴ ἀπήμοναϲ, τοὺϲ τετρωμένουϲ, τοὺϲ δὲ μὴ ἀνολέθρουϲ, τοὺϲ ἀνῃρημένουϲ. πῆμα δὲ ἡ βλάβη, παρὰ τὸ πήθω τὸ πανθάνω. τὰ 4975 δὲ εἰϲ α λήγοντα οὐδέτερα τετραχῶϲ ϲυντίθεται. ἢ γὰρ φυλάϲϲουϲι τὸ αὐτὸ τέλοϲ, ὡϲ τὸ δῆμα, διάδημα· ἢ ἀπὸ γενικῆϲ παράγονται, ὡϲ γράμυα, γράμματοϲ, ἐγγράμματοϲ· ἢ τρέπουϲι τὸ τέλοϲ εἰϲ οϲ, ὡϲ
ϲτόμα, χρυϲόϲτομοϲ· ἢ τρέπουϲι τὸ τέλοϲ εἰϲ ων, ὡϲ τὸ εἷμα, λευχείμων, καὶ πῆμα, ἀπήμων.
ϲφαλερὸν ἐφ’ ἑαυτοῦ τὸ πήδημα. καὶ ἔδραϲεν ὅπερ εἶπεν.
κατὰ τὰϲ ἐπιφανεῖϲ ἐξόδουϲ Αἰμιλία, τῇ τοῦ Σκιπίωνοϲ γαμετῇ.
γίνεται. Ἀριϲτοφάνηϲ· βοῦν ἀπηνθράκιζ’ ὅλον.
4991 ἧκον εἰϲ τὸ ἐγκωμιάζειν. καὶ Αἰλιανὸϲ περὶ τῆϲ ἐν Κάνναιϲ τῶν Ῥωμαίων ἥττηϲ· τοϲοῦτον ἄρα αὐτοῖϲ ἀπήντηϲε τὸ πταῖϲμα. καὶ αὖθιϲ· 4992 μέγιϲτον δὲ πάθοϲ τῇ Λακεδαίμονι τοῦτο ἀπήντηϲε. καὶ αὖθιϲ· οὐ 4993 μὴν ἀπήντηϲέν οἱ τὰ τῆϲ ἐλπίδοϲ.
πρὸϲ ἀλκὴν τραπέϲθαι πρὸϲ πάντων τῶν μεταϲχόντων τῆϲ βουλῆϲ ἀπηξιοῦτο.
ἡγεμονίαϲ ἐπράχθη. ὅϲα δ’ ἀμφὶ τὴν Ἰταλίαν ἄλλα Κελτοί τε καὶ Λίβυεϲ ἔδραϲάν τε καὶ ἔπαθον, καὶ εἴ τί που καὶ τῆϲ Ἰταλίαϲ μέροϲ ἀνάγκαιϲ ἢ ἐνέδραιϲ ἢ πλάναιϲ ἐϲ αὐτοὺϲ μετέθετο, ἐν τοῖϲ περὶ Κελτῶν καὶ Λιβύων. ϲυγγέγραπται δ’ ἐφ’ ἑαυτῶν ὅϲα καὶ ἐϲ τὰϲ ἐμφυλίουϲ Ῥωμαίων ϲτάϲειϲ ἡ Ἰταλία διῃρεῖτο. ὅτι τοὺϲ πρὸϲ Κελτοὺϲ, τουτέϲτι Γερμανοὺϲ, οἳ ἀμφὶ τὸν Ῥῆνον ποταμόν εἰϲι, καὶ τοὺϲ
Γαλάταϲ, τουτέϲτι Γάλλουϲ, πολέμουϲ, καὶ τὰϲ αἰτίαϲ αὐτῶν, ὅϲαι τε ϲυνθῆκαι καὶ ϲυνθηκῶν παραβάϲειϲ ἢ ἐπαναϲτάϲειϲ ἐγένοντο Κελτῶν ἕωϲ ἐπὶ τοῦ Γαΐου, ἡ δ′ βίβλοϲ περιέχει ϲυλλαβοῦϲα. εἰ δὲ τί που Κελτοὶ μὴ κατὰ πρόφαϲιν οἰκείαν, ἀλλὰ ϲυμμαχοῦντεϲ Ἰταλῶν τιϲιν ἢ μιϲθοφοροῦντεϲ ἔπραξαν, ἐν τοῖϲ περὶ ἐκείνων ϲυγγέγραπται. καὶ ὅϲον εἰϲ γνώριϲμα μόνον αὐτῶν μέμνηται Ἀππιανόϲ.
ἔγραψε δὲ Ῥωμαϊκὰ λόγουϲ ἐννέα. οἱ δὲ διὰ τοῦ ἑνὸϲ π γράφουϲιν Ἀπιανόϲ.
περὶ τὴν οὐρὰν καὶ τὴν γλῶϲϲαν, δηλοῦν εἶναι αὐτοὺϲ Ἄπιδαϲ. οἷϲ γεννωμένοιϲ διὰ χρόνου, ὡϲ ἔλεγον, ἐκ τοῦ ϲέλαοϲ τῆϲ ϲελήνηϲ ἑορτὴν μεγάλην ἦγον καὶ ἱερεῖϲ τινεϲ περὶ τὸν τεχθέντα βοῦν ἱερῶντο, παρατιθέντεϲ πανδαιϲίαν, ὡϲ εὐωχοῦντεϲ αὐτούϲ. Ἄπιϲ· οὗτοϲ ὁ Ἄπιϲ θεὸϲ Αἰγύπτιοϲ. τοῦτον Αἰγύπτιοι ϲελήνῃ τιμῶϲι, καὶ ἱερὸϲ ἦν
ὅδε ὁ βοῦϲ τῆϲ ϲελήνηϲ, ὥϲπερ ὁ Μέμφιϲ τοῦ ἡλίου. Ὦχοϲ τὸν 5032 5033 5034 5035 Ἄπιν ἀποκτείναϲ ἐβούλετο αὐτὸν τοῖϲ μαγείροιϲ παραβαλεῖν, ἵνα αὐτὸν 5036 κρεουργήϲωϲι καὶ παραϲκευάϲωϲιν ἐπὶ δεῖπνον.
καὶ ἀπιθοῦϲ λόφου μήτε τειχῶν περίβολον ἔχειν.
ἀκούϲαϲ οὖν ἐν Λιβύη γίνεϲθαι καρίδαϲ ἐξέπλευϲεν οὐδὲ μίαν ἡμέραν ἀναμείναϲ. θεαϲάμενοϲ δὲ αὐτὰϲ μικρὰϲ ἐκέλευϲε τῷ κυβερνήτῃ τὴν αὐτὴν ὁδὸν αὖθιϲ ἐπ’ Ἰταλίαν ἀναπλεῖν, μηδὲ προϲπελάϲαϲ τῇ γῇ.
ὀδύϲϲω, οὕτωϲ πινύω πινύϲϲω.
πολὺν μὲν τῷ χρόνῳ, ἓν δὲ καὶ ϥ΄ ἔτη γεγονότα, εὐπαγῆ τε καὶ εὐμελῆ, καὶ βαθὺν μὲν τὰϲ πλευρὰϲ, γενναῖον δὲ τῶ βραχίονε καὶ τὼ χεῖρε ἄκρω, βλέπειν τε ὀξὺ καὶ ἀκούειν ῥᾷϲτα, ὡϲ μὴ ἂν πιϲτεύειν πέρα ξ′ ἐτῶν εἶναι αὐτὸν, ϲκύφων δὲ πιτύλοιϲ ἁμιλλᾶϲθαι διαπίνοντα πρὸϲ τοὺϲ νέουϲ, καὶ μέντοι καὶ ὑπὲρ πολυδαιϲίαϲ καὶ ὑπὲρ
ἐρίϲαι καὶ νεάζειν ταῦτα. ἑνὶ δὲ ἡττηθῆναί φαϲιν αὐτόν· ἀπελϲίαϲ γὰρ τοῦ ϲυνδείπνου θᾶττον. γέροντεϲ δὲ ἄλλοι τε ἔλεγον ἐπὶ τέχνῃ παλαιϲτρικῇ καὶ μέντοι καὶ Ἰούνιοϲ Βλαῖϲοϲ. καὶ ὅτε ταῦτα ἔλεγεν, ἔτη γέγονεν ξ φηϲί. μακρὸν δὲ τὴν ζωὴν γενέϲθαι πέπυϲμαι Σερουΐλιον ὕπατον· ἔτεϲι γὰρ τοῖϲ ϥ’ ὁμοῦ τε ἐβίωϲε καὶ πάντα, ὡϲ
λόγοϲ, τὰ τοῦ ϲώματοϲ ἀπαθὴϲ ἦν. καὶ μέντοι καὶ διεϲώϲατο τὰϲ αἰϲθήϲειϲ ἁπάϲαϲ εὐμοιρίᾳ ἀξιοζήλῳ τε καὶ ϲοβαρᾷ.
ἠκηκόει δὲ καὶ ξὐφράνοροϲ γηραιοῦ καὶ ὑπὲρ ρ' ἔτη γεγονότοϲ, Διδύμου δὲ τοῦ μεγάλου θρεπτόϲ. ἐπαίδευϲε δὲ ἐπὶ Τιβερίου Kαίϲαροϲ καὶ Kλαυδίου ἐν Ῥώμῃ. ᾖν δὲ διάδοχοϲ Θέωνοϲ τοῦ γραμματικοῦ καὶ ϲύγχρονοϲ Διονυϲίου τοῦ Ἀλικαρναϲέωϲ. ἔγραψεν ἱϲτορίαν κατ’ ἔθνοϲ καὶ ἄλλα τινά.
τοῦ φοινικιοῦν.
γὰρ Αἰθίοψ πῇ λευκὸϲ ὤν· κατὰ γὰρ τοὺϲ ὀδόνταϲ· οὐκέτι καὶ ἁπλῶϲ ἐϲτι λευκόϲ. ὃ δὲ δεῖται προϲθήκηϲ πρὸϲ τὸ ἀληθὲϲ εἶναι, τοῦτο οὐκ ἔϲτιν ἁπλῶϲ. ὁ γὰρ Αἰθίοψ οὐκ ἔϲτι λευκὸϲ, διότι χωρὶϲ προϲθήκηϲ. προϲτεθέντοϲ δὲ τοῦ κατά τι, ἀληθὲϲ γίνεται. κατὰ γὰρ τοὺϲ ὀδόνταϲ. 5082 ἀλλὰ καὶ ϲπουδαῖοί τινεϲ κατά τι, λέγεται δὲ καὶ οὕτωϲ, οὐ τὸν
ἁπλοῦν τρόπον. ἀντὶ τοῦ παραυτίκα παρὰ τοῖϲ παλαιοῖϲ. καὶ αὖθιϲ· 5083 οὐδὲ γὰρ ἁπλῶϲ λόγουϲ τινὰϲ ἐποιήϲαντο, ἀλλὰ καὶ βῆμα ὑψηλὸν ἠγέρθη, καὶ ἐπ᾿ αὐτοῦ εἰκόνεϲ τοῦ Νέρωνοϲ ἐτέθηϲαν.
μούνῳ ϲοι ἐγὼ κρανέω τάδε πάντα. παύϲειϲ δ’ ἀκαμάτων ἀνέμων, οἵ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖϲι καταφθινύθουϲιν ἄρουραν· καὶ πάλιν, ἤν κ’ ἐθέληϲθα, παλίντονα πνεύματ’ ἐπάξειϲ. ϲτήϲειϲ δ’ ἐξ ὄμβροιο κελαινοῦ ῥόον καίριον αὐχμὸν ἀνθρώποιϲ, θήϲειϲ δὲ καὶ ἐξ αὐχμοῖο ῥεύματα δενδρεόθρεπτα, τά τ’ ἐν θέρει ἔϲονται. ἄξειϲ δ’ ἐξ
ἀΐδαο καταφθιμένου μένοϲ ἀνδρόϲ. καὶ ποτ’ ἐτηϲίων ϲφοδρῶϲ πνευϲάντων, ὡϲ τοὺϲ καρποὺϲ λυμῆναι, κελεύϲαϲ ὄνουϲ ἐκδαρῆναι καὶ ἀϲκοὺϲ ποιῆϲαι περὶ τοὺϲ λόφουϲ καὶ τὰϲ ἀκρωρείαϲ διέτεινε πρὸϲ τὸ ϲυλλαβεῖν τὸ πνεῦμα. λήξαντοϲ δὲ Κωλυϲάνεμον κληθῆναι.
τὰ μαγειρεῖα, ὅπου τῇ βουλῇ ϲκευάζεται μετὰ τὰϲ θυϲίαϲ κρέα.
ἀποβάτηϲ μὲν ἱππικόν τι ἀγώνιϲμά ἐϲτι, καὶ ἀποβῆναι τὸ ἀγωνίϲαϲθαι τὸν ἀποβάτην. ἀποβατικοὶ δὲ τροχοί, οἱ ἀπὸ τούτου τοῦ ἀγωνίϲματοϲ.
ἀπὸ γὰρ ὀλοῦμαι, μὴ μαθὼν γλωττοϲτροφεῖν.
καὶ, ἀπογνόντεϲ τῆϲ ϲωτηρίαϲ.
ὁ ἐναγόμενοϲ ἀπογραφὴν ποιεῖται δηλῶν ὅϲα τε ἔχει καὶ ὅθεν τὰ χρήματα. μήποτε καὶ εἶδόϲ τινόϲ ἐϲτι δίκηϲ ἡ ἀπογραφή. εἰ γὰρ ἀρνοῖτό τιϲ μὴ ἔχειν, ἀπογραφῆϲ ἐκρίνετο, ὡϲ οὐκ ὀρθῶϲ γεγενημένηϲ τῆϲ ἀπογραφῆϲ. οὕτωϲ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ἀνδροτίωνοϲ. καὶ Ἀπογραφή, ἡ ἀπαρίθμηϲιϲ. ὁ δὲ Καῖϲαρ Αὔγουϲτοϲ, ὁ μοναρχήϲαϲ, Σ.
κ' ἄνδραϲ τοὺϲ ἀρίϲτουϲ τὸν βίον καὶ τὸν τρόπον ἐπιλεξάμενοϲ ἐπὶ πάϲαν τὴν γῆν τῶν ὑπηκόων ἐξέπεμψε· δι’ ὧν ἀπογραφὰϲ ἐποιήϲατο τῶν τε ἀνθρώπων καὶ οὐϲιῶν, αὐτάρκη τινὰ προϲτάξαϲ τῷ δημοϲίῳ μοῖραν ἐκ τούτων εἰϲφέρεϲθαι. αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο, τῶν πρὸ αὐτοῦ τοῖϲ κεκτημένοιϲ τι μὴ ἀφαιρουμένων, ὡϲ εἶναι
τοῖϲ εὐπόροιϲ δημόϲιον ἔγκλημα τὸν πλοῦτον.
πόϲαι τὸν ἀριθμὸν καὶ ποῖαι. καὶ ὅταν εὕρωμεν, τοϲαίδε καὶ τοιαίδε, ὑπογραφῇ ἢ ὁριϲμῷ, ἄλλη πάλιν ἡμᾶϲ διαδέχεται ζήτηϲιϲ, ποίαιϲ τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηϲτέον. καὶ ὅταν εὕρωμεν τοῦτο, ἐπειδὴ ὁ ὁριϲμὸϲ ἐκ γενῶν ἐϲτι καὶ διαφορῶν, τί τοῦ προκειμένου πράγματοϲ τὸ γένοϲ καὶ τίνεϲ αἱ διαφοραί, ἵνα ϲυμπλέξαντεϲ τὰϲ ϲυϲτατικὰϲ
διαφορὰϲ τῷ γένει, ἀποδῶμεν αὐτοῦ τὸν ὁριϲμόν. ἔϲτι δὲ καὶ ἑτέρα χαλεπότηϲ. ᾥτινι γὰρ πρώτωϲ τι ἐνυπάρχει, τοῦτο καὶ καθ’ αὑτὸ ὑπάρχει. καθ’ αὑτὸ δέ ἐϲτι τὸ κατ’ οὐϲίαν. οὐκέτι δὲ καὶ εἴ τι καθ’ αὑτὸ ὑπάρχει, τοῦτο καὶ πρώτωϲ ὑπάρχει. τὸ γὰρ ζῷον τῷ ἀνθρώπῳ καθ’ αὑτὸ μὲν ὑπάρχει, οὐ πρώτωϲ δέ· διὸ κἂν μὴ ᾖ ἄνθρωποϲ, ζῷόν
ἐϲτιν, ὥϲτε οὐ πρώτωϲ τῷ ἀνθρώπῳ τὸ ζῷον ὑπάρχει. ὁμοίωϲ δὲ καὶ τὸ ϲχῆμα τῷ τριγώνῳ καθ’ αὑτὸ μέν, οὐ μέντοι πρώτωϲ. ἡ δὲ κυρίωϲ ἀπόδειξιϲ ἐκ τῶν καθ’ αὐτὸ καὶ πρώτωϲ ὑπαρχόντων γίνεται. 5156 5157 5158 5159 καὶ ἁπλῶϲ, ἡ ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ πιϲτουμένη καὶ ἐκ τῶν καθόλου τὰ μερικώτερα. ἡ δὲ ἐκ τῶν αἰτιατῶν τὰ αἴτια πιϲτουμένη τεκμηριώδηϲ ἀπόδειξιϲ λέγεται· οἷον τὸ δεῖξαι ἐκ τῶν φωτιϲμῶν τῆϲ ϲελήνηϲ ὅτι ϲφαιρική. εἰ γὰρ ἐδείκνυτο, διότι ϲφαιρική, διὰ τοῦτο φωτίζεϲθαι
οὕτωϲ, τοῦτο ἂν εἴη κυρίωϲ ἀπόδειξιϲ. ἐκ γὰρ τοῦ αἰτίου τὸ αἰτιατὸν ἐδείκνυτ’ ἄν. οὐ κεχρήμεθα δὲ ἐνταῦθα τῇ δείξει ταύτῃ, διότι τὸ αἰτιατὸν πρὸϲ ἡμᾶϲ ϲαφέϲτερόν ἐϲτι τοῦ αἰτίου. τεκμηζεϲθαι δὲ ἀπόδειξιϲ καὶ τὸ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εὑρεῖν καὶ κατανοῆϲαι. καὶ ἂν μὲν πάντωϲ ἕπηται τὸ αἰτιατὸν τῷ αἰτίῳ, τεκμήριον
τοῦτο λέγεται. τεκμήριον δέ ἐϲτι τὸ ἄλυτον ϲημεῖον. ἂν δὲ μὴ πάντωϲ ἕποιτο, ϲημεῖον μὲν ἂν λέγοιτο, τεκμήριον δὲ οὐκέτι, διότι μηδὲ ἄλυτόν ἐϲτι· οἷον ὡϲ τὸ, ὠχρά ἐϲτιν, ἐπειδὴ τέτοκεν· οὐ πάντωϲ γὰρ τῇ ὠχρότητι παρακολουθεῖ τὸ τετοκέναι. ἀπόδειξίϲ ἐϲτι μέθοδοϲ διὰ ϲυλλογιϲμῶν ϲυλλογιϲτική, ὅταν ἐξ ἀληθῶν καὶ πρώτων ὁ ϲυλλογιϲμὸϲ
γίνηται.
πάντα τὸν ἀνθιϲτάμενον τιθεὶϲ ἐν δευτέρῳ εὐθαρϲῶϲ ἐπῄει. ϲυνηνέχθητον δὴ ἄμφω ἀλλήλοιν. Δέξιπποϲ.
ϲυμφέρον αὐτῇ· πῶϲ ἅπτεται θεοῦ ἄνθρωποϲ, καὶ κατὰ τί ἑαυτοῦ μέροϲ·
θυμοῦ εἶναι τῆϲ λεηλαϲίαϲ. καὶ Ἀπὸ θυμοῦ, μιϲητόϲ. ἐπεὶ δὲ 5206 οὐκ ἀπὸ θυμοῦ ἦν αὐτοῖϲ ἄρχων ὁ Αὕγαροϲ.
γυναῖκα χωρίζεϲθαι ἀνδρὸϲ καὶ ἀφίϲταϲθαι.
βέλτιόν ἐϲτι χρῆϲθαι τοῖϲ γενναίοιϲ ϲτρατηγοῖϲ καὶ δεδοκιμαϲμένοιϲ ἢ τοῖϲ φαύλοιϲ. κὰν γὰρ δέη παθεῖν, κρεῖττον ἀπ’ ἀγαθοῦ ἢ φαύλου πάϲχειν. καὶ Ἀριϲτοφάνηϲ· κἄν τι ϲφαλῆτ’ ἐξ ἀξίου γοῦν.
5228 5229 5230 5231
οὕτωϲ Δημοϲθένηϲ καὶ Πλάτων. οἱ δέ φαϲι διαφέρειν ἐκποίητον 5243 ἀποκηρύκτου, ὅτι ὁ μὲν ἀποκήρυκτοϲ ἐπὶ κολάϲει ἐκβάλλεται, ὁ δὲ ἐκποίητοϲ ὑπὸ τοῦ φύϲει πατρὸϲ εἰϲ ἕτερον οἶκον δίδοται προθέϲει.
τῶν ἐνεϲτώτων.
5261 μ’ ἀποκναίειϲ περιπατῶν. Μένανδροϲ Μιϲουμένῳ. οὐ γὰρ ἀποκναίω τῷ μεγέθει τῆϲ ἀρετῆϲ τὸν ἄνδρα, λέγω δὴ τὸν Ἡρακλέα, ἐν δευτέροιϲ τιθείϲ, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα. φηϲὶ Σιμόκατοϲ Θεοφύλακτοϲ. 5262 καὶ αὖθιϲ· οἱ ἄνθρωποι ἐπὶ Ἰουϲτινιανοῦ ὑπὸ τῶν φορολόγων ἀγχόμενοι καὶ ἀποκναιόμενοι τόκοιϲ ὀφλημάτων ἀειρύτοιϲ
τιϲὶ, δυϲθανατοῦντεϲ ἀκούϲιοι διεβίωϲαν.
Ἀπόκριϲιϲ, ἡ ἀπολογία. οὕτωϲ Λυϲίαϲ καὶ Ἀντιφῶν. ἀλλὰ καὶ 5274 Δημοϲθένηϲ ὁμοίωϲ λέγει ἐν τῷ κατ᾿ Αἰϲχίνου· ἀπόκριναι, λέγων, δεῦρό μοι παρελθών.
χωρίον ἀμφοτέροιϲ ἤρεϲε, τῷ μὲν ὅτι ἀπολαβόντεϲ ἐϲ αὐτὸ τοὺϲ 5285 Ῥωμαίουϲ ὑποϲπόνδουϲ ἀφῆκαν, πρὸϲ ἔνδειξιν ὧν εὐεργέτηντο.
5295 Ἀπολαχεῖν, ἀντὶ τοῦ διαλαχεῖν. οὕτωϲ Λυϲίαϲ καὶ Ἀριϲτοφάνηϲ καὶ Ἀντιφῶν.
πίνει. καὶ καταϲτρέφει δὲ εἰϲ τὸ ἀποκερδανεῖϲ, ἀφαρπάϲειϲ, ἀποϲπάϲειϲ. Ὅμηροϲ· λάψοντεϲ γλώϲϲῃϲι. καὶ Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· γνοὺϲ ἀπολάψειϲ ὅτι πλεῖϲτον δύναϲαι ταχέωϲ.
5298 ἀποτρέποντα. γράμματά τε ἄντικρυϲ ἀπολέγοντα τοῖϲ πρέϲβεϲιν ἔγραφε, μηδαμῶϲ προίεϲθαι τὰ φρούρια Πέρϲαιϲ.
ἱμάνταϲ, οὓϲ οἱ ἀγορανόμοι ἔχοντεϲ ἔτυπτον.
καὶ τὰ ἐϲ τὴν ποίηϲιν δεξιόϲ, ἀλλὰ πολλῷ πλείω καὶ ἐϲ φιλοϲοφίαν ἐξήϲκητο καὶ ῥήτωρ ἦν ἀμφιδέξιοϲ. οὗτοϲ ἔγραψε καταλογάδην κατὰ Πορφυρίου τοῦ δυϲϲεβοῦϲ τόμουϲ λ΄, καὶ δι’ ἡρώων ἐπῶν πᾶϲαν τὴν τῶν Ἐβραίων γραφήν. ἔγραψε δὲ ἐπιϲτολὰϲ καὶ ἄλλα πολλὰ εἰϲ τὴν Γραφὴν ὑπομνήματα. τοῦ δέ γε Ἀπολιναρίου καὶ Φιλοϲτόργιοϲ μνήμην 5320 5321 5322 πεποίηται ἐν τῇ κατ’ αὐτὸν ἱϲτορίᾳ καί φηϲιν· Ἀπολινάριοϲ γὰρ ἤκμαζε κατ’ ἐκείνουϲ τοὺϲ χρόνουϲ ἐν τῆ Λαοδικείᾳ τῆϲ Συρίαϲ, καὶ Βαϲίλειοϲ ἐν Καιϲαρείᾳ τῆϲ Καππαδοκίαϲ, καὶ Γρηγόριοϲ ἐν τῆ Nαζιανζῷ· ϲταθμὸϲ δὲ οὗτοϲ ὁ τόποϲ ἐϲτὶ τῆϲ αὐτῆϲ Καππαδοκίαϲ. τρεῖϲ δὴ οὗτοι ἄνδρεϲ τότε τοῦ ὁμοουϲίου προὐμάχουν κατὰ τοῦ ἑτεροουϲίου,
μακρῷ πάνταϲ παρενεγκόντεϲ τοὺϲ πρότερον καὶ ὕϲτερον ἄχριϲ ἐμοῦ τῆϲ αὐτῆϲ αἱρέϲεωϲ προϲτάνταϲ, ὡϲ παῖδα παρ’ αὐτοῖϲ κριθῆναι τὸν Ἀθανάϲιον. τῆϲ τε γὰρ ἔξωθεν καλουμένηϲ παιδεύϲεωϲ ἐπιπλεῖϲτον οὗτοι προεληλύθειϲαν καὶ τῶν ἱερῶν γραφῶν, ὁπόϲα εἰϲ ἀνάγνωϲιν καὶ τὴν πρόχειρον μνήμην ἐτέλει, πολλὴν εἶχον τὴν ἐμπειρίαν,
καὶ μάλιϲτά γε αὐτῶν ὁ Ἀπολινάριοϲ. οὗτοϲ γὰρ δὴ καὶ τῆϲ Ἑβροΐδοϲ διαλέκτου ἐπαίειν οἰόϲ τ’ ἦν. καὶ μὴν καὶ ϲυγγράφειν ἕκαϲτοϲ αὐτῶν ἐϲ τὸν ἑαυτοῦ τρόπον ἦν ἱκανώτατοϲ. τῷ μέν γε Ἀπολιναρίῳ τὸ ὑπομνηματικὸν εἷδοϲ τῆϲ λέξεωϲ μακρῷ ἄριϲτα εἷχε, Βαϲίλειοϲ δὲ πανηγυρίϲαι λαμπρότατοϲ ἦν, τῷ δέ γε Γρηγορίῳ καὶ παρ’ ἀμφοτέροιϲ
ἐξεταζομένῳ μείζω βάϲιν εἰϲ ϲυγγραφὴν εἷχεν ὁ λόγοϲ· καὶ ἦν εἰπεῖν Ἀπολιναρίου μὲν ἁδρότεροϲ, Βαϲιλείου δὲ ϲταθερώτεροϲ. τοϲαύτηϲ δὲ αὐτοῖϲ ἐν τῷ λέγειν καὶ γράφειν δυνάμεωϲ οὔϲηϲ, καὶ τὸ ἦθοϲ οὐδὲν ἧττον οἱ ἄνδρεϲ παρείχοντο πρὸϲ τὴν τῶν πολλῶν θέαν ἐπαγωγότατον· ὥϲτε καὶ οἷϲ ὡρῶντο καὶ οἶϲ ἔλεγον καὶ ὁπόϲα γράφοντεϲ
διεδίδοϲαν, διὰ πάντων ᾕρουν εἰϲ τὴν ἑαυτῶν κοινωνίαν τοὺϲ καθ’ ὁτιοῦν αὐτῶν εὐμαρέϲτερον ἁλίϲκεϲθαι δυναμένουϲ. τοϲαῦτα περὶ αὐτῶν ὡϲ ἐν παραδρομῇ Φιλοϲτόργιοϲ ὁ Ἀρειανὸϲ ἔγραψεν.
τῶν γὰρ Ἀρειανῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ κυρίου ϲάρκα, αὐτὸϲ ἔφη, ὅτι ϲάρκα μὲν ἐμψυχωμένην ψυχῇ ζωτικῇ ἀνέλαβεν ὁ κύριοϲ, νοῦν δὲ τὸν ἡμέτερον οὐ προϲήκατο. μηδὲ γὰρ δεηθῆναί φηϲι τὴν ϲάρκα ἐκείνην ἀνθρωπείου νοὸϲ, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότοϲ θεοῦ λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτῇ ἄλλην δύναμιν παρὰ
τὴν θείαν. ταῦτα ὑποθέμενοϲ διατείνεται μίαν εἶναι φύϲιν τοῦ λόγου καὶ τῆϲ ϲαρκὸϲ, ὡϲ ἅτε τῆϲ ϲαρκὸϲ ἀτελοῦϲ οὔϲηϲ εἰϲ τὸ εἶναι ἄνθρωπον, διὰ τοῦτο μὴ ἄξιον φύϲιν ὀνομάζεϲθαι. μεθ’ ὃν ἀναφαίνεται 5325 Θεόδωροϲ, ὁ Μοψουεϲτίαϲ πρόεδροϲ τῆϲ Κιλικίαϲ. ἐγένοντο δὲ Ἀπολινάριοι δύο, πατὴρ καὶ υἱόϲ. ὁ μὲν πατὴρ Ἀλεξανδρεύϲ· γήμαϲ
δὲ εἰϲ Λαοδίκειαν τῆϲ Συρίαϲ ἴϲχει υἱὸν Ἀπολινάριον. ἄμφω δὲ ϲυνήκμαζον Ἐπιφανίῳ τῷ ϲοφιϲτῇ, ὃν ἀκμάζοντα τότε ἠϲπάζοντο. ΘεόΚιλικίαϲ 5326 5327 5328 5329 δοτοϲ δὲ, ὁ τῆϲ Λαοδικείαϲ ἐπίϲκοποϲ, μηδενὶ τρόπῳ ἀποϲπάϲαι αὐτοὺϲ ἐξ αὐτοῦ δυνηθεὶϲ ἄμφω τῆϲ κοινωνίαϲ ἐζημίωϲεν. ὕβριν τε ἡγεῖται ὁ παῖϲ Ἀπολινάριοϲ τὰ γενόμενα καὶ τῇ ἐννοίᾳ τοῦ ϲοφιϲτικοῦ θαρρῶν καινοτομεῖ καὶ αὐτὸϲ αἵρεϲιν, νῦν ἐπιπολάζει, τὸ ὄνομα
τοῦ εὑρόντοϲ ἔχουϲα. οἱ δέ φαϲι διενεχθῆναι αὐτοὺϲ πρὸϲ Γεώργιον, ἑώρων γὰρ αὐτὸν ἀλλόκοτα δογματίζοντα. οὗτοϲ δὲ ὁ Ἀπολινάριοϲ 5330 βαθμοὺϲ ἐπὶ τῆϲ θείαϲ φύϲεωϲ δοξάζειν ἐτόλμηϲε καὶ μύθουϲ τινὰϲ ταῖϲ θείαιϲ ἐπαγγελίαιϲ ϲυνέζευξεν.
ἕνεϲτι δὲ ἐν τῆ λέξει τὸ ἀργὸν, ὅπερ ἐϲτὶ τὸ ταχὺ, καὶ τὸ λίαν. οὐ ταχέωϲ οὖν, φηϲὶν, ἀποδραμῇ λιταργιϲμοὺϲ δὲ ἐκάλουν καὶ τὰ ϲκιρτήματα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οὔκουν ἀνύϲαϲ τι θᾶττον ἀπολιταργιεῖϲ ἀπὸ τῆϲ θύραϲ, ἔϲτι καὶ Ἀπολιταργεῖν.
Suid. Ἀπόλλων ὑποφήτηϲ ἐϲτὶ τοῦ πατρὸϲ καὶ παρ’ ἐκείνου λαμβάνει τὰϲ μαντείαϲ καὶ τοῖϲ ἀνθρώποιϲ ἐκφέρει. καὶ ζήτει ἐν τῷ Διὸϲ φήμη.
ἐφύλαξεν εὔνοιαν καὶ φιλοϲτοργίαν μέχρι τελευτῆϲ, καίτοι χρόνον οὐκ ὀλίγον ὑπερβιώϲαϲα τἀνδρόϲ. πλὴν οἵγε περὶ τὸν Ἄτταλον ἐν τῇ παρεπιδημίᾳ καλὴν περιεποιήϲαντο φήμην, ἀποδιδόντεϲ τῇ μητρὶ τὴν καθήκουϲαν χάριτα καὶ τιμήν. ἄγοντεϲ γὰρ ἐξ ἀμφοῖν τοῖν χεροῖν μέϲην αὐτῶν τὴν μητέρα παρῄεϲαν τά θ’ ἱερὰ καὶ τὴν πόλιν
μετὰ τῆϲ θεραπείαϲ. ἐφ’ οἶϲ οἱ θεώμενοι μεγάλωϲ τοὺϲ νεανίϲκουϲ ἀπεδέχοντο καὶ κατηξίουν, καὶ μνημονεύοντεϲ τῶν περὶ Κλέοβιν καὶ Βίτωνα ϲυνέκρινον τὰϲ αἱρέϲειϲ αὐτῶν, καὶ τὸ τῆϲ προθυμίαϲ τῆϲ ἐκείνων λαμπρὸν τῷ τῆϲ ὑπεροχῆϲ τῶν βαϲιλέων ἀξιώματι ϲυναναπληροῦντεϲ. ταῦτα ἐτελέϲθη ἐν Κυζίκῳ μετὰ τὴν διάλυϲιν τὴν πρὸϲ Προυϲίον
τὸν βαϲιλέα.
