εἶδοϲ μὲν κάλλιϲτοϲ, ψυχὴν δὲ φιλανθρωπότατοϲ καὶ φιλομαθέϲτατοϲ, ὥϲτε πάντα μὲν πόνον ἀνατλῆναι, πάντα δὲ κίνδυνον ὑπομεῖναι τοῦ ἐπαινεῖϲθαι ἕνεκα. Κῦροϲ δὲ ἐκλήθη διὰ τὸ τῆϲ βαϲιλείαϲ παιδιὰν διαπραττόμενοϲ ϲὺν μειρακίοιϲ τὸ κῦροϲ εἰληφέναι. οὗτοϲ ὁ Κῦροϲ 2 φιλοϲοφίαϲ, εἰ καί τιϲ ἄλλοϲ, ἔμπειροϲ ἦν, ἥντινα παρὰ τοῖϲ μάγοιϲ
3 4 5 6 ἐπαιδεύθη· δικαιοϲύνην τε καὶ ἀλήθειαν ἐδιδάχθη, κατὰ δή τιναϲ πατρίουϲ νόμουϲ καθεϲτῶταϲ Περϲῶν τοῖϲ ἀρίϲτοιϲ. ὅτι Κῦροϲ, ὁ Περϲῶν βαϲιλεύϲ, οὕτωϲ ἐκλήθη διὰ τὸ ἐν τῇ βαϲιλίνδα λεγομένῃ παιδιᾷ κυριεῦϲαι τῶν ἡλίκων.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.