καλῶς ὑπ’ αὐτῶν πολισθεῖσαν τὴν πᾶσαν, ἵν ὁ ἐν- ταῦθα τῆς Εὐρώπης χῶρος ὧς ἐκ μεγάλου διαστήματος βαρβάροις ἀνεπίβατος μένῃ; τίς ἑτέρωθεν Σικελίαν αὐτήν; τίς τοὺς ἐν Μαραθῶνι κινδύνους, τοὺς ἐπ’ Ἀρτεμισίῳ καὶ Σαλαμῖνι καὶ Πλαταιᾶσιν, ἔνθα σὺν
ὑμῖν Μαρδονίου τὰς πολλὰς διεφθείραμεν μυριάδας, τοὺς ὑπὲρ ὑμῶν, ὦ Λακεδαιμόνιοι, ὅτε τῶν εἱλώτων ἐπαναστάντων ἔσχατος κινδύνων τὴν Λακεδαίμονα περιέστη, τοὺς ὑπὲρ τῶν ἄλλων; τίς ταῦτα πάντα ὑμῶν ἀγνοεῖ; καὶ τί δεῖ μακρηγορεῖν ὑπομιμνήσκοντας
ὑμᾶς φερούσης καὶ ταῦτα τῆς ὑπομνήσεως ἐν τῷ νῦν ἀγῶνι πλέον οὐδὲν εἰς ἡμᾶς;
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.