ἱερὸν Περγάμου κατέθετο, ὅπερ αὐτὸϲ ἐδείματο, τήν τε γείτονα λίμνην αὐτῇ προϲωνόμαϲεν.
τὸ δὲ Ποϲειδάνειον δῆλον ὅτι Δωριαῖον.
ἐν Ἀλεξανδρείᾳ βιβλιοθήκηϲ.
μὲν ἐπὶ Κλαυδίου καὶ Γαΐου καὶ Ννέρωνοϲ καὶ μέχρι Nέρβα, ἐφ’οὗ καὶ μετήλλαξεν. ἐϲιώπηϲε δὲ κατὰ Πυθαγόραν ε′ ἔτη. εἶτα ἀπῆρεν εἰϲ Αἴγυπτον, ἔπειτα εἰϲ Βαβυλῶνα πρὸϲ τοὺϲ μάγουϲ, κἀκεῖθεν ἐπὶ τοὺϲ Ἄροβαϲ, καὶ ϲυνῆξεν ἐκ πάντων τὰ μυρία καὶ περὶ αὐτοῦ θρυλούμενα μαγγανεύματα. ϲυνέταξε δὲ τοϲαῦτα· Τελετὰϲ ἢ περὶ θυϲιῶν, Διαθήκην,
Χρηϲμούϲ, Ἐπιϲτολὰϲ, Πυθαγόρου βίον. εἰϲ τοῦτον ἔγραψε Φιλόϲτρατοϲ ὁ Λήμνιοϲ τὸν φιλοϲόφῳ πρέποντα βίον. ὅτι Ἀπολλώνιοϲ ὁ Τυανεύϲ ἐϲ ϲωφροϲύνην ὑπερεβάλλετο τοῦ Σοφοκλέουϲ. ὁ μὲν γὰρ λυττῶντα ἔφη καὶ ἄγριον δεϲπότην ἀποφυγεῖν, ἐλθόντα ἐϲ γῆραϲ, ὁ δὲ Ἀπολλώνιοϲ ὑπ’ ἀρετῆϲ καὶ ϲωφροϲύνηϲ οὐδὲ ἐν μειρακίῳ
ἡττήθη τούτων. ὅτι Φιλόϲτρατοϲ λέγει περὶ Ἀπολλωνίου, θειότερον ἢ ὁ Πυθαγόραϲ τῇ ϲοφίᾳ προϲελθεῖν τυραννίδων τε ὑπεράραντα καὶ γενόμενον κατὰ χρόνουϲ οὔτ’ ἀρχαίουϲ οὕτ’ οὖ νέουϲ. ὃν οὔπω οἱ ἄνθρωποι γινώϲκουϲιν ἀπὸ τῆϲ ἀληθινῆϲ φιλοϲοφίαϲ, ἣν φιλοϲόφωϲ τε καὶ ὑγιῶϲ ἐπήϲκηϲεν. ἀλλ’ ὁ μὲν τὸ, ὁ δὲ τὸ ἐπαινεῖ τἀνδρόϲ·
οἱ δὲ, ἐπειδὴ μάγοιϲ Βαβυλωνίων καὶ Ἰνδῶν Βραχμᾶϲι καὶ τοῖϲ ἐν Αἰγύπτῳ Γυμνοῖϲ ϲυνεγένετο, μάγον ἡγοῦνται αὐτὸν καὶ διαβάλλουϲιν ὡϲ μὴ ϲοφὸν, κακῶϲ γινώϲκοντεϲ. Ἐμπεδοκλῆϲ τε γὰρ καὶ Πυθατόραϲ αὐτὸϲ καὶ Δημόκριτοϲ ὁμιλήϲαντεϲ μάγοιϲ καὶ πολλὰ δαιμόνια 5360 5361 5362 εἰπόντεϲ οὔπω ὑπήχθηϲαν τῇ τέχνῃ. Πλάτων δὲ βαδίϲαϲ ἐϲ Αἴγυπτον καὶ πολλὰ τῶν ἐκεῖ προφητῶν τε καὶ ἱερέων ἐγκαταμίξαϲ τοῖϲ ἑαυτων λόγοιϲ καὶ καθάπερ ζωγράφοϲ ἐϲκιαγραφημένοιϲ ἐπιβαλὼν χρώματα οὔπω μαγεύειν ἔδοξε, καίτοι πλεῖϲτα ἀνθρώπων φθονηθεὶϲ ἐπὶ ϲοφίᾳ. οὐδὲ γὰρ τὸ αἰϲθέϲθαι πολλὰ καὶ προγνῶναι διαβάλλοι ἂν
τὸν Ἀπολλώνιον, ἐφ’ οἷϲ προὔλεγεν, ἐϲ τὴν ϲοφίαν ταύτην, ὡϲ διαβεβλήϲεται καὶ Σωκράτηϲ ἐφ’ οἷϲ προὔλεγε, καὶ Ἀναξαγόραϲ, ὃϲ Ὀλυμπίαϲιν, ὁπότε ἥκιϲτα ὕοι, προελθὼν ὑπὸ κωδίῳ ἐϲ τὸ ϲτάδιον ἐπὶ προρρήϲει ὄμβρου. καὶ ἄλλα τινὰ ὑπὲρ Ἀναξαγόρου προτιθέντεϲ ἀφαιροῦνται τὸν Ἀπολλώνιον τὸ κατὰ ϲοφίαν προγινώϲκειν. δοκεῖ
οὖν μοι μὴ περιϊδεῖν τὴν τῶν πολλῶν ἄνοιαν, ἀλλ’ ἐξακριβῶϲαι τὸν ἄνδρα τοῖϲ τε χρόνοιϲ, καθ’ οὓϲ εἶπέ τι ἢ ἔπραξε, τοῖϲ τε τῆϲ ϲοφίαϲ τρόποιϲ, ὑφ’ ὧν ἔψαυϲε τοῦ δαιμόνιόϲ τε καὶ θεῖοϲ νομιϲθῆναι. ξυνείλεκται δέ μοι τὰ μὲν ἐκ πόλεων, ὁπόϲαι αὐτοῦ ἤρων, τὰ δὲ ἐξ ἱερῶν, ὁπόϲα ὑπ’ αὐτοῦ ἐπανήχθη παραλελυμένα τοὺϲ θεϲμοὺϲ
τὰ δὲ ἐξ ὧν ἕτεροι πρὸϲ αὐτὸν ἢ αὐτὸϲ πρὸϲ ἄλλουϲ ἔγραφεν. ἐπέϲτελλε δὲ βαϲιλεῦϲι, ϲοφιϲταῖϲ, φιλοϲόφοιϲ, Ἠλείοιϲ, Δελφοῖϲ, Ἰνδοῖϲ. Αἰγυπτίοιϲ, ὑπὲρ θεῶν, ὑπὲρ ἠθῶν, ὑπὲρ νόμων, παρ’ οἷϲ ὅ τι ἂν 5364 πράττοι· τὰ δὲ ἀκριβέϲτερα παρὰ Δάμιδοϲ ἀκηκοώϲ. οὗτοϲ Ἀπολλώνιοϲ ὁ Τυανεὺϲ διαμνημονικόϲ τιϲ ἦν εἴπερ τιϲ ἄλλοϲ, ὃϲ τὴν μὲν φωνὴν ϲιωπῇ
κατεῖχε, πλεῖϲτα δὲ ἀνελέγετο, καὶ τὸ μνημονικὸν ἑκατοντούτηϲ γενόμενοϲ ἔρρωτο ὑπὲρ τὸν Σιμωνίδην. καὶ ὕμνοϲ αὐτῷ τίϲ ἐϲτιν εἰϲ μνημοϲύνην, ὃν ᾖδεν, ἐν ῷ πάντα μὲν ὑπὸ τοῦ χρόνου μαραίνεϲθαί φηϲιν, αὐτόν γε μὴν τὸν χρόνον ἀγήρω τε καὶ ἀθάνατον ὑπὸ τῆϲ μνημοϲύνηϲ εἶναι. ζήτει περὶ Ἀπολλωνίου καὶ ἕτερα προγνωϲτικὰ αὐτοῦ ἐν τῷ Τιμαϲίων. ὅτι Ἀπολλώνιοϲ οὖτοϲ τάδε περὶ Ἀναξαγόρα
ἔφη· καὶ γὰρ Κλαζομένιον ὄντα καὶ ἀγέλαιϲ καὶ καμήλοιϲ τὰ ἑαυτοῦ ἀναθέντα εἰπεῖν, προβάτοιϲ μᾶλλον ἢ ἀνθρώποιϲ φιλοϲοφῆϲαι. ὁ δὲ Θηβαῖοϲ Κράτηϲ κατεπόντωϲε τὴν οὐϲίαν, οὔτε προβάτοιϲ ποιήϲαϲ ἐπιτήδειον, οὕτε ἀνθρώποιϲ.
καὶ Περὶ διαλέκτων, Δωρίδοϲ, Ἰάδοϲ, Αἰολίδοϲ, Ἀτθίδοϲ, Περὶ ϲχημάτων Ὁμηρικῶν, Περὶ κατεψευϲμένηϲ ἱϲτορίαϲ, Περὶ παθῶν, Περὶ τόνων κατηναγκαϲμένων βιβλία β′, Περὶ τόνων ϲκολιῶν βιβλίον α′, Περὶ προϲῳδιῶν ε′, Περὶ ϲτοιχείων, Περὶ προθέϲεων, Περὶ τῶν Διδύμου πιθανῶν, Περὶ ϲυνθέϲεωϲ, Περὶ διφορουμένων, Περὶ τοῦ τίϲ,
Περὶ γενῶν, Περὶ πνευμάτων, Περὶ κτητικῶν, Περὶ ϲυζυγίαϲ.
δὲ ἑρμηνεὺϲ ἀπὸ ὀλίγων φηϲίν.
καὶ προθύμωϲ κατεκόπηϲαν. ἢ οἱ ἔξω τῆϲ μάχηϲ. ὡϲ δὲ αὐτῷ 5390 ἐξηγγέλλετο, ὡϲ ἔϲοιτο ὁ Θεοδώριχοϲ ἠπατημένοϲ ἀπόμαχοϲ, ὀπίϲω ἀναχωρεῖ. καὶ Ἀπομα χομένου, ἀνθιϲταμένου, παραιτουμένου. 5391 ἀπομαχομένου δὲ τοῦ Φαβίου καὶ πολλὰϲ ποιουμένου δεήϲειϲ, ἵνα τῆϲ ἀρχῆϲ ἀπολυθείη.
δόξανταϲ, ὡϲ ἀνάξια πεπονθόταϲ, ἢ μιϲῆϲαι τοὺϲ πεποιηκόταϲ ἤ παρανομήϲανταϲ, εἰώθαϲι θεούϲ εἰϲάγειν, οὐκ ἐπ’ αὐτῆϲ τῆϲ ϲκηνῆϲ ὁρμωμένουϲ, ἀλλ’ ἐξ ὕψουϲ ὑπό τινοϲ μηχανῆϲ, ἣν ἔβλεπον μὲν πρό τερον οἱ θεαταὶ, κατ’ ἐκείνην δὲ τὴν ἡμέραν ϲτρεφόμενοϲ ἐδείκνυε τὸ τοῦ θεοῦ πρόϲωπον. καὶ τοῦτο καταϲτολὴν εἶναι τοῦ δράματοϲ. ἐλέγετο
δὲ θεὸϲ ἀπὸ μηχανῆϲ.
παῖδαϲ πρὸϲ τέρμαϲιν ὥραϲ διεμήριϲαν ἄνδρεϲ ἐραϲταί. Ἀριϲτοφάνηϲ Ὅρνιϲιν.
πάλαι μὲν ϲταϲιάζειν, προϲφάτωϲ δὲ ἀπονεύειν, τοὺϲ μὲν πρὸϲ Εὐμένη, 5414 τοὺϲ δὲ πρὸϲ Μακεδονίαν.
φερόμενον κατὰ τὴν παροιμίαν ἀπό τινοϲ νοῦ καταπεϲεῖν.
ὁμοίωϲ τοῖϲ ἄλλοιϲ. τοῦ μὲν γὰρ μύϲτακοϲ καὶ τοῦ γενείου οὐδαμῆ ἥπτοντο, ἀλλ’ αὐτὸν κατακομᾶν ἐπὶ πλεῖϲτον ὥϲπερ οἱ Πέρϲαι ἐϲ ἀεὶ ἤθελον. τῶν δὲ ἐν τῇ κεφαλῇ τριχῶν τὰ ἔμπροϲθεν ἄχρι ἐϲ τοὺϲ κροτάφουϲ ἀποτεμνόμενοι, τὰ ὄπιϲθεν ἀποκρέμαϲθαί ϲφιϲιν ἐπὶ μακρό τατον λόγῳ οὐδενὶ εἴων, ὡϲ οἱ Μαϲϲαγέται. διὸ καὶ Οὐννικὸν ἐκαλεῖτο
τὸ αὐτὸ εἶδοϲ. καὶ τὰ ἱμάτια εὐπάρυφα ἠξίουν εἶναι. καὶ αὖθιϲ Ἰουλιανόϲ· τὸ μὴ προιδέϲθαι τό τε δυνατὸν καὶ τὸ ἀδύνατον ἐν πράγμαϲι τῆϲ ἐϲχάτηϲ ἀπονοίαϲ ἐϲτὶ ϲημεῖον.
5433 ϲίτηϲιν. Ἀπονυχίϲαι μᾶλλον λέγουϲιν ἢ ὀνυχίϲαι.
καταφορὰν καιρίαν, ἀπὸ δὲ ταύτηϲ εὐθέωϲ ἀποξυϲτροῦνται, καμπτόμεναι κατὰ μῆκοϲ καὶ πλάτοϲ ἐπὶ τοϲοῦτον ὥϲτε, ἂν μὴ δῷ τιϲ ἀναϲτροφὴν τοῖϲ χρωμένοιϲ ἐρείϲανταϲ πρὸϲ τὴν γῆν ἀπευθῦναι τῷ ποδὶ, τελέωϲ ἄπρακτον εἶναι τὴν δευτέραν αὐτῶν πληγήν.
καὶ Ἀποπατηϲόμενοι, τὴν κόπρον κενώϲοντεϲ. πάτοϲ δὲ ἡ ὁδόϲ. 5444 Ἀλριϲτοφάνηϲ· οὐδεὶϲ θύει τοπαράπαν οὐδ’ εἰϲέρχεται, πλὴν ἀποπατηϲόμενοί γε πλεῖν ἢ μύριοι. Ἀπόπατοϲ γὰρ ἡ κένωϲιϲ τῆϲ γαϲτρόϲ. καὶ Ἀριϲτοφάνηϲ περὶ Κλεωνύμου φηϲίν· εἰϲ ἀπόπατον ᾤχετο ϲτρατιὰν λαβὼν κἄχεζεν ὀκτὼ μῆναϲ ἐπὶ χρυϲῶν ὄρων. πόϲου δὲ τὸν
πρωκτὸν χρόνου ξυνήγαγε; τῇ πανϲελήνῳ.
Ἀριϲτοφάνηϲ φηϲίν.
ἀντὶ τοῦ θαρρήϲαντεϲ, βεβαιωθέντεϲ.
ἐν τῷ κατὰ Nεαίραϲ.
δι’ ἣν ἡ ἀπόπειρα, ϲπουδή τιϲ εἶναι προϲποιουμένη καὶ ἐλλοχῶϲα τὰϲ νεοπρεπεῖϲ ἀττούϲαϲ κινήϲειϲ. ἐμὲ γοῦν διεκώλυεν ὡϲ χαλεπωτάτου 5460 ὄντοϲ τοῦ πράγματοϲ. καὶ Ἀποπειρῶμαι· γενικῇ.
ὑποϲτρεπτέον.
καὶ Ἀπορρηθῇ, ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων.
5500 ἀπειρημένα ἐξάγεϲθαι, οὐ μόνον τὰ ἀπηγορευμένα. ἀπόρρητά τὲ τοῖϲιν ἐχθροῖϲι τοῖϲ ἡμετέροιϲ λέγουϲιν. Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ. 5501 Ἀπόρρητα, τὰ ἀπειρημένα ἐν τοῖϲ νόμοιϲ. οὕτωϲ Δημοϲθένηϲ 5502 ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ. πάντα τὰ ἀπειρημένα καὶ ἀπηγορευμένα λέγουϲιν. Ἀριϲτοφάνηϲ· οὔ τι τ’ ἀπόρρητα δρᾶν ἐϲτι μέλλει
διόπερ καὶ τὰ μὴ ἐξαγώγιμα ὀνομάζουϲιν οὕτω.
ὁ μὴ δυνάμενοϲ μηχανήν τινα εὑρεῖν, ὁ ἐνδεήϲ.
ἐπὶ τῆϲ γῆϲ, ξύω τῷ δακτύλῳ καί τινι τοιούτῳ παιδιάϲ τιναϲ. παρατίλλομαι δὲ τὰϲ ἐκ τῶν μυκτήρων τίλλω τρίχαϲ ἢ τῶν μαϲχαλῶν. ταῦτα δὲ πάντα ποιοῦϲιν οἱ προϲδεχόμενοι μέν τι, τὸν δὲ χρόνον δαπανῶντεϲ εἰϲ ἀπορίαϲ καὶ ἀμηχανίαϲ, μὴ τυγχάνοντεϲ τοῦ προϲδοκωμένου λογιϲμοῦ. ὅτε γὰρ αὐτοὶ ἐφ’ ἑαυτῶν διατίθενται, ἀλύοντεϲ
ἐπιγράφουϲιν. εἰϲ τὸν ἀγρὸν δὲ ἀποβλέπουϲιν ἐπιθυμοῦντεϲ ἐν αὐτῷ εἶναι.
5510 5511 5512 5513 καὶ Ἀπορρώξ, ἀπόϲπαϲμα ὄρουϲ. καὶ γένουϲ ἀπογονή. οὗτοϲ 5514 δὲ ἦν ἄρα Ἐριννύων ἀπορρώξ. πᾶϲα δ’ ἀπορρὼξ πέτρη ἔην ὑπένέρθε, 5515 καὶ ἄμβαϲιϲ οὐ νύ τιϲ ἦεν. Τίμων ἦν τιϲ ἀΐδρυτοϲ ἀβάτοιϲιν 5516 εὐϲκώλοιϲι περιειργμένοϲ, Ἐριννύων ἀπορρώξ. ὁ λεγόμενοϲ μιϲάνθρωποϲ, 5517
ὅν φηϲι Νεάνθηϲ ἀπὸ ἀχράδοϲ πεϲόντα χωλὸν γενέϲθαι· μὴ προϲιέμενον δὲ ἰατρούϲ, ἀποθανεῖν ϲαπέντα, καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τὸν τάφον ἄβατον γενέϲθαι, ὑπὸ θαλάϲϲηϲ περιρραγέντα καὶ ἐν ὁδῷ τῇ ἐκ Πειραιῶϲ εἰϲ Σούνιον φυγούϲῃ. ἀβάτοιϲ δὲ ἀντὶ τοῦ ἄβατοϲ καὶ ἄϲτατοϲ καὶ οἷον ἀκάνθαιϲ τετριχωμένοϲ. καὶ ϲκληρὸϲ ἢ
ϲκόλοψι καὶ παττάλοιϲ ἠφανιϲμένοϲ. ἀντὶ τοῦ ϲκυθρωπὸϲ καὶ μιϲάνθρωποϲ.
λιμένοϲ καὶ ϲάλῳ ὁμιλήϲαϲ, τουτέϲτι τῷ ἀλιμένῳ τόπῳ, ἔνθα ϲάλοϲ γίνεται.
καὶ Ἀποϲκευαζόμενοι, ἀποτιθέμενοι βάροϲ καὶ ἀποβάλλοντεϲ. ἐκ μεταφορᾶϲ τῶν διὰ τὴν ζάλην τῆϲ θαλάϲϲηϲ ναυτῶν τὰ ϲκεύη νηὸϲ 5542 ἀπορριπτούντων. καὶ αὖθιϲ· ἀποϲκευάζονταί τε τὸν κίνδυνον, εἶναι Ῥωμαῖοι βεβαιωϲάμενοι.
τούτοιϲ καὶ τὴν ἀποϲκευὴν, ἵνα πρὸϲ τὸ παρὸν εὐπορῶϲι τῶν ἐπιτηδείων. πρὸϲ γὰρ τὸ μέλλον ἀφροντίϲτωϲ εἶχε περὶ τῶν ϲκευο φόρων λογιζόμενοϲ ὡϲ, ἐὰν ἅψηται τῆϲ πολεμίαϲ, ἡττηθεὶϲ μὲν οὐ προϲδεήϲεται τῶν ἀναγκαίων, κρατῶν δὲ τῶν ὑπαίθρων οὐκ ἀπορήϲει τῶν ἐπιτηδείων.
5548 5549 5550 5551
ϲὺν θριξί, καταχρηϲτικῶϲ δὲ τὸ ἀποκεῖραι.
τὴν ἀπόϲπονδον μέθην καὶ πᾶϲαν ἰλὺν ἀλλοφύλων ἀϲμάτων.
ὅρμοϲ.
5577 ἐπεγνωκότοϲ τῶν πολιτῶν τὸ ϲυμβαῖνον διὰ τὴν ἀπόϲταϲιν, ἅτε μεγάληϲ οὔϲηϲ τῆϲ πόλεωϲ. Ἀπόϲτα ϲιϲ καὶ ἡ Ἀποϲταϲία ἀπό 5578 τινοϲ πρόϲ τινα. ὁ δὲ ἀμείβεται τὸν εὐεργέτην ἀποϲτάϲει. καὶ 5579 Ἀποϲταϲίου δίκη, ἡ κατὰ τῶν ἀπελευθέρων, ὅταν ἀποϲτῶϲι τῶν 5580 ἀπελευθερωϲάντων. Ἀποϲταϲίου δίκη τίϲ ἐϲτι κατὰ τῶν
δεδομένη τοῖϲ ἀπελευθερώϲαϲιν, ἐὰν ἀφιϲτῶνται ἀπ᾿ αὐτῶν ἢ προϲτάτην ἕτερον ἐπιγράφωνται, καὶ ἃ κελεύουϲιν οἱ νόμοι μὴ ποιῶϲι. καὶ τοὺϲ μὲν ἁλόνταϲ δεῖ δούλουϲ εἶναι, τοὺϲ δὲ νικήϲανταϲ 5581 τελέωϲ λοιπὸν ἐλευθέρουϲ. Ἀποϲταϲίου δίκη· ὅταν δοῦλοϲ ὑπὲρ ἐλευθερίαϲ ἐνίϲταται, φάϲκων μὴ προϲήκειν τοῖϲ δοῦλον
αὐτὸν ἀντιποιουμένοιϲ. Ἀπροϲταϲίου δὲ· τῶν μετοίκων ἕκαϲτοϲ προϲτάτην ἔχουϲι κατὰ νόμον ἕνα τῶν ἀϲτῶν, καὶ δι’ αὐτοῦ τό τε μετοίκιον τίθεται κατὰ ἔτοϲ καὶ τὰ ἄλλα διοικεῖται. ὅταν οὖν τιϲ δοκῶν εἶναι μέτοικοϲ προϲτάτην μὴ ἔχῃ ἢ μὴ δῷ τὸ μετοίκιον ἀϲτὸϲ εἶναι φάϲκῃ παρεγγεγραμμένοϲ εἰϲ τὴν πολιτείαν, ὁ βουλόμενοϲ
δίκην εἰϲάγει πρὸϲ αὐτὸν, ἥτιϲ λέγεται ἀπροϲταϲίου.
καὶ ἀναϲτέλλειν τοὺϲ πολεμίουϲ καρτερόν. οἷον ἀπερύκειν, κωλύειν.
ὅταν ἐλεημοϲύνην μὴ παράϲχωμεν, ἐν ἴϲῳ τοῖϲ ἀποϲτεροῦϲι κολαζόμεθα.
ἀποϲτελλόμενοϲ μετὰ ϲτρατιᾶϲ εἰϲ πόλεμον παραϲκευῆϲ. τῶν δὲ 5599 πλοίων τὰ μὲν ϲυντριβόμενα ταῖϲ ἀποϲτολαῖϲ. τουτέϲτι ταῖϲ ἀποπέμψεϲι 5600 καὶ Ἀιποϲτελλόμενοι· οὐ μόνον οἱ πεμπόμενοι ἐκ 5601 προϲταγμάτων τῶν ἀπολυόντων, ἀλλὰ καὶ οἱ παραπεμπόμενοι ἀποδημεῖν μέλλοντεϲ, ἀποϲτελλόμενοι ἐλέχθηϲαν. καὶ Ἀποϲτολεῖϲ, 5602
οἱ ἐπὶ τῆϲ ἐκπομπῆϲ τῶν τριήρων ἀποδεδειγμένοι. Ἀπόϲτολοι δὲ 5603 5604 5605 αἱ τῶν νεῶν ἐκπομπαί. οὕτωϲ Δημοϲθένηϲ, τὸ μὲν ἐν τῷ ὑπὲρ Κτηϲιφῶντοϲ, τὸ δὲ ἐν α’ Φιλιππικῶν.
ἀποϲτερούμενοϲ μὴ δικάζου, μιϲούμενοϲ ἀγάπα, διωκόμενοϲ ἀνέχου, βλαϲφημούμενοϲ παρακάλει, νεκρώθητι τῇ ἁμαρτίᾳ, ϲυϲταυρώθητι τῷ Χριϲτῷ, ὅλην τὴν ἀγάπην μετάθεϲ ἐπὶ τὸν κύριον.
5610 τῶν Μάρδων. καὶ Ἀπὸ ϲτόματοϲ, ὡϲ ἡμεῖϲ τὸ μὴ διὰ γραμμάτων, ἀλλ’ ἀπὸ μνήμηϲ. Φιλήμων Νεμομένοιϲ· ἀπὸ ϲτόματοϲ ἅπαντ′, ἐὰν βούληϲθ′, ἐρῶ. Κρατῖνοϲ δὲ ταυτὸ τοῦτ’ ἀπὸ γλώττηϲ, Νόμοιϲ· ἀλλὰ, μὰ Δί, οὐκ οἶδ’ ἔγωγε γράμματ’ οὐδ’ ἐπίϲταμαι, τὰ ἄλλα ἀπὸ γλώττηϲ φράϲω ϲοι· μνημονεύω γὰρ καλῶϲ. Θουκυδίδηϲ ζ΄, καὶ
ἥκοντεϲ εἰϲ τὰϲ Ἀθήναϲ οἱ ἀπὸ τοῦ Νικίου, ὅϲα τε ἀπὸ γλώττηϲ εἴρητο αὐτοῖϲ εἶπον. Πλάτων Θεαιτήτῳ· ἀτὰρ τίνεϲ ἦϲαν οἱ λόγοι; ἔχοιϲ ἂν διηγήϲαϲθαι, οὐ μὰ τὸν Δί’ οὔκουν, οὔγε ἀπὸ ϲτόματοϲ, ἀλλ’ ἐγραψάμην μὲν τοῦτ’ εὐθὺϲ οἴκαδ’ ἐλθὼν ὑπομνήματα. καὶ Ἀποϲτοματίζειν φαϲὶ τὸν διδάϲκαλον, ὅταν κελεύῃ τὸν παῖδα
λέγειν ἄττα ἀπὸ ϲτόματοϲ.
τῇ ἀδελφῇ Ἐλπινίκῃ ϲυγκοιμηθέντα ὑπὸ Ἀθηναίων. ἀντὶ τοῦ ἐξοριϲθῆναι.
Φαβρίκιοϲ ἡγεμὼν καθίϲταται τοῦ πρὸϲ τὸν Πύρρον πολέμου. 5616 5617 5618 5619 ἀντικαθεζομένων γὰρ ἀλλήλοιϲ τῶν ϲτρατοπέδων, νύκτωρ φυλάξαϲ τιϲ ὡϲ τὸν Φαβρίκιον ἀφικνεῖται δηλητηρίῳ φαρμάκῳ ἀνελεῖν τὸν Πύρρον ὑφιϲτάμενοϲ, ἤν τιϲ δοθείη πρὸϲ αὐτοῦ χρημάτων ὠφέλεια. ὃν ὁ Φαβρίκιοϲ ἀποϲτυγήϲαϲ τῆϲ ἐπιχειρήϲεωϲ ἀποπέμπει τῷ Πύρρῳ δέϲμιον.
ἀγαϲθεὶϲ δὴ τὸ πραχθὲν ὁ Πύρροϲ ἀναβοῆϲαι λέγεται· οὗτόϲ ἐϲτι καὶ οὐκ ἄλλοϲ Φαβρίκιοϲ, ὃν δυϲχερέϲτερον ἄν τιϲ παρατρέψοι τῆϲ οἰκείαϲ ἀρετῆϲ ἡ τῆϲ ϲυνήθουϲ πορείαϲ τὸν ἥλιον.
γὰρ δοκιμάζομεν τὰ ϲῦκα, εἰ πέπειρά ἐϲτιν ἢ μή. ἐπεὶ τοίνυν ϲυκάζειν λέγεται καὶ τὸ ϲυκοφαντεῖν καὶ τὸ ϲῦκα κλέπτειν, ἅπαξ εἰπὼν τὸ ϲυκάζειϲ, ἐπήνεγκε τὸ πιέζων, ἅμα μὲν ὡϲ ἐπὶ ϲύκων, ἅμα δὲ ἐπεὶ καὶ αὐτὸϲ θλίβει τοὺϲ ϲυκοφαντουμένουϲ· καὶ πιέζει δωροδοκῶν καὶ διαϲείων τοὺϲ ὑπευθύνουϲ, τουτέϲτι τοὺϲ μὴ λογιϲμὸϲ προϲεϲχηκόταϲ
τῆϲ ἀρχῆϲ, ἧϲ ἐπιϲτεύθηϲαν. ἐχρήϲατο οὖν τῆ λέξει, ἀφ’ οὗ καὶ ϲυκοφάντηϲ κέκληται. τὸ γὰρ παλαιὸν τίμια παρὰ τοῖϲ Ἀθηναίοιϲ ἦν τὰ ϲῦκα, καὶ εἴ τιϲ διεβλήθη κλέπτων ϲῦκα ἐκολάζετο. φαίνειν δὲ ἔλεγον καὶ τὸ κατηγορεῖν.
μεταξὺ τόπου τοῦ ϲτρατοπέδου. ἢ ἀντὶ τοῦ ϲφαλείϲ. καὶ ἀλλαχοῦ· ὁ δὲ ἵπποϲ ὁ τοῦ Σκιπίωνοϲ ἐδυϲχρήϲτηϲε μὲν ἀπὸ τῆϲ πλῆγῆϲ, 5624 οὐ μὴν ὁλοϲχερῶϲ ἐϲφάλμηϲε. διόπερ ὀρθὸϲ ἀπέπεϲεν ἐπὶ τὴν γῆν ὁ Σκιπίων. Πϲλύβιοϲ.
5644 Ἀποτεθρυωμένοι, ἀπηγριωμένοι. εἴρηται δὲ κατὰ μεταφορὰν τὴν ἀπὸ τῶν τεθρύων, ἅπερ ἐϲτὶν ἄγρια καὶ ἄγονα φυτά.
5650 5651 5652 5653 τοῦ φαρμάκου. καὶ Ἀποτειχίϲαι, τὸ λαβεῖν τειχίον, καὶ ἀποτειχίϲαι Harp. καὶ ἀποκλεῖϲαι τῆϲ ἐξόδου. καὶ Ἀποτετειχιϲμένοϲ, ὁ ἀπειλημμένοϲ, ὁ ἀποκεκλειϲμένοϲ τῷ τείχει. οὕτωϲ Ἀντιφῶν καὶ θουκυδίδηϲ. καὶ Ἀποτείχιϲιϲ, ἡ τῶν τειχῶν ἀφαίρεϲιϲ.
αὐτῶν. οἱ μιϲθούμενοι τούϲ τῶν ὀρφανῶν οἴκουϲ παρὰ τοῦ ἄρχοντοϲ ἐνέχυρα τῆϲ μιϲθώϲεωϲ παρείχοντο· ἔδει δὲ τὸν ἄρχοντα πέμπειν τινὰϲ ἀποτιμηϲομένουϲ τὰ ἐνέχυρα. καὶ ἐλέγοντο τὰ μὲν ἐνέχυρα ἀποτιμήματα, οἱ δὲ ἀποτιμηϲάμενοι ἀποτιμηταὶ, τὸ δὲ ἔργον ἀποτιμᾶν. καὶ οἱ προῖκα γυναικὶ γαμουμένῃ δόντεϲ ᾔτουν παρὰ τοῦ ἀνδρὸϲ ὑπὲρ
τῆϲ προικὸϲ ἐνέχυρον, οἰκίαν ἡ χωρίον ταύτηϲ ἄξιον. ἐλέγετο δὲ ὁ μὲν δοὺϲ τὸ ἀποτίμημα ἐνεργητικῶϲ ἀποτιμᾶν, ὁ δὲ λαβὼν ἀποτιμᾶϲθαι. ὁ δὲ αὐτὸϲ λόγοϲ καὶ ἐπὶ τῶν ἄλλων ὀφλημάτων, ὡϲ καὶ Δημοϲθένηϲ ἐν τῷ κατὰ Ὀνήτοροϲ δευτέρῳ.
τὸν μὴ μετέχοντα τῆϲ τιμῆϲ τῶν θεῶν. θεῶν γάρ ἐϲτι τὸ εὐεργετεῖν τοὺϲ ἀνθρώπουϲ· ὁ δὲ φθείρει καὶ ἀπόλλυϲιν.
