περὶ τῶν οὕτω γελοίων λόγον ἀπαιτησόντων οὐδένα, μὴ γὰρ ἂν πρέπειν Λακεδαιμονίους ὄντας ἄρχειν τε καὶ αὐτοὺς ἀξιοῦντας ὁμοίως ἡμῖν τῶν Ἑλλήνων περὶ πόλεως ἡγεμονίδος τοιαῦτ’ ἐγκλήματα δέχεσθαι, ἐπὶ τὰ καίρια μάλιστα τῆς κατηγορίας καὶ γενναῖα καθ’
ἡμῶν δοκοῦντα τὸν λόγον τρεψόμεθα.
καὶ φιλανθρώπων, ὅμως τοιούτων οὐδέποτε ἐπ’ αὐτούς. ἥτις δὲ πρόφασις κεκίνηκεν ὥστ’ ἐπὶ ταῦθ’ ὁρμῆσαι, εἰ μὲν ἄλλο τι ὄν κρύπτουσιν αὐτοί, σαφῶς λέγειν οὐκ ἴσμεν, ὅ δ’ οὖν φασι καὶ ὑμεῖς ἠκούσατε λεγόν- των, Ποτίδαια, ὅτι ταύτην πολεμίαν οὖσαν παρεστη-
σάμεθα, καὶ Ποτιδαιᾶται ἀλλήλων γευόμενοι. τοῦτο δὲ τι ποτέ ἐστι καὶ ὅπως συνηνέχθη καὶ τίς ἀρχῆθεν αἰτία τῷδε συμβῆναι, λέγωμεν ἤδη. εἰ δὲ μικρὸν ἀνα- γαγόντες ἐροῦμεν, οὐκ ἔξω τοῦτο καιροῦ. γένοιτο γὰρ ἂν ἐντεῦθεν καὶ ὑμῖν καλῶς ἀκροασαμένοις ἀγνοεῖν
περὶ μηδενὸς καὶ ἡμῖν τὸν λόγον τὴν πρέπουσαν λαμ βάνειν ἀρχήν.
ἐθέλει περὶ τούτου οὐδεὶς ἀπιστεῖν. ταύτῃ τοι καὶ ἡ πόλις ἥδε μεγάλως σεμνυνομένη ἐκ τοῦ λέγεσθαι Κο- ρινθίων ἠγάπα τό τε γένος ἐκεῖσε ἀεὶ ἀναφέρειν τούς τε δημιουργοὺς καὶ μάλα ἀσμένως δέχεσθαι ἥκοντας ἐκεῖθεν καὶ ὅ τι προσέταττον ὧς ἑτοιμότατα κατακούειν
3 4 καὶ εἶναι μὲν ταύτην αὐτοῖς φιλοτιμιῶν τὴν με- γίστην, ἀρκεῖν δὲ καὶ ἀντὶ πάντων οἷς ἄνθρωποι μέγα φρονοῦσι τὴν μητρόπολιν Κόρινθον.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.