μικρῶν τὸ καταρχὰς μεγάλοι γεγόναμεν ἐξετάζῃ, οὐκ ἄλλοθεν ἢ ἐκ βαρβαρικῶν τροπαίων τοιοῦτ’ οὑς εὑρήσει γεγενημένους. πάμπρωτα μὲν γὰρ εὐθύς, ὅτε μετὰ τῶν ζώντων Θησεὺς ὁ ἡμέτερος ἦν, Ἀμαζόνας νενικήκαμεν, γυναῖκας μὲν ἂν ἴσως εἴποι τις, ἀλλὰ πολὺ τὴν ἀρρέ-
νῶν παρελθούσας φύσιν, καὶ γέγονεν ἡμῖν ἐντεῦθεν οὐ μικρῷ τινι ἐπιδοῦναι. ἔπειτα διαβάντες εἰς τὴν Ἀσίαν Σάρδεις ἐπολιορκοῦμεν καὶ ὁ ἐκεῖθεν χρυσὸς μεγάλως τὰ τῶν Ἀθηναίων ἀνύψωσε πράγματα. τρίτον τοὐν Μαραθῶνι τρόπαιον ἱστῶμεν καὶ προέβημεν ὅσον
πλεῖστον ἐνῆν. καὶ τέταρτον κάλλιστον ἐπὶ καλλίστοις τὸ ἐν Σαλαμῖνι καὶ Πλαταιᾶσι ναυμαχοῦντες καὶ πε- 1 2 ζομαχοῦντες ἐπεδειξάμεθα καὶ μείζους ἑαυτῶν προση- κόντως γεγόναμεν. ἕτερον πρὸς τοῖς εἰρημένοις, ὃ δὴ Κίμων καλῶς ἐξήνυσε μιᾶς καὶ τῆς αὐτῆς ἡμέρας πε- ζομαχῶν ἅμα καὶ ναυμαχῶν ἐπὶ τῆς βασιλέως θαλάττης
καὶ γῆς, καὶ μέγιστον Ἀθηναῖοι παρὰ πᾶσιν ἔσχομεν ὄνομα.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.