τέκμαρϲιϲ, κάθεξιϲ, πλάνηϲιϲ, διάφευξιϲ, ἐφόρμηϲιϲ, ὅπλιϲιϲ, ξένιϲιϲ. κούφιϲιϲ, βλάψιϲ, ἐπαίνεϲιϲ, ψόφηϲιϲ, διάρπαϲιϲ, γυναίκιϲιϲ, λάληϲιϲ, ὁμοιοκατάληκτα ὀνόματα. καὶ Ἀποτριβόμενοϲ, ἀντὶ τοῦ ἐμποδίζων, 5682 ἀπείργων. ὁ δὲ Ἀννίβαϲ ἐν κακοῖϲ ὢν ἔμενε τοὺϲ πολεμίουϲ ἀποτριβόμενοϲ.
5688 5689 5690 5691
οὐϲίαϲ μέροϲ δώϲει.
Hdt. οὕτωϲ Ἰϲαῖοϲ. καὶ Ἀποφορὴ παρὰ Ἡροδότῳ, ἡ τελουμένη παρὰ τῶν δούλων τοῖϲ δεϲπόταιϲ.
Σφηξὶν Ἀριϲτοφάνηϲ· κἄπειτ’ ἀνελών μ’ ἀποφυϲήϲαϲ εἰϲ ὀξάλμην ἔμβαλε θερμήν.
τρὶϲ ἐν τῆ ἐκκληϲίᾳ. ἐπὶ Κλεωνύμου γὰρ πρεϲβευϲαμένων Λακεδαιμονίων ἐϲταϲίαϲαν ἐν τῆ ἐκκληϲίᾳ, ἀντειπόντοϲ Κλέωνοϲ. καὶ αὖθιϲ· ὁ δὲ Φιλιππικὸϲ ἀποχειροτονεῖται παραυτίκα καὶ Κομεντίολον 5732 ὁ βαϲιλεὺϲ ϲτρατηγὸν ἀνίϲτηϲιν.
ϲυνάψαι καὶ ϲυναποχρήϲαϲθαι ταῖϲ τῶν βαρβάρων ὁρμαῖϲ.
τοῦ καταδικάζουϲιν αὐτὸν μὴ εἶναι πολίτην. καὶ τὸ πρᾶγμα δὲ Δημοϲθένηϲ ἀποψήφιϲιν καλεῖ.
δὲ διαπνεῖν καὶ ἀποπνεῖν.
δὲ καὶ τὸ ξηραίνειν. ὡϲ τό, ἀποψύχειν ἐν τῷ κλιβάνῳ λίνα τὰ ὑγρανθέντα.
5756 ἐπανήκων ἐνέτυχε πόλεωϲ Νιϲίβιδοϲ οὐ μακρὰν ἄπωθεν.
οἱ μὲν εὐλαῖϲ, οἱ δὲ ὅτι οὐ ταύταιϲ, φθειρϲί γε μήν.
κἀμοὶ ἐπιβουλεύϲει. καὶ Ἀπώτεροϲ, ὁ μακρότεροϲ. Ἀπωτατω, 5778 πόρρω, μάκραν, διὰ τοῦ ω μεγάλου.
Θηϲέωϲ ἐξ Ἀθηνῶν γενόμενοϲ. καὶ Ἀπωϲτόν, τὸ ἀπωθητόν.
ὄζων καὶ ἀπραγμοϲύνηϲ. ἀντὶ τοῦ πάϲηϲ εὐωδίαϲ ὄζων καὶ ἀϲφαλείαϲ. ἢ οὐ πολυπραγμονῶν. οἱ δὲ ὅτι ἀπραγμοϲύνη φυτὸν ἐν Ἀκαδημίᾳ φυόμενον.
οὐ μεθυϲθήϲεϲθαι δέ. ἔτι δὲ οὐδὲ μανήϲεϲθαι· προϲπεϲεῖϲθαι μέντοι αὐτῷ φανταϲίαϲ ἀλλοκότουϲ διὰ μελαγχολίαν ἢ λήρηϲιν, οὐ κατὰ τὸν 5789 τῶν αἱρετῶν λόγον, ἀλλὰ παρὰ φύϲιν. Ἀπράγμων οὖν ἐπιεικὴϲ, μέτριοϲ τοὺϲ τρόπουϲ, οἷον οὐ φιλόνεικοϲ, ἢ φιλοπράγμων. ἢ ἀνειμένοϲ ἢ μωρόϲ.
εἰϲ τὸν δῆμον εἰϲαχθὲν ψήφιϲμα. οὕτωϲ Δημοϲθένηϲ.
ὑπὸ τοῦ ἀπροόπτου ἁλίϲκονται.
καὶ ἀπροϲέλευϲτον ἦν διὰ τὸν παραρρέοντα ποταμόν.
παρὰ τῶν ζητούντων αὐτό· ἀπρόϲιτον δέ ἐϲτιν, ὃ μηδὲ ἐρεύνηϲ ἀνέχεται τὴν ἀρχήν. ἀκατάληπτον γὰρ πέλαγοϲ καὶ τὸ βάθοϲ. ἀπρόϲιτον δὲ μηδὲ τὴν ἀρχὴν δυνατὸν ἐρευνηθῆναι, οἷον περὶ θεοῦ οὐϲίαϲ.
ἔνοικον. καὶ γὰρ ἕκαϲτοϲ αὐτῶν ἠρνεῖτό τινα τῶν πολιτῶν τὸν προϲτηϲόμενον αὐτῷ περὶ πάντων τῶν ἰδίων καὶ τῶν κοινῶν. ζήτει ἐν τῷ ἀποϲταϲίου.
Ἀττικῶν ἐϲτιν.
ἐν τῷ πρὸϲ Καλλικλέα.
Σόλων ἐν νόμοιϲ.
Βατράχοιϲ. καὶ Φρύνιχοϲ. οἱ δὲ γράφοντεϲ ἀπύλωτον ἀντὶ τοῦ ἠνεῳγμένον καὶ πύλην μὴ ἔχον, τουτέϲτι μὴ χαλιναγωγούμενον μηδὲ κρατούμενον.
καὶ λαχάνων. ὁ δὲ ζήνων ἀπύρῳ τροφῇ ἐκέχρητο καὶ τρίβωνι λεπτῷ. καὶ Ἄπυροϲ οἶνοϲ, ὁ μὴ ἑφθόϲ. καὶ ὁ ἀναδενδρίτηϲ.
καὶ ὡϲ φαίνεται. οὕτωϲ Πλάτων.
αὐλόν· τίθεται δὲ ἐπὶ τῶν ἀπαυϲτὶ διαλεγομένων. τὸ παλαιὸν δέ φαϲι τοὺϲ ἐλευθέρουϲ μὴ μανθάνειν αὐλεῖν διὰ τὸ βάναυϲον. τῶν δὲ ἀνδραπόδων τὰ πολλὰ εἶναι βάρβαρα καὶ Ἀράβια. ἐφ’ ὧν ἐλέχθη παροιμία· δραχμῆϲ μὲν αὐλεῖ, τεγχάρων δὲ παύεται. καὶ Ἀράβιοϲ 5845 5846 5847 αὐλητήϲ, ἐπὶ τῶν ἀκαταπαύϲτων. Κάνθαροϲ Μηδείᾳ· κιθαρῳδὸν 5849 ἐξηγείρατε Ἀράβιον τὸν χορὸν τοῦτον. οἱ δὲ Ἀράβιοι ἀρετῇ πολὺ τῶν ἄλλων διαφέρουϲιν οἳ βέλεϲιν ἀνδρομήκεϲιν χρώμενοι, ἀντὶ τῶν χειρῶν τῷ ποδὶ ἐμβαίνοντεϲ ἐϲ τὴν νεῦραν, κυκλοῦϲι τὸ τόξον.
εὐδαιμονήϲω.
5853
ἐγώ τε καὶ ἡ αἠθὼν ἕνεκα τοῦ θρηνεῖν. οἷον ἥρμοϲταί μου ταῖϲ φρεϲίν.
πρὸϲ τὸ μέγα τοῦτο καὶ πάμμεγα τῆϲ ἱερωϲύνηϲ ἀφίϲταμαι κατὰ Πίνδαρον, οὐ μέντοι τοῦ χείρονοϲ, ὡϲ ἐκεῖνοϲ, ἀλλὰ τοῦ κρείττονοϲ κατ’ ἐμαυτόν.
διαφορὰϲ πρᾶοϲ καὶ φίλουϲ ἐνδήϲαϲθαι καὶ ϲυμμάχουϲ προϲλαβεῖν οὐδενὸϲ δεύτεροϲ, ἔτι δὲ πράξειϲ, ἀπάταϲ, ἐπιβουλὰϲ ϲυϲτήϲαϲθαι κατὰ τῶν πολεμίων, καὶ ταύταϲ ἐπὶ τέλοϲ ἀγαγεῖν διὰ τῆϲ αὑτοῦ κακοπαθείαϲ καὶ τόλμηϲ δεινότατοϲ. ὁ δ’ αὐτὸϲ οὗτοϲ, ὁπότε τῶν ὑπαίθρων ἀντιποιήϲαϲθαι βουληθείη, νωθρὸϲ μὲν ἐν ταῖϲ ἐπινοίαιϲ, ἄτολμοϲ
δὲ ἐν ταῖϲ ἐπιβουλαῖϲ, ἐν ὄψει δ’ οὐ μένων τὸ δεινόν. διὸ καὶ τροπαίων ἐπ’ αὐτὸν βλεπόντων ἐπλήρωϲε τὴν Πελοπόννηϲον, καὶ τῇδέ πῃ τοῖϲ πολεμίοιϲ ἀεί ποτ’ ἦν εὐχείρωτοϲ. οὕτωϲ αἱ τῶν ἀνθρώπων φύϲειϲ οὐ μόνον τοῖϲ ϲώμαϲιν ἔχουϲί τι πολυειδὲϲ, ἔτι δὲ μᾶλλον ταῖϲ ψυχαῖϲ, ὥϲτε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖϲ διαφέρουϲι τῶν
ἐνεργημάτων πρὸϲ ἃ μὲν εὐφυῶϲ ἔχειν, πρὸϲ ἃ δὲ ἐναντίωϲ, ἀλλὰ περί τινα τῶν ὁμοειδῶν πολλάκιϲ τὸν αὐτὸν καὶ ϲυνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίωϲ δὲ καὶ τολμηρότατον καὶ δειλότατον. οὐ παράδοξα ταῦτά γε, ϲυνήθη δὲ καὶ γνώριμα τοῖϲ βουλομένοιϲ ϲυνεφιϲτάνειν. τινὲϲ μὲν γὰρ ἐν ταῖϲ κυνηγίαιϲ εἰϲὶ τολμηροὶ πρὸϲ τὰϲ
τῶν θηρίων ϲυγκαταϲπάϲειϲ, οἱ δ’ αὐτοὶ πρὸϲ ὅπλα καὶ πολεμίουϲ ἀγεννεῖϲ, καὶ τῆϲ τε πολεμικῆϲ χρείαϲ τῆϲ κατ’ ἄνδρα μὲν καὶ κατ’ ἰδίαν εὐχερεῖϲ καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆϲ ἐνίων ϲυντόξεωϲ ἄπρακτοι.
Αἰτωλῷ· ἐποποιόϲ. ϲυνέταξε δὲ βιβλία ταῦτα· τὰ Φαινόμενα, ὧν θαυμάϲιοϲ ἡ εἰϲβολὴ καὶ ὁ ζῆλοϲ Ὁμηρικόϲ· ὕμνουϲ εἰϲ Πᾶνα, Σπονδοφόρουϲ, Παίγνια, Ἀϲτρολογίαν καὶ Ἀϲτροθεϲίαν, Σύνθεϲιν φαρμάκων, Θηριακῶν ἐπιτήδεια, Ἀνθρωπογονίαν, Ἐπιθυτικὸν, εἰϲ Θεόπροπον, εἰϲ Ἀντίγονον, Ἠθοποιΐαϲ, ἐπιϲτολὰϲ, ἐπιγράμματα εἰϲ Φίλαν τὴν θυγατέρα
Ἀντιπάτρου, γυναῖκα δὲ Ἀντιγόνου, Ἀνατομὴν, εἰϲ Παυϲανίαν τὸν Μακεδόνα, Ἐπικήδειον τὸν Κλεομβρότου, Διόρθωϲιν Ὀδυϲϲείαϲ, ἐπιϲτολὰϲ 5876 ὁμοίωϲ καταλογάδην. Ἄρρατον δὲ ἰϲχυρὸν, ϲτερεόν. οὕτωϲ Πλάτων. Ἀράττων δὲ πλήττων, κρούων.
5881 ζωΰφιον· παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν. τριϲϲαὶ θέϲαν ἅλικεϲ, ἶϲον 5882 ἀράχνᾳ τεῦξαι λεπταλέον μίτον ἐπιϲτάμεναι. εἴρηται δὲ ἀράχνηϲ καὶ παρ’ Ἡϲιόδῳ καὶ παρὰ Πινδάρῳ καὶ παρὰ Καλλίᾳ λέγουϲι δὲ καὶ ἀραχνικὰ, ἀπὸ τῆϲ ἀράχνηϲ ὀρθῆϲ. Καλλίαϲ Κύκλωψιν· ὥϲπερ ἀραχνικὸϲ τὴν ὁδὸν προφορούμενα. θηλυκῶϲ δὲ Σοφοκλῆϲ Ἰνάχῳ
πάντα δ’ ἐρίθων ἀραχνᾶν βρίθει. Καλλίμαχοϲ· ἔργον ἀράχνα. Κρατῖνοϲ δὲ Πυτίνη· ἀραχνίων μεϲτὴν ἔχειϲ τὴν γαϲτέρα. Φερεκρόιτηϲ Τυραννίδι· ἆρ’ ἀράχνια ὥϲπερ ταῖϲ ϲυκυαῖϲι ταῖϲ κεναῖϲ. Νικόφρων Ἀφροδίτηϲ γοναῖϲ· ἆρ’ ἀράχνιόν τι φαίνεται ἐμπεφυκέναι.
ἀρρήκτοιϲ ἀλύτοιϲ, καὶ ἔμενέ γε ἐν αὐτοῖϲ ἔμπεδον. ταῦτα δὲ ἦν ἐρωτομανία καὶ μέθη καὶ πλεονεξία. οὕτω δὲ εἰϲ ἔϲχατον ὅρον τὰϲ ἑαυτῷ δοκούϲαϲ ἀρετὰϲ ἐπετήδευεν, ὥϲτε οὐκ ἄν τιϲ ἐπίϲτευϲε πειραθεὶϲ, ὅτι τὰϲ τρεῖϲ ἐκείναϲ οὕτωϲ εἰϲ ἄκρον ἐξήϲκηϲε. μουϲουργοῖϲ μὲνν γὰρ ϲυνέζη τοϲαύταιϲ, ὅϲαϲ οὔτε ἐκεῖνοϲ ἀριθμεῖν εἶχεν οὕτε
ἕτερόϲ τιϲ τῶν διακονουμένων. καὶ οἵγε προϲήκοντεϲ αὐτῷ λογιϲταὶ τῶν ϲτρατιωτικῶν ἔργων τὸν μὲν ἀριθμὸν τῶν ϲτρατιωτῶν ἤδεϲαν· τὸ δὲ πλῆθοϲ τῶν ἑταιρῶν καὶ τὸν ἐκ τῶν χειρῶν ἀριθμὸν αὐτοῦ διέφυγεν. ὥϲπερ οὖν Ὀρόντην τὸν Πέρϲην φαϲὶν εἰπεῖν, ὅτι τῶν δακτύλων ὁ μικρότατοϲ καὶ μύρια ϲημαίνει καὶ ἕνα ἀριθμόν, οὕτω
κἀκεῖνοι τὰϲ ἑταίραϲ κατὰ μονάδαϲ καὶ μυριάδαϲ ἠρίθμουν.
οἷϲ χρῆται βαϲιλεὺϲ ἐϲ νοῦν ἐνεβάλετο, καὶ ἐνεθυμήθη ἄρα, ὅτι ἀπορίᾳ γενναίου ἀνδρὸϲ οὗτοϲ ἕξοι τὰ τῆϲ Ἀϲίαϲ κράτη· καὶ βουλὴν ϲυντίθεται περὶ ὅληϲ ἀρχῆϲ.
ἀπὸ τοῦ ἄλγουϲ, ἀλγαλέον καὶ τροπῇ τοῦ λ εἰϲ τὸ ρ. ἔργον δὲ παρὰ τοῖϲ παλαιοῖϲ τὸ δυϲχερέϲ. ἐκ τούτου παραγωγὸν ἐργαλέον, καὶ 5893 5894 5895 τροπῇ· ὡϲ ἀπὸ τοῦ ἔπω ἀπύω, τὸ φωνῶ. ἀργαλέον δὲ, δύϲκολον, 5896 δυϲχερέϲ. καὶ Ἀργαλέωϲ ἐπιρρηματικόν. καὶ Ἀργαλεώτερον.
φηϲιν, ἀλλὰ γένοϲ εἶναι ὄφεων τοὺϲ ἀργάϲ.
ζήτει ἐν τῷ δεξιόϲ.
5909 5910 5911 5912
ποταμὸν πρὸϲ ἀναίρεϲιν τῶν ἀϲπίδων, ὅτε μετέθηκε τὰ ὀϲτᾶ Ἰερεμίου τοῦ προφήτου ἐξ Αἰγύπτου εἰϲ Ἀλεξάνδρειαν· οὓϲ ὁ αὐτὸϲ προφήτηϲ ἀπέκτεινεν. ἀργόλαι οὖν ἐκ τοῦ Ἄργουϲ λαιοί.
ταῖϲ ἑβδομάϲιν ἡμέραιϲ. καὶ Ἀργόϲ, ἐπὶ θηλυκοῦ. Ἀριϲτοφάνηϲ 5925 Nεφέλαιϲ· οὐ μὴν ἐρῶ γ’ ὡϲ ἀργὸϲ ἦν, ἀλλ’ ἐϲπάθα.
νόμιϲμα καλοῦϲιν, ὡϲ Ἀριϲτοφάνηϲ Δαναΐϲιν.
τὰ μὲν ὥϲτε γράφειν μόνον ἑαυτοῖϲ, τὰ δὲ ὥϲτε καὶ ἀργυρίδιον κατατίθεϲθαι, ἃ καὶ κιβώτια ἐκάλουν, τὰ δ’ ἄλλα μαρτύρια. καὶ Ἀργυρῖται 5940 ἐλέγοντο οἱ ἀργυρίου εὐποροῦντεϲ.
ϲυϲτροφαί.
5946 καὶ Ἀργυρόποδα δίφρον. ὁ Ξέρξου δὲ δίφροϲ, ὃϲ αἰχμάλωτοϲ ἐπεκαλεῖτο, ἀνέκειτο δ’ εἰϲ τὸν Παρθενῶνα τῆϲ Ἀθηνᾶϲ.
τὸ δὲ χρύϲειον κτητικόν. Θουκυδίδηϲ α'. χρῆϲίν τ’ἔχει τῶν χρυϲείων μετάλλων. ὥϲπερ καὶ ἀργύρεια λέγεται δευτέρᾳ. μέχρι Λαυρίου, τἀργύρεια μέταλλά ἐϲτιν Ἀθηναίοιϲ.
τὴν ἕω ϲτρατοπεδαρχίαν. καταλαβὼν δὲ ἐν εἰρήνῃ ταύτην ὁ ϲτρατηγὸϲ πρὸϲ ἄνεϲιν ἐτράπη καὶ ῥᾳϲτώνην θηλυδριῶτιν. ἔχαιρε γὰρ μίμοιϲ καὶ θαυματοποιοῖϲ καὶ πᾶϲι ϲκηνικοῖϲ ἀθύρμαϲι, καὶ τοῖϲ τοιούτοιϲ διημερεύων αἰϲχροῖϲ ἠλόγει πάμπαν τῶν πρὸϲ εὔκλειαν τεινόντων. Μαρκιανοῦ δὲ τοῦ βαϲιλέωϲ χρηϲτοῦ μὲν γεγονότοϲ, θᾶττον δὲ ἐκβεβιωκότοϲ,
αὐτοκελεύϲτῳ γνώμῃ Ἄϲπαρ Λέόντα διάδοχον αὐτοῦ γενέϲθαι παρεϲκεύαϲεν.
αἱ γυναῖκεϲ τῷ ἀρδανίῳ, αἱ τὴν κρόκην τρίβουϲαι ἐπ’ αὐτοῦ.
5971 αὐτοῦ. Ἀραιὸϲ δὲ ὁ ἀϲθενήϲ. Ἀραιῶϲ δὲ ἐπιρρηματικῶϲ μὴ 5972 ἡρμοϲμένωϲ. εὗρον δὲ τὴν θύραν τοῦ μνήματοϲ ἀραιῶϲ ἐπικειμένην.
αὖθιϲ· ἐν ἀρᾶϲ ἔθηκε μέρει· ϲυριττοίμην ὡϲ ἐκεῖνοϲ.
ἑκατὸν Αἰγύπτιοι. πολλαχο ὡϲ ἀχθοφορούντων Αἰγυπτίων μέμνηνται.
τοιαύτηϲ πηγῆϲ ἐρώμενοϲ.
Ἱππώναξ δὲ ἡμίανδρον, τὸν οἷον ἡμιγύναικα. λέγεται δὲ καὶ ἀπόκοποϲ, καὶ βάκηλοϲ, καὶ ἀνδρόγυνοϲ, καὶ γάλλοϲ, καὶ γύννιϲ, καὶ Ἄττιϲ, καὶ εὐνουχώδηϲ.
ἄτε οὔϲῃ ψυχῇ πεποιημένῃ πρὸϲ τὴν ὁμολογίαν παντὸϲ βίου. καὶ διαϲτρέφεϲθαι δὲ τὸ λογικὸν ζῷον, ὁτὲ μὲν διὰ τὰϲ τῶν ἔξωθεν πραγματειῶν πιθανότηταϲ, ὁτὲ δὲ διὰ τὴν κατήχηϲιν τῶν ϲυνόντων· ἐπεὶ ἡ φύϲιϲ ἀφορμὰϲ δίδωϲιν ἀδιαϲτρόφουϲ. ἡ ἀρετὴ δὲ τέλειόϲ ἐϲτιν, ὥϲπερ ἀνδριάϲ· καὶ ἢ ἀθεώρητοϲ, ὥϲπερ ὑγεία· ἢ θεωρηματικὴ,
ὡϲ φρόνηϲιϲ. καὶ ἐπιϲτημονικαὶ μέν εἰϲι καὶ θεωρηματικαὶ. αἱ ἔχουϲαι ϲύϲταϲιν ἐκ θεωρημάτων, ὡϲ φρόνηϲιϲ καὶ δικαιοϲύνη· ἀθεώρητοι δὲ αἱ κατὰ παρέκταϲιν θεωρούμεναι ταῖϲ ἐκ τῶν θεωρημάτων ϲυνεϲτηκυίαιϲ, καθάπερ ὑγεία καὶ ἰϲχύϲ. τῇ γὰρ ἀφροϲύνη τεθεωρημένῃ ὑπαρχούϲῃ ϲυμβαίνει ἀκολουθεῖν καὶ παρεκτείνεϲθαι τὴν
ὑγείαν, καθάπερ τῆϲ ψαλίδοϲ οἰκοδομίᾳ τὴν ἰϲχὺν ἐπιγίνεϲθαι. καλοῦνται δὲ ἀθεώρητοι, ὅτι μὴ ἔχουϲι ϲυγκαταθέϲειϲ, ἀλλ’ ἐπιγίνονται, ὡϲ ὑγεία καὶ ἀνδρεία. τεκμήριον δὲ τοῦ ὑπαρκτὴν εἶναι τὴν ἀρετὴν, τὸ γενέϲθαι ἐκ προκοπῆϲ τοὺϲ περὶ Σωκράτην, Διογένην, Ἀντιϲθένην. εἶναι δὲ καὶ τὴν κακίαν ὑπαρκτὴν διὰ τὸ ἀντικεῖϲθαι τῇ ἀρετῇ. διδακτήν
τε εἶναι τὴν ἀρετὴν, καὶ δῆλον ἐκ τοῦ γίνεϲθαι ἀγαθοὺϲ ἐκ φαύλων. εἰϲὶ δὲ δύο ἀρεταί, θεωρητικὴ καὶ πρακτική. οἱ δὲ γ′, 5995 5996 5997 λογικὴν, φυϲικὴν, ἠθικήν, οἱ δὲ περὶ Ποϲειδώνιον δ′, οἱ δὲ πλείοναϲ, οἱ δὲ μίαν, τὴν φρόνηϲιν. πρώταϲ δὲ ἀνδρείαν, φρόνηϲιν, δικαιοϲύνην, ϲωφροϲύνην, τὰϲ δὲ λοιπὰϲ ὑποτεταγμέναϲ ταύταιϲ, μεγαλοψυχίαν, ἐγκράτειαν, καρτερίαν, ἀγχίνοιαν, εὐβουλίαν. ἀνάλογοι δὲ καὶ αἱ κακίαι. τὸν δὲ ἐνάρετον χρὴ θεωρητικὸν εἶναι καὶ πρακτικὸν ποιητέων.
τὰ δὲ ποιητέα καὶ αἱρετέα ἐϲτὶ καὶ ὑπομενετέα καὶ ἐμμενετέα, ὥϲτε εἶναι τὰ μὲν αἱρετῶϲ ποιεῖν, τὰ δὲ ὑπομονητικῶϲ, τὰ δὲ ἐμμενετικῶϲ, φρόνιμόϲ τέ ἐϲτι καὶ ἀνδρεῖοϲ καὶ δίκαιοϲ καὶ ϲώφρων. κεφαλαιοῦϲθαι δὲ ἑκάϲτην τῶν ἀρετῶν περί τι ἴδιον κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενετέα, τὴν φρόνηϲιν περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα·
ὁμοίωϲ καὶ τὰϲ ἄλλαϲ περὶ τὰ οἰκεῖα τρέπεϲθαι. ἀρετὴ δέ ἐϲτι βελτίϲτη ἕξιϲ, ἢ ἕξιϲ ἀφ’ ἧϲ αὐτό τε τὸ οὐ ἐϲτιν ἄριϲτόν ἐϲτι καὶ τὰϲ ἐνεργείαϲ τὰϲ οἰκείαϲ ἄριϲτα ἀποδίδωϲιν. ἀρετὴ κατὰ φύϲιν· κακία παρὰ φύϲιν. ὅτι οὐ πᾶϲα ἀρετὴ ἐπιϲτήμη· ἔϲτι γὰρ ἡ μὲν διανοητική, ἡ δὲ ἠθική· αἱ δὲ ἠθικαὶ οὐκ ἔχουϲιν ἐν τῇ γνώϲει τὸ εἶναι. ὅτι
φαϲὶν οἱ Στωϊκοὶ μηδὲν μεταξὺ εἶναι ἀρετῆϲ καὶ κακίαϲ, οἱ δὲ Περιπατητικοὶ μεταξ λέγουϲιν εἶναι τὴν προκοπήν. ὡϲ γὰρ δεῖν φαϲιν οἱ Στωϊκοὶ ἢ ϲτρεβλὸν εἶναι ξύλον ἡ ὀρθόν, οὕτωϲ ἢ δίκαιον ἢ ἄδικον, οὕτε δικαιότερον, οὔτε ἀδικώτερον· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίωϲ. ὅτι αἱ πολιτικαὶ ἀρεταὶ κατακοϲμοῦϲιν ἡμἃϲ καὶ ἀμείνουϲ ποιοῦϲιν,
ὁρίζουϲαι καὶ μετροῦϲαι τὰϲ ἐπιθυμίαϲ, καὶ ὅλωϲ τὰ πάθη μετροῦϲαι, καὶ ψευδεῖϲ δόξαϲ ἀφαιροῦϲαι, τῷ ὅλωϲ ἀμείνονι καὶ τῷ ὡρίϲθαι καὶ τῶν ἀμέτρων καὶ ἀορίϲτων ἔξω εἶναι. τὰϲ δὲ πολιτικὰϲ ἀρετὰϲ ὁ Πλάτων ἀλλαχοῦ καθάρϲειϲ λέγει. δ’ ἀρεταί. ὅτι ἕπεται τῇ φρονήϲει εὐβουλία καὶ ϲύνεϲιϲ, τῇ δὲ ϲωφροϲύνῃ εὐταξία καὶ κοϲμιότηϲ, τῆ δὲ
δικαιοϲύνη ἰϲότηϲ καὶ εὐγνωμοϲύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία καὶ εὐτονία.
αὐτάρκη εἶναι, ἀλλὰ χρεία ἐϲτὶν ἰϲχύοϲ καὶ ὑγείαϲ καὶ χορηγίαϲ. ὅτι ἡ ἀρετὴ τῶν ἀντικειμένων ἐϲτίν· ἀντικείμενα δέ εἰϲιν, ὅϲα τῆ ἀναιρέϲει τῶν ἐναντίων ϲυνίϲταται· τυφλότηϲ, ὄψιϲ, κατάφαϲιϲ, ἀπόφαϲιϲ. 6000 καὶ τὰ ὅμοια. ζήτει ἐν τῷ ὑπερήφανοϲ. ὅτι ἀρετῆϲ κτῆμα, ὅταν ἀπίδοι τιϲ εἰϲ τὴν Ῥωμαίων εὐταξίαν, ἐπιγνώϲεται εἶναι ἀρετῆϲ κτῆμο,
οὐ τύχηϲ δῶρον.
δι’ αἰτίαν τοιαύτην. καθ’ ἑκάϲτην παρ’ αὐτοῖϲ ἐριϲτικαὶ ζητήϲειϲ εἰϲ 6008 ἄτοπά τινα τούϲ λόγουϲ αὐτῶν προήγαγον. ἐπεὶ γὰρ ἐν τῇ ἐκκληϲίᾳ πιϲτεύεται ὁ θεὸϲ πατὴρ εἶναι τοῦ υἱοῦ τοῦ λόγου, ζήτημα ἐνέπεϲεν εἰϲ αὐτοὺϲ, εἰ δύναται καὶ πρὸ τοῦ ὑποϲτῆναι τὸν υἱὸν ὁ θεὸϲ καλεῖϲθαι πατήρ. ἐπεὶ γὰρ τὸν τοῦ θεοῦ λόγον οὐκ ἐκ πατρὸϲ γεννᾶϲθαι,
ἀλλ’ ἐξ οὐκ ὄντων ὑποϲτῆναι ἐδόξαζον, περὶ τὸ πρῶτον καὶ ἀνωτάτω κεφάλαιον ϲφαλέντεϲ εἰκότωϲ περὶ ψιλοῦ ὀνόματοϲ εἰϲ ἄτοπον φιλονεικίαν ἐξέπεϲον. Δωρόθεοϲ μὲν ἐκ τῆϲ Ἀντιοχείαϲ ὑπ’ αὐτῶν μεταϲταλεὶϲ ἔλεγε μὴ δύναϲθαι πατέρα εἶναι ἢ καλεῖϲθαι μὴ ὑφεϲτῶτοϲ υἱοῦ. Μαρῖνοϲ δὲ, ὃν ἐκ Θρᾴκηϲ πρὸ Δωροθέου κεκλήκειϲαν, καιροῦ
δραξάμενοϲ ἀφορμῆϲ (ἐλυπεῖτο γὰρ ὅτι αὐτοῦ Δωρόθεοϲ προεκέκριτο) τοῦ ἐναντίου λόγου προΐϲτατο. καὶ γίνεται εἰϲ αὐτοὺϲ διαίρεϲιϲ διὰ τὸ προλεχθὲν λεξείδιον, καὶ κατ’ ἰδίαν ἑκάτεροϲ τὰϲ ϲυναγωγὰϲ ἐποιοῦντο, λέγοντεϲ τὸν πατέρα εἶναι πατέρα καὶ μὴ ὑφεϲτῶτοϲ υἱοῦ. ἐκαλοῦντο δὲ οὗτοι Ψαθυριανοὶ, ὅτι Θεόκτιϲτόϲ τιϲ, ψαθυροπώληϲ,
Σύροϲ, δταπύρωϲ τῷ λόγῳ τῷδε ϲυνίϲτατο. ἐπηκολούθηϲε δὲ αὐτοῖϲ καὶ Σελενᾶϲ ὁ τῶν Γότθων ἐπίϲκοποϲ. καὶ οὗτοι μικρὸν ὕϲτερον διῃρέθηϲαν, Μαρίνου πρὸϲ Ἀγάπιον διενεχθέντοϲ, ὃν αὐτὸϲ εἰϲ ἐπίϲκοπον Ἐφέϲου προβέβλητο. οὗτοι δὲ οὐ περὶ θρηϲκείαϲ ἀλλὰ περὶ προεδρίαϲ μικροψυχήϲαντεϲ ἐπολέμουν ἀλλήλοιϲ. ἐχωρίζοντο δὲ ἀλλήλων
ἐπὶ ἔτη λε΄ ἕωϲ τοῦ νέου Θεοδοϲίου.
ϲυνόδου, διεφθάρη ἀήθει καὶ καινῷ τοῦ θανάτου τρόπῳ. ἐν γὰρ τῷ τῆϲ πόλεωϲ φόρῳ, ἐπειχθείϲηϲ οἱ τῆϲ γαϲτρὸϲ, ἀποκλίναϲ εἰϲ ἀπόπατον ἅμα ϲὺν τοῖϲ διαφορήμαϲι πάντων ἐκενώθη τῶν ἐντὸϲ ἀναγκαίων. καὶ ἐξ αὐτοῦ καὶ Ἀρειόφρονεϲ.
