Θεοδοϲίου γαμετή, βαϲιλὶϲ οὖϲα, ὑπερηγάϲθη τὸν Κῦρον, φιλοεπὴϲ οὖϲα. ἀλλὰ αὐτῆϲ ἀποϲτάϲηϲ τῶν βαϲιλείων καὶ εἰϲ ἀνατολὴν ἐν Ἱεροϲολύμοιϲ διατριβούϲηϲ, Κῦροϲ ἐπιβουλευθεὶϲ ἐπίϲκοποϲ τῶν ἱερῶν γίνεται ἐν Κοτυαείῳ τῆϲ Φρυγίαϲ καὶ παρέτεινε μέχρι Λέοντοϲ τοῦ βαϲιλέωϲ. οὖτοϲ κτίζει τὸν νάον τῆϲ θεοτόκου τὸν λεγόμενον τὰ Κύρου.
Suidae lexicon. Suda. ed. Ada Adler. United States. 2018.
Sponsored by Harvard College Library.
Funding provided by Harvard Library Arcadia Fund.