μνησθήσεσθε δὲ ὅτι καὶ τὰς σπονδὰς ἐπὶ πεντήκοντα ὅλους ἐνιαυτοὺς πεποιήμεθα, ἐφ’ ᾧ καὶ πεντηκοντού- τεις αὐτὰς ὠνομάκαμεν, καὶ οὐδαμῶς εὐσεβὲς πρὶν ἤ τὰ ἡμίση τῶν ὡρισμένων ἐτῶν καταλαβεῖν συγχέειν ταύτας πειρᾶσθαι. ἀλλὰ Κορινθίους καὶ τοὺς ἄλλους
οἱ ταράσσουσι τὴν Ἑλλάδα ληρεῖν ἐάσατε ὡς ἔργον πληροῦντας βασκάνων δαιμόνων, ἐκείνων γὰρ ἴδιον τοῖς τῶν ἀνθρώπων καλοῖς ἐπιφύεσθαι καὶ προφάσεις ἀναμοχλεύειν δι’ ὧν δυνήσονται εἴς τε τὸν κατ’ ἀλλή- λων πόλεμον ἐξοπλίσαι καὶ τὰ καλὰ περιτρέψαι, τὴν
ἡσυχίαν δὲ ὧς μόνης ταύτης τὸ κοινὴ συμφέρον ἐχού- σης ἀγαπήσατε, ὧς ἂν μὴ μόνον ὁσίως καὶ εὐσεβῶς ἡμῖν ἔχῃ τὰ πρὸς θεούς, ἀλλὰ καὶ καλῶς γένοιτο πρᾶξαι καὶ Ἀθηναίοις καὶ Πελοποννησίοις καὶ πᾶσι τοῖς Ἕλλησι.
χάριν καὶ πρὸς τουτουσὶ Κορινθίους καὶ τῶν Ἑλλή- νων τοὺς ἄλλους, εἴ τις ἐγκαλεῖν ἔχοι ὡς Ἀθηναῖοι προσέκρουσαν, πάρεσμεν λόγον δοῦναι καὶ ἅπερ δίκαια πληροῦν ἐθέλειν ἑκάστῳ. ἂν δέ που μὴ τοῦτον φήσῃ τις τὸν τρόπον, ἀλλὰ τοῖς ὅπλοις τὴν διάκρισιν ἐπι-
τρέπῃ, ὀδυνηρὸν μὲν τῇ ἀληθείᾳ τοῦθ’ ἡμῖν δόξει καὶ ἐλεεινὸν θεωμένοις οἶ κακοῦ τὰ τῆς Ἑλλάδος ἀφί- ξεται πράγματα, πλὴν ἀπαντησόμεθα καὶ αὐτοὶ μεθ’ ὅπλων πολλὰ τῆς εἰς τοῦτ’ ἀνάγκης τοὺς ἐφόρους τῶν Ἑλλήνων θεοὺς κἀπὶ ταῖς σπονδαῖς κεκλημένους παρ-
αἰτησάμενοι, κἂν εἴ τις εἰς τὴν Ἀττικὴν ἐμβάλοι, οὐ μόνον ἐνταῦθα ἐναντιουμένους εὕροι καλῶς, ἀλλὰ καὶ αὐτοὶ ἀντεμβαλοῦμεν εἰς τὴν αὐτοῦ μεθ’ ὁμοίου τοῦ τάχους καὶ τῆς παρασκευῆς.
πρὸς Κορινθίους καὶ τὰ πρὸς ὑμᾶς. δοῖεν δὲ οἱ κρείτ- τους, ἃ κοινὴ τοῖς Ἕλλησι συμφέρει, ταῦθ’ ὑμῖν παρα- στῆναι ποιῆσαι.
Declamatio de Atheniensium defensio (ad Libanii declamationem antilogia). Gregory II, of Cyprus, Patriarch of Constantinople. ed. Richard Foerster. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.