ἡμᾶς ἀδικήσας, τόν τε πόλεμον παρεσκεύασεν ἀναγκαῖον καὶ ἡμᾶς ἠρέθισε κατ’ αὐτοῦ, ἐπειδήπερ ἐκ τοῦ ἴσου τρόπου φίλον ἡμῖν καὶ μετρίως ἔχειν, εἴ τις μὴ ἐ̓γνω- κεν ἡμᾶς ἀδικεῖν, καὶ πολεμίως, εἴ τις μὴ φυλάσσειν ἐθέλει τὰ δίκαια. τῶν δὲ νήσων καὶ τῶν πόλεων ἃς
νῦν ἔχομεν ἀδίκως κατειλήφαμεν οὐδεμίαν. οὐ γὰρ παραβιασάμενοι οὐδὲ νόμῳ πολέμου κρατήσαντες κεκτή μεθα, ἀλλὰ τῶν ἐν αὐταῖς ἀρχόντων καὶ δήμων ἐφ’ ἑαυτοὺς κεκληκότων, τάχα ὅτι τὴν ὑπὲρ πάντων ἡμῶν ἠγάπησαν πρόνοιαν. οὕτως ἡμεῖς κἀκ τοιούτων ἑαυτῶν
μείζους ἐγενόμεθα, οὐχ ὅν τρόπον οὗτοί φασιν οὐδ’ ὅθεν φασίν, ἀλλ’ ὅθεν καὶ ὑμεῖς μάρτυρές ἐστε.
ὀλέθριον. καὶ γὰρ ἀπαντήσει, εἰ συμβήσεται, ἀλλὰ μὴ συμβαίη ποτέ, ὥσπερ ἡμῖν καὶ ὑμῖν οὐκ ἀκίνδυνα, καὶ πράξομεν ἀμφότεροι αἰσχρῶς καὶ παντάπασιν ἀναξίως 1 τῆς ἡμῶν ἀρετῆς, ὀλεῖται δὲ κακῶς ἡ Ἑλλὰς καὶ βάρ- βαροι καθεδοῦνται γελῶντες ἥδιστον ἑαυτοῖς πάντων βλέποντες θεαμάτων, Ἕλληνας τοὺς φύσει πολεμίους αἰσχρότατα ἐν ἑαυτοῖς φθειρομένους, καὶ ὧς ἂν τελέως ἀμφότεροι συντριβῶμεν, νῦν μὲν ὑμῖν ὑποστήσονται
χρήμασι συνάραςθαι καὶ στρατῷ, καὶ τελέσουσι, νῦν δὲ ἡμῖν ἐφ’ ὑμᾶς.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.