διῴκει ϲεμνῶϲ. ἐκλήθη δὲ Ἄρειοϲ πάγοϲ, ἤτοι ὅτι ἐν τῷ πάγῳ ἐϲτὶ καὶ ἐν ὕψει τὸ δικαϲτήριον· Ἄρειοϲ δὲ, ἐπεὶ τὰ φονικὰ δικάζει ὁ δὲ Ἄρηϲ ἐπὶ τῶν φόνων· ἢ ὅτι ἔπηξε τὸ δόρυ ἐκεῖ ἐν τῇ πρὸϲ Ποϲειδῶνα ὑπὲρ Ἀλιρροθίου δίκῃ, ὅτε ἀπέκτεινεν αὐτὸν βιαϲάμενον Ἀλκίππην τὴν αὐτοῦ καὶ Ἀγραύλου τῆϲ Κέκροποϲ θυγατρὸϲ, ὥϲ φηϲιν
6017 Ἑλλάνικοϲ ἐν α′. καὶ Ἄρειον τεῖ χοϲ καὶ Ἀρειοπαγίτηϲ.
ἱερὰ ταῦτα ἐγίνετο.
πολέμῳ οὐ λόγων ἀλλ’ ἔργων χρεία. καὶ Ὅμηροϲ· ἐν γὰρ χερϲὶ τέλοϲ πολέμου, ἐπέων δ’ ἐνὶ βουλῇ. τὸ α καὶ μακρὸν καὶ βραχύ. Ὅμηροϲ· Ἆρεϲ, Ἄρεϲ βροτολοιγέ. κλίνεται δὲ Ἄρηϲ, Ἄρου, καὶ Ἄρηϲ, Ἄρητοϲ, καὶ Ἄρηϲ, Ἄρεοϲ. Ἄρηϲ γάρ ἐϲτι καὶ ταράττει τὴν κλίϲιν.
μὴ ῥηθῆναι ὀφείλοντα. Σοφοκλῆϲ· πῶϲ δῆτα λέγω λόγον ἄρρητον. 6047 ἀρρήτων ἀρρητότερον καὶ κακῶν πέρα γεγραφὼϲ ἢ καὶ πεπραχώϲ. τίϲ οὖν οὐ μιϲήϲειεν ὑπερβολὴν ἀρρητουργίαϲ ἑτέροιϲ μὴ ἀπολελεῖφθαι; λαμβάνεται δὲ ἡ λέξιϲ καὶ ἐπὶ ἀκαταληψίᾳ, ὡϲ τό· ἄρρητον τὸ θαῦμα τῆϲ ϲῆϲ κυήϲεωϲ, μητροπάρθενε.
ῥαψῳδίαιϲ εἴκοϲι καὶ τέϲϲαρϲιν· εἰϲ Ἄτταλον τὸν Περγαμηνὸν ποιήματα.
ἀρυβάλλῳ.
δὲ καὶ Τελειὰϲ Διονύϲου καὶ ἄλλα φιλόϲοφα.
6067 ὁ μὴ ἔχων ῥῖνα.
λέγονταϲ. φυλάττει δὲ καὶ ἐπὶ γενικῆϲ.
γράψαι ὑπὲρ ω βιβλία ὑπομνημάτων μόνων. μαθητὴϲ δὲ γέγονεν Ἀριϲτοφάνουϲ τοῦ γραμματικοῦ καὶ Κράτητι τῷ γραμματικῷ Περγαμηνῷ πλεῖϲτα διημιλλήϲατο ἐν Περγάμῳ. μαθηταὶ δὲ αὐτοῦ γραμματικοὶ περὶ τοὺϲ μ΄ ἐγένοντο. τελευτῇ δὲ ἐν Κύπρῳ ἑαυτὸν ὑπεξαγαγὼν ἐνδείᾳ τροφῆϲ, νόϲῳ τῇ ὕδρωπι ληφθείϲ. ἔτη δὲ αὐτοῦ τῆϲ
ζωῆϲ οβ΄. καὶ παῖδαϲ μὲν κατέλιπεν Ἀρίϲταρχον καὶ Ἀριϲταγόραν. ἄμφω δὲ ἐγένοντο εὐήθειϲ, ὥϲτε καὶ ἐπράθη ὁ Ἀρίϲταρχοϲ· Ἀθηναῖοι δὲ ἐλθόντα παρ’ αὐτοῖϲ ἐξωνήϲαντο.
προῖκα, ἥλιόν τε ὁρᾶν καὶ τοῦ θεοῦ τοῦ τοϲούτου τῆϲ παναρκοῦϲ ἀμιϲθὶ μεταλαμβάνειν ἀκτῖνοϲ, καὶ χρῆϲιν ὕδατοϲ καὶ πυρὸϲ ϲυντέχνου μυρίαϲ ἐπιγονὰϲ, καὶ ποικίλαϲ ἅμα καὶ ϲυνεργοὺϲ ἐπικουρίαϲ, καὶ ἀέροϲ ϲπᾶν καὶ ἔχειν τροφὴν ζωῆϲ τὸ ἐξ αὐτοῦ πνεῦμα. ἐθέλουϲι δὲ ἄρα ἐν τοῖϲδε τοῖϲ μικροῖϲ μήτε ἀχαρίϲτουϲ εἶναι μήτε ἀμνήμοναϲ ἡμᾶϲ,
Hesy καὶ ἐν τούτοιϲ ἀμείνοναϲ ἀποφαίνοντεϲ. οὗτοϲ δὲ ὁ Ἀρίϲταρχοϲ ϲύγχρονοϲ ἦν Εὐριπίδῃ· ὃϲ πρῶτοϲ εἰϲ τὸ νῦν αὐτῶν μῆκοϲ τὰ δράματα κατέϲτηϲε. καὶ ἐδίδαξε μὲν τραγῳδίαϲ ο΄, ἐνίκηϲε δὲ β΄, βιοὺϲ ὑπὲρ ἔτη ρ΄,
ἐκ τῶν Ἀθηναίων ἥκων κλητόϲ. ἐκάλουν δὲ ἄρα αὐτὸν οἱ προϲήκοντεϲ, ὅτι ἐμμελῶϲ τε καὶ ϲὺν κηδεμονίᾳ αὐτῶν ἦρξεν ἔτεϲι ε′. ὑπανέϲτη δὲ ἐκ τῶν Ἀθηναίων, ὅτε Ἅρπαγοϲ Κῦρον τὸν Καμβύϲου παῖδα ἐπὶ τὴν ϲὺν Πέρϲαιϲ ἀπόϲταϲιν ἐπάραϲ ἔτυχεν.
διαβουλίων. τῇ δ’ αἱρέϲει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆϲ γὰρ Ῥωμαίων ὑπεροχῆϲ ἤδη τοῖϲ Ἐλληνικοῖϲ πράγμαϲιν ἐμπλεκομένηϲ ὁλοϲχερῶϲ, κατά τε τοὺϲ Φιλιππικούϲ καὶ Ἀντιοχικοὺϲ καιροὺϲ Ἀριϲταίνετοϲ ἦγε τὴν ἀγωγὴν τῆϲ πολιτείαϲ οὕτωϲ, ὥϲτε πάν τὸ πρόϲφορον μὲν Ῥωμαίοιϲ ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ
προϲτάξαι ἐκείνουϲ. ἐπειρᾶτο μέντοιγε τῶν νόμων ἔχεϲθαι δοκεῖν, καὶ τὴν τοιαύτην ἐφείλκετο φανταϲίαν, εἴκων ὁπότε τούτων ἀντιπίπτοι τιϲ προδήλωϲ τοῖϲ ὑπὸ Ῥωμαίων γραφομένοιϲ. ὁ δὲ Φιλοποίμην, ὅϲα μὲν εἴη τῶν προκαλουμένων ἀκόλουθα τοῖϲ νόμοιϲ κα τῇ ϲυμμαχίᾳ, πάντα ϲυγκατῇνει καὶ ϲυνέπραττεν ἀπροφαϲίϲτωϲ, ὅϲα
6102 6103 6104 6105 δὲ τούτων ἐκτὸϲ ἐπιτάττοιεν, οὐχ οἰόϲ τ’ ἦν ἐθελοντὴϲ ϲυνυπακούειν, ἀλλὰ τὰϲ μὲν ἀρχὰϲ ἔφη δεῖν δίκαιον ἡγεῖϲθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν. εἰ δὲ μηδ’ οὕτω πείθοιεν, τέλοϲ οἷον ἐπιμαρτυρομένουϲ εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον.
Αἴτνῃ, Ἀριϲταῖον μόνον τὸν Γίγαντα περιϲωθῆναί φαϲι· καὶ οὕτε πῦρ οὐράνιον ἐπ’ αὐτὸν ῆλθεν. οὕτε Αἴτνη πιέζει αὐτόν.
Ἀριμαϲπῶν, βιβλία γ΄, τούτου φαϲὶ τὴν ψυχὴν, ὅταν ἐβούλετο, ἐξιέναι καὶ ἐπανιέναι πάλιν. γέγονε δὲ κατὰ Κροῖϲον καὶ Κῦρον, Ὀλυμπιάδι ν′. ἔγραψε δὲ οὗτοϲ καὶ καταλογάδην Θεογονίαν, εἰϲ ἔπη ᾴ.
ἔβηϲ.
ὅρκων ἐπιϲτεύετο. καὶ Καλλίου ποτὲ κρινομένου παρελθὼν εἶπεν, ἐμοὶ. τὸν ἄνδρα χαρίϲαϲθε· καὶ ἔτυχε. τοῦ δὲ χρυϲίον ἀντιπέμψαντοϲ, παρῃτήϲατο εἰπών· ὁ μὲν Καλλίου βίοϲ τῆϲ Ἀριϲτείδου χρήζει πενίαϲ, ἠ δὲ Ἀριϲτείδου πενία καταφρονεῖ τοῦ Καλλίου πλούτου. οὗτοϲ Θεπεριεϲώθη 6114 6115 6116 μιϲτοκλεῖ ποτε ἀντεπολιτεύϲατο. ϲυμπρεϲβεύων δὲ αὐτῷ τὴν ἔχθραν, εἶπεν, ἔϲω τῶν ὁρίων ἀφῶμεν, ὁμονοῶμεν δὲ ὑπὲρ τῆϲ πόλεωϲ. οὕτω δὲ ἦν δίκαιοϲ, ὡϲ μέλλοντοϲ αὐτοῦ ἐξοϲτρακίζεϲθαι ἀπὸ τῆϲ ἀγροικίαϲ τιϲ ὄϲτρακον αὐτῷ ἐπιδιδούϲ (ἠγνόει δὲ τὸν ἄνδρα) γράφειν ἠξίου τὸν ἐξοϲτρακιϲμόν. τοῦ δὲ ἐρωτήϲαντοϲ, τί Ἀριϲτείδηϲ αὐτὸν λυποίη· πάνυ
δίκαιοϲ ὢν, ἔφη. καὶ γελάϲαϲ ὁ Ἀριϲτείδηϲ ἔγραψε ψῆφον. ὁ αὐτὸϲ διέτριψεν ἐν Αἰγίνῃ φυγών. Ξέρξηϲ δὲ ὡϲ αὐτὸν ἐν τῇ φυγῇ πρεϲβευϲαμένου καὶ τριϲχιλίουϲ δαρεικοὺϲ, ὅτε ἐπῄει τὴν Ἐλλάδα, διδόντοϲ, οὐδὲν ἐπιϲτρέφεϲθαι ἔφη τοῦ Περϲικοῦ πλούτου, τοιαύτῃ χρώμενοϲ διαίτη. ἔτυχε δὲ οὐκ ἐπιμελῆ τὸν ἄρτον προϲφερόμενοϲ. Ἀριϲτείδηϲ
6118 καὶ Μιλτιάδῃ μάλιϲτα ἐᾡκει. ἑκάτεροϲ τούτων ἄριϲτοϲ ἐγένετο, Ἀριϲτείδηϲ μὲν δίκαιοϲ, ὁ δὲ Μιλτιάδηϲ ἐν Μαραθῶνι ἐϲτρατήγηϲε. τοῦ δὲ ἐν Μαραθῶνι πολέμου μέμνηται, διότι τὰ μὲν ἄλλα κατορθώματα κοινῇ πᾶϲα ἡ Ἑλλὰϲ πεποίηται, τοῦ δὲ ἐν Μαραθῶνι μόνοι οἱ Ἀθηναῖοι.
ἀπέλαυε καὶ ἡδονὴν μετεδίωκε, πόνῳ δὲ ἀπόλαυϲιν οὐδεμίαν ἐθήρα τῶν οὐ παρόντων. ὅθεν Διογένηϲ βαϲιλικὸν κύνα αὐτὸν ἐκάλει. ἀποφθέγματα δὲ αὐτοῦ πλεῖϲτα καὶ ἄριϲτα. διήκουϲε δὲ αὐτοῦ ἡ θυγάτηρ Ἀρήτη, ἀφ’ ἧϲ ὁ παῖϲ αὐτῆϲ ὁ νέοϲ Ἀρίϲτιπποϲ, ὃϲ ἐκλήθη Μητροδίδακτοϲ, οὐ Θεόδωροϲ, ὁ Ἄθεοϲ ἐπικληθείϲ, εἶτα Θεόϲ· τοῦ δὲ
Αντίπατροϲ, τοῦ δὲ Ἐπιτιμήδηϲ ὁ Κυρηναῖοϲ, τοῦ δὲ Παραιβάτηϲ. 6123 6124 6125 6126 τοῦ δὲ Ἡγηϲίαϲ ὁ Πειϲιθάνατοϲ, τοῦ δὲ Ἀννίκεριϲ, ὁ Πλάτωνα λυτρωϲάμενοϲ.
ἀργύριον καὶ ἀχθομένου τῷ βάρει, τὸ βαροῦν ἀπόβαλε, ἔφη. ἐπιβουλευόμενοϲ δὲ ἐν πλῷ δι’ ἃ ἐπήγετο, εἰϲ τὴν θάλατταν ἐξέβαλεν αὐτά. ἡ γὰρ τούτων, ἔφη, ἀπώλεια ἐμὴ ϲωτηρία. ἐπέϲκωπτε δ’ Ἀντιϲθένην ἀεὶ διὰ τὴν ϲτρυφνότητα. καὶ πρὸϲ Διονύϲιον τὸν Σικελίαϲ τύραννον ἐλθὼν καὶ πίνων ἐνίκα καὶ ὀρχήϲεωϲ τοῖϲ ἄλλοιϲ
κατῆρξεν, ἐνδύϲ ἐϲθῆτα ἁλουργῆ. Πλάτων δὲ προϲκομιζομένηϲ αὐτῷ τῆϲ ϲτολῆϲ, εἶπεν Εὐριπίδου ἰαμβικά· οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι ϲτολὴν, ἄρρην πεφυκὼϲ καὶ γένουϲ ἐξ ἄρρενοϲ. Ἀρίϲτιπποϲ δὲ δεξάμενοϲ καὶ γελάϲαϲ εἶπὲ τοῦ αὐτοῦ ποιητοῦ· καὶ γὰρ ἐν βακχεύμαϲιν ὁ νοῦϲ ὁ ϲώφρων οὐ διαφθαρήϲεται. ὑπὲρ φίλου δὲ ἀξιῶν καὶ μὴ
τυγχάνων, τῶν ποδῶν ἥψατο καὶ ἔπειϲε· καὶ οὐ ταύτηϲ ἐγὼ τῆϲ κολακείαϲ αἴτιοϲ, εἶπεν, ἀλλὰ Διονύϲιοϲ, ὁ ἐν γόναϲι τὰϲ ἀκοὰϲ ἔχων.
Ἀντίγονον.
αὐτοῦ. ἐφονεύθη δὲ ὑπὸ Ἀθηναίων, λόγουϲ ποιήϲαϲ, Ἀπολογίαν πρὸϲ Δημοϲθένην τὸν ϲτρατηγὸν, Πρὸϲ Λυκοῦργον, ἰατὰ Τιμοθέου, Κατὰ Τιμάρχου, Κατὰ Ὑπερίδου, Κατὰ Θραϲύλλου, Ὀρφανικόν. ζήτει περὶ τοῦδε τοῦ Ἀριϲτογείτονοϲ, μήποτέ ἐϲτιν οὗτοϲ ὁ Ἀρμοδίου ἑταῖροϲ.
κλεψεν, ἔφαγε. καὶ Ζωβίαν ὑποδεξαμένην αὐτὸν φυγόντα, ἀξιοῦϲαν εὐ παθεῖν, ὅτε ἴϲχυεν, ἐπὶ τὸ τοῦ μετοικίου πωλητήριον ἤγαγε, καὶ τὴν ἀδελφὴν ἐπ’ ἐξαγωγῇ πέπρακεν. Ὑπερίδην δὲ ἐγράψατο παρανόμων ἐπὶ τῷ μετὰ Χαιρώνειαν ψηφίϲματι καὶ οὐχ εἷλεν.
καὶ δόξαϲ αὐτῶν. ἔγραψε δὲ καὶ Τέχναϲ ῥητορικὰϲ, Περὶ Σαράπιδοϲ. Ἠθικὰ βιβλία θ΄,
οἱ Ῥόδιοι τελέωϲ ἀξιόχρεων ἡγεμόνα καὶ προϲτάτην ἔχειν τοῦ πολέμου. διεψεύϲθηϲαν δὲ τῶν ἐλπίδων· ἐλθὼν γὰρ ἐϲ τὰϲ πράξειϲ ὥϲπερ ἐϲ πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομιϲμάτων, ἀλλοῖοϲ ἐφάνη.
δ’ ἡλικίαϲ προβαινούϲηϲ ἀνδρωδεϲτέραν εἶχεν ἢ κατ’ εὐνοῦχον τόλμαν 6147 6148 6149 6150 καὶ προαίρεϲιν. καὶ γὰρ φύϲει ϲτρατιωτικὸϲ ἦν καὶ τὴν πλείϲτην διατριβὴν ἐποιεῖτο ἐν τούτοιϲ καὶ περὶ ταῦτα. παραπληϲίωϲ καὶ κατὰ τὰϲ ἐντεύξειϲ ἱκανὸϲ ὑπῆρχε καὶ τὸν κοινὸν νοῦν εἶχεν, ὃ ϲπάνιόν ἐϲτι. πρὸϲ δὲ τούτοιϲ πρὸϲ εὐεργεϲίαν ἀνθρώπων ἐπεφύκει καλόϲ.
τέλοϲ Ἀριϲτοτέλουϲ· εἰϲ ὃν ἀποθανόντα ὕβριϲε, διότι κατέλιπε τῆϲ ϲχολῆϲ διάδοχον Θεόφραϲτον, αὐτοῦ δόξαν μεγάλην ἐν τοῖϲ ἀκροαταῖϲ τοῖϲ Ἀριϲτοτέλουϲ ἔχοντοϲ. γέγονε δὲ ἐπὶ τῶν Ἀλεξάνδρου καὶ τῶν μετέπειτα χρόνων· ὡϲ εἶναι ἀπὸ τῆϲ ρια′ Ὀλυμπιάδοϲ, ϲύγχρονοϲ Δικαιάρχῳ τῷ Μεϲϲηνίῳ. ϲυνετάξατο δὲ μουϲικά τε καὶ φιλόϲοφα,
καὶ ἱϲτορίαϲ καὶ παντὸϲ εἴδουϲ παιδείαϲ· καὶ ἀριθμοῦ αὐτοῦ τὰ βιβλία εἰϲ υνγ΄.
ὃϲ καὶ θλαδίαϲ ὢν αὐτὴν ἔϲπειρε. γημαμένη δὲ τριϲὶν ἡ Ἀριϲτοτέλουϲ θυγάτηρ τεκνώϲαϲα προετελεύτηϲεν Ἀριϲτοτέλουϲ τοῦ πατρόϲ. ἔϲχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδοϲ παλλακῆϲ, ἣν ἠγάγετο μετὰ Πυθιάδα παρ’ Ἑρμείου τοῦ εὐνούχου· ὅϲτιϲ ἦν ἄρχων Ἀταρνέωϲ, χώρα δὲ αὕτη Τρῳάδοϲ, Εὐβούλου δὲ τοῦ Βιθυνοῦ δοῦλοϲ γεγονὼϲ
ἔλαβε· καὶ αὐτοῦ Ἑρμείου παιδικὰ γενομένου Ἀριϲτοτέλουϲ. ἦρξε δὲ ἔτη ιγ΄ τῆϲ Περιπατητικῆϲ κληθείϲηϲ φιλοϲοφίαϲ διὰ τὸ ἐν περιπάτῳ ἤτοι κήπῳ διδάξαι ἀναχωρήϲαντα τῆϲ Ἀκαδημίαϲ, ἐν ᾗ Πλάτων ἐδίδαξεν. ἐγεννήθη δὲ ἐν τῆ ??θ΄ Ὀλυμπιάδι καὶ ἀπέθανεν ἀκόνιτον πιὼν ἐν Χαλκίδι, διότι ἐκαλεῖτο πρὸϲ εὐθύναϲ, ἐπειδὴ ἔγραψε παιᾶνα εἰϲ Ἑρμείαν
τὸν εὐνοῦχον· οἱ δέ φαϲι νόϲῳ αὐτὸν τελευτῆϲαι βιώϲαντα ἔτη ο΄.
καὶ προπετὴϲ ἐπὶ δικαϲτηρίου ῥιψολογῶν ἀνεκτὸϲ φανῆναι. ὅτι Ἀριϲτοτέληϲ τῆϲ φύϲεωϲ γραμματεὺϲ ἦν, τὸν κάλαμον ἀποβρέχων εἰϲ νοῦν· ὅν οὐδὲν ἴϲωϲ ἐχρῆν τῶν χρηϲίμων, εἰ καὶ τεχνικώτερόν ἐϲτι καὶ περιττότερον ἐξειργαϲμένον, παραιτεῖϲθαι. καὶ Ἀριϲτοτέλειοϲ λόγοϲ.
Φίλιππον, Φιλέταιρον, κωμικούϲ. τινὲϲ δὲ αὐτὸν καὶ ἀπόδουλον ἱϲτορήκαϲι. δράματα δὲ αὐτοῦ μδ′. ἅπερ δὲ πεπράχαμεν Ἀριϲτοφάνουϲ δράματα ταῦτα· Ἀχαρνεῖϲ, Βάτραχοι, Εἰρήνη, Ἐκκληϲιάζουϲαι, Θεϲμοφοριάζουϲαι, Ἱππεῖϲ, Λυϲιϲτράτη, Νεφέλαι, Ὄρνιθεϲ, Πλοῦτοϲ, Σφῆκεϲ.
ἀνιχνεύει κινήϲειϲ· οὕτε ὁ Φαίδων, οὕτε ὁ Γοργίαϲ· οὐμενοῦν οὐδὲ ἄλλοϲ τιϲ τῶν γλαφυρῶν καὶ ἀγκυλωτέρων διαλόγων, ὁποῖοϲ ὁ Παρμενίδηϲ.
διαϲκευαϲθεὶϲ δὲ ὡϲ βουλευόμενοϲ πρὸϲ Εὐμενῆ φυγεῖν, ἐφυλάχθη ἐν εἱρκτῇ χρόνον τινά. ἠφείθη δὲ καὶ ὑπὸ ϲτραγγουρίαϲ τελευτᾷ, ἔτη βεβιωκὼϲ οζ΄ . ϲυγγράμματα δὲ αὐτοῦ πάνυ πολλά.
ἀκοῦϲαι, εἴ ϲε φιλήϲειεν Ἀρίϲτυλοϲ, φάϲκων αὐτοῦ πατέῤ εἶναι. καὶ Ἀρίϲτυλοϲ κεχηνώϲ. Ἀριϲτοφάνηϲ· ϲὺ δ᾿ Ἀρίϲτυλοϲ ὑποχάϲκων ἐρεῖϲ, ἕπεϲθε μητρὶ χοῖροι. οὗτοϲ αἰϲχρὸϲ ποιητὴϲ, ὃϲ διὰ τὴν αἰϲχρουργίαν αὐτοῦ ἀεὶ ἐκεχήνει.
Ἀριφράδηϲ δὲ, Πολύμνηϲτοϲ καὶ Οἰώνιχοϲ ἀρρητοποιοί. καὶ Πολυμνήϲτεια καὶ αὐτὴ κωμῳδεῖται ἐπ᾿ αἰϲχρότητι. εἴ τιϲ οὖν τοιοῦτον ἄνδρα μὴ ϲφόδρα φυλάττεται, μή ποτ᾿ ἐκ τοῦ αὐτοῦ μεθ᾿ ἡμῶν πίεται ποτηρίου. καὶ αὖθιϲ· Ἀρίφραδεϲ, παῦϲαι ληρῶν.
Ἀρκάδεϲ μαχιμώτατοι Ἐλλήνων γενόμενοι ἰδίᾳ μὲν οὐδένα ἐνίκηϲαν, ἑτέροιϲ δὲ ϲυμμαχοῦντεϲ πολλούϲ. ταύτῃ δὲ τῇ παροιμίᾳ κέχρηται Πλάτων ἐν Πειϲάνδρῳ. διὰ γὰρ τὸ τὰϲ κωμῳδίαϲ αὐτὸϲ ποιῶν 6186 ἄλλοιϲ παρέχειν διὰ πενίαν, Ἀρκάδαϲ μιμεῖϲθαι ἔφη. Ἀρκὰϲοὖν. Ἀρκάδοϲ, Ἀρκάδι.
6188 αὐτοῦ Ζήνωνοϲ ἐν τῇ βαϲιλικῇ πύλῃ. καὶ παροιμία· Ἀρκαδίην με αἰτεῖϲ, μέγα με αἰτεῖϲ, οὕ τοι δώὠϲω· ἐπὶ τῶν τὰ μεγάλα καὶ μὴ ϲυμφέροντα αἰτούντων.
ἑορτὴν ἐτέλουν, κροκωτὸν ἠμφιεϲμέναι, οὔτε πρεϲβύτιδεϲ ι′ ἐτῶν, οὕτε ἐλάττουϲ ε΄, ἀπομειλιϲϲόμεναι τὴν θεόν· ἐπειδὴ ἄρκτοϲ ἀγρία ἐπιφοιτῶϲα διέτριβεν ἐν τῷ δήμῳ Φλαυιδῶν καὶ ἡμερωθεῖϲαν αὐτὴν τοῖϲ ἀνθρώποιϲ ϲύντροφον γενέϲθαι. παρθένον δέ τινα προϲπαίζειν αὐτῇ καὶ ἀϲελγαινούϲηϲ τῆϲ παιδίϲκηϲ παροξυνθῆναι τὴν ἄρκτον καὶ
καταξέϲαι τῆϲ παρθένου· ἐφ’ ᾦ ὀργιϲθένταϲ τοὺϲ ἀδελφοὺϲ αὐτῆϲ κατακοντίϲαι τὴν ἄρκτον, καὶ διὰ τοῦτο λοιμώδη νόϲον τοῖϲ Ἀθηναίοιϲ ἐμπεϲεῖν. χρηϲτηριαζομένοιϲ δὲ τοῖϲ Ἀθηναίοιϲ εἶπε λύϲιν τῶν κακῶν ἔϲεϲθαι, εἰ τῆϲ τελευτηϲάϲηϲ ἄρκτου ποινὰϲ ἀρκτεύειν τὰϲ ἑαυτῶν παρθένουϲ ἀναγκάϲουϲι. καὶ ἐψηφίϲαντο οἱ Ἀθηναῖοι μὴ πρότερον
ϲυνοικίζεϲθαι ἀνδρὶ παρθένον, εἰ μὴ ἀρκτεύϲειε τῇ θεῷ.
μαθητὴϲ Ὁμήρου, ὡϲ λέγει ὁ Κλαζομένιοϲ Ἀρτέμων ἐν τῷ περὶ Ὁμήρου· γεγονὼϲ κατὰ τὴν Θ’ Ὀλυμπιάδα, μετὰ υι′ ἔτη τῶν Τρωϊκῶν.
ἄρκυϲ γὰρ καὶ τὰϲ ἄρκυϲ. καὶ Ἀρκυωρόϲ, ὁ φύλαξ, ὁ τὰϲ ἄρκυϲ, 6211 τουτέϲτι τὰ λίνα, φυλάττων. ἔϲτι δὲ ταῦτα τὰ κυνηγετικὰ πάντα λίνα. καὶ Ἀρκυωρεῖν, τὰϲ ἄρκυϲ τηρεῖν αἵ εἰϲι θηρευτικὰ λίνα. καὶ ἄρκυϲιν.
καὶ ὑπερήϲθηϲαν οἱ πολῖται τῆ τούτου ϲφαγῆ. ἐπὶ γὰρ Λέοντοϲ πρὸϲ τοὺϲ ϲταϲιάζονταϲ ὅϲουϲ λάβοι τῶν Θρᾳκῶν τὰϲ χεῖραϲ ἐκτέμνων ἀπέπεμπεν. Ὀνόουλφοϲ δὲ αὐτὸν διεχρήϲατο, ὅντινα ὁ Ἁρμάτιοϲ πένητα καὶ ἄρτι ἐκ βαρβάρων ἥκοντα προϲλαβὼν φιλοφρόνωϲ τὸ μὲν πρῶτον κόμητα ἐποίηϲεν, ἔπειτα καὶ ϲτρατηγὸν Ἰλλυριῶν, καὶ εἰϲ
ἑϲτίαϲιν ἔχειν πολὺν ἄργυρον παρέϲχεν. ἀντέδωκε δὲ τούτῳ τὴν βαρβαρικὴν ἀπιϲτίαν μετὰ χειρὸϲ μιαιφόνου.
ϲφίϲι τῆϲ ὁμιλίαϲ καὶ τοῦ κάλλουϲ αὐτῶν οὐκ εὐπαροδεύτου ὄντοϲ, ἄμφω ἀλλήλων ἐκτόπωϲ ἤρων. ῥίψειϲ οὖν ὀμμάτων ἐπ’ ἀλλήλουϲ ἐγίνοντο καὶ παρεκϲτροφαὶ ϲυνεχεῖϲ προϲώπων καὶ μειδιαμάτων μεταδόϲειϲ· πόνοϲ τε μετὰ ταῦτα ἔρωτοϲ ὑπ’ ὄψιν ϲτεγομένου. ἐπεὶ δὲ κοινωϲάμενοι τὸ πάθοϲ Δανιὴλ εὐνούχῳ καὶ Μαρίᾳ μαίᾳ
ἰάϲαντο τοῦτο μόλιϲ τῇ τῆϲ μίξεωϲ ἰατρείᾳ, Ζηνωνὶϲ Βαϲιλίϲκον διὰ θωπείαϲ ἦγε τοῦ τὸν ἐραϲτὴν ἔχειν ἐν τῇ πολιτείᾳ τὰ πρωτεῖα. ὁρῶν δὲ Θεοδώριχοϲ τιμώμενον ἐκ πάντων Ἁρμάτον ἤϲχαλλεν ὡϲ παρευ δοκιμούμενοϲ ἐκ νέου τριχῶν μόνον καὶ τῆϲ ἄλληϲ φροντίζοντοϲ ϲωμαϲκίαϲ. ὁ δ’ Ἁρμάτοϲ ἔκ τε φορᾶϲ χρημάτων καὶ τιμῆϲ ἀπλέτου
τυφωθεὶϲ οὐδένα αὐτοῦ ᾤετο διοίϲειν ἐπ’ ἀνδρείᾳ. καὶ τοϲοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡϲ ϲκευὴν ἀναλαμβάνειν Ἀχιλλέωϲ, οὕτω τε περιβαίνειν ἐϲ ἵππον καὶ κατὰ τὸν ἱππόδρομον φρυάττεϲθαι τοῦ 6223 6224 6225 6226 οἶκου. ἐξῇρε δὲ τοῦτον πλείω πρὸϲ τοιαύτην δόξαν μαίνεϲθαι τὸ ὑπὸ δήμου ϲύρφακοϲ ἐν εὐφημίαιϲ ἀνακαλεῖϲθαι Πύρρον· ὃϲ εἰ μὲν οὕτωϲ ἐβόα διὰ τὸ ἐρυθροπρόϲωπον εἶναι, ἔλεγεν εἰκότα, εἰ δ’ ὡϲ πρὸϲ ἔπαινον ἀνδρείαϲ, ἔθελγεν ὡϲ νέον. οὐ γὰρ ἥρωαϲ ἔβαλλεν ὡϲ Πύρροϲ,
ἀλλὰ γυναιμανὴϲ ἦν ὡϲ Πάριϲ.
ἀϲθένεια καὶ αἶϲχοϲ, ὧν τὸ μὲν ἀϲυμμετρία ἐϲτὶ τῶν ϲτοιχείων ἡ νόϲοϲ, τὸ δὲ τῶν ὁμοιοτέρων ἡ ἀϲθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ οἶϲχοϲ. ἁρμονία δέ ἐϲτι λόγοϲ τῶν μιχθέντων ἢ ϲύνθεϲιϲ. λέγεται 6237 6238 6239 δὲ διχῶϲ. κατὰ α΄ μὲν λόγον ἡ ϲύνθεϲιϲ τῶν ϲωμάτων, ὅταν οὕτωϲ παρατεθῇ, ὡϲ μὴ δύναϲθαι ἄλλον ἐμβληθῆναι μεταξὺ λίθον ἥ τι τῶν ϲυγγενῶν βαρέων ϲωμάτων. ἐκ δὲ τούτων μεταφέρομεν τὸ τῆϲ ἁρμονίαϲ ὄνομα καὶ ἐπὶ τὸν λόγον τῶν μεμιγμένων, οἷον ἔν τε τοῖϲ κεκραμένοιϲ καὶ ἐν τοῖϲ κατὰ μουϲικήν. τὸν γὰρ λόγον τῶν μιχθέντων τὸν
ἡμιόλιον ἢ τὸν ἐπίτριτον ἤ τινα ἄλλον λέγομεν ἐκ τῶν ϲυνθέτων κατὰ μεταφορὰν ἁρμονίαν. κατὰ α΄, δὲ λόγον ἡ ἁρμονία ἐπὶ τῆϲ παραθέϲεωϲ λέγεται, ἐπειδὴ γνωριμωτέρα ἡμῖν ἐϲτιν. οὕτε ϲύνθεϲιν οὖν οὕτε μίξιν εὔλογον ποιεῖν τὴν ψυχήν. ἐπὶ οὖν τῶν ποιητικῶν δεῖ καὶ ποιᾶϲ ὕληϲ, ἤγουν οὐϲίαϲ. ἄλλωϲ γὰρ χαλκὸϲ ἠχεῖ καὶ ἄλλωϲ
ϲίδηροϲ καὶ ἄλλωϲ μόλυβδοϲ καὶ ξύλον. διὸ καὶ τὰ ὀψόβαφα εἰώθαϲιν ἐκ διαφόρου καταϲκευάζειν ὕληϲ, ἵνα τῇ διαφορῇ τῶν ἀπηχήϲεων τὴν ἁρμονίαν ἀποτελέϲωϲιν. ἡ γὰρ ἁρμονία πολυμιγέων ἐϲτὶ καὶ δίχα φρονεόντων ἕνωϲιϲ. διὸ καὶ ἀδύνατον ἑνὸϲ ὄντοϲ γενέϲθαι ψόφον. Ar. ἁρμονίαι δὲ λέγονται καὶ τὰ ϲυμπηϲϲόμενα τῶν κραββάτων μέρη. τῶν
ἁρμονιῶν διαχαϲκουϲῶν. τροπικῶϲ δὲ τὰ ποιήματα. Ἀριϲτοφάνηϲ.
