τιδαιᾶται τὴν γνώμην, εἶχε μὲν ἂν τοῦτο κλέος οὐ μικρὸν Κορινθίοις, εἶχε δὲ καὶ Ποτιδαιάταις αὐτοῖς ἐπ’ εὐγνωμοσύνῃ οὐ μεῖόν τι καύχημα· νυνὶ δὲ στέρξαντες ἐπὶ χρόνοις οὐ συχνοῖς τὸ ῥηθὲν ἀγα- πῶσιν ὡς τάχιστα τὴν μεταβολὴν καὶ τοὺς λάβρως
ἐσθίοντας μιμησάμενοι εἰς ἀηδίαν τὸ παραυτίκα ἐνέ- πεσον καὶ ἀφίστανται μὲν Κορινθίων, ἀποπέμπουσι δὲ καὶ τοὺς δημιουργοὺς μεθ’ ὧν ἧκον ἔχοντες προσταγ- μάτων, ἀπελαύνουσι δὲ καὶ τοὺς ἄλλους οἱ παρῆσαν ἐκ Πελοποννήσου, καὶ καθ’ ἑαυτοὺς γενόμενοι οὐκ
ἔστιν ὅντινα καὶ προσίεντο.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.