ἀνόσια εἰργασμένος τίς, ὦ πρὸς θεῶν; Ἀθηναίων μὲν οὐδείς, οὐ μὰ τοὺς θεούς. νομίμῳ γὰρ καὶ δικαίῳ πρὸς αὐτοὺς ἐκεχρήμεθα τῷ πολέμῳ, αὐτοὶ δὲ κατ’ ἀλλήλων μανέντες ὑφ’ ἑαυτῶν ἐξανήλωντο. καὶ καλήν γε, ὦ δίκη παραβαθεῖσα, τὴν ἐπίνοιαν κατ’ αὐτῶν
ἐξεῦρες ἅμα μὲν ἐκείνων τὴν πονηρίαν καὶ ἀγνωμο- σύνην παύουσα, ἄμα δὲ καὶ τῶν μελλόντων μιμεῖσθαι τοὺς ἀλιτηρίους ἐκείνους προανακόπτουσα τὰς ὁρμάς. ὡς ἔδει γε τοιαύτην σε πᾶσιν ἀεὶ τοῖς πονηροῖς παρ- εστάναι καὶ ἀδικίας ἀνθρώπων μεθ’ ὁμοίας ἐξαίρειν
τῆς ταχυτῆτος.
γείρων ἦν ὑμᾶς ἐπὶ τὸν ἡμέτερον πόλεμον. ἤ οὐ μέ- μνησθε ὡς ἐγκελεύοντες ἦσαν ὑμῖν καθάπερ στρατηγοὶ στρατιώταις· τί κάθησθε; τί ἀνατέτραφθε ὧς ἐφ’ ὕπνον; τί τὸ Δωρικὸν καὶ πάτριον οὐκ ἀναλαμ- βάνετε φρόνημα; οὐχ ὁρᾶτε τοὺς ἀνθρώπους
ὧς αὐξάνουσι καὶ προβαίνουσι καὶ μεῖζον φρο- νοῦσι τῆς φύσεως; οὐ καθέξετε σφᾶς; οὐ κατα- βαλεῖτι; οὐ ταπεινώσετε πρὶν ἢ φθάσουσιν ἄμαχοι γεγονότες;
ἔχον ἀγῶνα εἰς τὴν καθ’ ἡμῶν, ὧς ὁρᾶτε, συμβολὴν ἀπεκρίθη, ἡμῖν δὲ πρὸς ταῦτα βραχὺς ἂν εἴη λόγος, ὅν δὴ αὐτίκα εἰπόντες καταβησόμεθα. τὸ μὲν δὴ μείζους ἐθέλειν ἑαυτῶν γίνεσθαι καὶ προκόπτειν ἀεὶ οὐκ ἀρνούμεθα, ἐπειδήπερ οὐ μόνοις τοῖς Ἀθηναίοις
ἔργον ἐστὶ σπουδαζόμενον οὐδὲ μόνοις τοῖς Ἕλλησιν, ἀλλὰ καὶ τούτοις καὶ βαρβάροις καὶ πᾶσιν ὧς ἔπος εἰπεῖν ἀνθρώποις. φύσει γὰρ ἅπασι τὴν τοῦ πλείονος ἐπιθυμίαν ἴσμεν ἐντετηκέναι, κἂν εἴ τις αἱρῆται μετ- ιέναι καθ’ ἔνα τοὺς πάντας, οὐκ ἄν ποτε οὐδαμοῦ
διαπίπτοντα τὸν λόγον εὑρήσει. καὶ οὐδαμῶς ἂν εἴη τοῦτό γε ἄπο τρόπου, εἰ κατὰ τὸ πεφυκὸς πᾶσιν ἀν- 3 4 5 θρώποις καὶ ἡμεῖς κρείττους ἑαυτῶν καὶ μείζους ἐφιέ- μεθα γίνεσθαι.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.