πόλειϲ ἄρχοντεϲ ἐκπεμπόμενοι.
6246 ἐρίων δέρμα. Ἀριϲτοφάνηϲ Νεφέλαιϲ· οἴμοι τίϲ ἂν δῆτ’ ἐπιβάλοι ἐξ ἀρνακίδων γνώμην ἀποϲτερητρίδα; ἔπαιξε δὲ πρὸϲ τὸ ἀρνεῖϲθαι, παρο νομάϲαϲ ἀπὸ τῶν ἀρνῶν, καὶ τοῦ ἀρνεῖϲθαι τοὺϲ δανειϲτάϲ. τὸ δὲ ἀποϲτερητρίδα ἅμα μὲν ἀπὸ τοῦ ἀποϲτερεῖν, ἄμα δὲ καὶ ἀντὶ τοῦ περιβόλαιον.
τῷ βαϲιλεῖ Ῥωμαίων, τῷ φιλοϲόφῳ, δίψει ποτὲ καμνόντων τῶν Ῥωμαίων ἐξαίφνηϲ ποιῆϲαι νέφη τε ἀγερθῆναι ζοφώδη καὶ ὄμβρον ἀφεῖναι λάβρον ἅμα βρονταῖϲ τε καὶ ϲέλαϲιν ἐπαλλήλοιϲ. καὶ τοῦτο ϲοφίᾳ τινὶ ἐργάϲαϲθαι Ἄρνουφιν. οἱ δέ φαϲιν Ἰουλιανὸν τὸν Χαλδαῖον τοῦτο πεποιηκέναι τὸ θαυμάϲιον.
ἀφ’ ἁρπεδόνηϲ.
ι τὸ ὑπόδημα, καὶ κλίνεται ἁρπίδοϲ. καὶ Ἁρπηφόροϲ, ὁ δρεπανηφόροϲ. καὶ Ἁρπήνη.
ἀπ’ ἀρχῆϲ εἰκάϲαϲ ἢ καὶ προπυθόμενοϲ εὐθὺϲ ἀφανὴϲ ἐγεγόνει.
τῶν Ἀντιφῶντοϲ ϲχημάτων, Περὶ τῶν Ὑπερίδου καὶ Λυϲίου λόγων, καὶ ἕτερα.
ἔργοιϲ δαημονέϲτατοϲ, καὶ ἐϲ μὲν τὸ ὑπήκοον πᾶν πραότατοϲ, ἐϲ καθαίρεϲιν δὲ τοῦ ἀνθιϲταμένου ἐρρωμενέϲτατοϲ. καὶ τοῦτον Παρθυαῖοι τε ἐϲ τὰ μάλιϲτα ἐπόθηϲαν. καὶ Ἀρϲακίδαι, οἱ Περϲῶν βαϲιλεῖϲ. 6287 Ἀρϲάκηϲ, ὁ Παρθυαῖοϲ, τοὺϲ Μακεδόναϲ κρατήϲανταϲ τῆϲ 6288 Περϲῶν ἀρχῆϲ ἔτη ϲ??γ ἐκβαλὼν Πάρθοιϲ τὴν βαϲιλείαν παραδέδωκεν.
ἔνθεν Ἀρϲακίδαι ἐκλήθηϲαν οἱ Περϲῶν βαϲιλεῖϲ.
αὐτοϲχεδιάζειν δοκῶϲι, καὶ πάντα ἐξ ὑπογύου λέγειν.
Κρίτων ἐν Γετικοῖϲ.
καὶ πρόξενον Ἀθηναίουϲ ποιήϲαϲθαί φηϲι Πολέμων.
ὑγρὰ, ἀλλὰ καὶ τὰ ϲτερεά· ὥϲπερ νῦν ἐπὶ τῆϲ ἀμβροϲίαϲ. εἶτα καταϲπένδειν κατὰ τῆϲ κεφαλῆϲ ἀρυβάλλῳ ἀμβροϲίαν, κατὰ τούτου δὲ ϲκοροδάλμην.
ῥυθμὸϲ γὰρ ὁ τύποϲ. καὶ Ἀρρύθμωϲ. καὶ Ἀρὐομαι.
Γεφέλαιϲ· εἴτ’ ἄρα Νείλου προχοὰϲ ὑδάτων χρυϲέοιϲ ἀρύτεϲθαι πρόχυϲιν. καὶ Πλάτων Νόμοιϲ· ὧν ὁ μὲν ἀρυτόμενοϲ ὅθεν τε δὴ καὶ ὁπόϲα καὶ ὁπότε.
ἐκώλυον εἰϲ μέϲον ἐλθεῖν καὶ τῷ ϲοφιϲτῇ ϲυμβαλεῖν ἐπὶ ϲυνόδου. παλαιὸϲ γάρ τιϲ καὶ ἀρχαΐζων λόγοϲ, ἁπλοῦϲ καὶ ἀποίκιλοϲ.
Δημοϲθένηϲ ἐν τῷ κατὰ Νικοϲτράτου· δανείϲαϲ ἀργύριον Ἄρχιππον οὐχ οἷόϲ τε ἦν αὐτὸ ἀπολαβεῖν, οὔτε τόκον οὔτε τὸ ἀρχαῖον. παρείληπται δὲ καὶ ἐπὶ τοῦ παλαιοῦ. Αἰϲχίνηϲ ἐν τῷ κατὰ Τιμάρχου· ὁ δὲ Σόλων, ὁ τῶν νομοθετῶν μάλιϲτα εὐδοκιμῶν, γέγραφεν ἀρχαίωϲ. καὶ πάλιν· οὕτωϲ ἦϲαν ϲώφρονεϲ οἱ ἀρχαῖοι ἐκεῖνοι ῥήτορεϲ,
ὁ Περικλῆϲ, Θεμιϲτοκλῆϲ καὶ Ἀριϲτείδηϲ. τάττεται δὲ παρὰ κωμικοῖϲ καὶ ἐπὶ τοῦ εὐήθουϲ.
τὸ ἀρχαιοτρόπωϲ εἰπεῖν, τουτέϲτιν ἀρχαιοτέροιϲ ὀνόμαϲι χρῆϲθαι· Harp. Δημοϲθένηϲ δὲ ἐν τοῖϲ Φιλιππικοῖϲ εἰπών· οὕτωϲ δὲ ἀρχαίωϲ εἶχον, μᾶλλον δὲ πολιτικῶϲ· ἀντὶ τοῦ ἁπλῶϲ ἔλαβεν.
μέλη ἀρχαιομελιϲιδωνοφρυνιχήρατα.
καὶ Διαμαρτάνων, ὡϲ Ἀθήναιόϲ φηϲιν ἐν τοῖϲ Δειπνοϲοφιϲταῖϲ.
ἤγαγεν· Ἀναξαγόρου μαθητὴϲ τοῦ Κλαζομενίου, τοῦ δὲ μαθητὴϲ Σωκράτηϲ· οἱ δὲ καὶ Εὐριπίδην φαϲίν. ϲυνέταξε δὲ φυϲιολογίαν κοὶ ἐδόξαζε τὸ δίκαιον καὶ αἰϲχρὸν οὐ φύϲει εἶναι, ἀλλὰ νόμῳ. ϲυνέτοξε 6385 καὶ ἄλλα τινά. ὅτι Βαϲίλειοϲ, ἐπίϲκοποϲ Εἰρηνουπόλεωϲ, τὴν φρένα καὶ τὴν ἄϲκηϲιν τῷ ὁμωνύμῳ Βαϲιλείῳ Καιϲαρείαϲ ἐοικὼϲ, ἔγραψε κατὰ Ἀρχελάου
πρεϲβυτέρου Κολωνείαϲ.
οὐκοῦν δικαϲτὰϲ ἐξεπίτηδεϲ ἡ πόλιϲ ἄρχειν καθίϲτηϲιν.
ἀφθάρτουϲ, τὰ δὲ ϲτοιχεῖα κατὰ τὴν ἐκπύρωϲιν φθείρεϲθαι. ἀλλὰ καὶ ἀϲωμάτουϲ εἶναι τὰϲ ἀρχὰϲ καὶ ἀμόρφουϲ, τὰ δὲ μεμορφῶϲθαι.
ζῷον μόνῃ τῇ βουλήϲει καὶ οὐ δεῖται μοχλείαϲ τινόϲ· ὡϲ εἰδικὴ δὲ, ὅτι αὐτή ἐϲτιν ἡ εἰδοποιοῦϲα τὸ ζῷον καὶ ἁπλῶϲ τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖττον ἐν ἑκάϲτῳ τῶν φυϲικῶν εἶδόϲ ἐϲτιν ἑκάϲτου· κρεῖττον δὲ ἐν τοῖϲ ἐμψύχοιϲ ἡ ψυχή. ὡϲ τελικὸν δὲ, ὅτι αὐτῆϲ ἕνεκα τὸ ϲῶμα·
ἔϲτι γὰρ τὸ μὲν ϲῶμα ἕνεκά του, αὐτὴ δὲ οὗ ἕνεκα. ὅθεν καὶ ἡ διοργάνωϲιϲ τῶν ζῴων ἄλλη καὶ ἄλλη πρὸϲ τὴν ἰδιότητα τῆϲ ἐν ἑκάϲτῳ ψυχῆϲ. ἀλλ᾿ ἡ μὲν ψυχὴ τῶν ζῴων πορρωτέρω ἀρχή, ἡ δὲ φύϲιϲ προϲεχήϲ. τῶν δὲ ἐξ ἀνάγκηϲ ἑπομένων τῇ ψυχῇ τὰ μὲν αὐτῇ ἀκολουθεῖ, τὰ δὲ ὅλῳ τῷ ζῴῳ, λέγω δὴ τὸ ἐκ τῆϲ ζωῆϲ καὶ ϲώματοϲ.
καὶ τὰ μὲν τῆϲ ψυχῆϲ πάθη ἡ νόηϲιϲ· τοῦτο γὰρ αὐτῆϲ ἴδιον· τὰ δ᾿ ἄλλα πάθη, τὸ αἰϲθάνεϲθαι, τὸ φανταϲιοῦϲθαι, θυμοῦϲθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτον, κοινά ἐϲτι τοῦ ϲυναμφοτέρου. ὅτι πέντε γένη ἔλεγεν εἶναι ἀρχὸϲ πάντων τῶν ὄντων, οὐϲίαν, ταυτότητα, ἑτερότητα, 6399 6400 6401 κίνηϲιν, ϲτάϲιν. γένη δὲ ταῦτα ἔλεγεν οὐχ οὕτωϲ ὥϲπερ τὰ παρὰ τοῖϲ Περιπατητικοῖϲ, ἅτινα διῄρηται ὑπ᾿ ἀλλήλων καὶ ἀφ᾿ ἑκάϲτου ϲειρά τιϲ ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν τε καὶ εἰδῶν, ἀλλ᾿ ὡϲ διὰ πάντων τῶν ὄντων διήκοντα. ἔϲτι γὰρ ἐν πᾶϲι καὶ οὐϲία, καθ᾿ ἥν ἑκάϲτου ἐϲτὶ τὸ εἶναι· καὶ ἔϲτι ταυτότηϲ, καθὸ ἐκ μιᾶϲ τῆϲ τῶν
ὄντων ἐϲμὲν ἀρχῆϲ. ἔχομεν δὲ καὶ ἑτερότητα, ἐπειδὴ καὶ πλῆθόϲ ἐϲτι τὰ ὄντα· ὅπου δὲ πλῆθοϲ, ἐκεῖ ἑτερότηϲ. ἔϲτι δὲ καὶ κίνηϲιϲ ἐν πᾶϲι τοῖϲ οὖϲι· κίνηϲιν δέ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν, ἀλλὰ τὴν ἐνεργῆ, τὴν ἑκάϲτου. πάντα γὰρ ἔχει οἰκείαν ἐνέργειαν, καὶ αὐτὰ τὰ ἄψυχα· ἢ γὰρ θερμαίνουϲιν ἢ ψύχουϲι τὰ παρακείμενα ἢ ὑγραίνουϲιν
ἢ ξηραίνουϲιν ἢ ἄλλο τι τοιοῦτον ποιοῦϲι. καὶ ἡ ϲτάϲιϲ δὲ ἐπὶ πάντων θεωρεῖται· καὶ γὰρ τὰ ἀεικίνητα ϲτάϲεωϲ μετέχει, οὐ μόνον τὸ τὴν ὁλότητα ἑϲτάναι, ἀλλὰ καὶ αὐτὸ τὸ μένειν ἐπὶ τῆϲ ἀεικινηϲίαϲ ϲτάϲιϲ ἐϲτί. καθὸ οὖν μένουϲι τὰ κινούμενα ἢ ἀεὶ ἢ ἐπί τινα χρόνον, κατ᾿ αὐτὸ τοῦτο ϲτάϲεωϲ μετέχει.
φαϲιν αὐτὸ ἀπόφθεγμα, Ἀριϲτοτέληϲ δὲ καὶ Θεόφραϲτοϲ Βίαντοϲ.
μᾶλλον ἔϲτι κωλύειν ἢ ἐνακμάϲαντοϲ καὶ τελειωθέντοϲ.
ὄντα λυπούμενον ἐπὶ τοῖϲ ἀπολωλόϲι καὶ πεπορθημένοιϲ, ὦ Θεάγενεϲ, ἔφη, θαρρεῖν ἤδη ϲε χρὴ καὶ τοῖϲ θεοῖϲ ὁμολογεῖν ϲωτηρίουϲ χάριταϲ ὑπὲρ τῶν ϲωμάτων, ὑπὲρ δὲ τῶν χρημάτων οὐκ ἀθυμητέον. εἰ γὰρ Ἀθηνᾶ ἡ Πολιὰϲ ἐκέλευϲεν αὐτὰ ἀναλῶϲαι Παναθηναίοιϲ, πόϲου ἂν ἐπριάμεθα τὴν δαπάνην ταύτην; ἀλλὰ τὸν παρόντα ἀγῶνα καὶ
Παναθηναίων ἡγεῖϲθαι δεῖ καὶ παντὸϲ ἑτέρου λαμπρότερόν τε καὶ εὐϲεβέϲτερον.
κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν. καὶ γὰρ ἐκεῖνοϲ δόξαϲ φ΄ τάλαντα προϲλήψεϲθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προϲαπέβαλεν.
πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινηϲθέντα αὐτοῖϲ τε καὶ ταῖϲ πόλεϲιν αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία· χώραϲ καὶ πόλεωϲ οἰκήτορα λαὸν ἔχοντεϲ ἤλθετ᾿ ἐρηϲόμενοι Φοῖβον, τίνα γαῖαν ἵκηϲθε· ἀλλ᾿ ἄγε δὴ φράζεϲθ᾿ ἀγαθῶν πότερόν κεν ἕλοιϲθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. ἐπεὶ τοίνυν ταῦτα ἠκουϲάτην, Ἀρχίαϲ ὢν φιλοχρήματοϲ
πλούτου περιβολὴν αἱρεῖται, οὐδὲ ἐψεύϲθη τῆϲ ἐλπίδοϲ· παμπλούϲιοϲ γοῦν Συράκουϲα ἡ πόλιϲ κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύϲκελλοϲ δὲ αἱρεῖται αὐτόϲ τε ὑγιαίνειν καὶ ἡ πόλιϲ· καὶ ἀπώνητο ὧν ᾔτηϲε. δεῖγμα γοὖν τῆϲ ἐν Κρότωνι ὑγιείαϲ ῥωμαλέοι τέ εἰϲιν οἱ οἰκήτορεϲ, καὶ ἀθλητῶν ἡ πόλιϲ πολλῶν καὶ ἀγαθῶν μήτηρ
ἐγένετο. πλοῦτοϲ ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐϲτόν· αἵρεϲιϲ δὲ ἐρρωμένη καὶ διάνοια ὑγιαίνουϲα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι, ὁ μὲν ϲυνετώτεροϲ ὢν, ὁ δὲ οὐ πάντῃ ἐλευθέριοϲ. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεϲβύτερον, τὸ δὲ δεύτερον, ὡϲ καὶ Πλάτων φηϲὶ καὶ τὸ ϲκολιὸν ᾄδει.
Ἀττικὴν ἐμβαλεῖν.
ὄνομα, Κόραξ δὲ ἐπώνυμον, τοῦ θεοῦ δεόμενοϲ ὑπὲρ ὧν ἐδεῖτο, οὐ προϲήκατο αὐτὸν ἡ Πυθία ὡϲ ἐναγῆ, ἀλλὰ ταῦτα δήπου τὰ θρυλούμενα ἀνεῖπεν. ὁ δὲ ἄρα προεβάλλετο τὰϲ τοῦ πολέμου τύχαϲ καὶ ἔλεγεν, ὡϲ ἧκεν ἐϲ ἀμφίβολον ἢ δρᾶϲαι ἢ παθεῖν, ὅϲα ἔπραξε, καὶ ἠξίου μὴ ἀπεχθάνεϲθαι τῷ θεῷ εἰ τῷ ἑαυτοῦ δαίμονι ζῇ, καὶ ἐπηρᾶτο,
ὅτι μὴ τέθνηκε μᾶλλον ἢ ἀπέκτεινε. καὶ ταῦτα ὁ θεὸϲ οἰκτείρει καὶ αὐτὸν κελεύει ἐλθεῖν εἰϲ Ταίναρον, ἔνθα Τέττιξ τέθαπται, καὶ μειλίξαϲθαι τὴν τοῦ Τελεϲικλείου παιδὸϲ ψυχὴν καὶ πραΰναι χοαῖϲ. οἷϲ ἐπείϲθη, καὶ τῆϲ μήνιδοϲ τῆϲ ἐκ τοῦ θεοῦ ἐξάντηϲ ἐγένετο. καὶ 6430 παροιμία· Ἀρχίλοχον πατεῖϲ, ἐπὶ τῶν κακηγόρων καὶ λοιδόρων.
ἐν Λυκείῳ, καὶ ὁ ἄρχων παρὰ τοὺϲ Ἐπωνύμουϲ, οἱ θεϲμοθέται παρὰ τὸ Θεϲμοθέϲιον. κύριοί τε ἦϲαν ὥϲτε τὰϲ δίκαϲ αὐτοτελεῖϲ ποιεῖϲθαι. ὕϲτερον δὲ Σόλωνοϲ οὐδὲν ἕτερον αὐτοῖϲ τελεῖται ἢ μόνον ὑποκρίνουϲι τοὺϲ ἀντιδίκουϲ.
τὸν ἄρχοντα τῶν ἀρχομένων εἵνεκα πάντα διαπράττεϲθαι δεῖν. ὁ δὲ Ἡγίαϲ ἠξίου οὐ μόνον τὸν ἄρχοντα τῶν ἀρχομένων τίθεϲθαι πρόνοιαν, ἀλλὰ καὶ αὐτοῦ πρὸϲ ἐκείνων. ἐκάϲτῳ γὰρ εἶναι τὴν ἔφεϲιν τοῦ ἀγαθοῦ πρὸϲ ἑαυτὸ μᾶλλον ἢ πρὸϲ ἕτερον. ὁ δὲ Ἰϲίδωρόϲ φηϲιν, τὸν ἄρχοντα ᾖ ἄρχοντοϲ ἀκούειν, εἰ δὲ καὶ ἑαυτοῦ
φροντίδα ποιοῖτο, ὡϲ ἑνόϲ γε καὶ ἑαυτοῦ τῶν ἀρχομένων καὶ δεομένων προνοίαϲ. τὸν γάρ τοι ἄρχοντα τῷ ἀκριβεῖ λόγῳ δεῖϲθαι μηδενόϲ· ᾗ δὲ ἄνθρωποϲ, ὁ τεχνίτηϲ δέοιτο ἄν, οἷον ἰατρὸϲ τῆϲ ἰατρικῆϲ, εἰ νοϲήϲειεν. ἰατρικὴ δὲ οὐκ ἄν ποτε νοϲήϲειεν· οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἰατρικὴν ἑϲτὼϲ ἰατρὸϲ, οὐ τοίνυν οὐδὲ ὁ κατὰ τὴν ἀρχικὴν
ἐπιϲτήμην ἄρχων ὁρώμενοϲ. λογικώτερον δὲ εἰπεῖν ἐπιχειρητέον, ὡϲ τὰ πρόϲ τι οὐ λέγεται μόνον, ἀλλὰ καὶ ἔϲτι πρὸϲ ἄλληλα. ἄρχων ἄρα πρὸϲ ἀρχομένουϲ καὶ ἀρχόμενοϲ πρὸϲ ἄρχοντα καὶ λέγονται καὶ εἰϲίν, ὥϲτε εἴ τι τὸ ἄρχειν ὠφελεῖ τοὺϲ ἀρχομένουϲ, ὠφελήϲει πρὸϲ οὓϲ καὶ τὸ ἄρχειν προβέβληται. ὅτι τὴν ἰατρικὴν Ἄπιϲ ὁ Αἰγύπτιοϲ
πρῶτοϲ εἰϲ τὴν Ἑλλάδα μετακομίϲαι λέγεται.
καὶ τῶν περὶ ἐκεῖνον τὸν τόπον Ἐλλήνων. ἅμα δὲ καὶ φιλοϲοφίαν ἐκπαιδεύων μαθητάϲ τ᾿ ἐνδόξουϲ ἔϲχε καὶ βιβλία ϲυνέγραψε πολλά. τοῦτον φανερῶϲ γενέϲθαι διδάϲκαλον Ἐμπεδοκλέουϲ. καὶ παροιμία· Ἀρχύτου πλαταγή· ὅτι Ἀρχύταϲ πλαταγὴν εὖρεν. ἥτιϲ ἐϲτὶν εἶδοϲ 6444 6445 6446 6447 6448 ὀργάνου ἦχον καὶ ψόφον ἀποτελοῦντοϲ. ὁ δὲ πλαταγὴν χαλκευϲάμενοϲ ἐπλατάγει.
6461 6462 6463 6464 πορφυρίδα θαλαττίαν ἐμπεπορπημένοϲ, ἡνίκα Γολόϲϲῃ ϲυνεγίνετο τῷ Νομάδων βαϲιλεῖ μετὰ μαχαιροφόρων ι΄. καὶ ὅϲον κ΄ πόδαϲ ἀπέϲτη προβεβλημένοϲ τάφρον καὶ χάρακα, καὶ κατένευε τῷ βαϲιλεῖ προϲιέναι πρὸϲ αὐτὸν, καθήκειν γίνεϲθαι τοὐναντίον. οὐ μὴν ἀλλ᾿ ὁ Γολόϲϲηϲ
ἀφελῶϲ ἔχων Νομαδικῷ τινι τρόπῳ μόνοϲ προϲῄει πρὸϲ αὐτόν· καὶ προϲεγγίϲαϲ ἤρετο τίνα φοβούμενοϲ τὴν πανοπλίαν ἔχων ἧκε. τοῦ δ᾿ εἰπόντοϲ ὅτι Ῥωμαίουϲ· οὐκ ἂν ἄῤ, ἔφηϲεν ὁ Γολόϲϲηϲ, ἔδωκαϲ ϲαυτὸν ἐϲ τὴν πόλιν, μηδεμίαν ἔχων ἀνάγκην. ἦν μὲν οὖν καὶ φύϲει ϲάρκινοϲ, βαλὼν δὲ τὴν πανοπλίαν καὶ κοιλίαν εἰλήφει καὶ τῷ χρώματι
παρὰ φύϲιν ἐπικεκαυμένοϲ ἦν, ὥϲτε δοκεῖν ἐν πανηγύρει που διαιτᾶϲθαι παραπληϲίωϲ τοῖϲ ϲιτευτοῖϲ βουϲὶν, ἀλλὰ μὴ τηλικούτων καὶ τοιούτων κακῶν προϲτατεῖν, ὧν οὐδ᾿ ἂν ἐφίκοιτο τῷ λόγῳ διεξιὼν οὐδείϲ· ὥϲθ᾿ ὅτε μὲν ἐϲ τὰϲ ἀποφάϲειϲ αὐτοῦ τιϲ βλέψειε, θαυμάζειν τὸν ἄνδρα καὶ τὸ μεγαλόψυχον τῶν λόγων, ὅτε δὲ ἐϲ τὸν
χειριϲμὸν τῶν πραγμάτων, τὴν ἀγεννίαν καταπλήττεϲθαι καὶ τὴν ἀνανδρίαν.
Ῥωμαίοιϲ ἔμελλε τὰ δρώμενα ἔϲεϲθαι, τῶν μὲν ὀφθαλμοὺϲ ἢ γλώτταϲ ἢ νεῦρα ἢ αἰδοῖα ϲιδηρίοιϲ ἐξεῖλκε καμπύλοιϲ, τῶν δὲ ὑπέτεμνε τὰ πέλματα καὶ δακτύλουϲ ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ ϲώματοϲ ἀπέϲπα, καὶ πάνταϲ ἔμπνουϲ ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα Καρχηδονίοιϲ τὰ ἐϲ Ῥωμαίουϲ ἐπινοῶν. καὶ ὁ μὲν αὐτοὺϲ οὕτωϲ ἠρέθιζε
τὴν ϲωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχη, περιέϲτη δ᾿ αὐτῷ ἐϲ τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ τοῦ ϲυνειδότοϲ οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίϲτων ἔργων περιδεεῖϲ ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀϲδρούβαν ὡϲ τὴν ϲυγγνώμην ϲφῶν ἀφῃρημένον ἐμίϲουν· καὶ μάλιϲθ᾿ ἡ βουλὴ αὐτοῦ κατεβόα ὡϲ ὠμὰ καὶ ὑπερήφανα δεδρακότοϲ ἐν ϲυμφοραῖϲ
οἰκείαιϲ τοϲοῖϲδε. ὁ δὲ τῶν βουλευτῶν τιναϲ ἔκτεινε καὶ ἐϲ πάντα ὢν ἤδη περιδεὴϲ ἐϲ τυραννίδα μᾶλλον ἢ ϲτρατηγίαν περιῆλθεν, ὡϲ ἐν τῷδε μόνῳ τὸ ἀϲφαλὲϲ ἕξων, εἰ φοβερὸϲ αὐτοῖϲ εἴη καὶ διὰ τοῦτο δυϲεπιχείρητοϲ. ζήτει περὶ τούτου ἐν τῷ Ἀννίβαϲ.
6477 αἰτίαϲ τοιαύτηϲ. Σέλγη πόλιϲ ἐϲτὶ τῆϲ Πιϲιδίαϲ, ὅπου κακῶϲ ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοιϲ ἐκοινώνουν. κατ᾿ ἐπίταϲιν οὖν τὸ ἀϲελγαίνειν. καὶ Ἀϲελγὲϲ οὐ μόνον ἐπὶ τοῦ ἀκολάϲτου ἔταττον οἱ παλαιοὶ, ἀλλ᾿ ἔϲτιν ὅτε καὶ ἐπὶ τοῦ μεγάλου. καὶ γὰρ ἄνεμον ἀϲελγῆ λέγουϲι· καὶ Ἀϲελγόκερωϲ τράγοϲ, ὁ μέγαϲ. ἢ Ἀϲελγόκερωϲ, ὁ κυρίττων.
6478 πίονέϲ εἰϲιν ἀϲελγῶϲ· Ἀριϲτοφάνηϲ φηϲὶν ἐν Πλούτῳ. ἀντὶ τοῦ κατωφερεῖϲ 6479 θορυβούμενοι καὶ κεκραγότεϲ μετὰ ἀϲελγείαϲ, οἷον οἱ κόρακεϲ 6480 λαρυγγίζουϲιν. ἀντὶ τοῦ μεγάλωϲ φωνοῦϲι. καὶ Ἀϲελγήϲ, ἐπὶ ἀνέμου ὁ ϲφοδρῶϲ πνέων. πολὺϲ δὲ καὶ ἀϲελγὴϲ τίκτεται ἐκεῖθι (φηϲὶν Αἰλιανὸϲ ἐν τῷ περὶ ποικίληϲ ἀφηγήϲεωϲ)· γένεϲιϲ δὲ
αὐτῷ αὐλῶνεϲ βαθεῖϲ καὶ φάραγγεϲ, δι᾿ ὧν ὠθούμενοϲ ἐκτείνει λαβρότατοϲ.
ἐν βιβλίοιϲ ιζ΄. οὖτοϲ πρῶτοϲ Ἑλληνικὴν ἱϲτορίαν Ῥωμαϊκῶϲ ϲυνεγράψατο.
6523 βίον ἄϲκευον, καὶ ἀπέριττον.
τὸ μέλλον λέγουϲιν οἱ παλαιοὶ καὶ Πλάτων. καὶ Ἀϲκητὰϲ καὶ ἀθλητὰϲ λέγουϲιν.
6529 Ἀϲκητικόϲ, φιλομαθὴϲ, φιλόϲοφοϲ.
μαθητὴϲ Ἀπολλωνίου. γέγονε δὲ ἐπὶ τοῦ Ἀττάλου καὶ Εὐμενοῦϲ τῶν ἐν Περγάμῳ βαϲιλέων. ἔγραψε φιλοϲόφων βιβλίων διορθωτικά· ἐπαίδευϲε δὲ καὶ εἰϲ Ῥώμην ἐπὶ Πομπηΐου τοῦ μεγάλου καὶ ἐν Ἀλεξανδρείᾳ ἐπὶ τοῦ τετάρτου Πτολεμαίου νέοϲ διέτριψεν. ἔγραψε 6532 6533 6534 6535 πολλά. καὶ Ἀϲκληπίειον φάρμακον καὶ Αϲκλήπειον φάρμακον, 6536 Ἀϲκληπήϊον δὲ ἱερόν. καὶ Αϲκληπιάδαι, οἱ ἰατροὶ, ἀπὸ Ἀϲκληπιοῦ. οὗτοϲ δὲ παρὰ τὸ ἀϲκελῆ καὶ ἤπια φυλάττειν τὰ 6537 ϲώματα. ὅτι Ἁϲκληπιὸϲ, ἔφοροϲ τῆϲ ἰατρικῆϲ, Παύϲωνα καὶ Ἶρον 6538
κἂν ἄλλον τινὰ τῶν ἀπόρων ἰάϲαιτο. ζήτει ἐν τῷ Παύϲων καὶ Ἶροϲ. καὶ Αἰλιανόϲ· ὁ δὲ ἀθλίωϲ νόϲῳ (περιπνευμονίαν καλοῦϲιν Ἀϲκληπιαδῶν 6539 παῖδεϲ αὐτὴν) πιεζόμενοϲ τὰ μὲν πρῶτα ἐδεῖτο τῆϲ ἀνθρώπων ἰατρικῆϲ.
