ἴσης τὴν ἑαυτῶν ἐπίδοσιν ἐξ ἁπάντων γίνεσθαι σπου- δαζόντων ἡμῖν οὐχ οὕτω πραγματεύεται τοῦτο. ἀλλὰ τὸ μὲν Ἑλληνικὸν ἅπαν γένος ἀγαπῶμεν καὶ στέργομεν καὶ βουλοίμεθ’ ἂν πᾶν ἀγαθὸν αὐτοῖς γενέσθαι καί γε ὅσον πλεῖστόν ἐστι πρὸς αὐτοὺς ἐπιεικείᾳ χρώμεθα καὶ
ἰσονομίᾳ ὑπερορῶντες καὶ τοῦ συμφέροντος ἑαυτῶν, εἴπερ κοινῶς τοῦτο τοῖς πᾶσι μέλλει συνοίσειν· βαρβά- ρους δὲ μισοῦμεν ἀεὶ καὶ πολεμοῦμεν καὶ φιλονεικοῦμεν ἐκ τῶν ἰδίων ἐκείνοις πραγμάτων ὀνομαστότεροι ἑαυτῶν φανῆναι καὶ περιφανέστεροι.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.