τεται, ἢ εἰ μὴ παρ’ οὐδέσιν ἄλλοις, παρ’ ὑμῖν γοῦν τοῖς Κορινθίοις; καὶ εἶρξέ ποτέ τις ὑμᾶς ἣ νόμος ἢ 1 λόγος μὴ τοῖς ἐνοῦσι χρῆσθαι παρεστώσῃ ςτῆς μάχης; οὐκ ἐκ παντός γε καὶ ὑμεῖς τρόπου τὸ συμφέρον διώ- κετε; οὐ μηχανᾶσθε; οὐκ ἐνεδρεύετε; οὐ λόχους κρύ- πτετε; οὐκ ἀφανῶς ἐπιτίθεσθε; οὐ πολιορκεῖτε τῶν ἐναντίων τὰς πόλεις; οὐ λιμῷ φθείρετε; οὐ πυρὶ λυ-
μαίνεσθε; οὐ περκόπτετε τὴν κύκλῳ χώραν; οὐ πάντα ὑπὲρ ἑνὸς τοῦ κρείττους φανῆναι μετέρχεσθε; τί γοῦν ἅ μηδ’ αὐτοὶ φυλάσσοντες οὐδέποτε ὤφθητε καὶ ὑμῖν ἀντὶ τούτου προσηνέχθη οὐδείς, ἡμῖν ὧς μὴ φυλάξασιν ἐγκαλεῖτε;
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.