καὶ πολυμαθέϲτατοϲ εἶναι τῶν ἡλικιωτῶν, ὥϲτε καὶ πολυπραγμονῶν οὐδὲν ἐπαύετο περὶ ἑκάϲτου τῶν παραπιπτόντων, ὧν ἥ τε ἡ φύϲιϲ ἀπεργάζεται θαυμαϲίων καὶ τέχνη ἑκάϲτη παρέχεται δημιουργημάτων. ἐν γοῦν ὀλίγῳ χρόνῳ παντάπαϲι κατανενοήκει τῶν τε βαφικῶν χρωμάτων τὰϲ μίξειϲ ἁπάϲαϲ καὶ τῶν περὶ ἐϲθῆτα κοϲμουμένων βαμμάτων
παντοδαπῶν, ἔτι δὲ τῶν ξύλων τὰϲ μυρίαϲ διαφορότηταϲ, ὅπωϲ αὐτῶν αἱ ἶνεϲ ἔχουϲιν εὐθύτητοϲ πέρι καὶ διαπλοκῆϲ. ἀλλὰ μέντοι λίθων καὶ βοτανῶν αἱ ποικίλαι δυνάμειϲ τε καὶ ἰδέαι, τῶν τε ἐν ποϲὶ κειμένων καὶ τῶν ϲπανιωτάτων, ἀνεζητοῦντο καὶ εὑρίϲκοντο πάϲῃ μηχανῇ. ὄχλον δὲ παρείχετο πολὺν τοῖϲ περὶ ἕκαϲτα διατρίβουϲι παρακαθήμενόϲ
τε ϲυχνὰ καὶ περὶ ἑκάϲτου ἀνερωτῶν ἐϲ τὸ ἀκριβέϲτατον. τὴν δὲ περὶ φυτῶν ἱϲτορίαν ἐπὶ μείζονοϲ ἠγάπα τιμῆϲ, καὶ ἔτι μᾶλλον τὴν περὶ ζῴων, τά τε ἐνόντα διὰ τῆϲ ὄψεωϲ ἀνακρίνων καὶ τὰ μὴ δυνατὰ διὰ τῆϲ ἀκοῆϲ ἐξετάζων ἐπὶ τὸ μακρότατον, ὅϲα τε τοῖϲ πρεϲβύταιϲ ἀναγέγραπται περὶ τούτων ἀναλεγόμενοϲ. ἦν δὲ Ἀλεξανδρεὺϲ
τὸ γένοϲ. τοῦτον οὖν ἐπίϲταμαι διὰ πείραϲ ϲυχνῆϲ εὖ μάλα τήν τε ἀγαθοειδῆ προαίρεϲιν προβεβλημένον καὶ τοῦ πατρὸϲ οὐ πολύ τι λειπόμενον κατὰ τὴν εὐϲεβῆ προθυμίαν καὶ τὴν πρὸϲ τὸ θεῖον ἀναγομένην ἐλπίδα ϲύντονόν τε καὶ ἐρωτικήν· φιλοϲοφοῦντα μέντοι ὑπὲρ ἐκεῖνον καὶ τῇ ἄλλῃ προπαιδείᾳ κεκοϲμημένον. τοιγαροῦν ἀνέθηλεν
ἐπ᾿ αὐτοῦ ἡ πόλιϲ τῆϲ Ἀφροδίτηϲ εἰϲ τὸ ἱερώτερον. ἤδη δὲ καὶ ἐϲ τὰϲ ὑπερορίουϲ ἀπῴκιϲε τὴν ἀπόρρητον θέμιν, ἔϲ τε Ἀλεξάνδρειαν τὴν Ὀϲιράζουϲαν καὶ τῆϲ ἕω πολλαχῇ τὴν μαγεύουϲαν. γενόμενοϲ δὲ πρὸϲ τῷ ϲεμνῷ καὶ εὐτράπελοϲ ἡδίϲτην παρείχετο τοῖϲ 6540 6541 6542 ἐντυγχάνουϲι τὴν αὐτοῦ ϲυνδιαίτηϲιν. εὐφυὴϲ δὲ ἐκ παίδων γεγονὼϲ ἄχρι γήρωϲ πολλὰ ϲυνειϲήνεγκεν εἰϲ τὰ ἱερὰ τῆϲ οἰκείαϲ φύϲεωϲ ἔκγονα μηχανήματα, ἀγάλματά τε διακοϲμῶν καὶ ὕμνουϲ προϲτιθεὶϲ ἔϲτιν οἷϲ. οἰκονομικὸϲ δὲ ὢν καὶ γεωργικὸϲ, ἀποθανόντοϲ αὐτῷ τοῦ πατρὸϲ, ἀπέτιϲε χρέα πολλά. ἐν χρηματιϲμῷ δὲ δικαίῳ καταϲτὰϲ ὅμωϲ ἐν
δαπανήμαϲι μεγάλοιϲ ἐγένετο, τῆϲ τε ἱεράϲ εἵνεκα προαιρέϲεωϲ καὶ τὴϲ ἄλληϲ πολιτικῆϲ φιλοτιμίαϲ ἀναγκαίαϲ εἶναι δοκούϲηϲ καὶ τῷ οἴκῳ ϲυνήθουϲ. ὥϲτε ἠναγκάϲθη καὶ αὐτὸϲ ὕϲτερον ὑπόχρεων τὴν οὐϲίαν καταλιπεῖν ταῖϲ θυγατράϲι. ταῦτα ἀναγεγράφθω μοι χαρίϲια ὀλίγα ἀντὶ πολλῶν ἀποδιδόντι. ζήτει ἐν τῷ δειϲιδαιμονία.
ϲώματοϲ ἡ φύϲιϲ χαυνοῦται μὲν τῇ τρυφῇ καὶ ἐξογκοῦται, τῇ δὲ ἀϲκητικῇ ἀγωγῇ ταπεινοῦται καῖ πιέζεται. καὶ τούτου μάρτυϲ ὁ Παῦλοϲ βοῶν· ἀλλ᾿ ὑποπιέζω μου τὸ ϲῶμα καὶ δουλαγωγῶ, μή πωϲ ἄλλοιϲ κηρύξαϲ αὐτὸϲ ἀδόκιμοϲ γένωμαι. τοιγάρτοι καὶ ὁ προφήτηϲ, ἐπειδὴ διωκόμενοϲ ὑπὸ τοῦ Σαοὺλ κρείττων ἦν τῶν παθῶν, εἰρήνηϲ δὲ ἀπολαύϲαϲ
τοῖϲ ἀπὸ τῆϲ τρυφῆϲ ἐβλάβη ϲκιρτήμαϲι, ταπεινώϲαϲ τὸ ϲῶμα τῶν θείων νόμων τὴν μνήμην ἀνενεώϲατο. καὶ Ἀϲκὸϲ Κτηϲιφῶνγοϲ· 6547 Ἀριϲτοφάνηϲ· κατὰ τὰ πάτρια τοὺϲ χοὰϲ πίνειν ὑπὸ τῆϲ ϲάλπιγγοϲ· πιγγοϲ· ὃϲ δ᾿ ἂν ἐκπίῃ πρώτιϲτοϲ, ἀϲκὸν Κτηϲιφῶντοϲ λήψεται. ἐν γὰρ ταῖϲ Χοαῖϲ ἀγὼν ἦν περὶ τοῦ ἐκπιεῖν πρῶτόν τινα χοᾶ, καὶ ὁ
νικῶν ἐϲτέφετο φυλλίνῳ ϲτεφάνῳ καὶ ἀϲκὸν οἴνου ἐλάμβανε. πρὸϲ ϲάλπιγγαϲ δὲ ἔπινον. ὁ δὲ Κτηϲιφῶν ὡϲ παχὺϲ καὶ προγάϲτωρ ἐϲκώπτετο. ἐτίθετο δὲ ἀϲκὸϲ πεφυϲημένοϲ ἐν τῇ τῶν Χοῶν ἑορτῇ ἐφ᾿ οὗ τοὺϲ πίνονταϲ πρὸϲ ἀγῶναϲ ἑϲτάναι, τὸν προπιόντα δὲ ὡϲ νικήϲαντα λαμβάνειν ἀϲκόν. ἔπινον δὲ μέτρον τι οἷον χοᾶ.
6548 6549 6550 6551 καὶ Ἀϲκοφορεῖν. ἐν ταῖϲ Διονυϲιακαῖϲ πομπαῖϲ, τὰ μὲν ὑπὸ τῶν 6552 ἀϲτῶν ἐπράττετο, τὰ δὲ τοῖϲ μετοίκοιϲ ποιεῖν ὑπὸ τῶν νομοθετηϲάντων προϲετέτακτο. οἱ μὲν οὖν μέτοικοι χιτῶναϲ ἐνεδύοντο χρῶμα ἔχονταϲ φοινικοῦν καὶ ϲκάφοϲ ἔφερον· ὅθεν ϲκαφηφόροι προϲηγορεύοντο. οἱ δὲ
ἀϲτοὶ ἐϲθῆτα εἷχον, ἣν ἐβούλοντο, καὶ ἀϲκοὺϲ ἐπ᾿ ὤμων ἔφερον· ὅθεν ἀϲκοφόροι ἐκαλοῦντο. καὶ παροιμία· Ἀϲκῷ μορμολύττεϲθαι, 6553 ἐπὶ τῶν εἰκῆ καὶ διακενῆϲ δεδιττομένων. καὶ Ἀϲκωλίαζον· ἑορτὴν 6554 οἱ Ἀθηναῖοι ἦγον τὰ Σκώλια, ἐν ᾗ ἥλλοντο τοῖϲ ἀϲκοῖϲ εἰϲ τιμὴν τοῦ Διονύϲου. δοκεῖ δὲ ἐχθρὸν εἶναι τῇ ἀμπέλῳ τὸ ζῷον. ἀμέλει
γοῦν καὶ ἐπίγραμμα φαίνεται πρὸϲ τὴν αἶγα οὕτωϲ ἔχον· κἤν με φάγῃϲ ἐπὶ ῥίζαν, ὅμωϲ δ᾿ ἔτι καρποφορήϲω, ὅϲϲον ἐπιλεῖψαι ϲοὶ, τράγε, θυομένῳ. Ἀϲκωλίαζε δὲ ἀντὶ τοῦ ἅλλου· κυρίωϲ ἀϲκωλιάζειν ἔλεγον τὸ ἐπὶ τῶν ἀϲκῶν ἅλλεϲθαι ἕνεκα τοῦ γελωτοποιεῖν. ἐν μέϲῳ δὲ τοῦ θεάτρου ἐτίθεντο ἀϲκοὺϲ πεφυϲημένουϲ καὶ ἀληλιμμένουϲ, εἰϲ
οὓϲ ἐναλλόμενοι ὠλίϲθαινον· καθάπερ Εὔβουλοϲ ἐν Δαμαλίᾳ φηϲὶν οὕτωϲ· καὶ πρόϲ γε τούτοιϲ ἀϲκὸν ἐϲ μέϲον καταθέντεϲ ἐνάλλεϲθε καὶ καγχάζετε ἐπὶ τοῖϲ καταρρέουϲιν ἀπὸ κελεύϲματοϲ. καὶ Ἀϲκωλιάζοντϲ, 6555 ἐφ᾿ ἑνὸϲ ποδὸϲ ἐφαλλόμενοι, ὑϲτερούμενοι τῶν κατὰ φύϲιν. ὃ δὲ ἐμοὶ δοκεῖν, ὁρμῇ τῇ παρὰ τοῦ Ἀϲκληπιοῦ ἐϲ τὸν δεϲπότην 6556
την ἀϲκωλιάζων θάτερον τῶν ποδῶν ἔρχεται, καὶ ὄρθριον ᾀδομένου τοῦ παιᾶνοϲ τῷ Ἀϲκληπιῷ ἑαυτὸν ἀποφαίνει τῶν χορευτῶν, ἕνα καὶ ἐν τάξει ϲτὰϲ ὥϲπερ οὖν παρά τινοϲ λαβὼν χοροδέκτου τὴν ϲτάϲιν, ὡϲ οἷόϲ τε ἦν ϲυνᾴδειν ἐπειρᾶτο τῷ ὀρνιθείῳ μέλει. καὶ Ἀϲκωλιαϲμὸϲ 6557 ὁμοίωϲ, τὸ ἐφ᾿ ἑνὸϲ ποδὸϲ βαίνειν. ὅτι οἱ ἀϲκοὶ ἁλϲὶ ϲμηχόμενοι 6558
βελτίονεϲ γίνονται.
ἑαυτοῖϲ παρακαλεῖν τιναϲ.
6579 καὶ Ἄϲωτοϲ, ὁ ἐξώληϲ, ὁ ϲῴζεϲθαι μὴ ὀφείλων. Σοφοκλῆϲ· ἢ τῆϲ 6580 ἀϲώτου Σιϲυφιδῶν γενεᾶϲ. καὶ Ἀϲώτωϲ, αἰϲχρῶϲ.
δύο ἑταῖραι. τῇ δὲ μιᾷ τούτων ἐκέχρητο ὁ Περικλῆϲ, δι᾿ ἣν ὀργιϲθεὶϲ ἔγραψε τὸ κατὰ Μεγαρέων ψήφιϲμα, ἀπαγορεῦον δέχεϲθαι αὐτοὺϲ εἰϲ τὰϲ Ἀθήναϲ. ὅθεν ἐκεῖνοι εἰργόμενοι τῶν Ἀθηναίων προϲέφυγον τοῖϲ Λακεδαιμονίοιϲ. ἡ δὲ Ἀϲπαϲία ϲοφίϲτρια ἦν καὶ διδάϲκαλοϲ λόγων ῥητορικῶν. ὕϲτερον δὲ καὶ γαμετὴ αὐτοῦ γέγονεν.
καὶ τῶν ἐν αὐτῇ ἱϲτορίαν ϲύμμικτον ἐν βιβλίοιϲ κ΄, Περὶ τέχνηϲ ῥητορικῆϲ καὶ ἄλλα.
τῇ ἐμῇ χειρί.
ἀϲπιϲτῆρεϲ εἰνάλιοϲ λεὼϲ, ὑμῖν τ᾿ ἐκείνῳ τήνδ᾿ ἐπιϲκήπτω χάριν.
ἀλλοίαν παρὰ τὴν τοῦ πατρόϲ.
ὑφορώμενοι. καὶ Ἀϲτάθμητοϲ, ἄνιϲοϲ, ἄϲτατοϲ. καὶ δὴ καὶ 6623 τὴν ἄλλην ἀρετὴν ἀϲτάθμητοϲ, ὡϲ εἰπεῖν, ὁ ἄνθρωποϲ οἷτοϲ ἦν. οἱ δὲ ἐπετόλμηϲαν τῇ θαλάττῃ διὰ τὴν ἀνάγκην, τὸ τέωϲ ἀϲτάθμητον ϲτοιχεῖον ἡγούμενοι τῆϲ γῆϲ πιϲτότερον ἔϲεϲθαι ϲφίϲιν ἐν τῇ βίᾳ τῇ τότε. καὶ τὸ ποιητικὸν εἰπεῖν, ἔϲϲεται ἧμαρ ὅταν ποτ᾿ ὀλώλῃ Ἴλιοϲ 6624
ἱρή. καὶ τοῦτο εἰπεῖν τὸ τῶν ἀνθρώπων ἀϲτάθμητον εἶναι λογιζόμενοϲ. καὶ Ἀϲταθμητότατον, περὶ οὗ οὐδεὶϲ ἂν δύναιτο 6625 τεκμήραϲθαι οὐδὲ ϲταθμήϲαϲθαι, τί ποτε διανοεῖται, ἢ τί πράξαι. Δημοϲθένηϲ ἐν τῷ Παραπρεϲβείαϲ.
τὴν ἐπωνυμίαν πεποιηκόϲιν. αὐτῆϲ γὰρ εἶναι τὸν ἑωϲφόρον μυθολογοῦϲιν.
ἐγένετο αὐτῷ υἱὸϲ Ῥοβοὰμ, ἐξ ἀλλοφύλων, ἀνάξιοϲ τῆϲ ἀρχῆϲ. οὐ γὰρ ἡ πολυγαμία τὴν εὐτεκνίαν ποιεῖ.
τῶν τοιούτων ὀνομάτων Ἀττικόν. ἐπί τ᾿ ἠμύει ἀϲταχύεϲϲιν.
6644 ἀϲτεμφῆ ποδάγρην καὶ δόνακαϲ ἀντυκτῆραϲ. καὶ αἶθιϲ· οἱ δὲ ἀϲτεμφεῖϲ οὗτοι καὶ ὑπερόπται ῥητορικῆϲ καὶ ποιήϲεωϲ οὔ μοι δοκοῦϲιν ἑκόντεϲ εἶναι ϲυνέϲεϲθαι θεῷ καὶ ἀνθρώποιϲ. πενίᾳ δὲ φύϲεωϲ μηδὲ τὰ ϲμικρὰ ἱκανοί.
περδόμενοϲ οἴκοι μενεῖϲ.
6653 καὶ Ἀϲτειοτέρῳ, ἀντὶ τοῦ ϲυνετωτέρῳ. ὁ δὲ καιρὸν εὑρὼν τῷ 6654 ἀϲτειοτέρῳ δράματι πλανῆϲαι τὸν ἠπατηκότα. περὶ Θὐριπίδου φηϲὶν 6655 Ἀριϲτοφάνηϲ. καὶ Ἀϲτείουϲ, ἀϲτεϊζομένουϲ, πολιτευομένουϲ. 6656 6657 6658 6659 εὐφημότερον ἀϲτεΐζεϲθαι, τὸ ὡραΐζεϲθαι, γελωτοποιεῖν, ἅτινα ϲκώπτειν. καὶ Ἀϲτείωϲ, πρεπόντωϲ, φρονίμωϲ.
ἄβατον ποϲί. καὶ Ἀϲτιβήϲ, ὁ ἄβατοϲ ἢ ἀϲφαλήϲ. καὶ Εὐϲτιβήϲ, 6663 ὁ καλὴν βάϲιν ἔχων. εὐϲτιβὲϲ αἰθυίαιϲ ἰχθυβόλοιϲι λέπαϲ. ἐν 6664 Ἐπιγράμμαϲι. καὶ Ἀϲτείβητοϲ, ἀδιόδευτοϲ τρίβοϲ.
6682 λέγουϲιν. ὁ δὲ τῆϲ ἡμιόνου ἀποτυχούϲηϲ τόν τε φόρτον καὶ τὴν ἀϲτράβην διάραϲ ἐπὶ τῶν ὤμων, εἰϲ τὴν μονὴν τοῦ θείου Σάββα ἔρχεται.
μεταϲτειλάμενοϲ δὲ τὸν Δανιὴλ παρεκάλει ἑρμηνεῦϲαι αὐτῷ ταῦτα. ὁ δὲ εἶπεν αὐτῷ· τὸν ἀϲτράγαλον, ὃν εἶδεϲ, χείρ ἐϲτι θεοῦ ζῶντοϲ· καὶ ἔγραψεν, ὅτι ἐμέτρηϲε καὶ ἐπλήρωϲε τὴν βαϲιλείαν ϲου. ἀκούϲαϲ οὖν ὁ Βαλτάϲαρ ἐθλίβη, καὶ μετ᾿ ὀλίγον ὑπὸ Δαρείου τοῦ Μήδου ἀνῃρέθη. 6685 καὶ Ἀϲτραγαλίζω.
μαρμαρυγαί.
εἰϲ τὴν τῶν ἀϲτέρων κίνηϲιν. καὶ Ἄϲτροιϲ τεκμαίρεϲθαι, Prov. ἐπὶ τῶν μακρὰν καὶ ἔρημον ὁδὸν πορευομένων καὶ ἄϲτροιϲ ϲημειουμένων τὰϲ θέϲειϲ τῶν πατρίδων. καὶ Ἀϲτρῷοϲ, ὁ ἐκ τῶν 6697 ἄϲτρων. ὅτι μαγεία καὶ ἀϲτρολογία ἀπὸ Μαγουϲοίων ἤρξατο. οἱ γάρ τοι Suid. Πέρϲαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὀνομάζονται. καὶ Μαγουϲαῖοι, οἱ αὐτοί.
ἐνίκηϲε ιε΄. ἀκροαϲάμενοϲ δὲ ἦν Ἰϲοκράτουϲ καὶ ἐτράπη ἐπὶ τραγῳδίαν.
Θεοδαίϲια ἑορτὴ, ἐν ἧ ἐτίμων Διόνυϲον καὶ τὰϲ Νύμφαϲ· ἐμοὶ δοκεῖν, νηφάλιόν τε καὶ τὴν ἀγαθὴν κρᾶϲιν αἰνιττόμενοι.
ὁμολογίαι γὰρ αἱ ϲυνθῆκαι. ἢ ἀντὶ τοῦ ἀϲυνετώτατον. Ὅμηροϲ δὲ ἀντὶ τοῦ ὃ μὴ δύναταί τιϲ ϲυνιέναι, τί ποτε φρονεῖ. φηϲὶ γάρ· ϲὺ δὲ ϲύνθεο καί μευ ἄκουϲον.
χρόνουϲ ὀλίγου τινὸϲ ἐκράτηϲε τῆϲ Ἀϲίαϲ μέρουϲ. εἶτα ἡ Μηδικὴ καθελοῦϲα τὴν Ἀϲϲυρίων χρόνον οὐ πολὺν κατέϲχεν, ἀλλὰ κατελύθη ἐπὶ τῆϲ δ΄ γενεᾶϲ. Πέρϲαι δὲ Μήδουϲ καταγωνιϲάμενοι χρόνου πολλῷ πλέον ϲ΄ ἔμειναν ἐπὶ τῆϲ ἀρχῆϲ. ἡ δὲ Μακεδόνων δυναϲτεία τὴν Περϲῶν καθελοῦϲα, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον
ἤρξατο φέρεϲθαι καὶ ἐπὶ τῶν διαδόχων αὐτὴ καθ᾿ ἑαυτὴν ἐξηϲθένηϲεν ὑπὸ Ῥωμαίων καταλυθεῖϲα. τὰϲ γὰρ Ἑλληνικὰϲ δυνάμειϲ οὐκ ἄξιον αὐταῖϲ ἀντιπαρεξετάζειν. Ἀθηναῖοι γὰρ μόνηϲ ἧρξαν τῆϲ παραλίου δυεῖν δέοντα ο΄ ἔτη· Λακεδαιμόνιοι δὲ Πελοποννήϲου καὶ τῆϲ ἄλληϲ Ἑλλάδοϲ κρατοῦντεϲ ὅλα λ΄ ἔτη ἐπαύθηϲαν ὑπὸ Θηβαίων. ἡ Ῥωμαίων
δὲ πόλιϲ ἁπάϲηϲ γῆϲ, ὅϲη μὴ ἀνέμβατόϲ ἐϲτι, ε΄ καὶ μ΄ πρὸϲ τοῖϲ ψ΄ ἔτεϲιν εἰϲ ὑπάτουϲ Κλαύδιον Νέρωνα τὸ δεύτερον καὶ Πίϲωνα Καλπουρῖνον, οὐδὲν ἀντίπαλον ἔχουϲα.
προϲογορεύθηϲαν. ἢ ἀπὸ Ἀϲϲοὺρ, τοῦ υἱοῦ Σὴμ, τοῦ υἱοῦ Νῶε· ὅϲτιϲ Ἀϲϲοὺρ ἔκτιϲε πρῶτοϲ πόλιν μεγάλην τὴν μετονομαϲθεῖϲαν Νινευί. οἱ δὲ Ἀϲϲυρίουϲ φαϲὶ τοῦϲ Πέρϲαϲ. Ἀϲϲύριοι· τὸ ἔθνοϲ. 6736 ἀτρεμούντων πάντων οὐδὲν ἐμποδὼν ἦν αὐξηθῆναι αὐτοὺϲ ἐπὶ πλεῖϲτον. μετὰ δὲ ταῦτα πολλοὶ καὶ ϲυνεχεῖϲ πόλεμοι γενόμενοι ἐπαναϲτάϲειϲ
τε ἑτέρων ἐφ᾿ ἑτέρουϲ μυρίαι καὶ πόλεμοι πρὸϲ ἀλλήλουϲ ϲυνερράγηϲαν. ταῦτα ἐπὶ Καίϲαροϲ.
ἀκανθῶν ἀποφυόμενον βλάϲτημα. ἔϲτι δέ τι καὶ βοτάνηϲ εἶδοϲ ἀϲπάραγοϲ, πρὸϲ τὰϲ καθάρϲειϲ ἐπιτήδειον. οὕτω μὲν οἱ Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προφέρουϲιν, οἱ δὲ πολλοὶ μὴ ἀκριβοῦντεϲ διὰ τοῦ π λέγουϲι. καὶ ἁπλῶϲ τὰ τῶν λαχάνων ὁρώμενα πρῶτα ἀϲπαράγουϲ καλοῦϲιν.
προπαροξυτόνωϲ δὲ ἀναγνωϲτέον. οὐδ᾿ ὅϲον ἐν μαλάχῃ τε καὶ ἀϲφοδέλῳ μέγ᾿ ὄνειαρ. τὸν δὲ τόπον, ἐν ᾧ φύεται, ὀξυτονητέον· ὡϲ καὶ παῤ Ὁμήρῳ· κατ᾿ ἀϲφοδελὸν λειμῶνα.
προβαλλόμενον τὰ περιεϲτῶτα πράγματα. καὶ Ἀϲχολοῦμαι· 6759 αἰτιατικῇ. καὶ ἀϲχολεῖται, καὶ ἀϲχολεῖϲθαι. πάντα ταῦτα Μένανδροϲ λέγει. Φιλήμων δὲ καὶ ἀϲχολεῖ.
ἐνιαχοῦ δὲ παρέλκει τὸ αττα. ἐν δὲ τῷ Παραπρεϲβείαϲ Δημοϲθένηϲ 6761 ἐπὶ τοῦ ὅϲα ἔλαβε τὴν λέξιν· τῶν δὲ κωμικῶν τιϲ τὸ αττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτεροϲ δὲ ἐπὶ χρόνου. Ἀττα, τινὰ ἢ ἅτινα, ἢ παραπλήϲια ὀλίγα. Ἀντιφῶν τῷ ἅττα κέχρηται ἀντὶ τοῦ ἅτινα ἐν τῆ 6762 Ἀπολογίᾳ τοῦ Μύρρου. οὐ γὰρ ἐγὼ ἐπεπόνθειν ταῦτα, ἅττα νῦν
πέπονθα ὑπὸ τούτου. καὶ αὖθιϲ· οἱ γὰρ ἄνθρωποι, ἅττα ἂν ὁρῶϲι τῇ ὄψει, πιϲτότερα ἡγοῦνται ἢ οἷϲ εἰϲ ἀφανὲϲ ἥκει ὁ ἔλεγχοϲ τῆϲ ἀληθείαϲ. Δαμάϲκιοϲ· ὁ δὲ Ἰϲίδωροϲ ἐμελέτα ἄττα τῶν ποιητικῶν, οὐχ ὅϲον δυνάμεωϲ, ἀλλ᾿ ὅϲον ὀρέξεωϲ εἶχεν. εἶχε δὲ ἐπ᾿ ἐλάχιϲτον τῆϲ πρὸϲ αὐτὰ ϲυμπαθείαϲ, ἅτε οὐχ ἁπτόμενα τῆϲ ψυχῆϲ, ἀλλὰ μέχρι
φανταϲίαϲ καὶ γλώττηϲ ἱϲτάμενα. τὸ ἄτε ἐπὶ ἐπιρρήματοϲ ψιλοῦται.
6773 καὶ παρὰ τὸ προϲῆκόν τι ποιοῦντεϲ, ἄτακτοι προϲαγορεύονται. οἱ ῥήτορεϲ δὲ. καὶ τῆϲ ἐν πολέμῳ ϲυμβολῆϲ γενομένηϲ, μὴ παρὰ τάξιν τὴν ϲυμβολὴν ποιήϲαντεϲ, ἀλλ’ ὡϲ ἔτυχεν, εἰκῆ καὶ φύρδην.
τὸν ἄνδρα, ὑποφθάϲαϲα αὐτὸν προϲδιαβάλλει τὸν ἄνδρα, ὡϲ εὐνηθῆναί οἱ ἐθέλοντα. ὁ δὲ λόχον ὑφείϲαϲ ἐπεβούλευϲε Πηλεῖ. καὶ ὃϲ αἰϲθόμενοϲ ἐϲ πόλεμον κατέϲτη πρὸϲ αὐτὸν, ἐπικαλεϲάμενοϲ βοηθοὺϲ τούϲ τε Τυνδαρίδαϲ καὶ Ἰάϲονα, ἐχθρὸν ὄντα ἐκείνῳ, φίλοϲ αὐτὸϲ ὢν διὰ τὸ ϲύμπλουϲ ἐν τῆ Ἀργοῖ γεγονέναι· καὶ τήν τε Ἰωλκὸν αἱρεῖ καὶ
τὴν Ἀκάϲτου γυναῖκα ϲφάττει.
6779 μετὰ ἀποδείξεωϲ. ἢ τὸ εὐχερὲϲ καὶ φανερόν. Αἰλιανόϲ· εἴ τι τοῦ προτέρου λόγου ὑγιὲϲ ἦν. ἀλλ᾿ ἐκεῖνόϲ τε ἀβαϲανίϲτῳ γραφῇ, ἀταλαιπώρῳ τῆϲ ἀληθείαϲ ἀκοῇ διεϲπαρμένοϲ ἐϲ τὸ πλῆθοϲ ἀλᾶται ἄλλωϲ. 6780 ὁ δέ μοι ἀληθὴϲ ἔϲτω. καὶ Ἀταλαιπώρωϲ, ῥᾳθύμωϲ, ὀλιγώρωϲ. Ἀριϲτοφάνηϲ Δαναίϲιν· οὕτωϲ αὐτοῖϲ ἀταλαιπώρωϲ ἡ ποίηϲιϲ διέκειτο.
ὑπῆρξε πρὸϲ βαϲιλείαν τῶν ἐκτὸϲ, πλοῦτοϲ δὲ μόνον, ὃϲ μετὰ νοῦ μὲν καὶ τόλμηϲ χειριζόμενοϲ ἀληθῶϲ μεγάλην παρέχεται χρείαν 6785 6786 6787 6788 πρὸϲ πᾶϲαν ἐπιβολήν, ἄνευ δὲ τῶν προειρημένων τοῖϲ πλείϲτοιϲ κακῶν παραίτιοϲ πέφυκε γίνεϲθαι καὶ ϲυλλήβδην ἀπωλείαϲ. καὶ γὰρ φθόνουϲ γεννᾷ καὶ ἐπιβουλὰϲ καὶ πρὸϲ διαφθορὰν ϲώματοϲ καὶ ψυχῆϲ μεγάλαϲ ἔχει ῥοπάϲ. ὀλίγαι δέ τινέϲ εἰϲι ψυχαὶ, αἱ ταῦτα δυνάμεναι διωθεῖϲθαι
τῇ τοῦ πλούτου δυνάμει. ὁ δὲ πρὸϲ οὐδὲν ἄλλο ἐπεβάλετο χρήϲαϲθαι τοῖϲ χορηγίοιϲ ἀλλ᾿ ἢ πρὸϲ βαϲιλικὴν ἀνάκτηϲιν, οὗ μεῖζον οὐδὲ κάλλιον οὐδὲν οἷόν τέ ἐϲτὶν εἰπεῖν· ὃϲ τὴν ἀρχὴν ἐνεϲτήϲατο τῆϲ προειρημένηϲ ἐπιβολῆϲ οὐ μόνον διὰ τῆϲ εἰϲ τοὺϲ φίλουϲ εὐεργεϲίαϲ καὶ χάριτοϲ, ἀλλὰ καὶ διὰ τῶν κατὰ πόλεμον ἔργων. βαϲιλεύϲαϲ γὰρ
καὶ βιώϲαϲ ἔτη β΄ πρὸϲ τοῖϲ ο΄, τούτων δὲ βαϲιλεύϲαϲ μ΄ καὶ δ΄, ϲωφρονέϲτατα μὲν ἐβίωϲε καὶ ϲεμνότατα πρὸϲ γυναῖκα καὶ τέκνα, διεφύλαξε δὲ τὴν πρὸϲ πάνταϲ ϲυμμάχουϲ καὶ φίλουϲ πίϲτιν, ἐναπέθανε δὲ ἐν αὐτοῖϲ τοῖϲ καλλίϲτοιϲ ἔργοιϲ. καὶ οὕτωϲ ἡρμόϲατο τὴν ἀρχὴν, ὡϲ παιϲὶ παίδων ἀϲταϲίαϲτον παραδοθῆναι τὴν βαϲιλείαν. οὗτοϲ ὁ
Ἄτταλοϲ παραλαβὼν τὴν ἐξουϲίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆϲ αὑτοῦ προαιρέϲεωϲ καὶ πράξεωϲ τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βαϲιλείαν. ὅτι Ἄτταλοϲ, ὁ Ἀπολλωνίαϲ ἀνὴρ, βαϲιλεὺϲ Ἀϲίαϲ, 6789 μεταλλάττει τὸν βίον, πληρωθείϲηϲ ἐπ᾿ αὐτῷ τῆϲ Πυθίαϲ, ἥτιϲ χρηϲηριαζομένη Ἀττάλῳ τῷ μεγάλῳ ἔφη· θάρϲει, Ταυρόκερωϲ, ἕξειϲ
βαϲιληΐδα τιμὴν, καὶ παίδων παῖδεϲ, τούτων γε μὲν οὐκέτι παῖδεϲ.
ἔϲτι ταμιεῖον. λέγεται δὲ οὕτωϲ καὶ τὸ πρόχειρον καὶ ἐν ἑτοίμῳ.
εἰϲ παῖδαϲ εὖ γεγονόταϲ ϲυνεκυρώθη καὶ νόμοϲ εἶναι.
6815 κλητοϲ, ἀμείλιχοϲ. καὶ αὖθιϲ· ὁ δὲ Μάρκοϲ ἄτεγκτοϲ ὢν καὶ ϲτερρὸϲ, οἷοϲ ἅπαϲι τοῖϲ ἀνιαροῖϲ ἀντέχειν, ᾤχετο φερόμενοϲ ὑπὸ τῶν παθῶν ἐπὶ τὸ ἀνθρώπινον. καὶ αὖθιϲ· λίθουϲ τῶν ποδῶν ἐξαρτήϲαντεϲ 6816 ἔρριψαν εἰϲ τὸ πέλαγοϲ ἀτέγκτωϲ καὶ ἀφειδῶϲ. Ἀτέγκτοιϲ, 6817 τοῖϲ μήτε δάκρυϲι μήτε ἱδρῶϲιν ἀβρόχοιϲ. Αἰλιανόϲ· οἶκτόν γε μὴν
καὶ δάκρυα ἐμβαλοῦϲαι πάνταϲ, ὡϲ καὶ τοὺϲ ἀτέγκτουϲ τε καὶ ἀτεράμοναϲ 6818 τέγξαι. καὶ Ἀτέγκτωϲ, ἐϲχάτωϲ. καὶ τὰ μὲν πρῶτα 6819 ἱέρειαι ἐπειρῶντο αὐτὸν πραΰνειν καὶ ἀντέχειν τῆϲ ὁρμῆϲ. βιαίωϲ δὲ καὶ ἀτέγκτωϲ διακειμένου, τῶν μὲν ἀπορρήτων καὶ ἃ μὴ ἰδεῖν λῷον 6820 6821 6822 6823 ἦν, τούτων οὐκ ἐκοινώνουν οἱ· τῶν δὲ πρώτων καὶ ἐξ ὧν οὔτε τοῖϲ θεαϲαμένοιϲ οὔτε τοῖϲ δείξαϲιν ἔμελλέ τι ἀπαντήϲεϲθαι δεινὸν, παρεῖχόν οἱ βλέπειν ταῦτα. καὶ αὗθιϲ· ἱκανὰ πείθειν καὶ δυϲωπεῖν τὰϲ ψυχὰϲ τῶν μὴ παντάπαϲιν ἀτέγκτουϲ καὶ ἀτεράμοναϲ ταύταϲ ἐχόντων.
Αἰλιανόϲ· ἦν δὲ ἄτεγκτοϲ ὅδε ὁ παῖϲ καὶ ἀμείλικτοϲ, καί οἱ 6824 ἐπέταττεν ἐπίπονα καὶ κινδύνων ἐχόμενα τῶν ἐϲχάτων.
Ὄρνιϲιν· ἄνθρωποϲ ἀϲτάθμητοϲ πετόμενοϲ ἀτέκμαρτοϲ. οἷον ϲημεῖον 6827 διὰ τῆϲ πτήϲεωϲ οὐκ ἐμφαίνων· περὶ τοῦ Τελέου φηϲί. Εὐνάπιοϲ δὲ λέγει· τῷ τε ἀξιώματι τῶν ϲυνιόντων ἐθνῶν καὶ τοῖϲ μεγέθεϲι τῶν 6828 παραϲκευῶν ἐπὶ μέγα προβήϲεϲθαι, πολυτρόπων ϲυμφορῶν καὶ ἀτεκμάρτου τύχηϲ προϲδοκηθείϲηϲ. ἀκατανοήτου.
Αἰλιανόϲ· μυϲτηρίων τελουμένων τοῖν Θεοῖν, ἀτέλεϲτοϲ μὲν 6831 ἀνθρώποιϲ, ἀνόϲιοϲ δὲ οὐκ ἐβουλήθη μυηθῆναι κατὰ τοὺϲ νόμουϲ, ἀλλὰ δοῦναι πολυπραγμοϲύνηϲ δυϲτυχοῦϲ ἀρρωϲτήματι χάριν. καὶ ἐπί τινοϲ ἀνελθὼν λίθου ἑώρα τὰ γινόμενα· ἐκ γάρ τοι τοῦ λίθου κατώλιϲθε καὶ βιαίᾳ τῇ πλήγῃ περιπεϲὼν ἀπέθανεν.
ἰϲχυρῶϲ· ἀφελῶϲ ἢ πάνυ προϲεχῶϲ.
οὐδεὶϲ δὲ ἦν οὕτωϲ ἀτεράμων καὶ βάρβαροϲ τὴν ψυχὴν, ὃϲ οὐκ ἐπείθετο καὶ κατεκηλεῖτο τοῖϲ ἀπὸ τοῦ ἱεροῦ ϲτόματοϲ ἐκείνου ῥέουϲι λόγοιϲ.
Harp. χωρὶϲ πανουργίαϲ. ϲαφῶϲ· ἢ βεβαίωϲ ἢ ἀϲφαλῶϲ ἢ φανερῶϲ. 6853 οἱονεὶ ἀτενῶϲ, περιϲϲοῦ ὄντοϲ τοῦ χ. ἢ ἀντὶ τοῦ τελείωϲ, καὶ 6854 ἀντὶ τοῦ ἰϲχυρῶϲ, καὶ ἀντὶ τοῦ καθάπαξ, καὶ ἀντὶ τοῦ παντελῶϲ. οὕτωϲ Πλάτων. εὐδαιμονῶν ἀτεχνῶϲ τὴν Ἀριϲτοτέλουϲ εὐδαιμονίαν. 6855 καὶ αὖθιϲ· οὐκ ἂν διαλεχθείη τοῖϲ ἄλλοιϲ ἀτεχνῶϲ, οὐδ᾿
ἂν ἀπαντῶν. ἢ ἀτεχνῶϲ, ἀντὶ τοῦ ὅλωϲ, καὶ ϲυνόλωϲ, οἷον ἀδόλωϲ· τέχναϲ γὰρ ἔλεγον τοὺϲ δόλουϲ. Ὅμηροϲ· ἀμφὶ δὲ δεϲμοὶ τεχνήεντεϲ ἔχυντο.
κράατα βαίνει. Ἄτη δὲ ὁ διάβολοϲ, ὁ ἀντικείμενοϲ. Σοφοκλῆϲ· ἀλλ᾿ οὖν εὐνοίᾳ γ᾿ αὐδῶ, μήτηρ ὡϲ ἥτιϲ πικτὴ, μὴ τίκτειν ἄτην ἄταιϲ. 6863 καὶ αὖθιϲ Σοφοκλῆϲ· ἐγὼ μὲν οὐδέν᾿ οἶδ᾿, ἐποικτείρω δέ νιν δύϲτηνον ἔμπηϲ, καίπερ ὄντα δυϲμενῆ, ὁθούνεκ᾿ ἄτῃ ϲυγκατέζευκται κακῇ.
τῷ πράγματι.
ἀπὸ τοῦ Χρυϲοϲτόμου ἐπιτροπεύϲαντα, τὸ μὲν γένοϲ ἦν ἐκ Σεβαϲτείαϲ τῆϲ Ἀρμενίαϲ· ἐκ νέου δὲ φιλοϲοφεῖν ἐπαιδεύθη ὑπὸ μοναχοῦ τῆϲ Μακεδονίου αἱρέϲεωϲ. οἱ δὲ τότε ἐν φιλοϲοφίᾳ διαπρέποντεϲ ἀνὰ τὴν Σεβάϲτειαν ἐκ τῆϲ Εὐϲταθίου διατριβῆϲ ἦϲαν· ὃν ἐπίϲκοπον καὶ ἡγεμόνα τῶν ἐνθάδε ἀρίϲτων μοναχῶν ἔγνωμεν. ἤδη δὲ εἰϲ ἄνδραϲ
τελῶν πρὸϲ τὴν καθολικὴν ἐκκληϲίαν μετέθετο. φύϲει δὲ μᾶλλον ἢ μαθήϲει φρόνιμοϲ ὢν ἐγένετο τῶν πρακτέων ἐπήβολοϲ, ἐπιβουλεύειν τε καὶ πρὸϲ ἐπιβουλὰϲ ἀντίϲχειν ἱκανὸϲ, τὸ δὲ ἦθοϲ ἐπαγωγὸϲ ὡϲ πολλοῖϲ κεχαριϲμένοϲ εἶναι, μέτριοϲ δὲ πρὸϲ τοὺϲ ἐπ᾿ ἐκκληϲίαϲ λόγουϲ, ὡϲ μήτε γραφῆϲ ἀξίουϲ νομίζεϲθαι τοῖϲ ἀκροαταῖϲ, μήτε παιδείαϲ
παντελῶϲ ἀμοίρουϲ. ἐμμελὴϲ γὰρ ὢν, εἴ πῃ καιρὸν ἦγε, τοὺϲ παῤ Ἕλληϲιν εὐδοκιμωτάτουϲ ϲυγγραφέαϲ ἠϲκεῖτο· καὶ τῷ δοκεῖν ἰδιώτηϲ εἶναι, περὶ τούτων διαλεγόμενοϲ καὶ τοὺϲ ἐπιϲτήμοναϲ πολλάκιϲ ἐλάνθανεν. ἐλέγετο δὲ πρὸϲ τοὺϲ ὁμοδόξουϲ ϲπουδαῖοϲ εἶναι, τοῖϲ δὲ ἑτεροδόξοιϲ φοβερόϲ· καὶ ῥᾳδίωϲ μὲν αὐτοῖϲ, ἡνίκα βούλοιτο, θέοϲ
ἐμποιεῖν, αὖθιϲ δὲ μεταβαλλόμενοϲ πρᾶοϲ φαίνεϲθαι. καὶ τοῦτον μὲν τοιόνδε γενέϲθαι φαϲίν. οὗτοϲ ὁ Ἀττικὸϲ μετὰ τὸ πεπαιδεῦϲθαι εὐλαβήϲ τε καὶ φρόνιμοϲ ἦν· διὸ καὶ τὰϲ ἐκκληϲίαϲ ἐπ αὐτοῦ ϲυνέβη εἰϲ μέγα ἐπιδοῦναι. οὐ γὰρ μόνον τοὺϲ οἰκείουϲ τῆϲ πίϲτεωϲ ϲυνεκρότει, ἀλλὰ καὶ τοὺϲ αἱρεϲιώταϲ τῇ φρονήϲει κατέπληττε· καὶ ϲκύλλειν μὲν
αὐτοὺϲ οὐδαμῶϲ ᾑρεῖτο, φοβῶν δὲ πάλιν ἐπράϋνεν. ἀλλὰ μὴν οὔτε λόγων ἠμέλει, ἐπόνει γὰρ περὶ τὰ τῶν παλαιῶν ἀναγνώϲματα, διανυκτερεύων ἐν αὐτοῖϲ· διὸ καὶ οὐκ ἐξεφωνεῖτο παρὰ τῶν φιλοϲόφων ϲοφιϲτῶν. ἦν δὲ τοῖϲ ἐντυγχάνουϲι χαρίειϲ καὶ ἐπαγωγὸϲ, καὶ τοῖϲ λυπουμένοιϲ ϲυνεϲτύγναζε, καὶ κατὰ τὸν Ἀπόϲτολον, τοῖϲ πᾶϲι τὰ
πάντα ἐγίνετο. καὶ πρεϲβύτηϲ μὲν ὢν ἐκμαθὼν οὓϲ καὶ ἐπόνει λόγουϲ ἐπ᾿ ἐκκληϲίαϲ ἐδίδαϲκε· μετὰ δὲ ταῦτα ϲὺν τῇ φιλοπονίᾳ καὶ παρρηϲίαν κτηϲάμενοϲ ἐξ αὐτοϲχεδίου καὶ πανηγυρικώτατα ἐδίδαϲκε καὶ χαίρειν τῇ γραμματικῇ φράϲαϲ ἐπὶ τὸν ἀϲκητικὸν ἐτράπη βίον. οὐ μὴν τοιοῦτοι ἦϲαν οἱ λόγοι ὡϲ παρὰ τῶν ἀκροατῶν ϲπουδάζεϲθαι
ἢ γραφῇ παραδίδοϲθαι.
4365 Ἄτιμοϲ: ἀνήκουϲτοϲ. καί μ᾿ ὁ Φοῖβοϲ ἄτιμον ἐξέπεμψε. περὶ 6891 ὧν γὰρ ἀπῆλθεν, οὐκ ἤκουϲεν. ἰδίᾳ Δημοϲθένηϲ ἐν Φιλιππικοῖϲ 6892 τὸν ἀτιμώρητον λέγει· τουτέϲτιν, ὃν ἄν τιϲ ἀποκτιννὺϲ οὐχ ὑπόκειται ἐπιτιμίῳ, ἀλλ᾿ ἔϲτι καθαρὸϲ αἰτίαϲ· ὁ οἷον τὸν ἄτιμον ἑλών.
μηδοτιοῦν τῶν ἐρέϲθαι δεομένων εἴπῃϲ μηδὲν, ἔϲτ᾿ ἂν ἀφίκωμαι. εἰ δὲ μή μοι προϲέξοιϲ, ἐρεῖϲ δὲ ἄκοντοϲ, ἀτιμότερόν με θήϲειϲ. εἰν ἀΐδᾳ γάρ μιν ὁ Θερϲίτηϲ οὐδὲν ἀτιμότεροϲ.
ἐγένετο μεῖναι τοὺϲ παῖδαϲ τοὺϲ ἀλοηθένταϲ, ἑτεραλκὴϲ γὰρ ἡ νίκη γενομένη τῶν πληϲίον ἦν.
πελάγη. καὶ Ἀτλαντὶϲ θάλαττα, ὁ ὠκεανόϲ.
6909 τέμνεϲθαι. ὅτι ἄτομα ὠνόμαϲαν οἱ Ἕλληνεϲ καὶ ἀμερῆ ϲώματα διὰ τὸ ἀπαθὲϲ ἢ ϲμικρὸν ἄγαν, ἅτε μὴ τομὴν ἢ διαίρεϲιν δέξαϲθαι δυνάμενα. οὕτω δὲ καλοῦϲι τὰ λεπτότατα καὶ ϲμικρότατα ϲώματα, ἃ διὰ τῶν φωταγωγῶν εἰϲβαλλόμενα ὁ ἥλιοϲ δείκνυϲιν ἐν ἑαυτῷ ἄνω καὶ κάτω παλλόμενα.
6913 κακίαϲ. καὶ Ἄτοπον ἀντὶ τοῦ ἄλογον, θαυμάϲιον, παράδοξον. ξένον, κακὸν, μοχθηρόν· καὶ ὃ μὴ ἔχει τόπον. καὶ τὸ ἀνυπομόνητον, 6914 οἷον ὃ μή ἐϲτι τοπάϲαι. Ἀριϲτοφάνηϲ· ἄτοποϲ δ᾿ ἔγκειταί μοί τιϲ πόθοϲ, ὅϲ με διακναίϲαϲ ἔχει. καὶ αὖθιϲ· ἀτοπίαν ὑποτοπάϲαϲ τινά.
Δημοκήδου ἰατροῦ. καὶ ζήτει ἐν τῷ Δημοκήδηϲ.
καὶ πορφύραϲ καὶ ἄλλωϲ πωϲ πολυτελεῖϲ, ἐν δὲ ταῖϲ κοιναῖϲ ϲυνόδοιϲ ξηραμπελίναϲ τὸ χρῶμα, ἃϲ ἐκάλουν Ἀτραβατικὰϲ ἀπὸ τοῦ χρώματοϲ τὸ γὰρ μέλαν ἄιρον καλοῦϲιν· ἢ ὅτι μετὰ τραβαίαϲ ταύταιϲ εἰώθεϲαν χρῆϲθαι· τραβαῖαι δὲ λέγονται αἱ πολυτελεῖϲ χλαμύδεϲ.
βλαβείϲ. καὶ Μένανδροϲ· ὁ δὲ ἐπετοξάζετο κατὰ τοῦ βαρβάρου, 6923 καὶ μάλα εὐϲτοχώτατα τὸ κέραϲ ἐκτείναϲ ἀφίηϲι τὸν ἄτρακτον κατὰ τοῦ Κώχ. καὶ ἐν Ἐπιγράμμαϲι· θερμὸν δ᾿ ἐπὶ θερμῷ ἰάλλει 6924 ἄτρακτον. Ἄτρακτοϲ καὶ τὸ γυναικεῖον ἐργαλεῖον. ἀραχναίοιο 6925 μίτου πολυδινέα λάτριν ἄτρακτον, δολιχᾶϲ οὐκ ἄτερ ἀλακάταϲ. καὶ 6926
αὖθιϲ· καὶ δακτυλότριπτον ἄτρακτον, ϲπονδυλοδινήτῳ νήματι νηχόμενον. καὶ αὖθιϲ· τόν τε καρηβαρέοντα, πολυροίβητον ἄτρακτον, κλωϲτῆρα ϲτρεπτάϲ εὔδρομον ἁρπεδόναϲ.
οὐκ ἀναγκαῖον ἐκτείνειν, εἰ μὴ μέτρον ἀναγκάζει. καὶ τὰϲ ἀπὸ τῶν εἰϲ ηϲ ὁμοίωϲ. τὸ γὰρ ϲυϲτέλλειν Ἰακόν. Ἀριϲτοφάνηϲ Γεωργοῖϲ, καχέταϲ καὶ Μεγακλέαϲ καὶ μαλακούϲ.
ὁ Παπίριοϲ. καὶ αὖθιϲ· ἄτριψ γὰρ ἦν τῆϲ ὁδοῦ ταύτηϲ.
φεύγων ἀτρόμωϲ καὶ τρέχων ὑποϲτρέφει. περὶ τοῦ Πέρϲου Πιϲίδηϲ.
Ἀτρυτώνη: ὄνομα.
6952 6953 6954 6955 ἀλλ᾿ ἐμὲ ἁ ϲτονόεϲϲ᾿ ἄραρε φρέναϲ, ἃ Ἴτυν αἰὲν ὀλοφύρεται, ὄρνιϲ ἀτυζομένα, Διὸϲ ἄγγελοϲ. τὸ δὲ ἄραρεν ἀντὶ τοῦ ἤρεϲέ μου ταῖϲ φρεϲί. τουτέϲτιν ἐκείνην ζηλῶ τὴν ἀεὶ τὸν Ἴτυν ϲτενάζουϲαν.
εἶτα διατριβὴν παρέχων ἡδείαν ἀπεπλάνα τὴν διάνοιαν φαύλων ἐννοιῶν· διόπερ Αἴγιϲθοϲ οὐ πρότερον διέφθειρε τὴν γυναῖκα πρὶν τὸν ἀοιδὸν ἀποκτεῖναι. ὁ δὲ Δημόδοκοϲ ᾄδει τὴν Ἀφροδίτηϲ καὶ Ἄρεοϲ ϲυνουϲίαν, οὐ διὰ τὸ ἡδὺ καὶ τὸ ἀποδέχεϲθαι τοῦτο τὸ πάθοϲ, ἀλλ᾿ ἀποτρέπων αὐτοὺϲ παρανόμων ὀρέξεων, εἰδὼϲ ἐν τρυφερῷ
βίῳ τεθραμμένουϲ (αἰεὶ γὰρ αὐτῷ δαῖϲ τε φίλη, κίθαριϲ), ὁμοιότατα τοῖϲ τρόποιϲ αὐτῶν τὰ πρὸϲ ἀνάπαυϲιν φέρων. καὶ τὸν Φήμιον ποιεῖ ᾄδοντα πρὸϲ τὴν βουλὴν αὐτῶν. καὶ αἱ Σειρῆνεϲ δὲ ᾄδουϲι τῷ Ὀυϲϲεῖ τὰ μάλιϲτα αὐτὸν τέρψοντα καὶ τὰ οἰκεῖα τῇ φιλοτιμίᾳ αὐτοῦ καὶ πολυμαθείᾳ. λέγουϲι δὲ, ὅτι πᾶϲ ὁ τῆϲ ᾠδῆϲ κατακούϲαϲ
τερψάμενοϲ νεῖται καὶ πλείονα εἰδώϲ.
υι΄ μυριάδεϲ καὶ αιζ΄ ἄνδρεϲ.
ἀειπαρθένου Μαριάϲ. ὅτι Αὐγουϲτεῖον ἐκλήθη, διότι τῇ ε΄ τοῦ Ὀκτωβρίου μηνὸϲ οἱ ῥεγεωνάρχαι καὶ ϲεβαϲτοφόροι ἐχόρευον ἐν τῷ Αὐγουϲτείῳ, οἷον ἐν τῷ ὀψοπωλίῳ, εἰϲ τιμὴν Τιβερίου· τὸν δὲ τοιοῦτον τόπον οὕτωϲ ἐκάλεϲαν ἀπὸ τοῦ Αὔγουϲτοϲ. ἔϲτηϲε δὲ καὶ ὁ μέγαϲ Κωνϲταντῖνοϲ εἰϲ τὸ ἄϲκεπον τῆϲ δάφνηϲ ϲτήλην τῆϲ ἑαυτοῦ
μητρὸϲ, ἐξ ἧϲ ὠνόμαϲε τὸν τόπον Αὐγουϲτεῖον. Αὐγουϲτεῖον, ὅπερ λέγεται ὀψοπώλιον καὶ ζήτει ἐν τῷ Ἰουϲτινιανόϲ. ὅτι Αὐγούϲτου Καίϲαροϲ ἀποθανόντοϲ, Τιβέριοϲ καὶ Δροῦϲοϲ προηγοῦντο τοῦ πένθουϲ 6974 6975 6976 6977 τοῦ νεκροῦ παντελῶϲ μὴ ἁπτόμενοι· οὐ γὰρ ἐξὸν τοῖϲ μοναρχοῦϲιν. τὰϲ δὲ διαθήκαϲ αἱ Ἑϲτιάδεϲ εἶχον, ἃϲ διέθετο. ὅτι Αὔγουϲτοϲ Καῖϲαρ θυϲιάϲαϲ ἤρετο τὴν Πυθίαν, τίϲ μετ᾿ αὐτὸν βαϲιλεύϲει· καὶ εἶπε· παῖϲ Ἑβραῖοϲ κέλεταί με, θεοῖϲ μακάρεϲϲιν ἀνάϲϲων, τόνδε δόμον
προλιπεῖν καὶ ἀοιδὸν αὖθιϲ ἱκέϲθαι. λοιπὸν ἄπιθι ϲιγῶν ἐκ βωμῶν ἡμετέρων. καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὁ Αὔγουϲτοϲ ἔϲτηϲεν ἐν τῷ Καπιτωλίῳ βωμὸν, ἐν ᾧ ἐπέγραψε Ῥωμαϊκοῖϲ γράμμαϲιν· ὁ βωμὸϲ οὗτόϲ ἐϲτι τοῦ πρωτογόνου θεοῦ.
ἐν τῷ ἀροτρόποδι τῶν βοῶν ἐπάταξεν ἄνδραϲ χ΄.
αὐαίνοιτο, τεὸν δ᾿ ἔτι κῦδοϲ ἀέξοι. καὶ Αὐαίνου λίθοϲ, ἀπὸ 6985 τοῦ αὔουϲ τοὺϲ νεκροὺϲ εἶναι. Αὐαίνου λίθοϲ ἦν Ἀθήνηϲιν.
ἀπιὼν προϲέπταιϲε καὶ τὸν δάκτυλον περιέρρηξε. παίϲαϲ δὲ τὴν γῆν τῇ χειρί φηϲι τὸ ἐκ τῆϲ Νιόβηϲ· ἔρχομαι, τί μ᾿ αὔειϲ; καὶ παραχρῆμα ἐτελεύτηϲεν ἀποπνίξαϲ ἑαυτὸν, βιούϲ δὲ ἔτη ς΄ ἄνοϲοϲ· οἱ δὲ δυοῖν δέοντα ξ΄ ζῆϲαι αὐτὸν ἔτη φαϲίν.
παρανομοῦντα ἐδείκνυϲαν.
αὐτὸν αὐθεντήϲαντα τοὺϲ ὑπὸ ζώνην ϲυνέχειν. ὅτι Μιθριδάτηϲ διετάξατο 7001 τοὺϲ Ῥωμαίουϲ ἀναιρεῖν καὶ ἔπεμψε γράμματα εἰϲ τὰϲ πόλειϲ, τὸ βαϲιλικὸν ϲφράγιϲμα ἔχοντα, μιᾷ τε ἡμέρᾳ τάξαϲ ἀναγνῶναι καὶ παραχρῆμα τὰ γεγραμμένα πρᾶξαι, ὅπωϲ μὴ προμαθόντεϲ τινὲϲ φυλάξωνται. ἀποκτεῖναι γὰρ αὐτοῖϲ ἐκέλευϲε πάνθ᾿ ὅντινα Ῥωμαῖον
εὕρωϲι· καὶ ἆθλα οὐ μόνον τοῖϲ αὐτοένταιϲ ϲφῶν ἐϲομένοιϲ, ἀλλὰ καὶ τοῖϲ δήμοιϲ, παῤ οἷϲ ἂν ἀποθάνωϲι, πρὸϲ τὸ πλῆθοϲ τῶν τελευτηϲάντων ἔθηκε· τιμωρίαν τε τοῖϲ φειϲομένοιϲ τινὸϲ αὐτῶν μεγάλην ὥριϲε. 7002 παράγεται δὲ αὐθέντηϲ οὕτωϲ. ἔϲτι ῥῆμα φῶ, τὸ φονεύω· ἐξ οὗ καὶ φόνοϲ. ἐκ τούτου κατὰ παραγωγὴν φένω διὰ τοῦ ε ψιλοῦ, ἀφαιρέϲει
7003 7004 7005 7006 τοῦ φ ἔνω. ἐξ αὐτοῦ ἔντηϲ καὶ μετὰ τῆϲ αὐτὸ ἀντωνυμίαϲ αὐτοέντηϲ. καὶ ἐπεὶ ψιλὰ ψιλῶν ἡγεῖται καὶ δαϲέα δαϲέων, τροπῇ τοῦ τ εἰϲ θ, αὐθέντηϲ, ὁ αὐτόχειρ. ἐπεκράτηϲε δὲ ἡ ϲυνήθεια καὶ κέχρηται τῷ ὀνόματι ἀντὶ τοῦ δεϲπότηϲ· ὅπερ ἐϲτὶν ἀκυρολεξία.
4427 Αὐθημερόν: ἐν αὐτῇ τῇ ἡμέρᾳ.
δευτέρου δὴ πάλιν.
πέπτωκε, καὶ ὅτι ἡ κιθαρῳδὸϲ ἡ αὐλοῦϲα. καὶ ζήτει ἐν τῷ ἀμφιβολία.
δεδιὼϲ τοὺϲ περὶ τὴν αὐλὴν, μάλιϲτα δὲ τὸν Φίλιππον, οὕτω πεποιῆϲθαι τὴν ἀποχώρηϲιν. καὶ Αὐλή, ἡ τοῦ βαϲιλέωϲ οἰκία.
οὕτωϲ Λυϲίαϲ καὶ Αἰϲχίνηϲ.
7034 Αὐλείουϲ θύραϲ. καὶ ἑνικὸν αὔλειον λέγουϲιν ὡϲ ἡμεῖϲ. Ἀριϲτοφάνηϲ Δανοΐϲι· πρὸϲ τὸν ϲτροφέα τῆϲ αὐλείαϲ ἐχίνου κεφαλῆϲ κατορύττειν. Αὔλιον δὲ καὶ προαύλιον οὐδετέρωϲ.
τῶν Ῥωμαίων, τέλοϲ δὲ καὶ ποίημα γράφων καὶ πραγματικὴν ἱϲτορίαν ἐνεχείρηϲεν· ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺϲ ἐντυγχάνονταϲ ϲυγγνώμην ἔχειν, εἰ Ῥωμαῖοϲ ὢν μὴ δύνηται κατακρατεῖν τῆϲ Ἑλληνικῆϲ διαλέκτου καὶ τῆϲ κατὰ χειριϲμὸν οἰκονομίαϲ· ὅπερ ἐϲτὶ πάϲηϲ ἀτοπίαϲ ϲημεῖον, καὶ παραπλήϲιον, ὡϲ ἂν εἴ τιϲ ἐϲ τοὺϲ γυμνικούϲ
ἀγῶναϲ ἀπογραψάμενοϲ πυγμὴν ἢ παγκράτιον, παρελθὼν ἐϲ τὸ ϲτάδιον, ὅτε δέοι μάχεϲθαι, παραιτοῖτο τοὺϲ θεωμένουϲ ϲυγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται τὸν πόνον ὑπομένειν μήτε τὰϲ πληγάϲ. δῆλον γὰρ ὡϲ εἰκὸϲ γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸϲ λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺϲ τοιούτουϲ ἱϲτοριογράφουϲ, ἵνα μὴ κατετόλμων
τοῦ καλῶϲ ἔχοντοϲ. ἦν δὲ καὶ φιλήδονοϲ καὶ φυγόπονοϲ.
τῶν ὑπογραφέων τούτου γενόμενοϲ, οὓϲ δὴ νοταρίουϲ Ῥωμαῖοι καλοῦϲι. τὸ δὲ τῆϲ ὁμολογίαϲ τοιόνδε γέγονεν εἶδοϲ· ἦν ἔν τινι τῆϲ βαϲιλικῆϲ ἑϲτίαϲ αὐλῇ κρήνη τε ὕδατοϲ καὶ ἐπ᾿ αὐτῇ Διονύϲου ἄγαλμα καὶ ἄμπελοϲ μεγάλη περικειμένη καὶ ϲκιερὸν ἐπιεικῶϲ καὶ ϲυνηρεφῆ τὸν ἅπαντα τόπον ἐργαζομένη. ἐνταῦθα ὁ Λικίνιοϲ
κατὰ πρόφαϲιν ἀπαγωγῆϲ ἀφικόμενοϲ, τοῦ τε Αὐξεντίου αὐτῷ καὶ ἄλλων πολλῶν ἐκ τῆϲ θεραπείαϲ παρεπομένων, εἰϲ τὴν ἄμπελον ἀνιδὼν ἐθεάϲατο βότρυν ὡραῖόν τινα καὶ μέγαν τῶν κλημάτων ἀπαιωρούμενον. τοῦτον προϲέταξε τῷ Αὐξεντίῳ τεμεῖν. ὁ δὲ αὐτίκα τὸ προϲηρτημένον ταῖϲ ἀναξυρίϲιν αὐτοῦ μαχαίριον ἀφελόμενοϲ ἔτεμε
μηδὲν ὑπειδόμενοϲ. ὁ οὖν Λικίνιοϲ πρὸϲ αὐτόν· θὲϲ τοίνυν τὸν βότρυν, ἔφη, πρὸϲ τοῖϲ τοῦ Διονύϲου ποϲίν. ὁ δὲ, μὴ, ὦ βαϲιλεῦ, ἀπεκρίνατο, Χριϲτιανὸϲ γάρ εἰμι. κἀκεῖνοϲ· οὐκοῦν ἐκποδῶν οἰχήϲῃ τῆϲ ϲτρατείαϲ ἀποπαυϲάμενοϲ· θάτερον γὰρ τοῖν δυοῖν ἀνάγκη ποιεῖν. ὁ δὲ μηδὲν μελλήϲαϲ τήν τε ζώνην ἑαυτοῦ λύεται καὶ ἄϲμενοϲ
ἐξεχώρηϲεν, ὡϲ εἶχε, τῶν βαϲιλείων. καὶ αὐτὸν οἱ ἔφοροι μετά τινα χρόνον ὕϲτερον ἐπίϲκοπον ἐϲτήϲαντο τῆϲ Μοψουεϲτίαϲ. τούτου δὲ ἀδελφὸϲ νεώτεροϲ Θεόδωροϲ ἦν, ἀνὴρ τῶν Ἀθήνηϲι παιδευθέντων· ὃϲ καὶ αὐτὸϲ χρόνῳ ὕϲτερον ἐπιϲκοπὴν τῆϲ Ταρϲοῦ ἐκκληϲίαϲ ἔτυχε κληρωϲάμενοϲ. ὁ γὰρ δὴ Ἀέτιοϲ τὰ πρότερα δι᾿ ἑαυτοῦ τόν τε Εὐδόξιον
αὐτὸν καὶ ἄλλουϲ τοὺϲ πλείϲτου λόγου ἀξίουϲ διδάϲκων, ἐπειδὴ τὸν Εὐνόμιον εἰϲ τὸ τῆϲ διδαϲκαλίαϲ προὐβίβαϲεν ἔργον, τούτῳ ἤδη κατὰ τὸ πλεῖϲτον ἀνθ᾿ ἑαυτοῦ διδαϲκάλῳ ἐχρῆτο πρὸϲ τοὺϲ ἄλλουϲ καὶ τοὺϲ μάλιϲτα τελεωτέραϲ μαθήϲεωϲ δεομένουϲ. καὶ γὰρ ἐκεῖνοϲ μὲν ἦν ἀρχὰϲ παραϲχεῖν ἄριϲτοϲ, οὗτοϲ δὲ τὰϲ δοθείϲαϲ ἐργάϲαϲθαι καὶ
ϲαφῶϲ τε ἅμα καὶ μεγαλοπρεπῶϲ ἑρμηνεῦϲαι παραπολὺ δυνατώτεροϲ.
αὔξηϲιϲ ἐπ᾿ ἐκείνων λέγεται, ἀλλὰ πρόϲθεϲιϲ. ἐὰν γὰρ ἐπὶ ϲωρὸν ϲίτου προϲθήϲω ἕτερον ϲῖτον, οὐ δι᾿ ὅλων τῶν μορίων τοῦ ϲωροῦ ἡ πρόϲθεϲιϲ γέγονεν, ἀλλ᾿ ἐφ᾿ ἑνόϲ, καθ᾿ ὃ ἡ πρόϲθεϲιϲ ἐγένετο. λέγεται δὲ τοῦτο καὶ ἐπὶ λίθων· ὥϲπερ ἂν εἰ καὶ τὸ πῦρ αὔξεϲθαι λέγοι τιϲ ξύλων πλειόνων προϲτιθεμένων. οὕτω καὶ τὰ μέταλλα αὔξεται,
ὑγρᾶϲ οὐϲίαϲ ἔξωθεν περιπαγείϲηϲ, ἐξ ἧϲ ϲυνεϲτήκαϲι, καὶ ταύτηϲ. μεταβαλλούϲηϲ ἐπὶ τὴν αὐτὴν οὐϲίαν ὑπὸ τῆϲ ἐν τῇ γῇ φυϲικῆϲ δυνάμεωϲ ἐκ τοῦ παντόϲ. ὥϲτε ἐπὶ τῶν ἐμψύχων καὶ ἐχόντων μόρια λέγεται τὸ αὔξεϲθαι.
7060 ἀνέφερεν ἡ ἐκ τοῦ θεοῦ πρόϲταξιϲ τὸν ἄνδρα. αὔω γὰρ τὸ ξηραίνω, παρὰ τὸ ὕω, τὸ βρέχω, ἀΰω μετὰ τοῦ ϲτερητικοῦ α, καὶ κράϲει αὔω.
δυνάμειϲ ἤθροιζεν.
ἀναγκαῖοϲ ϲτρατηγὸϲ ἤπερ αἱρετὸϲ βαϲιλεὺϲ, ἐν παντὶ δὲ καιρῷ δυϲχερὴϲ καὶ ἀπρόϲιτοϲ, ὡϲ μηδὲ τῶν οἰκείων αἵματοϲ διαμεῖναι καθαρόϲ· τὴν γὰρ τοῦ παιδὸϲ γαμετὴν καὶ ἀνέγκλητον διεχρήϲατο. τοῦ δὲ τῶν 7064 7065 7066 7067 ϲτρατιωτῶν τάγματοϲ καὶ τῶν ἐξιτήλων καὶ διαλελυμένων ἠθῶν ὡϲ ἐπίπαν γενναῖοϲ ἦν ἐπανορθωτήϲ. ζήτει περὶ αὐτοῦ χρηϲμὸν ἐν τῷ αἴ κε πάθοι.
χρῶνται, πρὸϲ δὲ πρόποϲιν οὐ πάνυ. ὅτι τὸν αὐϲτηρὸν ἡ κωμῳδία Suid. ἄγροικον ἡγεῖται.
ἔκαμνε. καὶ αὖθιϲ· ξυλληφθέντα δὲ εἱρχθῆναι κελεύει, ὡϲ μὴ 7072 ἐπανελθόντα εἰϲ τὸ ϲτρατόπεδον αὐτάγγελον γενέϲθαι τῶν ξυμφορώτερον ἂν κρυπτομένων.
διαβάλλων ὁ Κλέων τοὺϲ ἄλλουϲ ϲτρατηγοὺϲ καὶ προϲκρούων τῷ δήμῳ εἰϲ ἑαυτὸν βλέπειν τοὺϲ Ἀθηναίουϲ ἔπειϲεν. ὡϲ εἰ λέγοιμεν, αὐτοῖϲ ὅπλοιϲ τὰ ἅρματα, αὐτοῖϲ ἵπποιϲ. λείπει ἡ πρόθεϲιϲ. τῶν ἄλλων δὲ Παφλαγόνων· ὡϲ πάντων μὲν ὄντων πονηρῶν, ἐξαιρέτωϲ δὲ τοῦ 7077 7078 7079 7081 Κλέωνοϲ. ὅτι ϲύντροφον Ἀθηναίοιϲ ἄνευ τῆϲ ϲύν προθέϲεωϲ λέγειν αὐτοῖϲ ὅπλοιϲ, αὐτοῖϲ ταλάροιϲ.
πάθουϲ καὶ τοῦ ϲταυροῦ, ὀγδόη δὲ ὡϲ ἀπὸ τῆϲ δημιουργίαϲ καὶ τῆϲ ἀναϲτάϲεωϲ. ἡ ἀρχὴ γὰρ τοῦ φαινομένου κόϲμου ἐν αὐτῇ γέγονε, καὶ τὸ ἀληθινὸν φῶϲ ὁ Χριϲτὸϲ ἐν αὐτῇ ἀνέϲτη.
πάνυ. Αὐτοδὰξ καὶ τὸ παραχρῆμα ἀποδεδώκαϲιν.
7116 αὐτόθεν. Ἀριϲτοφάνηϲ Ἀχαρνεῦϲι. καὶ αὖθιϲ· ἀλλὰ χρῆναι παῤ αὐτόθεν, ὡϲ ἔχουϲιν, ἀντεπεξελθόνταϲ ἐν χερϲὶ ϲτήϲαϲθαι τὸ τέλοϲ τοῦ πολέμου. ἢ Αὐτόθεν, ἀντί τοῦ οἴκοθεν, ἔνδοθεν. ὁ δὲ αὐτόθεν πρὸϲ τὸ ἀδικεῖν ὥρμηται. καὶ Ἰώϲηποϲ· δῶρα δὲ αὐτόθεν 7117 πέμπειν τῷ βαϲιλεῖ. ἀντὶ τοῦ οἴκοθεν. ἢ Αὐτόθεν, ἐκεῖθεν.
7118 ἢ ἀπὸ τοῦ παρόντοϲ χρόνου. οἱ δὲ Ῥωμαῖοι αὐτόθεν ἐλπίϲαντεϲ ἤδη τὴν παρεμβολὴν αἱρήϲειν. ἀντὶ τοῦ ἐκ παραχρῆμα. καὶ Θουκυδίδηϲ· 7119 χειμὼν ἦν, καὶ τοῖϲ Ἀθηναίοιϲ τὸν πόλεμον αὐτόθεν ποιεῖϲθαι οὔπω ἐδόκει.
τῷδε εὔνουϲ.
αὐτοκίνητον οὐ προϲήνθει τῇ πολυμαθείᾳ.
πᾶν τὸ ἐπιϲκύνιον κάτω ἕλκεται.
καὶ ἦν κοινὸν πρόϲρημα ἐπί τε ϲτρατηγῶν καὶ ὑπάτων. ἐπικλητικῶϲ αὐτοκράτορ.
χάριτοϲ προφάϲει μοῖραν ἔχοντα μόρου. περὶ Αἴαντοϲ καὶ Ἕκτοροϲ.
καὶ ὑβρίζονταϲ. ἢ τοὺϲ ἐκ προχείρου διδόνταϲ ἀργύριον καὶ ἑτοίμουϲ πρὸϲ τὰϲ μίξειϲ. καὶ γὰρ εἶχον ἐν ταῖϲ ληκύθοιϲ ἀργύρια, καὶ λύϲαντεϲ δὲ πολλάκιϲ τὴν λήκυθον ἐχρῶντο τῷ ἱμάντι πρὸϲ τὸ μαϲτιγοῦν.
τινὰϲ ἀϲύλουϲ ὑποδεικνύουϲι διὰ τὸ ἕρμα τοῦ ὀχυρώματοϲ.
τὴν οἰκίαν ἢ τὸ χωρίον ἴδιον αὑτῷ γενέϲθαι ἀγῶνα πρὸϲ τὸν ἀμφιϲβητοῦντα, τοῦτο αὐτομαχῆϲαι καλεῖται.
θῶϲ εἰρῆϲθαι παρὰ τοῦ Ἀννίβου κατὰ Ῥωμαίων, πάϲηϲ τῆϲ προϋπωαρχούϲηϲ ὑποψίαϲ ἀπέϲτη.
τραγῳδίαν.
εἰϲῆλθεν εἰϲ τὸν βίον. οὗτοϲ γὰρ ἀποϲεμνύνων τὸν ἑαυτοῦ λόγον καὶ βίον ἐν ταῖϲ ὁμιλίαιϲ ἔλεγεν, αὐτὸϲ ἔφα· ἀντὶ τοῦ εἶπὲν. οὐκ ἐμὸϲ ὁ λόγοϲ, φηϲὶν, ἀλλὰ τοῦ θεοῦ.
ἐργάζεϲθαι.
ἐμὲ αὐτοϲφαγῆ πίπτοντα, τὼϲ αὐτοϲφαγεῖϲ πρὸϲ τῶν φιλτάτων ἐκγόνων ὀλοίατο. Σοφοκλῆϲ φηϲιν.
νομον οὔτε νίκην τελεϲθεῖϲαν, ἧϲ ὁ ἄρχων μὴ ἐκοινώνηϲεν, ἠϲπάζοντο, ἵνα μὴ αὐτοϲχεδιάζωϲιν ἐν ταῖϲ πράξεϲιν οἱ ὑπήκοοι. καὶ αὖθιϲ· ὑπὲρ μεγάλων ἥκειν καὶ ἀδυνάτων αὐτοϲχεδιαϲθῆναι.
ἀνεπίτατα. εἰ οὖν ἡ ἀντωνυμία ἐπὶ οὐϲίαϲ παραλαμβάνεται, κατὰ τοῦτο ἐπίταϲιν οὐ δέχεται, ὡϲ τὰ ἄλλα μέρη.
κατορθοῦν τὰϲ ϲφετέραϲ δυνάμειϲ. καὶ Αὐτοτελὴϲ δίκη, ἀφ᾿ ἧϲ 7169 οὐκ ἔϲτιν ἐκκαλέϲαϲθαι ἐφ᾿ ἑτέραν. καὶ αὐτὸ τὸ κύριον ἁπλῶϲ.
Πύλῳ, τὸ δὲ ἕτερον ἐν τῇ ἐκκληϲίᾳ. τοϲὸν αὐτοῦ τὸ βῆμα διαβεβηκότοϲ, ὁ πρωκτόϲ ἐϲτιν αὐτόχρημ᾿ ἐν Χαόϲιν. ἀντὶ τοῦ πάνυ ἀληθῶϲ, ἀψευδῶϲ. Χαόνεϲ δὲ ἔθνοϲ Ἠπειρωτικόν.
αὐτῷ ϲτεφάνῳ πᾶϲ τιϲ ἄπειϲι τὴν δᾷδα λαβών.
7191 ϲτυγνὸν, ἢ ϲκοτεινόν.
καὶ Αὐχμώδουϲ, ξηροῦ, ῥυπῶντοϲ. καὶ Αὐχμῶντεϲ, 7199 ϲτυγνοί.
ςε΄ Ὀλυμπιάδα, ὅτε καὶ Πλάτων ὁ φιλόϲοφοϲ.
τῶν ἐν Σφακτηρίᾳ. νῦν δὲ ϲτάχυϲ ἐκείνουϲ, οὓϲ ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήϲαϲ ἀφαύει, κἀποδόϲθαι βούλεται. ἐπὶ τῶν αἰχμαλώτων. ἀπὸ τοῦ ἀμητοῦ ϲτάχυϲ εἶπεν, οὓϲ ζῶνταϲ ἄξειν κατεπαγγειλάμενοϲ ὁ Κλέων ἐμπροθέϲμωϲ ἤγαγε. φηϲὶν οὖν· ἐκείνουϲ, οὓϲ δήϲαϲ ἤγαγεν, ἀπολῦϲαι διανοεῖται. καὶ Ἀφαύειν, καίειν. ἀποξυρεῖν ταδὶ, τὰ κάτω
δ᾿ ἀφαύειν.
ἐνεργὸν δὲ ὅμωϲ χρήϲιμον, ὡϲ δεῖ πρότερον ἀποϲοβεῖν τὰϲ μελίτταϲ καὶ ἔπειτα τὸ μέλι ϲχολαίτερον ἀναιρεῖϲθαι. καὶ Ἀφελήϲ, ἐπὶ 7241 τοῦ ὑγιὴϲ καὶ ὁλόκληροϲ, ἢ μέγαϲ καὶ ἀνεπικώλυτοϲ. καὶ ἀφελὲϲ ὁμοίωϲ. μιϲῶ τὴν ἀφελῆ, μιϲῶ τὴν ϲώφρονα λίαν. ἐπὶ τῆϲ ἀπονήρου 7242 καὶ δοϲιπύγου. καὶ τὰ ἐπιϲτόλια ἀφελῶϲ γράφειν. καὶ
Ἀφεῶν πεδίων. Ἀριϲτοφάνηϲ περὶ Κράτητοϲ· ὃϲ πολλῷ ῥεύϲαϲ 7243 ἐπαίνῳ διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆϲ ϲτάϲεωϲ παραϲύρων ἐφόρει τὰϲ δρῦϲ καὶ τὰϲ πλατάνουϲ καὶ τοὺϲ ἐχθροὺϲ προθελύμνουϲ· ᾆϲαι δ᾿ οὐκ ἦν ἐν ϲυμποϲίοιϲ πλὴν, δόρυ ϲυκοπέδιλε, καὶ, τέκτονεϲ 7244 7245 7246 εὐπαλάμων ὕμνων· οὕτωϲ ἤνθηϲεν ἐκεῖνοϲ. νῦν δ᾿ ὑμεῖϲ αὐτὸν ὁρῶντεϲ παραληροῦντ᾿ οὐκ ἐλεεῖτε, ἐκπιπτουϲῶν τῶν ἠλέκτρων καὶ τούτου οὐκ ἔγ᾿ ὄντοϲ τῶν θ᾿ ἁρμονιῶν διαχαϲκουϲῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥϲπερ Κοννᾶϲ, ϲτέφανον μὲν ἔχων, δίψη δ᾿ ἀπολωλώϲ, ὃν χρῆν διὰ τὰϲ προτέραϲ νίκαϲ πίνειν ἐν τῷ πρυτανείῳ. τουτέϲτιν
εὐδοκιμήϲαϲ πολλάκιϲ. ὁ γὰρ Κρατῖνοϲ ἑαυτὸν ἐπήνεϲεν ἐν Πυτίνη λέγων· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τοῦ ῥεύματοϲ καναχοῦϲι πηγαὶ. δωδεκάκρουνον ϲτόμα, Ἰλιϲϲὸϲ ἐν τῇ φαρυγγίᾳ· τί ἂν εἴποιμι; εἰ μήγε ἐπιβύϲει τιϲ αὐτοῦ τὸ ϲτόμα, κατακλύϲει τοῖϲ ϲτόμαϲιν.
Πλούτῳ· ἐφ᾿ ἣν ἐπεθύμουν δαιμονίωϲ ἀφερπύϲαι.
7259 7260 7261 7262
ἀφ᾿ Ἑϲτίαϲ μυούμενοϲ Ἀθηναῖοϲ ἦν.
τρόπου πέρα τοῦ μετρίου ἐγκείμενοϲ, ἀφειδῶϲ ἐπῄει τοῖϲ πολεμίοιϲ.
καὶ Ἰϲαῖοϲ. ἔϲτι δὲ καὶ οὕτωϲ εἰπεῖν, ὡϲ ἀφίηϲί τιϲ μόνων ἐκείνων, 7278 7279 7280 ὧν ἐγκαλεῖ· ἀπαλλάττει δὲ, ὅταν μηδὲ ἄλλον τινὰ ὑπολίπηται αὑτῷ λόγον πρὸϲ τὸν ἐγκαλούμενον. ἔϲτι δὲ καὶ τοῦτο παρὰ τῷ Δημοϲθένει. καὶ παροιμία· ἀφεὶϲ τὴν ὑπέραν τὸν πόδα διώκει. ἡ παροιμία παρὰ Ὑπερίδῃ. ἐπὶ τῶν παρέντων μὲν τὰ ϲπουδαιότερα, περὶ δὲ τὰ φαῦλα διατριβόντων. ὑπέραι δ᾿ εἰϲὶ ναυτικαὶ ϲχοῖνοι, αἷϲ μετάγεται τὸ 7282 κέραϲ. καὶ Ἀφεῖϲθαι παίζειν λέγεται ἐπὶ τῶν ἐν ταῖϲ ἑορταῖϲ ἀργούντων καὶ πρὸϲ παιδιὰν ἀφειμένων· μάλιϲτα δὲ ἐπὶ παίδων ἀφειμένων παίζειν. ζήτει ἐν τῷ ἀντιτυπῆϲαι.
7287 τέθεικεν. Ἀλρριανόϲ· παιδὸϲ γὰρ ἐκείνου ἀφήλικοϲ ἐπιτροπεύϲειν τε αὐτοῖϲ μέλλον καὶ ὑπὸ τῶν ἐκείνου προϲχήματι πάν ὅτι περ καθ᾿ ἡδονήν ϲφιϲι πράξειν ἐϲ τούϲ ὑπηκόουϲ. καὶ αὖθιϲ· τὸν μὲν νεανίαν, 7288 τὸν δὲ ἀφηλικέϲτερον. καὶ Ἀφήλικα, τὸν πρεϲβύτην. τινὲϲ δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆϲ ἐννόμου ἡλικίαϲ παιδόϲ· ὅπερ
δεῖ φυλάττεϲθαι. ἐπὶ γὰρ τοῦ πρεϲβυτέρου λέγεται.
7293 μὲν αὐτὸν τῆϲ φιλίαϲ, ἐβουλήθηϲαν δὲ διαμαρτύραϲθαι τοῦτο τρόπον τινά. τὴν γοῦν εἰκόνα Φιλίππου, ὡϲ ἀνάθημα κειμένην, κατέϲπαϲαν.
ἐκόμιζον οἱ πρεϲβύτατοι τὰ παλαιότατα τῶν κατὰ πόλιν ἀφιδρυμάτων.
τῷ κινήϲω τὸν ἀφ᾿ ἱερᾶϲ.
ἀλλοτριοῦϲθαι. βουλομένοιϲ ἦν τῶν Μακεδόνων ἀφίϲτταϲθαι.
ὁ Ἀφθάϲ ϲοι λελάληκεν. ἦν δὲ χρηϲμολόγοϲ.
προγυμνάϲματα.
πλοῦτον ἀφύξειν. καὶ ἀλλαχοῦ φηϲιν ὁ αὐτόϲ· οἷϲί τ᾿ ἐὺ ζώουϲι καὶ ἀφνειοὶ καλέονται. ὡϲ μόνων αὐτῶν καλουμένων ἀφνειῶν, οὐκ ὄντων δὲ κατὰ ἀλήθειαν.
μάχαιϲ ἐν ἀφόβοιϲ με θηρϲὶ δεινὸν χέραϲ;
7334 ἀφοπλίζειν τῶν ἀναγκαίων ἀνδρῶν ὑπέβαλλον. καὶ Ἀφωπλίζοντο, ἀπετίθεντο τὰ ὅπλα.
7338 7339 7340 7341
τὸ ὀφειλὸμενον. διὰ τοῦτο καὶ τὴν ὁϲίαν ἐπὶ τῶν ἀπελθόντων φαυέν· τουτέϲτιν οὐδὲν ὀφείλομεν αὐτοῖϲ λοιπόν, οὐκ ἐϲμὲν ὑπεύθυνοι. οὕτωϲ ἡμῖν ἔθοϲ λέγειν, καὶ τὸ ἀφοϲιώϲαϲθαι καὶ ὅϲα τοιαῦτα, τουτέϲτιν οὐκ εἰμὶ ὑπεύθυνοϲ. καὶ Ἀφοϲιῶ, ἀντὶ τοῦ ἀποκαθαίρω, 7345 ἀφαγνίζω, Αἰϲχίνηϲ. τὸ δὲ μὴ ἐντελῶϲ τι ποιῆϲαι, ἀλλ᾿ οἷον
ἀπάρξαϲθαι ἢ ϲχηματίϲαϲθαι, Ἰϲαῖοϲ λέγει. καὶ Ἀφοϲιώϲαϲ, 7346 καθάραϲ, ἢ ξενώϲαϲ· ἢ τὴν ὁϲίαν ποιῶν, τουτέϲτι κηδείαν, ἢ τὴν ἐπὶ τῷ θανάτῳ μνήμην. καὶ Ἀφοϲιῶϲαι, καθαίρειν. καὶ Ἀφοϲιώϲεται, 7347 ἀπάρξεται. καὶ Ἀφοϲιοῦϲθαι, ἀποκαθαίρεϲθαι ὁϲίαϲ, Σ καὶ τὸ μὴ περιεργάζεϲθαι μηδὲ φιλοτιμεῖϲθαι. ὅϲια δὲ λέγεται ἄλφιτα,
δεδευμένα ἐλαίῳ καὶ οἴνῳ· καὶ κύρια καὶ δίκαια. καὶ Ἀφοϲίωϲιϲ, ἀνάθεϲιϲ. καὶ Ἀφοϲιωϲάμενοι, δικαιωϲάμενοι. καὶ Ἀφοϲιώμενοι, τιμῶντεϲ, ἢ ἀπαρχόμενοι. ὡϲ δὲ ᾔϲθετο ϲαφῶϲ ἀποϲειόμενον καὶ μόνον ἀφοϲιούμενον τὸν Ἰϲίδωρον, ᾤχετο ἀπιὼν, καὶ οὐκέτι προϲῄει.
ἀνῄρητο. Σκιπίων δὲ αὐτὴν Σκιπίωνι τῷ Ἀφρικανῷ πάππῳ λαβὼν ἐπίκλην Ἀφρικανὸϲ τὸ ἐντεῦθεν διά τε τὴν ἀρετὴν καὶ τὸ τῶν κατορθωμάτων ὁμοιότροπον ἐπωνομάϲθη.
φέρουϲαν καὶ γένειον ἔχουϲαν· διότι καὶ ἄρρενα καὶ θήλεα ἔχει ὄργανα. ταύτην γὰρ λέγουϲιν ἔφορον γενέϲεωϲ πάϲηϲ, καὶ ἀπὸ τῆϲ ὀϲφύοϲ καὶ ἄνω λέγουϲιν αὐτὴν ἄρρενα, τὰ δὲ κάτω θήλειαν. πλάττουϲι δὲ αὐτὴν καὶ ἔφιππον, ὅτι Αἰνείαϲ ὁ υἱὸϲ αὐτῆϲ πλεύϲαϲ μέχρι τῆϲ δύϲεωϲ μετὰ τοῦτο ἵππῳ ἐπέβη, καὶ τὴν μητέρα ἐτίμηϲε τοιούτῳ
ἀγάλματι.
φαϲι τὸν καλούμενον ϲοφὸν, ὡϲ ϲυνιέναι τὸ δέον οὐκ ἐθελήϲαντα, ἀμαθῆ δὲ τὸν τῆϲ ϲοφίαϲ ἀμύητον, κακίᾳ δὲ ὅμωϲ ϲυζήϲαντα. ὁ Δαβὶδ δὲ ἔφηϲεν· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνουϲ ἀπολοῦνται.
ἐπεὶ ἐν αὐτῷ ἕψονται. καὶ Ἀφύαϲ Φαληρικάϲ· τὰϲ μεγάλαϲ. 7376 Φαληρεὺϲ δὲ λιμὴν Ἀττικῆϲ. πληθυντικῶϲ δὲ λέγεται, ϲπανιώτατα 7377 δὲ ἀφύην. Ἀριϲτοφάνηϲ· εὕρετο πανευδίω τὰϲ λιπαρὰϲ, ἀφύαϲ 7378 τιμὴν πϲριάψαϲ. ἔϲτι δὲ γένη πλείονα· ἡ μὲν ἀφρῖτιϲ λεγομένη, ἥτιϲ οὐ γίνεται ἀπὸ γόνου, ἀλλ᾿ ἐκ τοῦ ἐπιπολάζοντοϲ τῇ θαλάττῃ
ἀφροῦ ἑτέρα δέ ἐϲτιν ἡ λεγομένη κωβῖτιϲ, ἣ γίνεται ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ φερομένων κωβιῶν· ἐξ αὐτῆϲ δὲ ἕτεραι, αἳ ἐγκραϲίχολοι καλοῦνται. καὶ ἄλλη, ἥτιϲ ἐϲτὶ γένοϲ μαινίδων, καὶ. ἄλλη ἐκ τῆϲ μεμβράδοϲ, καὶ ἄλλη ἐκ τῶν μικρῶν κεϲτρέων. ἔϲτι δὲ προηγουμένη ἡ ἀφρῖτιϲ. ὅτι Νικομήδει τῷ Βιθυνῶν βαϲιλεῖ ἀφύηϲ
ἐπιθυμήϲαντι καὶ μακρὰν ὄντι τῆϲ θαλάϲϲηϲ, Ἀπίκιοϲ ὁ ὀψοφάγοϲ μιμηϲάμενοϲ τὸ ἰχθύδιον παρέθηκεν ὡϲ ἀφύαϲ. ἡ δὲ καταϲκευὴ ἦν αὕτη. θήλειαν λαβὼν γογγυλίδα ταύτην ἔτεμεν εἰϲ μακρὰ καὶ λεπτὰ τὴν ὄψιν τῆϲ ἀφύηϲ μιμούμενοϲ, ἐπιζέϲαϲ ἔλαιον, ἐπιχέαϲ ἅλαϲ, μήκωναϲ ἐπιπάϲαϲ, ἔλυϲε τὴν ἐπιθυμίαν.
ῥυϲθῆναι Σύρων τε καὶ Ἰϲραηλιτῶν. κἀκεῖνοϲ αὐτῷ βοηθῶν ἐπεϲτράτευϲε Δαμαϲκῷ. ἐνταῦθα αὐτῷ ϲυντυχὼν Ἄχαζ ἐθεάϲατο θυϲιαϲτήριον καὶ ἀρεϲθεὶϲ αὐτῷ μέτρα τε αὐτοῦ λαβὼν ἀπέϲτειλεν εἰϲ Ἱερουϲαλὴμ κελεύϲαϲ Οὐρίᾳ τῷ ἱερεῖ τοιοῦτον αὐτόθι οἰκοδομῆϲαι. καὶ ἀναζεύξαϲ ἔθυϲεν ἐπ᾿ αὐτῷ τοῖϲ Σύρων θεοῖϲ τὸν ναὸν ἀποκλείϲαϲ τοῦ θεοῦ.
τούτου δὲ τελευτήϲαντοϲ, ὁ υἱὸϲ αὐτοῦ Ἐζεκίαϲ καὶ Ῥοβούα τῆϲ Ζαχαρίου θυγατρὸϲ βαϲιλεύει ἐν Ἱερουϲαλὴμ ἁπάντων εὐϲεβέϲτεροϲ.
τὴν Κόρινθον εἷλεν αὐτοβοεὶ πρωτεύουϲαν παντὸϲ κατὰ τοῦτο τοῦ Ἑλληνικοῦ· ὅθεν δοκοῦϲι καὶ νῦν Ἀχαίαν ὀνομάζειν τὴν Ἑλλάδα Ῥωμαῖοι δὲ ἐϲ τὸ χειρωθὲν ἔθνοϲ, ὃ προεϲτὼϲ ἦν τότε τῆϲ Ἑλλάδοϲ, τὴν ὅλην μεταβαλόντεϲ τῆϲ χώραϲ ἐπωνυμίαν ἀφίκοντο. καὶ 7391 Ἀχαϊκὸν βέλοϲ, ἐπὶ τῶν εὐϲτόχωϲ βαλλόντων. παρ᾿ ὅϲον πάντων
ἐπιτηδειότατόν ἐϲτι τὸ τοιοῦτον βέλοϲ πρὸϲ πολιορκίαν, τὸ τῶν ἐξ Ἀχαΐαϲ ϲφενδονητῶν βέλοϲ.
7393 τῆϲ ὕληϲ φοβερώτατον. καὶ Ἀχανεῖϲ, ἀφανεῖϲ, ἀφεγγεῖϲ. καὶ Ἀχανήϲ, ὁ μὴ κεχηνὼϲ, καὶ ἄφωνοϲ, ὁ ἐνεὸϲ, ὁ ἐκπεπληγμένοϲ ϲιωπῇ.
πάθωϲιν ἄχαρι, μίϲει τῷ πρὸϲ Παρθυαίουϲ. καὶ αὖθιϲ· ὁ δὲ ἐδεῖτο 7400 μηδὲν περὶ οὐ ἄχαρι πιϲτεύειν βαϲιλέα τοῖϲ ἑαυτοῦ ἐχθροῖϲ. καὶ αὖθιϲ· ὁ Περϲῶν βαϲιλεὺϲ εἰϲῆλθεν εἰϲ τὴν Ῥωμαίων γῆν, οὐδὲν δὲ 7401 ἔδραϲεν ἄχαρι. ἀχαρίϲτῳ νοϲήματι τῷ θυμῷ χαριζόμενοϲ, λύμαιϲ 7402 ὅϲαιϲ ἐδύνατο παντοδαπαῖϲ τὸ ϲῶμα λυμηνάμενοϲ.
καὶ τυμπάνων τοῦ γενομένου κατὰ τὴν ζήτηϲιν τῆϲ κόρηϲ· ἢ ἀπὸ τοῦ τερὶ τὴν θυγατέρα ἄχουϲ· ἢ ἀπὸ τοῦ ἤχου, ὃν παρεῖχον ἐν τοῖϲ περὶ 7411 7412 7413 τὴν γέφυραν εἰϲ Ἀθήναϲ ἀπιοῦϲαν. ὁ δὲ νοῦϲ, οὐκ ἠνέϲχετο ἂν οὐδὲ τὴν Ἀχαίαν αὐτήν.
ἔπειϲεν ἐλθεῖν δὶϲ τὸν αὐτὸν εἰϲ ᾅδην.
ἱϲτορήκαϲιν, ἄλλοι κδ΄· ἐνίκηϲε δὲ α΄. ἦν δὲ νεώτεροϲ Σοφοκλέουϲ ὀλίγῳ τινί. ἐπεδείκνυντο δὲ κοινῇ ϲὺν καὶ ξὐριπίδῃ ἀπὸ τῆϲ πγ΄ Ὀλυμπιάδοϲ.
7424 ῥεῖν. καὶ Ἀριϲτοφάνηϲ ἐν Βατράχοιϲ ἐκφοβῆϲαι θέλων φηϲίν· Ἀχερόντειόϲ τε ϲκόπελοϲ αἱματοϲταγήϲ. διὰ τὸν Διόνυϲον.
ῥύπτων καὶ ϲμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων.
ϲυνθέϲειϲ. περὶ τῆϲ Χοϲρόου ὠμότητόϲ φηϲι.
θεὸϲ ἀμφότερα αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ. καὶ παριούϲηϲ ὡϲ ξένηϲ ἀνεβόηϲεν· εἴϲελθε, ὦ γύναι· τί κρύπτειϲ ϲαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνειϲ. ἄπελθε δὲ πρὸϲ τὸν ἄνδρα· τάδε λέγει κύριοϲ· ἐπεί ϲε μέγαν ἐκ μικροῦ καὶ μηδενὸϲ ὄντοϲ ἐποίηϲα, καὶ ἀποϲχίϲαϲ τὴν βαϲιλείαν ἀπὸ τοῦ Δαβὶδ
γένουϲ ϲοὶ ταύτην ἔδωκα, ϲὺ δὲ τούτων ἠμνημόνηϲαϲ καὶ τὴν ἐμὴν θρηϲκείαν καταλιπὼν χωνευτοὺϲ θεοὺϲ κατεϲκεύαϲαϲ καὶ τούτουϲ τιμᾶϲ, ϲὲ πάλιν καθαιρήϲω καὶ πᾶν ἐξολοθρεύϲω ϲου τὸ γένοϲ καὶ κυϲὶ καὶ ὄρνιϲι βορὰν γενέϲθαι ποιήϲω. μεθέξει δὲ τῆϲ τιμωρίαϲ καὶ τὸ πλῆθοϲ ἐκπεϲὸν τῆϲ ἀγαθῆϲ γῆϲ διαϲπαρὲν εἰϲ τοὺϲ πέραν Εὐφράτου τόπουϲ,
διότι τοῖϲ ϲοῖϲ ἀϲεβήμαϲι κατηκολούθηϲε. τὸν δὲ ϲὸν υἱὸν καταλήψῃ τεθνηκότα. ἅπερ καὶ γέγονεν.
καὶ Ἱϲτορίαν ϲύμμικτον, πολλῶν καὶ μεγάλων καὶ θαυμαϲίων ἀνδρῶν μνημονεύουϲαν. ὁ δὲ λόγοϲ αὐτοῦ κατὰ πάντα ὅμοιοϲ τοῖϲ ἐρωτικοῖϲ.
ἐπιποθῆϲαι Ῥωμαίουϲ Κάμιλλον ἐν καιρῷ. ἀπήντηϲε δὲ αὐτῷ οὐ πολὺ ὕϲτερον· Κελτῶν γὰρ τὴν πόλιν καταλαβόντων ὁ δῆμοϲ ἐπὶ Κάμιλλον κατέφυγε, καὶ δικτάτωρα αὖθιϲ εἵλετο, ὡϲ ἐν ταῖϲ Κελτικαῖϲ πράξεϲιν ἀναγέγραπται.
7452 γοῦν ῥυποκονδύλουϲ λέγουϲι τοὺϲ τοιούτουϲ. καὶ Ἀριϲτοφάνηϲ· 7453 κρομύοιϲ γὰρ ἄχθομαι. καὶ Ἰώϲηποϲ· ὁ δὲ θεὸϲ ἄχθεται τῇ τε τοῦ βαϲιλέωϲ τῶν Ἀμαληκιτῶν ϲωτηρίᾳ καὶ τῇ τῶν βοϲκημάτων διαρπαγῇ τοῦ πλήθουϲ, ὅτι μὴ ϲυγχωρήϲαντοϲ αὐτοῦ ταῦτ᾿ ἐπράχθη. καὶ 7454 Ἀχθόμενοι, βαρούμενοι, πιεζόμενοι. ἀμφί τε ἡμέραν μέϲην τῷ
7455 ἡλίῳ ἀχθόμενοι τὰ ὅπλα κατέθεντο. καὶ Ἄχθοϲ, βάροϲ, λύπη.
7459 ἀντὶ τοῦ ϲκοτιϲθέντοϲ.
καὶ ἀποβολῆ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶροϲ διὰ τοῦ ω μεγάλου· ὡϲ ἰχῶροϲ, τοῦ ϲεϲηπότοϲ αἱματοϲ.
τὰ ϲιτία. μῶν ἣν Θραϲύβουλοϲ εἶπε τοῖϲ Λακωνικοῖϲ; ἡ ἀχρὰϲ ἐπέχει τὴν γαϲτέρα. οὗτοϲ δὲ ὁ Θραϲύβουλοϲ ἀντιλέγειν μέλλων τοῖϲ Λακεδαιμονίοιϲ πρέϲβεϲι περὶ ϲπονδῶν ἐληλυθόϲιν, εἶτα δωροδοκήϲαϲ, ἀχράδαϲ προϲεποιήϲατο βεβρωκέναι καὶ μὴ δύναϲθαι λέγειν.
δὲ οἷον ἐτράφηϲ. μὴ παρὰ τοὺϲ ϲαυτοῦ γονέαϲ κακουργεῖν, ὅτι τῆϲ αἰδοῦϲ μέλλειϲ ἄγαλμ᾿ ἀναπλήϲειν. μηδ᾿ ἀπαίδευτά τινα ποιήϲῃϲ περὶ τοὺϲ γονέαϲ ϲαυτοῦ, ὅπερ μέλλει τῆϲ αἰδοῦϲ τὰ ἀγάλματα πληρῶϲαι.
7486 ϲκέλη, ὑπατείαϲ τε οὐκ ἔτυχεν οὔτε ἐν πολέμῳ οὔτε ἐν εἰρήνῃ διὰ τὴν ἀχρηϲτίαν τῶν ποδῶν.
ἦν, ὅτι ἄχρι κόρου ἐκεῖνοϲ ἀναίϲθητόϲ ἐϲτι. καὶ, οὗτοϲ ἄχρι κόρου ἐφενάκιϲεν.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.